Commentarii ad Homeri Odysseam i
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-thessalonicensis-pg-135-136" aria-label="More works by Eustathius Thessalonicensis PG 135">
—
⋯
Original / primary: Pg Scrape Grc
353.1.1
) ὑπένερθεν δὲ λῖθ' ὑπέβαλλεν, ὁ ἐστι λῖτα ὑπετίθει. ἡ δ' ἑτέρη προπάροιθεν θρόνων ἐτίτανε τραπέζας ἀργυρέας. ἐπὶ δέ σφισι τίθει χρύσεια κύπελλα ἢ κάνεια. ἡ δὲ τρίτη κρητῆρι μελίφρονα οἶνον ἐκίρνα ἡδὺν ἐν ἀργυρέῳ. νέμε δὲ χρύσεια κύπελλα. ἡ δὲ τετάρτη ὕδωρ ἐφόρει καὶ πῦρ ἀνέκαιε πολλὸν ὑπὸ τρίποδι μεγάλῳ. ἰαίνετο δ' ὕδωρ. (ῃερς. 355.) Καὶ ὅρα πολυσκευῆ παρασκευὴν τραπέζης τά γε περὶ σκεύη καὶ λοιπὴν ἑτοιμασίαν. τίνα δὲ καὶ τὰ εἰς δαῖτα παρατεθέντα, οὐ παρεσημῄνατο ἡ Ὁμηρικὴ Μοῦσα, τὸ μέν τι καὶ ἀφιεῖσα νοεῖν τὸν ἀκροατὴν ἅπερ εἰκός ἐστιν ἐνταῦθα νοεῖσθαι, τὸ δὲ καὶ ὀκνοῦσα καὶ τοῖς τοιούτοις ἐνασχολῆσαι ἄρτι τοὺς λόγους, ἴσως δὲ καὶ αἰνιξαμένη τὴν δαῖτα ἀπὸ ἀλσέων καὶ ποταμῶν καὶ τοιῶν δέ τινων παρατεθεῖσθαι, ὁποῖα τά τε καθ' ὕλην ζῷα καὶ τὰ ἐξ αὐτῆς φυόμενά τε καὶ θάλλοντα, κρέα δηλαδὴ καὶ μέθυ ἡδὺ ὡς ἐν τοῖς ἑξῆς ὁ ποιητὴς λέγει, καὶ ἄλλα δέ τινα κατὰ τὸ εἰκὸς, ὡραῖα γεννήματα γῆς. ἐν τούτοις δὲ καὶ τὸ ἐγκρατὲς τοῦ φιλοσοφοῦντος Ὀδυσσέως ἐμφαίνεται. οὐ γὰρ εὕρηται ἐμφαγὼν οὔτε πρὸ τῆς τῶν φίλων λύσεως οὔτε εὐθὺς μετὰ τὸ ἐκείνους λύσασθαι, ἀρκεσθεὶς ὡς ἔοικε τηνικαῦτα καιροῦ ἀντὶ βρώσεως τῇ χαρᾷ. ἴσως δὲ καὶ κατὰ τὸ σιωπώμενον συμφαγὼν καὶ αὐτὸς ἐκείνοις μετὰ τὴν λύσιν. καὶ τοιαῦτα μὲν ταῦτα. (ῃερς. 360.) Ὅρα δὲ ὅτι ὁ ποιητὴς καὶ τὰ ἑξῆς ἐπάγων τοῖς προῤῥηθεῖσι φησίν· αὐτὰρ ἐπειδὴ ζέσεν ὕδωρ ἐνὶ ἤνοπι χαλκῷ, ἐς ῥ' ἀσάμινθον ἕσασα, (ῃερς. 361.) λό' ἐκ τρίποδος μεγάλοιο. ἤγουν ἔλουε, θυμῆρες κεράσασα κατὰ κρατός τε καὶ ὤμων, ὄφρα μοι ἐκ κάματον (ῃερς. 363.) θυμοφθόρον εἵλετο γυίων, ὃ τελικόν ἐστιν αἴτιον τοῦ λούεσθαι. δῆλον γὰρ ὡς λούεταί τις, ἵνα ἐξέληται τοῖς θερμοῖς ὕδασι τὸ ἐκ τοῦ κάμνειν κακόν. ἄλλως γὰρ χάριν ἀποῤῥύψεως καὶ ψυχροῖς καταντλεῖταί τις, ἢ περὶ θάλατταν ἢ ἐν ποταμῷ. ἐπεὶ δέ φησιν ἔλουσε καὶ ἔχρισεν ἐλαίῳ καὶ ἐνέδυσε, τότε δὴ ἐπὶ θρόνου καθίσασά με ἀργυροήλου καλοῦ δαιδαλέου ἐσθίειν ἐκέλευσεν, ἐμῷ δ' οὐχ' ἥνδανε θυμῷ, (ῃερς.