Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Commentarii ad Homeri Odysseam i
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-thessalonicensis-pg-135-136" aria-label="More works by Eustathius Thessalonicensis PG 135"> —
⋯
More
Original / primary: Pg Scrape Grc
355.1.1
) Ὅτι Ἀττικὸν τὸ, ξείνους ξενίζειν, ὅς τις ἐμὰ δώμαθ' ἵκηται. ὡς μετ' ὀλίγα τὸ, κρητῆρα ἐκέρασε καὶ κρητῆρα κεράσατο. καὶ ὅλως ἡ συνεκφώνησις τοῦ ῥήματος καὶ τοῦ ἐξ αὐτοῦ γινομένου ὀνόματος. Τὸ δὲ ὅς τις ἵκηται, ἀσφαλῶς ἐπῆκται. οὐ γάρ ἐστι πάντας ξενίζειν ἀνθρώπους, ἀλλ' ἀγαπητὸν εἰ καὶ ὃς ἂν ἵκηται. (ῃερς. 357.) Ὅτι ἔπαινος εὖ εἰπόντος γέροντος τὸ, εὖ δὴ ταῦτά γ' ἔφησθα γέρον φίλε. (ῃερς. 358.) Ὁ δὲ παρακαλῶν εἰς πειθὼ, εἴποι ἂν ὡς ἔοικε πείθεσθαι, ἐπεὶ κάλλιον οὕτως. (ῃερς. 364.) Ὅτι τῷ Τηλεμάχῳ φιλότητι νεώτεροι ἄνδρες ἕπονται. πάντες ὁμηλικίῃ μεγαθύμου. Τηλεμάχοιο, ἧλιξ γάρ φασιν ἥλικα τέρπει. καὶ τοῦτό ἐστι τὸ ἐξαρτύσαν τὸν πλοῦν τῷ Τηλεμάχῳ, ἡ τῶν ἡλικιωτῶν ὡς καὶ προεδηλώθη φιλία. ἦσαν δὲ ἂν αὐτοὶ οὐδὲν, εἰ μὴ καὶ ὁ γέρων Μέντωρ ἐφείπετο, ὁ εἰπὼν ἐνταῦθα ὅτι οἶος μετὰ τοῖσι γεραίτερος εὔχομαι εἶναι. ὃς τὴν ἐεικόσορον κατεκέρασεν εἰς φρόνησιν, εἷς αὐτὸς τοῖς εἴκοσιν ἀναμιγεὶς κατὰ τὸ ἐν τοῖς ἐφεξῆς κράμα τοῦ Μαρωνείτου οἴνου. ὃ ἑνὶ μέτρῳ, εἴκοσιν ἀνὰ ὕδατος μέτρα ἐκίρνα. (ῃερς. 366.) Ὅτι εἰς Καύκωνας τοὺς Πελοποννησίους δηλαδὴ, πλάττεται νῦν ἀπελεύσεσθαι ἡ τοῦ μύθου Ἀθηνᾶ, οὓς καὶ μεγαθύμους καλεῖ. ἔνθα χρεῖός μοι, φησὶν, ὀφέλλεται οὔτι νέον γε οὐδ' ὀλίγον, ἵνα δηλαδὴ ἀμελήσω τούτου ὡς ἢ ἔναγχος ἐκδανεισθέντος ἢ ὀλίγου ὄντος. (ῃερς. 367.) Τὸ δὲ ὀφέλλεται, ἁπλούστερον μὲν, νοεῖται ἀντὶ τοῦ ὀφείλεται, ἔτι δὲ νοῆσαι, καὶ ἀντὶ τοῦ αὔξεται, ὅ πέρ ἐστι τοῦ τόκου ἀφορμή. πάντως γὰρ τὸ χρέος ὀφελλόμενον ἐγκυμονεῖ ὥσπερ τὸν ἐσύστερον τόκον. τοῦ δὲ ὀφέλλειν ἔστι καὶ ὄνομα παρὰ τῷ Ὀππιανῷ, τὸ, ὀφέλλιμος. ὅ τινες ὀφέλσιμος ἔγραψαν Αἰολικώτερον. ἕτεροι δὲ περὶ Καυκώνων φασὶν, ὅτι ἀπὸ Καύκωνος τοῦ Ἀρκάδος ἐκλήθησαν, οὗ μνῆμα ἦν ἐν τῇ Λεπρεατικῇ, κείμενοι ἐν τῇ Τριφυλίᾳ μεταξὺ Ἠλείας καὶ Πύλου. ὁ δὲ γεωγράφος εἰπὼν ὅτι τὸ τῶν Καυκώνων γένος ἐξέφθαρται νῦν πάντοθεν τελέως, προσιστορεῖ καὶ ὅτι ποταμός ἐστιν ἐν Δυμαίᾳ Καύκων λεγόμενος θηλυκῶς, ἀφ' οὗ οἱ Καύκωνες. πλάνητες τὸ ἔθνος τοῦτο καθὰ καὶ τὸ Πελασγικὸν φῦλον. ἔτι δὲ καὶ τὸ τῶν οὕτω κληθέντων Λελέγων, διὰ τὸ συλλέκτους εἶναι φασὶ καὶ μιγάδας. ἢ ἀπὸ Λέλεγος, οὗ θυγατριδοῦς ὁ Τηλεβόας, ᾧ παῖδες εἰκοσιδύο γενέσθαι λέγονται. Ὅτι δὲ πλάνητες καὶ οἱ Καύκωνες, δῆλον. καὶ ὅτι οὐ μόνον Ἀρκαδικοὶ οὗτοι Καύκωνες, ἀλλὰ καὶ ἐκ Παφλαγωνίας, Τρώων σύμμαχοι, ὅμοροι Μαριανδινοῖς, ἐφεξῆς τῇ ἐκεῖ παραλίᾳ μέχρι παρθενίου ποταμοῦ. καὶ τῶν τοιούτων Καυκώνων, ἔστι πόλις τὸ Τήϊον. Οὐκ ἐθέλει δέ φασιν ἡ Ἀθηνᾶ συναφικέσθαι τῷ Τηλεμάχῳ εἰς Σπάρτην, διότι γάμους ἐτέλει ὁ Μενέλαος τοῦ υἱοῦ καὶ τῆς θυγατρός. ἀλλοτρία δέ φασι τούτων ἡ Ἀθηνᾶ. (ῃερς. 371.) Ὅτι ἔπαινος ἵππων τὸ, ἵππους οἵ τοι ἐλαφρότατοι θείειν καὶ κάρτος ἄριστοι. (ῃερς. 372.) Ὅτι ἀετώδης ἡ φήνη ὡς δηλώσει ἐν τοῖς ἑξῆς που καὶ ὁ ποιητὴς ἐν τῷ, οἰωνοὶ φῆναι αἰγυπιοὶ γαμψώνυχες. ἀετοῦ γὰρ εἶδος οἱ αἰγυπιοί. ταύτῃ τὴν Ἀθηνᾶν ὁ ποιητὴς εἰκάζει ὅτε ἀπέβη ἐκ τῆς Πύλου. καὶ ἔστι σεμνότερον τοῦτο τοῦ, ὄρνις δ' ὣς ἀνόπαια διέπτατο. φήνη γὰρ παρὰ τὸ φαίνειν ἔοικε παρῆχθαι. φωσφόρος δὲ ἡ Ἀθηνᾶ. ὅτι δὲ καὶ φιλότεκνον ἡ φήνη, δηλοῦσιν οἱ παλαιοί. Ὅτι ἐκπλήξεως παραστατικὸν τὸ, θάμβος δ' ἕλε πάντας. θαύμαζεν δ' ὁ γεραιὸς ἐπεὶ ἴδεν ὀφθαλμοῖσιν. ἔστι δὲ καὶ μέχρι νῦν λέγειν πρὸς τὸν αἴφνης ἀσυντάκτως ὑποχωροῦντα, ὡς οὐχ' οὕτως ἡ Ὁμηρικὴ Ἀθηνᾶ φήνης ἀναλαβοῦσα πτερὰ ἐξ ὀφθαλμῶν ᾤχετο, ὡς σὺ σεαυτὸν ἠφάνισας ἐξ ἡμῶν. (ῃερς. 375.) Ὅτι τὸ, ἆ φίλος, οὔ σε ἔολπα κακὸν καὶ ἄναλκιν ἔσεσθαι εἰ δή τοι νέῳ ὧδε θεὸς πομπὸς ἕπεται, θεοφιλεῖ ἀνδρὶ ἐπιλεχθήσεται παρῳδηθέν. τὸ μέντοι Ὁμηρικὸν, θεοὶ πομπῆες ἕπονται. λέγει γὰρ Ἰωνικῶς πομπεὺς, ὁ πομπός. ὥσπερ ὁ Αἰθίοψ, Αἰθιοπεύς. καὶ ὁ ἄριστος, ἀριστεύς. καὶ ὁ ἡνίοχος, ἡνιοχεύς. καὶ ὁ ἡγεμὼν, ἡγεμονεύς. (ῃερς. 373.) Θαυμάζει δέ φασιν ὁ γέρων, οὐ τὴν ἐπιφάνειαν τῆς Ἀθηνᾶς, πολλὰς γὰρ ὡς εἰκὸς ἐναργείας θεῶν ἑώρακεν, ἀλλ' ὅτι οὕτω νεωτέρῳ τῷ Τηλεμάχῳ παρῆν θεός. (ῃερς.

Intertext edge

Open linked passage

Note