Commentarii ad Homeri Odysseam i
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-thessalonicensis-pg-135-136" aria-label="More works by Eustathius Thessalonicensis PG 135">
—
⋯
Original / primary: Pg Scrape Grc
351.1.1
) Ὅτι κατὰ τὸ, οὐ νέμεσις τοιῇ δ' ἀμφὶ γυναικὶ μάχεσθαι ὡς καὶ ἐν Ἰλιάδι κεῖται, φησὶ καὶ ἐνταῦθα τούτῳ δ' οὐ νέμεσις Δαναῶν κακὸν οἶτον ἀείδειν. ἤγουν τὴν Ἑλληνικὴν κακοτυχίαν. (ῃερς. 352.) Ὅτι γνωμικῶς λέγει τὸ, ταύτην ἀοιδὴν μᾶλλον ἐπικλείουσιν ἄνθρωποι ἥ κεν ἀκουόντεσσι νεωτάτη ἀμφιπέληται. παράδειγμα δὲ τοῦ λόγου, καὶ Ἀθηναῖοι. οἷς ἀεὶ ἔφεσις ἦν καινόν τι ἀκούειν. Καὶ ὅρα τὸ, μᾶλλον. καὶ τὸ, νεωτάτη. χαίρουσι μὲν γὰρ καὶ ἁπλῶς ταῖς ἀοιδαῖς ἄνθρωποι, μᾶλλον δὲ τῇ νέᾳ. καὶ μάλιστα τῇ νεωτάτῃ. ἐνταῦθα δὲ χρήσιμον καὶ τοῦ Πινδάρου τὸ, αἴνει παλαιὸν μὲν οἶνον ἄνθεα δ' ὕμνων νεωτέρων. ἐπαινεῖ γὰρ καὶ ἐκεῖνος ὁ κατὰ τοὺς παλαιοὺς μεγαλοφωνότατος, τὴν νεωτάτην ἀοιδήν. Εὔβουλος δέ φασιν ὁ κωμικὸς, ἀντὶ νέας ἀοιδῆς ἄνδρα μεταλαβὼν, παίζει οὕτως. ἄτοπόν γε τὸν μὲν οἶνον εὐδοκιμεῖν παρὰ ταῖς ἑταίραις τὸν παλαιὸν, ἄνδρα δὲ μὴ τὸν παλαιὸν ἀλλὰ τὸν νεώτερον. λέγεται δὲ καὶ Ἄλεξις σχεδόν τι ἀπαραλλάκτως οὕτω γράψαι. καὶ Τιμόθεος δέ φασιν ὁ Μιλήσιος, γράφει οὕτως. οὐκ ἀείδω τὰ παλαιά. καινὰ γὰρ κρείσσω. νέος ὁ Ζεὺς βασιλεύει. τὸ παλαιόν δ' ἦν Κρόνος ἄρχων. ἀπίτω μοῦσα παλαιά. τὸ δ' αὐτὸ καὶ ἐπὶ καινῶν ἐγχειρημάτων ἐγνωματεύθη. φησὶ γοῦν Ἀντιφάνης. ἓν καινὸν ἐγχείρημα κἂν τολμηρὸν ᾖ, πολλῶν ἐστι παλαιῶν χρησιμώτερον. συντελεῖ δέ τι ἐνταῦθα καὶ τὸ, ἢ δρῶν τι φαίνου καινὸν παρὰ τοὺς ἔμπροσθεν, ἢ μή με κόπτε. τῇ δὲ Ὁμηρικῇ ἐννοίᾳ σύμφωνος καὶ ἡ κατὰ τὸν Εὔπολιν. εἰπόντα ὡς ἡ μουσικὴ, πρᾶγμ' ἐστὶ βαθύ τι καὶ καμπύλον, ἀεί τε καινὸν ἐξευρίσκει τι τοῖς ἐπινοεῖν δυναμένοις. Ἀναξίλας δὲ ὁ κωμικὸς ὑποπαίζων πρὸς ὁμοιότητα τούτου, ἔφη, ὅτι ἡ μουσικὴ ὥσπερ Λιβύη ἀεί τι καινὸν κατ' ἐνιαυτὸν τίκτει θηρίον. ὑποπαίζειν δὲ οὗτος ἐῤῥέθη, ἐπειδὴ οὐ καθαρῶς ἐπαινεῖ τὰς ὡς ἑκάστοτε νέας ἀοιδάς. ἀλλὰ διὰ τὸ ἐργῶδες, ὡς εἰς θηρίου ἀνάγει τὸ πρᾶγμα εἰκόνα. (ῃερς. 354.) Ὅτι παρηγορητικὸν ἀνθρώπου ἐπὶ ἀποφήμῳ ἀκοῇ τὸ, σοὶ δ' ἐπιτολμάτω κραδίη καὶ θυμὸς, ἀκούειν. (ῃερς. 355.) Ὅτι παραμυθία τις τῷ δυσπραγοῦντι, τὸ πρὸς ἄλλους ὁμοιοπαθές. διὸ παραμυθούμενος ὁ Τηλέμαχος φησὶ τῇ μητρὶ, τλῆναι διότι οὐ μόνον Ὀδυσσεὺς ἀπώλεσε νόστιμον ἦμαρ ἐν Τροίᾳ. πολλοὶ δὲ καὶ ἄλλοι φῶτες ὄλοντο. τὸ δὲ ἐν δυσπραγίαις μονῆρες, οἴκτιστόν ἐστι. διὸ καὶ ἡ τραγῳδία φησί. τὸ γὰρ εἰσλεύσειν οἰκεῖα πάθη μηδενὸς ἄλλου παραπράξαντος, μεγάλας ὀδύνας ὑποτείνει. (ῃερς. 357.) Ὅτι τὰ γυναικεῖα ἔργᾳ στενοχωρεῖ κἀνταῦθα ὁ ποιητὴς εἰς ταλασιουργίαν καὶ εἰς τὸ ταῖς ἀμφιπόλοις ἐπιτάσσειν. μῦθον μέντοι, μὴ πρέπειν φησὶ γυναιξὶν, εἴγε κατὰ τὸ ὑμνούμενον, γυναιξὶ κόσμον ἡ σιγὴ φέρει. φησὶ γοῦν ὁ Τηλέμαχος τῇ μητρί. εἰς οἶκον ἰοῦσα, τὰ σαυτῆς ἔργα κόμιζε. ἱστόν τ' ἠλακάτην τε. καὶ ἀμφιπόλοισι κέλευε ἐποίχεσθαι. μῦθος δ' ἄνδρεσσι μελήσει πᾶσι, μάλιστα δ' ἐμοί. τοῦ γὰρ κράτος ἐστ' ἐνὶ οἴκῳ. Ἰστέον δὲ ὅτι τὸ νόημα τοῦτο μετεχειρίσατό που καὶ ὁ Ἕκτωρ πρὸς Ἀνδρομάχην αὐταῖς λέξεσι, τὸτέλος μόνον παραλλάξας. καὶ ἀντὶ τοῦ μῦθος, εἰπών. πόλεμος δ' ἄνδρεσσι μελήσει. διδάσκοντος τοῦ ποιητοῦ, ὅπως παρῳδητέον τὰ ἔπη. (ῃερς. 357.) Ἰστέον δὲ καὶ ὅτι τὸ εἰς οἶκον ἰέναι, ταυτόν ἐστι τῷ οἰκουρεῖν. ὅθεν οἰκούρια παρὰ τοῖς παλαιοῖς ὡς οἷον οἰκοφυλάκια, τὰ ὑπὸ μητέρων παιδίοις ὑπολειπόμενα παίγνια. ἐκ δὲ τοῦ οἴκου, καὶ οἰκίσκος παρὰ Ἀριστοφάνει, περδικοτροφεῖον. οἷον. τί δὲ 1. 67 τὸν ὀρνίθειον οἰκίσκον φέρεις; καὶ οἰκεὺς παρὰ τοῖς παλαιοῖς Ἀθηναίοις, ὁ οἰκογενὴς οἰκέτης. καὶ οἰκέται, οἱ κατὰ τὴν οἰκίαν πάντες. καὶ οἰκοπορεῖα, τὰ κατ' οἰκίαν σκεύη. καὶ οἰκόσιτος, ὁ οἴκοθεν ἤτοι τὰ ἑαυτοῦ ἐσθίων. ἢ μισθωτὸς τρέφων ἑαυτόν. καὶ οἰκοτρύβλιον, οἰκογενὲς παιδάριον. ταῦτα πάντα τῶν παλαιῶν. οἵ φασιν, ὡς ἐκεῖθεν καὶ οἰκουρὸς δράκων φύλαξ τῆς Πολιάδος. ἤγουν ἐν τῷ νεῷ τῆς Πολιάδος διαιτώμενος. ὃ τινὲς προπερισπῶσι καθ' ὁμοιότητα τοῦ μῶρος, ἵνα ᾖ οἰκοῦρος ὡς μῶρος. (ῃερς. 358.) Ἠλακάτη δὲ λέγεται, τὸ ἐριουργὸν ἐργαλεῖον παρὰ τὸ ἠλάσκω τὸ ἐν πλάνῃ εἰλοῦμαι, περὶ ἣν τὸ ἔριον ἠλάσκει. ὃ ἑρμηνεύει τὴν ταλασίαν καὶ τὸ ταλάσιον. κατὰ τὸν εἰπόντα Παυσανίαν, ὅτι ταλάσια τὰ ἐριουργικά. καὶ ταλασία ἡ ἐριουργία. ἠλάκατα μέντοι οὐδετέρως, τά τε περὶ τὴν ἠλακάτην ἔρια ὡς καὶ ἐν τοῖς ἑξῆς δῆλον ἔσται, καὶ τὸ τόξα. ὅθεν Ἄρτεμις χρυσηλάκατος. οἱ δὲ ἠλακατῆνες ὅθεν γίνονται, ζητητέον. ἰχθύες δὲ οὗτοι θαλάσσιοι κωβιώδεις, ταριχευόμενοι ὥς φησι Παυσανίας. ὅτι δὲ ἠλακάτη καὶ ἱστοῦ μέρος ἐστὶν οὐχὶ ὑφαντικοῦ, ἀλλὰ τοῦ κατὰ πλοῖα, δῆλον ἐντεῦθεν. ἱστοῦ τὸ μὲν κατωτέρω, φασὶ, πτέρνα καλεῖται. τὸ δὲ εἰς μέσον, τράχηλος. τὸ δὲ πρὸς τῷ τέλει, καρχήσιον. ᾧ ἐπίκειται τὸ λεγόμενον θωράκιον, τετράγωνον ὂν καὶ ἐπ' αὐτοῦ, ἀνήκουσα εἰς ὕψος ὀξεῖα, ἡ λεγομένη ἠλακάτη. ὁ δὲ ταῦτα γράψας Ἀθήναιος, λέγει ὅτι καὶ ποτήριον ἦν ἐπίμηκες καρχήσιον λεγόμενον. συνηγμένον εἰς μέσον ἐπιεικῶς. ὦτα ἔχον μέχρι τοῦ πυθμένος καθήκοντα. καὶ τάχα φησὶ διὰ τὸ ἀνατετάσθαι πρὸς ὁμοιότητα τοῦ κατὰ νῆας καρχησίου, ὠνόμασται καὶ αὐτό. οὗ μέμνηται καὶ ὁ κατὰ τὴν Ἀλκμήνην μῦθος. φάμενος, τοιοῦτον καρχήσιον δῶρον αὐτὴν λαβεῖν πρὸς Διὸς ὅτε πρῶτον εἰς αὐτὴν ἦλθεν. ἐτυμολογεῖ δὲ αὐτὸς τὸ εἴτε τοῦ πλοίου καρχήσιον εἴτε τὸ ποτήριον, ἐκ τοῦ τραχύσματα ἔχειν κεγχροειδῆ. καὶ εἴρηταί φησι κατ' ἐναλλαγὴν τοῦ ˉε πρὸς τὸ ˉα, ἀντὶ τοῦ κερχήσιον. βούλεται δὲ, οὕτω πως καὶ Ὅμηρον καρχαλέους λέγειν τοὺς ὑπὸ δίψους κρατουμένους. καὶ οὕτω μὲν ταῦτα. Τὸ δὲ ἀμφιπόλοισι κελεύειν τὴν γυναῖκα, οἰκονομικόν ἐστιν, ἀρέσκον καὶ Θεοφράστῳ, παράγγελμα. ὡς δέον ὂν διὰ τὸ τοῦ ζήλου ὑπερόριον, τὸν μὲν ἄνδρα ὡς τὰ πολλὰ μὴ ἐπιστατεῖν δουλίσι, τὴν δὲ γυναῖκα καὶ αὐτὴν, τῶν θεραπόντων μὴ ἐν χρῷ προΐστασθαι. Τὸ δὲ ἔργον ἐποίχεσθαι, δοκεῖ μὲν ὅμοιον εἶναι τῷ, μνηστῆρας ἐπῴχετο. μᾶλλον δὲ ὁμοιοῦται πρὸς τὸ, ἱστὸν ἐποιχομένην. Μῦθον δὲ, οὐ τὸν ἁπλῶς λόγον ἐνταῦθα φησίν. οὐ γὰρ χρὴ ἄλαλον πάντῃ τὴν γυναῖκα μένειν, λογικὸν καὶ ἄλλως δὲ εἰπεῖν λαλητὸν ζῷον καὶ αὐτὴν οὖσαν, παρὰ δὲ τοῖς ὕστερον καὶ ῥητορεύειν καὶ φιλοσοφεῖν ἐπιβαλομένην ὡς αἱ ἱστορίαι δηλοῦσιν, ἀλλὰ τὸν ἐν μέσῳ ἀνδρῶν. ὁ γὰρ δημηγορικὸς λόγος, ἀνδράσι μελέτω. γυναιξὶ δὲ, οὐ πρέπον ἐστιν. ὅτι δὲ οὐ πρέπει μῦθος καθ' Ὅμηρον γυναιξὶ, δηλοῖ καὶ Σοφοκλῆς ἐν τῷ, γύναι γυναιξὶ κόσμον ἡ σιγὴ φέρει. χρήσιμον δ' ἐνταῦθα καὶ Ξενάρχου τὸ, εἶτ' εἰσὶν οἱ τέττιγες οὐκ εὐδαίμονες, ὧν ταῖς γυναιξὶν οὐδ' ὁτιοῦν φωνῆς ἔνι; ὡς δηλαδὴ τῶν θηλέων τεττίγων, ἀφώνων ὄντων, καθὰ πολλαχοῦ δηλοῦται. ἀστεῖον δ' ἐνταῦθα τὸ, γυναῖκας ῥηθῆναι κωμικώτερον, τοὺς θήλεας τέττιγας. ἀφορμὴ δὲ τῆσδε τῆς ἀστειότητος, τὸ εἰς ἐντροπὴν παρειλῆφθαι γυναικῶν τὴν τοιαύτην ἔννοιαν. ἃς ἐπιστρέφει πρὸς ἐχεμυθίαν, καὶ ὁ τὴν λάλον χαρακτηρίσας γυναῖκα ἐπὶ σκώμματι τῶν τοιούτων. ἴσως δὲ, καὶ τὸ τὸν ἄνδρα φῶτα λέγεσθαι ἀπὸ τοῦ φῶ τὸ λαλῶ, κατά τι ἐξαίρετον. οὗ γυναιξὶν οὐ μέτεστι. (ῃερς. 360.) Τὸ δὲ, τοῦ γὰρ κράτος ἔστ' ἐνὶ οἴκῳ, ἀντὶ τοῦ ἐγὼ γὰρ οἰκοδεσποτῶ. ὃ κατωτέρω σαφέστερον φράζει, λέγων. ἀτὰρ ἐγὼ ἄναξ οἴκου ἔσομαι ἡμετέρου. (ῃερς. 361.) Ὅτι Πηνελόπη τοῦ παιδὸς ἀνωτέρω εἶπεν, ἀκούσασα εἰπόντος ἅπερ ἀνεχώρησε θαμβήσασα. παιδὸς γὰρ μῦθον πεπνυμένον ἔνθετο θυμῷ. εἰ δὲ τοῦτο οὕτως ἡ μήτηρ ποιεῖ, σκεπτέον οἵους εἶναι δεῖ τοὺς παῖδας τοῖς γονεῦσι τὰ εἰς εὐπείθειαν ἐφ' οἷς παραιτοῦνται τὰ δέοντα οἱ γονεῖς. Ἰστέον δὲ ὅτι οἱ μεθ' Ὅμηρον, καὶ ἐπὶ τροφῆς τὸ ἐνθέσθαι φασὶν Ἀττικῶς. καὶ ἔνθεσιν. τὴν τροφήν. λέγεται δὲ καὶ ἐπὶ δένδρων ἔνθεμα, τὸ ἰδιωτικῶς λεγόμενον ἐμφύλλιον. (ῃερς. 363.) Ὅτι ἐς ὑπερῷα ἀναβᾶσα Πηνελόπη σὺν ἀμφιπόλοισι γυναιξὶν ἔκλαιε τὸν Ὀδυσσέα ὄφρά οἱ ὕπνον ἡδὺν ἐπὶ βλεφάροις ἔβαλεν Ἀθηνᾶ. Ὅρα δὲ ὅτι δυνάμενος ὁ ποιητὴς εἰπεῖν ὄφρά οἱ ὕπνον νήδυμον ἐν βλεφάροις ἔβαλεν, ὅμως οὐκ ἐποίησε τοῦτο. ἴσως μὲν, διότι ταυτόν ἐστιν ἡδὺν εἰπεῖν καὶ νήδυμον. μάλιστα δὲ, διότι νήδυμος μέν ἐστιν, ὁ βαθύς. ἐν δὲ τοιούτοις καιροῖς καὶ πάθεσιν, οὐ δύναταί τις νήδυμον ὑπνώττειν ἤγουν βαθὺ καὶ ἀνέκδυτον. Ὅρα δὲ καὶ ὅτι ἀμφίπολοι κἀνταῦθα κλαίουσιν, Ὀδυσσέα πρόφασιν. ὥσπερ ἐν Ἰλιάδι 1. 68 ἕτεραι, Πάτροκλον πρόφασιν. Ἀθηνᾶ δὲ κοιμίζει τὴν Πηνελόπην, ἐπειδὴ συνετῶς ἐκείνη βουλευσαμένη, κλαίειν μὲν ἀφῆκεν. ἀνεκλίθη δὲ ὥς τε καταδραθεῖν. (ῃερς. 366.) Ὅτι μετὰ τοὺς λόγους τοῦ Τηλεμάχου καὶ τὴν ἀναχώρησιν τῆς Πηνελόπης, οἱ μνηστῆρες ὁμάδησαν ἀνὰ μέγαρα σκιόεντα. πάντες δ' ἠρήσαντο παραὶ λεχέεσσι κλιθῆναι. καὶ αὐτοὶ μὲν οὕτω, θαυμάζοντες τοῦ κάλλους τὴν Πηνελόπην. ὁ δὲ παῖς, οὐκ ἀνέχεται. ἀλλὰ μητρὸς αὐτοὺς προσειπὼν μνηστῆρας, εἶτα ὑπέρβιον αὐτοὺς ὕβριν ἔχειν φησί. καὶ ἐξελέγχει τὰ ἐφεξῆς. Ἔστι δὲ ὑπέρβιος ὕβρις, ἡ ἐκ μεγαλοδυνάμων ἀνδρῶν, καὶ ἡ ὕπερθεν πάσης δυνάμεως. (ῃερς. 367.) Ἰστέον δὲ ὅτι σεμνῶς μὲν ἐλέχθη παρὰ τοῦ ποιητοῦ τὸ πάντες δ' ἠρήσαντο παραὶ λεχέεσσι κλιθῆναι. οὔτε γὰρ αἰσχρόν τι ἐνταῦθα κεῖται ῥῆμα, καὶ τὸ ἠρήσαντο δὲ, πάνυ ἔνδοξον ὡς ἐπὶ θείου τινὸς πράγματος διὸ οὐκ εἶπεν ἵμερον ἔσχον. ἢ ἠθέλησαν. ἤ τι τοιοῦτον, ἀλλὰ ἠρήσαντο. ἤγουν ηὔξαντο. ὅμως μέντοι, ὁ φιλομήτωρ Τηλέμαχος οὐκ ἀρέσκεται τῇ ἐκείνων εὐχῇ, ἣν καὶ ὅμαδον ἔφη ὁ ποιητής. (ῃερς. 370.) Ὅρα δὲ καὶ ὅτι μικρὸν ἀνῆκεν ὁ κιθαρῳδὸς καὶ οἱ μνηστῆρες οὐ φέρουσιν ἀτρεμεῖν. διὸ καὶ ὁ Τηλέμαχος. δαίνυσθαι αὐτοὺς καθ' ἡσυχίαν ἐθέλει. καὶ τέρπεσθαι τῇ ἀοιδῇ. καὶ μὴ εἶναι βοήν. ἄμεινον ἡγούμενος αὐτοὺς ταῦτα ποιεῖν, ἢ οὕτω σχολάζειν ἐπὶ ὕβρει καὶ ὁμάδῳ. Σκιόεντα δὲ μέγαρα, ἢ τὰ μεγάλην σκιὰν ἀποτελοῦντα διὰ τὸ πολὺ τοῦ ὕψους καθ' ὃ καὶ Αἰγύπτιαι πυραμίδες ἐσημειώθησαν, ἢ τὰ χάριν σκιᾶς γεγονότα. οὐ γὰρ μόνον χειμῶνος ἀλεωρὴ τὸ μέγαρον, ἀλλὰ καὶ καύσωνος. Ὅτι δ' ἐντεῦθεν λαβὼν Ἡσίοδος καὶ τὰ μέγαρα τὴν χώραν σκιόεντα ἔφη, ὁ Πορφύριος δηλοῖ. (ῃερς. 371.) Ὅτι κατευναστικὸν ἐπὶ τραπεζίου βοῆς τὸ, νῦν μὲν δαινύμενοι, τερπώμεθα, μὴ δὲ βοητὺς ἔστω. ἐπεὶ τό, γε καλόν. εἰς δὲ ἐγκώμιον ἀοιδοῦ ἢ ἁπλῶς λογίου ἀνδρὸς, καλὸν εἰπεῖν τὸ, ἐπεὶ τό γε καλὸν ἀκουέμεν ἐστὶν ἀοιδοῦ τοιοῦδε, οἷος ὅ δ' ἔστι θεοῖς ἐναλίγκιος αὐδήν. ἢ μάλιστα κατὰ παρῳδίαν, μούσαις ἐναλίγκιος. Καὶ ὅρα ὅπως εἰς ταυτὸν ἤγαγε τὴν ἀοιδὴν καὶ τὴν αὐδήν. ἔστι γὰρ καὶ ἡ ἀοιδὴ, τῷ γένει αὐδή. Τὸ δὲ βοητὺς, ὅμοιόν ἐστι τῷ ἐδητύς. ταυτὸν δὲ ὅμαδος καὶ βοητύς. ὥσπερ αὖ πάλιν ὅμαδος καὶ ἀλαλητός. (ῃερς. 374.) Ὅτι καινός τις εἶναι δοκεῖ σχηματισμὸς τὸ, ὄφρα ὑμῖν μῦθον ἀπηλεγέως ἀποείπω ἐξιέναι μεγάρων, ἄλλας δ' ἀλεγύνε τε δαῖτας. ἐχρῆν μὲν γὰρ εἰπεῖν, ἄλλας δ' ἀλεγύνειν δαῖτας. θυμούμενος δὲ ὁ ταῦτα λέγων Τηλέμαχος, οὐκ ἔχει κρατεῖν τῆς συντάξεως. ἴσως δὲ καὶ τὸ ἐξιέναι, οὕτω νοητέον, ἀντὶ τοῦ ἐξέλθετε. ἵνα λέγῃ. ἐξέλθετε καὶ ἀλεγύνατε. ὃ καὶ κρεῖττον. ἐν γοῦν τῇ ˉβ ῥαψῳδίᾳ, ἐρεῖ. ἔξιτέ μοι μεγάρων. καὶ ἑξῆς. σύνηθες δὲ πολλαχοῦ τοῖς ποιηταῖς ὥσπερ καὶ τοῖς πεζολεκτοῦσιν Ἀττικοῖς, χρῆσθαι τοῖς ἀπαρεμφάτοις ἀντὶ προστακτικῶν. (ῃερς. 375.) Τὸ δὲ ἀλεγύνω, παράγωγόν ἐστιν ἐκ τοῦ ἀλέγω. ὡς πλήθω, πληθύνω. καὶ δηλοῖ τὸ ἀρτύσαι. σκευάσαι. ἐκ δὲ τούτου κατὰ συγκοπὴν, τὸ ἀλγύνω. ἤγουν αἴτιος τινὶ γίνομαι τοῦ ἀλεγύνειν. δῆλον δέ, ὅτι ἔχει τι παρηχήσεως τὸ ἀπηλεγέως καὶ τὸ ἀλεγύνατε. καὶ ὅτι ὥσπερ τὸ ἐπήβουλος καὶ τὰ κατ' αὐτὸ, οὕτω καὶ τὸ ἀπηλεγέως πλεονασμὸν ἔχει τοῦ ˉη. οἱονεὶ τὸ ἀπὸ τοῦ λέγειν. ἢ μάλιστα, τέτραπται ἀπὸ τοῦ ἀλέγειν. ἵνα ᾖ ἀπηλεγέως, τὸ ἀφροντίστως καὶ ἄπο τοῦ ἀλέγειν. (ῃερς. 376.) Ὅτι παρὰ τοῖς παλαιοῖς ἦσαν κατὰ οἴκους συμπόσιά τινα ἐκ τῶν παρ' ἑκάστοις κειμηλίων ὡς δηλοῖ ὁ ποιητὴς ἐν τῷ, ἄλλας ἀλεγύνετε δαῖτας ὑμὰ κτήματ' ἔδοντες, ἀμειβόμενοι κατὰ οἴκους. καὶ ἦν καὶ τοῦτο ἔρανος, εἰς ὃν ὁ Τηλέμαχος προτρέπεται τοὺς μνηστῆρας. οἱονεὶ λέγων, ὡς ἐὰν διὰ φιλίαν ὁμονοητικὴν καὶ φιλαλληλίαν ποιῆσθε τὰς συνελεύσεις, ἔστιν ὑμῖν ἄλλως τοῦτο ποιεῖν ἐκ τῶν ὑμετέρων. αἱ δὲ τοιαῦται δαῖτες, κοινωνίαν ἐποίουν τὴν τῶν καλουμένων δαιταλέων. οἵ πέρ εἰσι, δαιτυμόνες. θιασῶται. συμπόται. (ῃερς. 377.) Τὸ δὲ ὑμὰ, ἔστι μὲν ἀντωνυμία κτητικὴ ἀντὶ τοῦ ὑμέτερα. ἔχει δὲ καὶ θηλυκὸν παρασχηματιμὸν ἐν τῷ, εὖ ναιομένην πόλιν ὑμήν. Ὅτι ὁ ἀδικούμενος καὶ ἱκετεύων καὶ μὴ πείθων τοὺς βλάπτοντας ἡσυχάσαι, καταιδέσῃ ἂν ἐκείνους, εἰπὼν τὸ, εἰ δ' ὑμῖν ἢ ὔμμιν δοκέει τόδε λωΐτερον καὶ ἄμεινον εἶναι ἀνδρὸς ἑνὸς βίοτον νήποινον ὀλέσθαι, κείρετε. ἐγὼ δὲ θεὸν ἐπιβώσομαι αἰὲν ἐόντα. αἴκε δώσει παλίντιτα ἔργα γενέσθαι. νήποινοί κεν ἔπειτα δόμων ἔντοσθεν ὄλοισθε. Τὸ δὲ λωΐτερον, ἐξεφώνησεν ἐκ τοῦ λῷον τὸ προσγεγραμμένον ἰῶτα. ὡς τὸ ῥηΐτερον καὶ τὰ τοιαῦτα. ποιητικὸς δὲ ὁ τοιοῦτος σχηματισμός. ὡς καὶ τὸ χειρότερον. τὸ γὰρ κοινὸν, λῷον. καὶ ῥᾷον. καὶ χεῖρον. Τὸ δὲ κείρετε, τὸν κόρον ποιεῖ καὶ τὸ κὴρ, ὃ δηλοῖ θανατηφόρον μοῖραν. (ῃερς. 379.) Τὸ δὲ ἐπιβώσομαι, κατὰ κράσιν γέγονεν ἐκ τοῦ βοήσομαι. ὡς καὶ Ἡρόδοτος τὸ νοῆσαι νῶσαι λέγει. καὶ ἕτερός τις τὰ ὀγδοήκοντα ὀγδώκοντα. 1. 69 οὕτω δὲ καὶ ἐκ τοῦ συγκοπὴ, γέγονεν ἡ σιωπή. καὶ τὸ δῶμα ἐκ τοῦ δόμημα κραθέντος τοῦ ˉο καὶ ˉη εἰς ˉω μέγα. Πολλὰ δὲ καὶ ἄλλα ὁμοίως κέκρανται ὡς πολλαχοῦ δηλοῦται. ὧν ἐστὶ καὶ τὸ βωστρεῖν, ὃ ἐν τοῖς μετὰ ταῦτά που κεῖται. καὶ τὸ χλωρόν. ὡς γὰρ οὐ μόνον νοσερὸν ἀλλὰ καὶ νοσηρὸν, οὕτως οὐδὲ μόνον χλοερὸν ἀλλὰ καὶ χλοηρόν. ἐξ οὗ κατὰ κράσιν τὸ χλωρόν. (ῃερς. 380.) Τὸ δὲ δῶσι, ἐκ τοῦ δῶς γέγονε πλεονασμῷ τοῦ ἰῶτα. ὁμοίως τῷ, τίθης τίθησι καὶ τοῖς λοιποῖς. τινὲς δὲ, ἀπὸ τοῦ δῶ τρίτου προσώπου φασὶ, πλεονασμῷ τῆς σˉι συλλαβῆς Ἰωνικῶς. οὕτω δὲ καὶ τὸ ἔλθῃσιν. ἔχῃσι. λαβῄσι. καὶ τὰ ὅμοια Ἰωνικά. Τὸ δὲ παλίντιτα, ἀλλαχοῦ ἄντιτα λέγεται ἀντὶ τοῦ ἀντίτιτα. ἤγουν ἀντίποινα. ἔστι δὲ παλίντιτον, οὗ ἡ τίσις, πάλιν ἤγουν ὕστερον, ἐν τῷ μέλλοντι γίνεται. (ῃερς. 382.) Ὅτι ἐμφῦναι λέγεται, τὸ ἅψασθαι γενναίως, καὶ ἐμπλακῆναι. καὶ οἷον εἰς ἓν γενέσθαι. ὡς ὅ τέ τις πολύποδα ἐμφῦναι λέγει πέτρᾳ. ἢ παῖδα τραχήλῳ μητρός. οὕτω δὴ καὶ ἐμφῦναι χειρὶ τὸ, χειρὶ χειρὸς ἅψασθαι. καὶ τὸ ὀδὰξ οὖν ἐν χείλεσι φῦντες, ἀντὶ τοῦ ἐμπλακέντες μετὰ δαγμοῦ τοῖς χείλεσιν, ἤγουν ἐνδακόντες τὰ χείλη. ὅπέρ ἐστι σχῆμα θάμβους καὶ ἀπορίας. καθὰ καὶ ἐνταῦθα τοὺς μνηστῆρας ἐξέπληξεν ὁ ἐπὶ τοσοῦτον μὲν χρόνον ἡσυχάσας Τηλέμαχος, νῦν δὲ οὕτω σφοδρῶς ἐπιτεθεὶς, καὶ θαρσαλέως ἀγορεύσας, καὶ τὸν λόγον ἐνδιαθέτως βαρύνας ὡς ἐπὶ μεγίστοις ἀδικήμασι. διὸ καὶ Ἀντίνοος, ὑψαγόρην αὐτὸν ἐρεῖ. τουτέστι πιθανολόγον. μεγαλοῤῥήμονα. τὰ μικρὰ καὶ ταπεινὰ ὑψηλῶς ἀγορεύοντα. Ἔνθα σημείωσαι ὅτι τε τὸ, ὀδὰξ ἐν χείλεσι φῦντες, παλαιός τις, ὀδὰξ ἐνδεδηχότες γράφει. καὶ ὅτι τὸ ὑψαγόρης, εἰ καὶ τὸν μεγαληγόρον σημαίνει καὶ δεινὸν εἰπεῖν, ὅμως οὐκ ἂν ἐπὶ ἐπαίνου ὀρθῶς ῥηθείη πρός τινος. δηλοῖ γὰρ μᾶλλον τὸν ψεύστην καὶ συκοφάντην, σχηματισθὲν εὐφημότερον καὶ σεμνότερον. Ἰστέον δὲ ὅτι ἐπὶ ἀπτοήτου καὶ φοβεροῦ δημηγόρου, καλὸν εἰπεῖν τὸ, οἳ δ' ἄρα πάντες ὀδὰξ ἐν χείλεσι φῦντες ἐθαύμαζον ὃ θαρσαλέως ἀγόρευε. Σημείωσαι δὲ ὅτι καὶ θυμοῦ πολλάκις ἔνδειξις τὸ ὀδὰξ ἐν χείλεσι φῦναι. ὡς δηλοῖ καὶ ὁ κωμικὸς ἐν Ἀχαρνεῦσιν. εἰπών. ὑπ' ὀργῆς τὴν χελύνην ἐσθίων, ὅ ἐστι δάκνων σφιγκτῶς τὸ χεῖλος. ἔστι δὲ ὀδὰξ, τὸ δηκτικῶς καὶ μετὰ δαγμοῦ ὡς προείρηται. ὡς γὰρ λήγω λήξω λὴξ καὶ ἐν συστολῆ λὰξ, οὕτω δήκω τὸ δάκνω δήξω δὴξ καὶ δάξ, καὶ κατὰ πλεονασμὸν ὀδάξ. ὥσπερ δὲ τὸ ὀδὰξ ἐκ τοῦ δῆξαι ὅ ἐστι δακεῖν, οὕτω καὶ αὐτοδὰξ, τὸ παραχρῆμα. ἔοικε δὲ κωμικωτέρα ἡ τοιαύτη λέξις εἶναι. Ὅτι Εὐπείθης μὲν βαρυτόνως, κύριον ὄνομα, εὐπειθὴς δὲ ὀξυτόνως, τὸ ἐπίθετον. ὅμοιον δὲ καὶ ὁ Διοπείθης καὶ εἴ τι ἄλλο τοιοῦτον. καὶ ὁ Δημοκήδης δὲ, ὡς κύριον βαρυτονεῖται. ἄλλως γὰρ, ὠξύνετο ἄν. (ῃερς. 384.) Ὅτι τοῦ τῶν μνηστήρων ὄχλου προέχουσιν Ἀντίνοος καὶ Εὐρύμαχος οἱ ἐξ Ἰθάκης. διὸ καὶ ἀρχοὶ μνηστήρων λέγονται. ἱστορεῖ δὲ αὐτοῖς ὁ ποιητὴς διάφορα τὰ ἤθη. Ἀντίνοος μὲν γὰρ, χαλεπὸς καὶ ἄγριος τῷ Τηλεμάχῳ καὶ τοῖς περὶ αὐτὸν ὅσοι τοῦ Ὀδυσσέως κήδονται. Εὐρύμαχος δὲ, χρηστότερος καὶ ὑπουλότερος. διὸ καὶ ἐνταῦθα τοῦ Τηλεμάχου τραχύτερον μεταχειρισαμένου τὸν λόγον, ὁ μὲν Ἀντίνοος, οὐ μάλα ὑπείκει. ὁ δὲ Εὐρύμαχος, ὑπενδίδωσιν ἐπὶ συμφέροντι. ὡς ἂν ὑπαγάγηται κολακικῶς τὸν Τηλέμαχον. (ῃερς. 385.) Ἔστι δὲ ἡ τοῦ Ἀντινόου δημηγορία τοιαύτη. Τηλέμαχε, ἦ μάλα δή σε διδάσκει θεὸς αὐτὸς ὑψαγόρην τ' ἔμμεναι καὶ θαρσαλέως ἀγορεύειν. καὶ ἔστιν ὁ λόγος οὗτος, σκωπτικὸς ἐπὶ ἀμαθίᾳ. μονονουχὶ λέγοντος τοῦ Ἀντινόου, ὅτι ὑπ' ἀνθρώπου μὲν, οὐκ ἐδιδάχθης, ἴσως δὲ ὑπὸ θεοῦ, εἶτα καὶ ἐπαρᾶται λέγων, μὴ σέ γ' ἐν Ἰθάκῃ θεὸς βασιλέα ποιήσειεν, ὅ τοι γενεῇ πατρώϊόν ἐστι. Καὶ οὕτω μὲν βαρέως ὁ Ἀντίνοος ἐπαρᾶται. ὑποδεικνὺς καὶ ὡς βίαιός ἐστιν εἰ τὸ ἐκ γενεῆς πατρώϊον τῷ Τηλεμάχῳ, ἀφελέσθαι σπεύδει. Τηλέμαχος δὲ δεινότατα ἤτοι δεξιώτατα τὸν λόγον μετιὼν, καὶ ἀμβλύνων τὴν ὀξύτητα τοῦ Ἀντινόου ἵνα μὴ ἐπὶ πλέον ἐκτραχυνθεὶς ποιήσῃ τι κακὸν, καθυφίησι. καὶ ὡς οἷα μὴ νενοηκὼς τὴν ἀρὰν ἐπὶ κακῷ εἶναι, εἰς εὐχὴν αὐτὴν ἐκδέχεται. ὡς δῆθεν τοῦ Ἀντινόου, εὐνοϊκῶς καὶ οἷον πατρικῶς ἀπευξαμένου τὸ βασιλεῦσαι αὐτὸν, διὰ τὸ ἐμμέριμνον καὶ ἐπαχθὲς δοκεῖν καὶ κάκιστον τὸ βασιλεύειν. ἔδει γὰρ ὡς εἰκὸς τὸν Ἀντίνοον οἷα μνηστῆρα τῆς Πηνελόπης καὶ πατρῳὸν Τηλεμάχου, ἀγαθὰ τῷ προγόνῳ ἐπεύχεσθαι, καθά που καὶ αὐτὸς ἐρεῖ ὁ Τηλέμαχος. ἦ μου καλὰ κήδεαι ὡς πατὴρ υἱοῦ. διὰ ταῦτα τοίνυν δεξάμενος ὁ Τηλέμαχος τὴν τοῦ Ἀντινόου κατευχὴν ὡς εὐχὴν ἀγαθὴν, φησίν. εἰ καί μοι νεμεσήσεαι ὅττι κεν εἴπω, καί κεν τοῦ τ' ἐθέλοιμι θεοῦ γε διδόντος ἀρέσθαι. τουτέστι κἂν σὺ ἀπεύχῃ, ἀλλ' ἐγὼ θέλω τὸ θεόσδοτον καλόν. (ῃερς. 391.) Ὁ δὲ Ὁμηρικὸς οὗτος λόγος, χρήσιμος τῷ ζητοῦντι μέγα τι ἀγαθόν. εἶτα 1. 70 ἐπάγει ὁ Τηλέμαχος. ἢ φῂς τοῦτο κάκιστον ἐν ἀνθρώποισι τετύχθαι; οὐ μὲν γάρ τι κακὸν βασιλευέμεν. τουτέστιν, ἢ λέγεις οὐκ ἀγαθὸν εἶναι τὸ βασιλεύειν καὶ διατοῦτο ἀπεύχῃ τὸ βασιλεῦσαί με; ἀλλὰ μὴν, οὐ κακόν ἐστι. ὃ καὶ ἀποδεικνύων, φησίν· (ῃερς. 393.) Αἴψα τέ οἱ, ἤγουν τῷ βασιλεῖ τὸ δῶμα ἀφνειὸν πέλεται, καὶ τιμηέστερος αὐτός. (ῃερς. 392.) Σημείωσαι δὲ καὶ ὅπως τὸ μὲν κάκιστον, τῷ λόγῳ τοῦ Ἀντινόου ἔδωκεν ὁ Τηλέμαχος, ὡς τοιοῦτον ἡγουμένου δῆθεν τὸ βασιλεύειν. αὐτὸς δὲ μετρίως εἶπε καὶ ἐπιεικῶς ἐν τῇ λύσει οὐχ' ὅτι κάλλιστον ἢ ἄριστον ὅ περ ἀντέκειτο πρὸς τὸ κάκιστον, ἀλλ' ὅτι οὐ κακόν ἐστι διάτε τὸν πλοῦτον δηλαδὴ καὶ διὰ τὴν τιμήν. Τὸ δὲ ὑψαγόρης ὅτι οὐκ ἔπαινός ἐστι, καὶ τί δηλοῖ, πρὸ μικροῦ εἴρηται. (ῃερς. 388.) Τὸ δὲ ὅ, τοι γενεῇ πατρώϊόν ἐστι, ψόγος ἐστὶ Τηλεμάχου. ὡς μηδὲν ἄλλο δῆθεν ἔχοντος ἀγαθὸν πρέπον εἰς βασιλείαν, ἀλλὰ μόνον τὸ εἶναι γένους βασιλικοῦ. ὡς εἴ τις ἐκ τοιούτου ἔθους καὶ τὸν τοῦ μάντεως παῖδα, μάντιν καθίστα. καὶ τὸν τοῦ κήρυκος, κήρυκα. καὶ τὸν τοῦ αὐλητοῦ, αὐλητήν. ὡς καὶ Ἡρόδοτος ἱστορεῖ. (ῃερς. 393.) Ὅρα δὲ ὅπως ἀπὸ ῥήματος τοῦ βασιλεύειν, ὄνομα ἐκβαίνει ἀπὸ κοινοῦ τὸ, ὁ βασιλεύων ἢ ὁ βασιλεύς. οὗ αἱ ἀντωνυμίαι κεῖνται ἐνταῦθα, οὕτως. οὐ μὲν γάρ τι κακὸν βασιλεύειν, αἶψα τέ οἱ ἀφνειὸν τὸ δῶμα, τῷ βασιλεῖ δηλαδή. καὶ τιμηέστερος αὐτὸς, ἤγουν ὁ βασιλεύς. ὁ δὲ λόγος οὗτος, γνωμικός ἐστιν. Ἔνθα καὶ σημείωσαι ὅτι τὸ τέλος τῆς βασιλείας, ἐν πλούτῳ καὶ τιμῇ τίθησιν ὁ Τηλέμαχος. (ῃερς. 392.) Ἰστέον δὲ ὅτι τοιοῦτόν τι ἐστὶ σχῆμα καὶ ἐν Ἰλιάδι ἐν τῷ, δικάσω, ἰθεία δὲ ἔσται, ἡ δίκη δηλονότι. νοουμένη κοινῶς ἐκ τοῦ δικάσω ῥήματος. Ὅρα δὲ καὶ τὸ ἐναγώνιον καὶ γοργὸν καὶ διαλεκτικὸν τοῦ Τηλεμάχου, συντομώτατα καὶ ἀπορήσαντος ὡς ἐν ἀντιθέσει καὶ λύσαντος. ἔστι δὲ τὸ μὲν, ἢ φῂς τοῦτο κάκιστον, ἀντίθεσις, τὸ δὲ, οὐ μὲν γάρ τι κακὸν βασιλεύειν, λύσις. τὸ δὲ αἶψά τέ οἱ δῶμα ἀφνειὸν πέλεται καὶ τιμηέστερος αὐτὸς, κατασκευὴ τῆς λύσεως. (ῃερς.
351.1.2
) Ὅρα δὲ καὶ νῦν τὸ ἔρεξε δι' ἑνὸς ˉρ γραφέν. (ῃερς. 353.) Τὸ δὲ αἰεὶ βούλεσθαι τὸ θεῖον μεμνῆσθαι ἐφετμέων, γνωμικῶς ἐῤῥέθη. ἐπεὶ καὶ θεοὶ τιμαῖς εἴκουσι. Πολύκλυστον δὲ πόντον κατ' ἐνάγειαν ἱστορικὴν λέγει, τὸν Αἰγυπτιακὸν ὅ ἐστι τὸν προπάροιθεν Αἰγύπτου τουτέστι τοῦ Νείλου, ὡς τοιοῦτον ἀληθῶς ὄντα κατὰ τὴν πεῖραν τῶν καὶ ἰδόντων καὶ παθόντων. (ῃερς. 355.) Περὶ δὲ Φάρου, ἱστορία φέρεται κατὰ τοὺς παλαιοὺς παρὰ Ἀντικλείδῃ, ὡς Ἑλένη πόθῳ Μενελάου λάθρα ἐξελθοῦσα τῆς πόλεως ὅτε κατέσχεν αὐτὴν ὁ Πρωτεὺς ὡς μετ' ὀλίγα ῥηθήσεται καὶ Καρικὸν εὑροῦσα πλοῖον, ἔπεισε τὸν ναύκληρον Φάρον ἀποκαταστῆσαι αὐτὴν εἰς Λακεδαίμονα. χειμῶνος δὲ ἐπιγεγονότος, ἐλθεῖν αὐτὸν εἰς Αἴγυπτον. ἔνθα, τὸν Φάρον ὑπὸ ὄφεως θανεῖν. τὴν δὲ, θάψασαν αὐτὸν, οὕτω τὴν νῆσον ἀπ' ἐκείνου ὀνομάσαι. παράμηκες δέ φασι νησίον ἡ Φάρος πρὸς ἔσχατον τῇ ἠπείρῳ. στάδια δὲ εἰς αὐτὴν ἀπὸ τοῦ Κανωβικοῦ, ἑκατὸν καὶ πεντήκοντα. ὁ δὲ γεωγράφος φησὶ καὶ ταῦτα περὶ Φάρου. τὴν Φάρον πελαγίαν ὁ ποιητὴς λέγει. τοῦτο γὰρ δηλοῖ τὸ, νῆσος πολυκλύστῳ ἐνὶ πόντῳ. καὶ ταῦτα, πρόσγειον νῦν οὖσαν διὰ τὴν πρόσχωσιν. οἷα ἐξηπειροθείσης τῆς μεταξὺ θαλάσσης. ὃ παθοῦσα καὶ ἡ Αἴγυπτος, δῶρον εἶναι τοῦ Νείλου λέγεται. διὸ καὶ τοῦ ὀνόματος τῇ χώρᾳ οἷς ἐδωρήσατο, μετέδωκεν. ὁμωνύμως κληθείσῃ καὶ αὐτῇ, Αἰγύπτῳ. ἐπεὶ καὶ ὁ Νεῖλος, Αἴγυπτος ὀνομάζεται. φασὶ δὲ καὶ πανημέριον πλοῦν τὴν Φάρον ἀπέχειν τῆς Αἰγυπτιακῆς ναυκράτεως κατὰ τοὺς ἡρωϊκοὺς χρόνους. εἶτα ἀπογαιωθῆναι τῇ ἰλύϊ τοῦ Νείλου, ποταμόχωστος γὰρ ἡ Αἴγυπτος κατά τε ἄλλους καὶ κατὰ Ἡρόδοτον. ἦν δὲ τὸ ἐμπόριον τῆς Αἰγύπτου, περὶ Φάρον ἢ περὶ Ναύκρατιν. ἔνθα τὸν Μενέλαον ὑπονοοῦσι τὸν ἐκ Φάρου πλοῦν ἀνῦσαι. εὐλίμενον δὲ καὶ εὔϋδρον ὁ ποιητὴς τὴν Φάρον ἱστορεῖ. λέγων καὶ τὸ, ὅθεν νῆας ἐς πόντον βάλλουσι, περιφραστικὼς ἀντὶ τοῦ, ὅθεν ἀποπλέουσι. (ῃερς. 359.) Τὸ δὲ λιμὴν εὔορμος, ὅλον μὲν εἶναί τι δηλοῖ τὸν λιμένα. μέρος δὲ αὐτοῦ, τὸν ὅρμον ἔνθα μετὰ τὸ ἐλλιμενισθῆναι, ἡ ναῦς ὁρμεῖ. Τὸ δὲ ἀφύσσασθαι, κυριολεξία ἐστὶ τοῦ, ἄφενος καὶ πλοῦτον ἀφύξειν. ἐκεῖνο γὰρ, τέτραπται. (ῃερς. 361.) Τὸ δὲ ἁλιαέες, ἐπιτομή ἐστι τοῦ, ἀνέμων μένος ὑγρὸν ἀέντων. εἴρηται δὲ πρὸς διαστολὴν ἑτέρων τοπικῶν ἀνέμων, οἳ οὐ πνέουσι διὰ θαλάσσης. γίνεται δὲ παρὰ τὴν ἅλα καὶ τὸ ἄω τὸ πνέω. ἐξ οὗ οὐ μόνον ἀήτης ἐπὶ ἀνέμου, καὶ ἀήσυρον κατὰ τοὺς παλαιοὺς τὸ κοῦφον, ὅθεν καὶ ἀήσυροι μύρμηκες παρ' Αἰσχύλῳ, ἀλλὰ καὶ ἀΐτης διὰ διχρόνου, ὁ ἐρώμενος ἤγουν ὁ εἰσπνέων τῷ ἔρωτι τὸν ἐραστήν, εἰσπνεῖται γάρ φασι τῆς μορφῆς τι καὶ τῆς ὥρας. ὅθεν καὶ εἰσπνίλαι παρὰ Λάκωσιν, οἱ ἐρασταί. καὶ ταῦτα μὲν, ἔν τινι ῥητορικῷ λεξικῷ. ἐν ἑτέρῳ δὲ, ὁ ῥηθεὶς ἀΐτης ἤγουν ἐρώμενος, διὰ διφθόγγου φέρεται. Σημείωσαι δ' ἐνταῦθα καὶ ὅτι ἐν ἁπλότητι μὲν, ἀεὶς ἀέντος, διὰ τοῦ ˉν ˉτ. ὡς δῆλον ἐκ τοῦ, ὑγρὸν ἀέντων. ἐν συνθέσει δὲ, ἁλιαὴς ἁλιαέος ὡς εὐγενέος εὐσεβέος. οὕτω καὶ δυσαὴς δυσαέος. καὶ ζαὴς ζαέος. καὶ παρὰ Σοφοκλεῖ εὐαὴς ὕπνος. (ῃερς. 362.) Τὸ οἳ νηῶν πομπῆες, ἔοικεν ἑρμηνεία εἶναι τοῦ, οὖροι πνείοντες. οὖρος γὰρ, παρὰ τὸ ὀρούειν ὅ ἐστι παρορμᾶν καὶ προπέμπειν τὴν νῆα. τοῦ δ' αὐτοῦ ἑρμηνευτικὸν καὶ τὸ ἁλιαέες. ὅμοιον γάρ τι τὸ, οὖροι πνείοντες, καὶ τὸ ἁλιαέες. (ῃερς. 363.) Ἤϊα δὲ καὶ νῦν ὡς καὶ προδεδήλωται, τὰ ἐφόδια. (ῃερς. 365.) Περὶ δὲ Πρωτέως, ἱστόρηται ὅτι ἀνὴρ ἦν τις Μεμφίτης, ᾧ κατὰ Ἑλλήνων γλῶσσαν, ὄνομα Πρωτεύς. οὗ καὶ τέμενος ἒν Μέμφῃ κατὰ Ἡρόδοτον, κάρτα καλὸν καὶ εὖἐσκευασμένον. ὅτι δὲ ὁ προῤῥηθεὶς Θῶνις φύλαξ ὢν τοῦ Κανωβικοῦ στόματος ἀνήνεγκεν εἰς τοῦτο τὸν Πρωτέα τὴν ἀδικίαν τοῦ ἅρπαγος Πάριδος, καὶ ὡς ἀφῃρέθη τότε τὴν Ἑλένην ἐκεῖνος, καὶ ὡς ἀρέσκονται οἱ πλείους μὴ εἶναι τὴν Ἑλένην ἐν Τροίᾳ, οὐ γὰρ φρενοβλαβεῖς καθ' Ἡρόδοτον οἱ Ἰλιεῖς ὡςπερὶ πάντων κινδυνεύοντες μὴ ἀποδοῦναι τὴν Ἑλένην ἢ ἑκόντος τοῦ Ἀλεξάνδρου ἢ ἄκοντος, ἐν ἄλλοις δεδήλωται. (ῃερς. 366.) Τὴν δὲ Εἰδοθέαν, Εὐρυνόμην φασὶ γράφει ὁ Ζηνόδοτος. ἣν καὶ ἰφθίμην ὁ ποιητὴς φησὶν, ὥς που καὶ τὴν Πηνελόπην δαΐφρονα. (ῃερς. 367.) Τὸ δὲ ἔῤῥοντι, ἀντὶ τοῦ, ἐπιπόνως ζῶντι. κατὰ τὸ, ἐνθάδε ἔῤῥων. ὅπερ Ἀχιλλεὺς ἐν Ἰλιάδι φησὶ περὶ ἑαυτοῦ. Τὸ δὲ νόσφιν ἑταίρων, πιθανῶς πέπλασται. ἵνα σχῇ οὕτως ἄδειαν ἡ Εἰδοθέα καταμόνας ἐντυχεῖν αὐτῷ. καθὰ καὶ ἐν Ἰλιάδι Ἀχιλλεὺς ἑτάρων νόσφι λιασθεὶς, ὡμίλησε τῇ θαλασσίᾳ μητρὶ Θέτιδι. (ῃερς. 368.) Ὅραδὲ ὡς οἱ περὶ Μενέλαον ἐν τῇ Φάρῳ ἰχθυῶνται ἀγκίστροις, λιμοῦ τὴν γαστέρα τείροντος. ἄλλως γὰρ, οὐ θέμις ἁλιεύειν τοὺς ἥρωας, οἳ ἐκρεωφάγουν ὡς τὰ πολλά. διὸ καὶ ἐν Τρινακίᾳ οἱ περὶ Ὀδυσσέα, λιμώττοντες ἐφεῖπον ἀναγκαίαν ἄγραν. ἰχθῦς. ὄρνιθάς τε. φίλας ὅ, τι χεῖρας ἵκοιτο. Οἰκείως δὲ τὸ ἀλώμενοι ἔφη ἐπὶ τῶν ἰχθυαασκόντων, καθὰ καὶ ἐπὶ πειρατῶν. οὐ γάρ τι μίην ὁδὸν ἵσταται ἰχθὺς κατὰ τὸν εἰπόντα. πλανώμενος δὲ, συμπλανᾶσθαι ποιεῖ καὶ τὸν ἀσπαλιέα. (ῃερς. 369.) Τὸ δὲ γναμπτὸν ἄγκιστρον, καθ' ὅμοιον λόγον καὶ περιηγές που λέγεται. περιάγεται γὰρ ἤτοι περικλᾶται καὶ γνάμπτεται ὅ ἐστι κάμπτεται. (ῃερς. 371.) Ἰστέον δὲ καὶ ὅτι τριχῶς ἀμελεῖ τις τοῦ συμφέροντος κατὰ τὸν ποιητήν. ἢ νήπιος ὤν. ἢ χαλίφρων. ἢ ἑκὼν μεθιείς. ἔστι δὲ νήπιος μὲν, ὁ ἔτι κατὰ παῖδα φρονῶν. χαλίφρων δὲ, ὁ μὴ παῖς μὲν, ἄλλως δὲ μὴ πυκνὸς ἀλλὰ χαῦνος καὶ τὰς φρένας κεχαλασμένος. (ῃερς. 372.) ἑκὼν δὲ μεθιεὶς ἤτοι μεθήμων, ὁ τούτων μὲν μηδέτερον, ἄλλως δὲ ἠμελημένος καὶ ῥάθυμος. Τὸ δὲ λίην τόσον, διπλῆ ἐπίτασις. ὅμοιον τῷ, λίαν πάνυ καὶ τοῖς τοιούτοις. (ῃερς. 371.) Τὸ δὲ μεθίης, κοινῶς μὲν, διὰ τοῦ ˉη. ὡς γὰρ τίθημι τίθης, οὕτω μεθίημι μεθίης. ἄλλως δὲ, κατ' ἐναλλαγὴν χρόνου γράφεται καὶ διὰ διφθόγγου. ὡς γὰρ τίθημι ἐτίθην ἐτίθεις ἐτίθει, οὕτω μεθίημι μεθίην μεθίεις μεθίει. ὡς καὶ ἵημι ἵην ἵεις ἵει. Τὸ δὲ τέρπεαι ἄλγεα πάσχων παρὰ φύσιν εἴρηται πρὸς ἔνδειξιν τοῦ μεθήμονος. ὃς δέον ὂν λυπεῖσθαι ἐφ' οἷς ἀλγεῖ πάσχων, ὁ δὲ, τέρπεται. (ῃερς. 377.) Τὸ δὲ οὔτι ἑκὼν κατερύκομαι συντομωτάτη ἀπόκρισις. δι' ἧς ἀποφήσας ὁ Μενέλαος τὸ μὴ ἑκὼν μεθιέναι, συνεξέβαλε καὶ τὸ νήπιος εἶναι, καὶ τὸ χαλίφρων. (ῃερς. 379.) Τὸ δὲ θεοὶ δέ τε πάντα ἴσασιν ἑνικῶς ῥηθὲν, ὀρθὸν ἔσται γνωμικόν. τοιοῦτον γὰρ τὸ, θεὸς δέ τε πάντα ἴσησι. Τὸ δὲ πεδῶ, δευτέρας ἐνταῦθα συζυγίας τῶν περισπωμένων εὕρηται, ὡς δηλοῖ τὸ πεδάα. ὅμοιον ὂν τῷ βοάα καὶ ὁράα. τὸ μέντοι πρὸ βραχέων ῥηθὲν ἀνειρώτευν. ἀνάπαλιν ἐκ δευτέρας συζυγίας εἰς πρώτην ἦλθεν. ὅμοιον γάρ ἐστι τῷ ἐποίευν. καίτοι οἶδε καὶ τὴν δευτέραν συζυγίαν ὁ ποιητὴς, ὡς πρὸ βραχέων δηλοῖ τὸ, ἅ, μ' εἰρωτᾷς καὶ λίσσεαι οὕτω καὶ τὸ ἔλουον βαρύτονον, ἐλόευν ἔφη, ἀπὸ θέματος τοῦ λουέω. καὶ τὸ πιέζον δὲ, πιέζευν λέγεται. τοῦτο δὲ καὶ οἱ πολιτικοὶ ῥήτορες. ἐπεὶ καὶ Πλούταρχος, πιεζοῦντες φησί. καὶ ἕτεροι δὲ ὁμοίως αὐτῷ, χρῶνται τῷ τοιούτῳ ῥήματι. (ῃερς. 384.) Ὅτι προδιδοῦσα ἐπίτηδες ἡ ῥηθεῖσα Εἰδοθέα τὸν πατέρα Πρωτέα ἵνα γνωστὸς διὰ Μενελάου πολλοῖς γένηται, λέγει πρὸς τὸν ἱκέτην Μενέλαον τὰ ῥηθησόμενα. πωλεῖταί τις δεῦρο γέρων ἅλιος νημερτὴς, ἀθάνατος, Πρωτεὺς Αἰγύπτιος, ὅστε θαλάσσης πάσης βένθεα οἶδε. Ποσειδάωνος ὑποδμώς. τόν δ' ἐμόν φασι πατέρα ἔμμεναι ἠδὲ τεκέσθαι. εἶτα λέγει καὶ ὡς εἴπως αὐτὸν σὺ δύναιο λοχησάμενος λελαβέσθαι, εἴποι ἄν σοι ὁδὸν καὶ μέτρα κελεύθου καὶ νόστον. εἴπῃ δὲ ἂν αἴ κ' ἐθέλῃσθα, ὅττι τοι ἐν μεγάροισι κακόν τ' ἀγαθόν τε τέτυκται οἰχομένοιο σέθεν δολιχὴν ὁδὸν, ἀργαλέην τε. (ῃερς. 395.) Καὶ οὕτω μὲν αὕτη. ὁ δὲ Μενέλαος εὐλαβηθεὶς πρὸς τὸ, εἴ πως σὺ δύναιο λοχησάμενος λελαβέσθαι, φησίν. αὐτὴν νῦν φράζευ σὺ λόχον θείοιο γέροντος, μήπως με προϊδὼν ἠὲ προδαεὶς, ἀλέηται. (ῃερς.