Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Commentarii ad Homeri Odysseam i
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-thessalonicensis-pg-135-136" aria-label="More works by Eustathius Thessalonicensis PG 135"> —
⋯
More
Original / primary: Pg Scrape Grc
356.1.1
) ἵνα τοι δῶ ξείνιον, ᾧ κε σὺ χαίροις. εἰρωνικῶς μὲν τοῦτο λέγων. ἄλλως δὲ, φήμην λαλῶν φίλην τῷ Ὀδυσσεῖ. ἀληθῶς γὰρ πιὼν καὶ μεθυσθεὶς δέδωκε τῷ Ὀδυσσεῖ ἕτοιμον ἑαυτὸν εἰς τύφλωσιν. ὅπερ ἐχάρη ποιήσας ὁ Ὀδυσσεύς. (ῃερς. 357.) εἶτα καὶ σύγκρισιν οἴνου ποιῶν οὗ τε ἐξέπιε καὶ τοῦ κατὰ Κύκλωπας, φησί. καὶ γὰρ Κυκλώπεσσι φέρει ζείδωρος ἄρουρα οἶνον ἐριστάφυλον, καί σφιν Διὸς ὄμβρος ἄξει, ἀλλὰ τόδ' ἀμβροσίης καὶ νέκταρος ἐστὶν ἀποῤῥώξ. καὶ σκοπητέον εἰ πρέπει τοιοῦτον νόημα δεξιὸν, τῷ θηριώδει καὶ βοσκηματώδει Κύκλωπι. (ῃερς. 359.) Σημείωσαι δὲ καὶ ὅτι ἐν τῷ ἀποῤῥὼξ ἐμφαίνει ὁ ποιητὴς ὡς οὐκ ἀπᾷδον ἐστὶ νοῆσαι καὶ τὴν ἀμβροσίαν ὑγρόν τι ὥσπερ καὶ τὸ νέκταρ. τὸ γὰρ ἀποῤῥὼξ, τοῖς ὑγροῖς προσαρμόζει. δηλοῖ γὰρ ἀπόῤῥοιαν. οὕτω γοῦν καὶ ἐποίησαν τῶν τινες νεωτέρων, τὴν ἀμβροσίαν λαβόντες εἰς ὑγρὰν θείαν τροφήν. ἴσως δὲ καὶ συνεκδοχικῶς πρὸς μόνον τὸ νέκταρ κεῖται ἡ ἀποῤῥώξ, ὡς χρῆναι ἄλλο τι ὄνομα ἐπὶ τῆς ἀμβροσίας νοεῖν. παρὰ δέ τισι τῶν παλαιῶν τὸ νέκταρ ξηρὰ ἦν θεία τροφή. προφέρεται γοῦν Ἀναξανδρίδης μὲν γράφων οὕτω. τὸ νέκταρ πάνυ μάττων ἐσθίω. διαπίνω τ' ἀμβροσίαν καὶ τῷ Διῒ διακονῶ. Ἀλκμὰν δὲ λέγων τοὺς θεοὺς νέκταρ ἔδμεναι. Σαπφὼ δὲ εἰποῦσα ὡς ἀμβροσίας κρατὴρ ἐκέκρατο, εἰς πόσιν δηλαδή. διὸ καὶ ταυτίζουσα τῷ οἴνῳ αὐτὴν ἐπάγει. Ἑρμῆς δ' ἑλὼν ἕρπιν θεοῖς ᾠνοχόησεν. ἔστι δὲ ἕρπις Αἰγυπτιστὶ ὁ οἶνος. καθὰ καὶ ὁ Λυκόφρων οἶδεν. ἱστοροῦνται δὲ καὶ σκευάζειν τὸ καλούμενον νέκταρ οἱ περὶ τὴν Λύδιον Ὄλυμπον, οἶνον καὶ κηρία συγκιρνάντες, μέλιτος δηλαδή. ἔστι δὲ καὶ ἄνθη εὐώδη. ὡς εἶναι τῷ λόγῳ τούτῳ γλυκὺ ἐκεῖνο, ὡς ἐκ μέλιτος. τινὲς δέ φασιν ὡς ὁ μελοποιὸς Ἴβυκος τὴν ἀμβροσίαν κατ' ἐπίτασιν ἐνναπλασίονα γλυκύτητα ἔχειν οἶδε πρὸς τὸ μέλι, λέγων αὐτὸ ἔνατον εἶναι μέρος τῆς ἀμβροσίας κατὰ τὴν ἡδονήν. Σημείωσαι δ' ἐνταῦθα ἐκ τῶν τοῦ Ἀθηναίου καὶ τὸ, ἠδ' ἀμβροσία, ὕδωρ ἀκραιφνές. ἔλαιον. παγκαρπία. ἅπερ ἔμβαλλε. τέως γε μὴν Ὀδυσσεὺς καὶ δεύτερον καὶ τρίτον κισσύβιον τῷ Κύκλωπι δίδωσι. φησὶ γοῦν. τρὶς μὲν ἔδωκα φέρων. τρίς δ' ἔκπιεν ἀφραδίῃσιν. αὐτὰρ ἐπεὶ (ῃερς. 362.) Κύκλωπα περὶ φρένας ἤλυθεν οἶνος, τηνικαῦτα πάσχει τὰ δηλωθησόμενα. Ἔστι δὲ τὸ, Κύκλωπος φρένας περιῆλθεν οἶνος, περίφρασις τοῦ ἐμεθύσθη. ἔπαθε δὲ ὁ Κύκλωψ τοῦτο, οἷα πιὼν οὕτω πολύ. ἑξήκοντα δηλαδὴ κισσυβίων κράμα ὡς προδεδήλωται. τοσοῦτον γὰρ ἂν ἐποίησαν τὰ τρία κισσύβια, ὧν ἕκαστον ἀνὰ εἴκοσι μέτρα ἐδέχετο ὕδατος. ἐν οἷς πάντως οὐ τὸ ὕδωρ περιελθὸν τὸν Πολύφημον ἀλλ' ὁ τῶν τριῶν κισσυβίων οἶνος εἰς μέθην κατέφερε. (ῃερς. 353.) λογιστέον δὲ καὶ τὸ κισσύβιον ἡλίκον ἦν εἴγε εἰς πόσιν ἐπεποίητο Κύκλωπι τῷ τοσούτῳ. Ἐν τούτοις δὲ, τὸ μὲν ἥσατο δ' αἰνῶς ἡδὺ ποτὸν πίνων, ἐτυμολογικῶς ἐφράσθη. παρὰ τὸ ἧσαι γὰρ, τὸ ἡδύ. (ῃερς. 355.) Τὸ δὲ καί μοι τεὸν οὔνομα εἰπὲ, προεκθετικόν ἐστι καὶ προκλητικὸν τῶν εὐθὺς ἐφεξῆς. αὐτίκα γὰρ ἐπεὶ μέθῃ κατασχεθεὶς ὁ Πολύφημος οὐκ εἶχεν ἐμβαθύνειν σοφίσμασιν, ὁ καὶ ἄλλως νήπιος κατάρχεται τοῦ κατὰ τὸν οὖτιν δόλου Ὀδυσσεύς. καὶ κατασοφισάμενος ποιεῖ τὰ ἐφεξῆς. (ῃερς. 358.) Τὸ δὲ οἶνον ἐριστάφυλον καὶ ἑξῆς τὸν ὅλον στίχον ἔφη φθάσας καὶ ὁ Ὀδυσσεύς. διὸ καὶ μεμνημένος προσπλάττει αὐτὸν καὶ τῷ Κύκλωπι. (ῃερς. 359.) Τὸ δὲ ἀποῤῥὼξ, καὶ ἐπὶ πετρῶν τίθεταί ποτε. φέρονται γὰρ καὶ ἀποῤῥῶγες πέτραι αἱ ἀλλήλων ἀπεῤῥηγμέναι. Ἰστέον δὲ ὅτι τὸ ἁπλοῦν τοῦ ἀποῤῥὼν ἤγουν τὸ ῥὼξ, οὐ χεῦμά τι δηλοῖ καὶ ἀπόῤῥοιαν, ἀλλὰ φαλαγγίου εἶδός ἐστι. καὶ ὅτι ἐπὶ βότρυος ῥῶγας εἰπεῖν βάρβαρόν ἐστι. ῥῶγες γὰρ μεγάρου μέρος καθ' Ὅμηρον. ἐπὶ δὲ σταφυλῆς ῥάγας φαμέν. πάντων δὲ τῶν τοιούτων προηγεῖται θέμα τὸ ῥήσσω, πῇ μὲν συστέλλον τὸ ˉη εἰς ˉα, πῇ δὲ τρέπον τὸ ˉη εἰς ˉω. καὶ ὅτι Ὁμήρου πρώτου εἰπόντος τὸν προσεχῶς ῥηθέντα οἴνου ἔπαινον, ἐκεῖθεν λαβόντες ὕστερόν τινες ὁμοίως ἔφρασαν. Ἀρχίλοχος γοῦν φασὶ τὸν Νάξιον οἶνον τῷ νέκταρι παραβάλλει. Λέγεται δὲ καί τις Βαβυλώνιος οἶνος νέκταρ καλεῖσθαι. παραποιήσας δέ τις τὸ, νέκταρος ἀποῤῥὼξ παρὰ τῷ δειπνοσοφιστῇ ἐπὶ κάπρου θαλαττίου, ἔφη. τὸ γὰρ νέκταρος ἄνθος. ἕτερος δέ τις περὶ εὐώδους οἴνου ἔγραψεν ὅτι κατὰ πᾶν ἔχει ὑψερεφὲς δῶ ἀμβροσία καὶ νέκταρ, ἐκ τῆς ἀνθηρᾶς δηλαδὴ ὀσμῆς τοῦ οἴνου. ὃν Ἀλκμὰν ἄνθεος ὄσδοντα φησίν. ἄλλος δέ τις ἔφη τὸ, κεῖνος δὲ δοκήσειοὔ τι οἴνῳ σοι ἔχειν ὅμοιον γέρας ἀμβροσία δέ. τοῦ τοιούτου τόπου καὶ τύπου καὶ τὸ, κρατὴρ ἔστηκε μεστὸς ἐμφροσύνης. ἄλλος δὲ οἶνος ἔτυμος ὃς οὔποτε προδώσει, μείλιχος, ἐν κεράμοις. ἄνθεος ὀσδόμενος. ἤγουν ἀνθοσμίας. ἐν δὲ μέσοις, ἁγνὴν ὀσμὴν λιβανωτὸς ἵησιν. εἰ δὲ ὁ μαρωνείτης οἶνος καὶ εἰς ὕπνον βαθὺν κατήνεγκε τὸν Κύκλωπα, εἴη ἂν ὅμοιος Θασίῳ. περὶ οὗ καὶ αὐτοῦ γράφων ὁ Ἀθήναιος ἱστορεῖ, ὅτι Θάσιος μέν τις ὑπνωτικοὺς, ἕτερος δέ τις ἀγρυπνεῖν ποιεῖ τοὺς πίνοντας. Θασίου δὲ οἴνου ἔπαινος καὶ τὸ, τῷ δὴ μήλων ἐπιδέδρομεν ὀδμή. ὃ δὴ σεμνύνει τὸ μῆλον ἐπὶ εὐοδμίᾳ. ὥσπερ ἐπὶ κάλλει τὸ, ὡρικωτάτη τὰ τιτθία ὥσπερ μῆλον ἢ μιμαίκυλον. (ῃερς. 355.) ὅτε δηλαδὴ πορφύρεον ἐρεύθονται πρὸς ἀγλαΐαν ἧς παρώνυμοι αἱ ἀγλαόκαρποι μηλέαι. Ὅτι ἀκούσας Ὀδυσσεὺς ἐκ τοῦ Κύκλωπος τὸ, καί μοι τεὸν οὔνομα εἰπὲ ἵνα τοι δῶ ξένιον ᾧ σὺ χαίροις ἂν, ὡς καὶ προεῤῥέθη, φησίν. Κύκλωψ, εἰρωτᾷς μ' οὔνομα κλυτὸν, αὐτὰρ ἐγώ τοι ἐξερέω, σὺ δέ μοι (ῃερς. 365.) δὸς ξείνιον ὥσπερ ὑπέστης. ὅ ἐστιν ὑπέσχου. ὃ δὴ πολλαχοῦ τῆς ποιήσεως κεῖται. εἶτα (ῃερς.

Intertext edge

Open linked passage

Note