Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Commentarii ad Homeri Odysseam i
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-thessalonicensis-pg-135-136" aria-label="More works by Eustathius Thessalonicensis PG 135"> —
⋯
More
Original / primary: Pg Scrape Grc
363.1.1
) Ὅρα δὲ καὶ τὸ, φίλε τέκνον, Ἀττικῶς νῦν ῥηθὲν καθά που ῥηθήσεταικαὶ ἐν τοῖς ἑξῆς. ὡς ἐὰν εἶπε, φίλε υἱέ. ἢ φίλε Τηλέμαχε. τὸ δὲ εἰπεῖν φίλον τέκνον, εἰ καὶ σύνηθες, ἀλλ' ἰδιωτικόν. Ἐν τούτῳ δὲ τῷ τόπῳ, πυκνὰ καὶ γοργὰ ἡ τροφὸς Εὐρύκλεια προβάλλεται νοήματα πρὸς Τηλέμαχον λέγουσα. πῇ θέλεις ἰέναι. καὶ ταῦτα, πολλὴν ἐπὶ γῆν. (ῃερς. 365.) Καὶ μόνος ὢν τῇ μητρὶ, ὡς ἐν σοὶ πᾶσαν εἶναι τὴν τοῦ οἴκου διαδοχήν. καὶ ἔτι, ἀγαπητὸς αὐτῇ. ἤδη δὲ καὶ τῇ τροφῷ καὶ τοῖς λοιποῖς. διατοῦτο γὰρ ἀορίστως ἔφη τὸ ἀγαπητός. καὶ μὴν ὁ πατὴρ ὤλετό που ἀλλογνώτῳ ἐνὶ δήμῳ, τουτέστι μακράν. ἀλλὰ καὶ οἱ μνηστῆρες ὡς καὶ προεγράφη, αὐτίκα ἰόντι κακὰ φράσονται. (ῃερς. 367.) Τὰ δὲ δ' αὐτοὶ πάντα δάσονται. εἰ δὲ ἡ τροφὸς οὕτω λέγει κωκύουσα σὺν ὀλοφυρμῷ, τί οὐκ ἂν ἡ μήτηρ ἔδρασε τὸν τοῦ παιδὸς ἀπόπλουν μαθοῦσα. προμηθέστατα οὖν Τηλέμαχος λαθὼν ἐκείνην ἀπέπλευσε. (ῃερς. 366.) Δῆμος δὲ ἀλλόγνωτος, ἢ ὁ πολέμιος, ἢ ὁ ἄλλα γινώσκων ἤπερ ἡμεῖς, ἢ ὁ ἄλλοις καὶ οὐχ' ἡμῖν γινωσκόμενος. ἐκ τοῦ γνωτὸς δὲ σύγκειται ὁ ἀλλόγνωτος. ὃν γνωστόν φασιν οἱ ὕστερον. δοκεῖ δὲ ἀλλόγνωτος μᾶλλον εἶναι, ὁ ἄλλοις γνωτὸς, ἤγουν κατὰ γένοςοἰκεῖος. παρὰ τοὺς γνωτοὺς ἤτοι ἀδελφούς. ἄλλως γὰρ, οὐκ ἐκώλυε τὸν ποιητὴν εἰπεῖν ἀλλογνώστῳ ἐνὶ δήμῳ. καθ' ὁμοιότητα τοῦ, ἄγνωστον πάντεσσιν ὡς πρὸ ὀλίγου ἔφη. ὅτι δὲ ὅμως καὶ γνωτὸν λέγεται τὸ γνωστὸν, δηλοῖ καὶ Σοφοκλῆς ἐν τῷ, γνωτὰ κ' οὐκ ἄγνωτά μοι προσήλθεθ' ἱμείροντες. (ῃερς. 370.) Τὸ δὲ ἀλάλησθαι, προπαροξύνουσιν οἱ παλαιοί. καὶ ἔστιν ἴσως, ἄλασθαι ὡς ἄγασθαι ἔρασθαι. ἀπὸ τοῦ ἄλαμαι καὶ ἄγαμαι ἤτοι θαυμάζω, καὶ ἔραμαι ἤγουν ἐπιθυμῶ. καὶ ἐξ αὐτοῦ κατὰ τροπὴν καὶ πλεονασμὸν τῆς ˉαˉλ συλλαβῆς, ἀλάλησθαι, (ῃερς. 378.) Ὅτι ἐν τῷ, ἐπεὶ ὄμοσέν τε τελεύτησέν τε τὸν ὅρκον, ὀμόσαι μέν ἐστι, τὸ εἰπεῖν τι θεῖον ὄνομα, οἷον. νὴ τοὺς λόγους. ἢ μὰ τὴν σὴν ἱερὰν κεφαλήν. ἢ ἄλλο τι. τελεύτησε δὲ ὅρκον, τὸ πληρῶσαι καὶ ἀποδοῦναι τὸν ἔνορκον λόγον ἢ ἐπωμοτικῶς ὡς προείρηται, οἷον ποιήσω τόδε, ἢ ἀπωμοτικῶς, οὐ ποιήσω. (ῃερς. 383.) Ὅτι τὸ τὴν Ἀθηνᾶν Τηλεμάχῳ εἰκυῖαν κατὰ πτόλιν οἴχεσθαι πάντῃ, καὶ ἑκάστῳ φωτὶ παρισταμένην φάσθαι μῦθον καὶ οὕτως ἀγείρειν τοὺς ἐκείνῳ συμπλεύσαντας, τοιοῦτόν τι αἰνίττεται, ὡς ἕκαστος τῶν Ἰθακησίων τὴν τοῦ νέου δημηγορίαν ἐπὶ νοῦν φέρων, καὶ τὸν τοῦ βασιλέως ἀνειδωλοποιούμενος παῖδα οἷον παρ' αὐτοῖς ἱστάμενον, καὶ κρίνων δίκαια ἐκεῖνον εἰπεῖν καὶ αἰτήσασθαι, ἀμῦναι μὲν οὐ θαῤῥοῦσι διὰ τὸ κινδυνῶδες τοῦ ἔργου, ποιοῦσι δὲ τὸ εὐμαρέστερον. καὶ δέον λογίζονται, νῆα δὲ δοῦναι καὶ αὐτῶν τινὰς εἰς ἐρέτας προσεπιδοῦναι. καὶ μᾶλλον, οἱ θερμότεροι καὶ προσήκοντες τῷ Τηλεμάχῳ χαρίζεσθαι ὡς ὁμήλικι. ἧλιξ γάρ φασιν ἥλικα τέρπει. διὸ καὶ ἐθελοντῆρες συνάγονται ἐσθλοὶ ἑταῖροι ἀθρόοι, θεᾶς ὀτρυνούσης ἕκαστον. Ἀθηνᾶς δηλαδὴ τῆς ἐν ἑκάστῳ φρονήσεως. καὶ ὡς ἐν τῇ γάμμα ῥαψῳδίᾳ ἐρεῖ, φιλότητι νεώτεροι ἄνδρες ἕπονται. πάντες ὁμηλικίῃ Τηλεμάχοιο φρονήσαντες τὸ δέον ὡς εἰκός. (ῃερς. 386.) Πάνυ δὲ ἀστείως καὶ ὁ τὴν νῆα δοὺς, Νοήμων κατὰ κυριωνυμίαν καλεῖται, καὶ Φρονίου υἱός. πάντως γὰρ ἂν ἐκεῖνος δέδωκε νῆα, ὁ μὴ κατὰ τοὺς μνηστῆρας ἀφραδὴς καὶ ἀνοήμων ἐπὶ τοῖς μέλλουσιν, ἀλλὰ νενοηκὼς καὶ πεφρονηκὼς δίκαιον τὸ αἰτηθέν. ὃν Νοήμονα, καὶ φαίδιμον λέγει, καθὰ καὶ τοὺς ἐέρτας τοῦ Τηλεμάχου, ἐσθλοὺς ἑταίρους. σεμνύνων, οἷς φιλεῖ αὐτοὺς τῆς εὐηκοΐας. λέγει δὲ, καὶ ὡς αἰτηθεὶς νῆα ὁ Νοήμων, πρόφρων ὑπέδεκτο, ἤγουν ἐθελοντὴς ὑπεδέξατο καὶ ὑπέσχετο. διὸ καὶ νὺξ τῷ ἔργῳ ἐπιλέγεται. καὶ τὴν νῆα ἐκεῖνος ἅλαδε ἐρύσας, πάντα ἐν αὐτῇ ὅπλα ἐτίθει. (ῃερς. 391.) Ἔστησε δ' ἐπ' ἐσχατιῇ λιμένος. φρονήσεως καὶ ταῦτα. καθὰ καὶ τὸ τοὺς ῥηθέντας ἑταίρους πρὸς τῷ αἰγιαλῷ κατελθόντας, μένειν. καὶ καθῆσθαι ἐπηρέτμους, τὴν τοῦ Τηλεμάχου ποτιδεγμένους ὁρμήν. (ῃερς. 390.) Καὶ ὅρα ὅτι ὅπλα κἀνταῦθα λέγει, τὴν σκευὴν τῆς νεώς. διὸ καὶ ἵνα μή τις αὐτὰ νοήσῃ στρατιωτικά, ἐπάγει. τά τε νῆες ἐΰσελμοι φορέουσι. Καὶ προϊὼν δὲ φησὶν ὅτι, Τηλέμαχος ἐκέλευσεν ὅπλων ἅπτεσθαι. τοί δ' ὀτρύνοντος ἄκουσαν. ἱστόν δ' ἔστησαν καὶ τὰ ἑξῆς, ἃ δὴ ὅπλα νηός. ὡς δηλοῖ καὶ τὸ ἐπαγόμενον. δησάμενοι δ' ἄρα ὅπλα. Ἐΰσελμος δὲ ναῦς, παρὰ τὸ σέλμα, ὃ δηλοῖ ζυγὰ νηῶν καὶ ζυλίνων κλιμάκων βαθμοὺς κατὰ τοὺς παλαιούς. (ῃερς. 391.) Σημείωσαι δὲ καὶ τὸ, ἐσχατιῇ λιμένος, διὰ τοὺς λέγοντας ἐσχατιὰν εἶναι, χωρίου ἔσχατα ᾧ γειτνιᾷ φασι τόπος ἔρημος. ἰδοὺ γὰρ ἐνταῦθα, τοιοῦτον οὐκ ἔστιν. ἀλλ' ἁπλῶς ἐσχατιὰ, τὸ τοῦ λιμένος ἄκρον μεθ' ὃ ἡ θάλασσα. (ῃερς. 403.) Ἐπήρετμοι δὲ, οἱ ἕτοιμοι ἐρέσσειν καὶ ἐπ' αὐτοῖς ὄντες ἐρετμοῖς. καὶ Ἀττικῶς εἰπεῖν, ἐπίκωποι. Σημείωσαι δὲ ὅτι εἰπὼν Ὅμηρος ὡς ἡ Ἀθηνᾶ ἑκάστῳ φωτὶ παρισταμένη φάτο μῦθον, οὐ πλάττει καὶ τί ἂν ἑκάστῳ εἶπεν ἐκείνη, ἀπαξιώσας λαλεῖν τὰ μὴ καίρια. καὶ ἀρκεσθεὶς τοῖς δημηγορηθεῖσι κοινῶς ὑπὸ τοῦ φίλου τῇ Ἀθηνᾷ Μέντορος. μόνην δὲ τὴν τοῦ μύθου ἀξίωσιν λέγει, ἤγουν τοῦ κατὰ τὴν Ἀθηνᾶν πρὸς ἕκαστον λόγου. τὸ, ἑσπερίους ἐπὶ νῆα θοὴν ἀγέρεσθαι. (ῃερς. 385.) Ὅτι ἐπὶ ἑσπερινῆς ἐγχειρήσεως λεχθήσεται τὸ, ἑσπερίους ἀγέρεσθαι ἀνώγει. δύσσετό τ' ἠέλιος, σκιόωντό τε πᾶσαι ἀγυιαί. καὶ τότε ἐγίνετο τό δέ τι. Καὶ ὅρα ὅτι φιλοσόφως τὴν νύκτα σκιὰν εἶπε, γῆς δηλαδή. γινομένην, ὅτε ἥλιος ὑπὸ γῆν γένηται. (ῃερς. 395.) Ὅτι ἄλλο νοήσασα ἡ Ἀθηνᾶ, μνηστήρεσιν ἐπὶ γλυκὺν ὕπνον ἔχευε. πλάζε δὲ πίνοντας. χειρῶν δ' ἔκβαλλε κύπελλα. Οἵ δ' εὕδειν ὤρνυντο κατὰ πτόλιν. οὐκέτι ἐπὶ πλεῖον καθῆσθαι ἔχοντες, ἐπεί σφισιν ὕπνος ἐπὶ βλεφάροισιν ἔπιπτεν. μέθης δὲ ἔργον διασκευάζει ὁ ποιητὴς ἐν τούτοις ἣν ἡ Ἀθηνᾶ τεχνᾶται. ἴσως γὰρ, ἐπίτηδες λόγῳ φρονήσεως ἐνεδαψιλεύετο οἶνος τῷ πότῳ ὑπὲρ τὸ σύνηθες ὡς ἂν οἱ μνηστῆρες μεθύσκωνται πίνοντες. ὡς εἰ μὴ τοῦτο ἦν, τάχα ἂν καὶ διενυκτέρευσαν ἐν τῷ πότῳ. ἵνα καὶ ἑωλοκρασίαν ἔθεντο. ἣν κατεσκεδάννυσανφασὶ τῶν κατακοιμηθέντων οἱ διαπαννυχίσαντες ἐν τῷ πίνειν, χθιζὴν κράσιν οὖσαν, ἤτοι λείψανον τοῦ χθὲς κρατῆρος. ὁ τῇ ὑστεραίᾳ τῶν μὴ κρατερῶν τοῦ πίνειν κατεχέετο. Τὸ δὲ ἔχευε, τὸ ὑγρὸν τοῦ ὕπνου κἀνταῦθα δηλοῖ. (ῃερς. 396.) Τὸ δὲ πλάζειν, ἐλλειπτικῶς κεῖται, ἀντὶ τοῦ, παρεπλάνα τοῦ ἐγρηγορέναι ἢ τοῦ φρονεῖν ἢ τῆς κατὰ φύσιν ἐνεργείας. ὡς δηλοῖ τὸ, χειρῶν δ' ἔκβαλλε κύπελλα. δῆλον γὰρ ὡς ἀπεπλανᾶτο τοῦ συμποτικοῦ σκοποῦ ἡ τὸ κύπελλον ἀποβάλλουσα χείρ. Τὸ δὲ ἔπιπτε, βάρος ὕπνου δηλοῖ, ταχὺ τὰ βλέφαρα κλείοντος. (ῃερς. 398.) Ἰστέον δὲ ὅτι οὐκ ὀκνήσας ταυτολογῆσαι ὁ ποιητὴς, δὶς ἐνταῦθα εἶπε τὸ, ἥ δ' αὖτ' ἄλλ' ἐνόησε θεὰ γλαυκῶπις Ἀθήνη. πολλαχοῦ δὲ ἐπαινετὸν ἡ καίριος ταυτολογία. Τὸ δὲ ἄλλο νοεῖν ποριμότητα νοημάτων δηλοῖ. Ὅτι δὲ ἀπὸ τοῦ γλαυκῶπις, γλαυκώπιον ἡ Ἀττικὴ ἐλέχθη ἀκρόπολις ἢ καὶ ἡ ἁπλῶς, δηλοῦσιν οἱ παλαιοί. παρ' οἷς καὶ ἡ γλαῦξ περισπᾶται. οἳ καὶ ὀξύνεσθαι μὲν λέγουσι τὸ γλαὺξ, πλὴν Δωρικῶς. ἐνταῦθα δὲ παρασημαντέον εὐκρινείας χάριν, ὡς τὸ λεγόμενον γλαυκίον, οὐκ αὐτόχρημα γλαύξ ἐστιν, ἀλλ' ἑτεροῖον. νησσοειδὲς γάρ φησιν ἐκεῖνο. νήσσης μικρότερον. καλούμενον ἀπὸ τῆς τῶν ὀμμάτων γλαυκότητος. (ῃερς. 404.) Ὅτι ἐπισπευστικὸν εἰς ὁδὸν τὸ, ἀλλ' ἴομεν μὴ δηθὰ διατρίβωμεν ὁδοῖο. εὐσεβῆ δὲ ἄνθρωπον σεμνυνεῖ τὸ, ὅ δ' ἔπειτα μετ' ἴχνια βαῖνε θεοῖο. (ῃερς. 410.) Ὅτι δημαγωγικῶς ὁ Τηλέμαχος φίλους τοὺς συμπλόους Ἰθακησίους καλεῖ, κολακεύων εὐκαίρως ἐν τῷ, δεῦτε φίλοι ἤϊα φερώμεθα. καὶ ὁ μὲν, ἐπιτάσσει. οἱ δὲ, πάντα φέροντες κατατιθέασιν ἐπὶ νηῒ ὡς αὐτὸς ἐκέλευσεν. εἶεν δ' ἂν οἱ τοιοῦτοι, οὐχ' ἁπλῶς φίλοι, ἀλλὰ καὶ συνθέτως, ἑταῖροι φίλοι. ὧν τὸ μὲν, Ὅμηρος αὐτοὺς ἐκάλεσεν ἐν τῷ, ἐσθλοὶ ἑταῖροι. (ῃερς.

Intertext edge

Open linked passage

Note