Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Commentarii ad Homeri Odysseam i
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-thessalonicensis-pg-135-136" aria-label="More works by Eustathius Thessalonicensis PG 135"> —
⋯
More
Original / primary: Pg Scrape Grc
364.1.1
) Εἰ δὲ καὶ υἱὸς ὁ ἀποδημῶν, ἁρμόσει εἰπεῖν, πῇ δ' ἐθέλεις ἰέναι πολλὴν ἐπὶ γαῖαν, μοῦνος ἐὼν ἀγαπητός. (ῃερς. 372.) Ὁ δὲ ταῦτα ἀκούσας, εἴποι ἂν ἴσως τὸ θάρσει, ἐπεὶ οὔτι ἄνευ θεοῦ ἥ δέ γε βουλή. (ῃερς. 367.) Ἐν τούτοις δὲ κεῖται καί τις πρὸς Τηλέμαχον προαναφώνησις. εἰπούσης τῆς μαίας Εὐρυκλείας, ὡς οἱ μνηστῆρες αὐτίκα ἰόντι αὐτῷ κακὰ φράσονται ὀπίσω. ὃ καὶ γέγονεν. Ἐν οἷς σημείωσαι καὶ ὅτι τὸ αὐτὸ νόημα πρὸς μὲν τοῦ Ἀντινόου ῥηθὲν, δυσμενῶς ἐλέχθη. παρὰ δὲ τῆς μαίας, οὐχ' οὕτως. τὸ γὰρ μένειν τὸν Τηλέμαχον αὐτόθι ἐπὶ τοῖς αὐτοῦ καθήμενον καὶ μὴ χρῆναι πλέειν, ὑπελάλησε πρὸ βραχέων καὶ ὁ κακόνους Ἀντίνοος. οὐ κατὰ διάθεσιν μέντοι τὴν τῆς τροφοῦ Εὐρυκλείας. (ῃερς.
364.1.2
) δῆλον γὰρ ὡς ὅτε καιρὸς, ἐγχειρητέον καὶ τοῖς μὴ καλοῖς. καὶ ἄλλως δὲ εἰπεῖν, παράδειγμά ἐστι τὸ τοιοῦτον, τῷ μετὰ ἀπορίαν μεγάλης βοηθείας πεποιθότι ἐπὶ μικροῖς. (ῃερς. 361.) Τὸ δὲ ἀρήρῃ, διὰ τοῦ ˉη ἔχει τὴν λήγουσαν ὡς ὑποτακτικὸς παρακείμενος τοῦ ἄρηρα. ὁποῖον καὶ τὸ ὀλώλῃ ἐκ τοῦ ὄλωλα ἐν τῷ, ὅτ' ἄν ποτ' ὀλώλῃ Ἴλιος. (ῃερς. 363.) Τὸ δὲ σχεδίαν διατινάξῃ, παραβολῆς ἤρτηται τῆς εἰπούσης, ἠΐων θημῶνα τινάξει. (ῃερς. 373.) Ὅτι ὁ χαίρων ἐφ' οἷς προήγαγέ τινα εἰς κάκωσιν πολλὴν, ἐρεῖ ἂν τὸ, κινήσας δὲ κάρη, ἔφη. οὕτω νῦν κακὰ πολλὰ παθὼν ἀλόω εἰσόκεν γένηται τό δέ τι. ἀλλ' οὐδ' ὥς σε ἔολπα ὀνόσσεσθαι κακότητος. (ῃερς. 373.) ἔστι δὲ ὀνόσσεσθαι κακότητος, τὸ ἐξευτελίσαι τὴν κάκωσιν ὡς καὶ προείρηται, ὅπερ εἰώθασι πολλοὶ ποιεῖν, βαρυνόμενοι ἐπὶ τοῖς βραχέα κακύνουσιν. οἱονεὶ μεμφόμενοι ὅτι ἀτεχνῶς καὶ οὐ βαρέως ἐκακοποίησαν καὶ οὐχ' ὡς ἐπεθύμουν. (ῃερς. 381.) Ὅτι τὰς Αἰγὰς περὶ ὧν προεῤῥέθη, τόπον ἱερὸν τῷ Ποσειδῶνι εἶναι λέγει ὁ ποιητής. εἰπών. ἵκετο δ' εἰς Αἰγὰς ὅθι οἱ κλυτὰ δώματ' ἔασιν. Ὅτι δ' ἐκ τῶν τοιούτων ὡς ἐπισήμων καὶ τὸ Αἰγαῖον ἐκλήθη πέλαγος, διείληπται ἀλλαχοῦ. Καὶ ὅτι διὰ τὸ ἐκεῖσε πολὺ βάθος, ἱερῶσθαι τῷ Ποσειδῶνι ὁ τόπος δοκεῖ ὡς οἷόν τι ἄδυτον. (ῃερς. 383.) Ὅτι εὐδίας φράσις τὸ, ἤτοι τῶν ἄλλων ἀνέμων κατέδησε κελεύθους, παύσασθαι δ' ἐκέλευσε καὶ εὐνηθῆναι ἅπαντας. ὦρσε δ' ἐπὶ κραιπνὸν βορέην, πρὸ δὲ κύματ' ἔαξε. Καὶ ὅρα τὸ, κατέδησε κελεύθους. ὅθεν ἡ κοινὴ γλῶσσα, ὁδοῦ δέματα λέγει, ἔνθα ὕλη τεθεῖσα, κωλύει τοὺς ὁδεύοντας. (ῃερς. 384.) Τοῦ δὲ εὐνηθῆναι ὁ ἐνεστὼς, εὐνῶ. ἐξ οὗ τὸ εὐνάζειν παράγεται. (ῃερς. 385.) Τὸ δὲ δὲ κύματ' ἔαξε τὰ τῶν ἄλλων δηλοῖ ἀνέμων. ἐπεί τοι καὶ ὁ βοῤῥᾶς ἐγείρει κύματα. (ῃερς. 394.) Ὅτι ἐθέλων ὁ ποιητὴς δηλώσειν ὅπως Ὀδυσσεὺς διετέθη ὁπηνίκα μεγάλου ὑπὸ κύματος ἀρθεὶς εἶδε τὴν τῶν Φαιάκων, φησίν. ὡς δ' ὅτ' ἂν ἀσπάσιος βίοτος παίδεσσι φανείη πατρὸς, ὃς ἐν νούσῳ κεῖται κρατέρ' ἄλγεα πάσχων (ῃερς. 396.) δηρὸν τηκόμενος. τηκεδόνος γὰρ αἰτία ἡ νόσος. στυγερὸς δέοἱ ἔχραε δαίμων, ἀσπάσιον δ' ἄρα τόν γε θεὸς κακότητος ἔλυσεν, ὣς Ὀδυσσῆ' ἀσπαστὸν ἐείσατο γαῖα καὶ ὕλη. (ῃερς. 398.) καὶ ἔστιν ἡ παραβολὴ, πρὸς μόνον τὸ πολὺ τῆς ἡδονῆς. ἄλλως γὰρ, ἀνομοίως ἔχει τῷ πράγματι. ἐκεῖ μὲν γὰρ, οἱ μηδὲν παθόντες παῖδες, χαίρουσιν ἐπὶ τῷ πεπονθότι πολλά. ἐνταῦθα δὲ, ὁ πολυπαθὴς Ὀδυσσεὺς χαίρει γῆν ἰδὼν τὴν ἐπ' αὐτῷ ἀπαθῆ. οὐκοῦν πρὸς μόνην τὴν πολλὴν χαρὰν ἡ παραβολή. (ῃερς. 397.) Καιρία δὲ λέξις ἐπὶ τοιούτου πράγματος τὸ ἀσπάσιος. ᾗ ἰσοδύναμον τὸ ἀσπαστόν. διὸ καὶ ἐπέμεινεν αὐτῇ. Ἔχει δέ τι ἀστεῖον ἡ παραβολὴ καὶ ἐν τῷ, μὴ πατέρα ἐπὶ παισὶν ἀλλ' αὐτοὺς ποιῆσαι χαίροντας ἐπὶ πατρὶ ἀπαλλαγέν τι ὀλεθρίας νόσου. καὶ Ὀδυσσεὺς γὰρ τὴν πατρίδα γῆν ἀναπολήσας ἣν ὡς ἐξ αὐτοῦ ἀπολωλυῖαν ἐλογίζετο, ἐχάρη δι' αὐτὸ, ἰδὼν τὴν γῆν. Τὸ δὲ φανείη, τινὰ τῶν ἀντιγράφων ἐν δυσὶν ἦτα γράφουσιν. ἵνα ᾖ φανῇ, καὶ κατὰ πλεονασμὸν φανήη. ἢ ἐκ τοῦ φανείη κατὰ τροπὴν τῆς παραληγούσης εˉι διφθόγγου εἰς τὴν ˉῃ δίφθογγον. ὃ γέγονε καὶ ἐπὶ τοῦ καλλιπάρῃος ἐκ τοῦ παρειά. (ῃερς. 396.) Τὸ δὲ στυγερὸς ἔχραε δαίμων, ἀντὶ τοῦ φρικτὴ ἢ θανάσιμος ἐπεβάρησε τύχη. (ῃερς. 398.) Τὸ δὲ Ὀδυσσῆ' ἀσπαστὸν, φίλον ἂν φανείη τοῖς νοηματίζουσι σχεδιακῶς. ἐξὸν γὰρ Ὀδυσσεῖ γράψαι διὰ διφθόγγου, συνείληπται ὅμως, ἐκ τῆς Ὀδυσσῆϊ δοτικῆς Ἰωνικῆς. Τὸ δὲ ἀσπαστὸν ἐφάνη γαῖα καὶ ὕλη, δυνάμενος εἰπεῖν ἀσπασταὶ ἢ ἀσπαστὰ, ὅμως ὡς ἐπὶ ἁπλῶς ἑνὸς πράγματος ἠρέσθη οὕτως εἰπεῖν. (ῃερς. 441.) Ὅτι ποταμοῦ στόμα καλλιρόου φησὶ μεταφορικῶς. ἐντεῦθεν δὲ, καὶ στόμια ποταμῶν λέγονται. οἷς ἀκόλουθον, καὶ τὸ λέγειν ἐρεύγεσθαι ποταμοὺς εἰς θάλασσαν. λέγονται δὲ καὶ ἐκβολαὶ ποταμῶν τὰ τοιαῦτα στόματα, διὰ τὴν ῥηθεῖσαν ἐρυγήν. ἄλλως γὰρ, εἰσβολὰς ἔδει λέγεσθαι διὰ τὸ εἰσβάλλειν εἰς θάλασσαν. Τὸ δὲ καλλίροον, οὐ διπλάζει τὸ ˉρ. διά τε τὸ μέτρον, καὶ φυσικῶς δέ. οὕτω καὶ μετ' ὀλίγα ἐν τῷ, ἔγνω δὲ προρέοντα ἤγουν ἐπὶ τὰ ἔμπροσθεν ῥέοντα, οὐ διπλάζεται μετὰ τὴν πρόθεσιν συνήθως τὸ ῥῶ. (ῃερς. 442.) Ὅτι λιμένος δηλοῖ ἀγαθοῦ κατάστημα τὸ, ἔνθα χῶρος ἄριστος. λεῖος πετράων. καὶ ἐπὶ σκέπας ἦν ἀνέμοιο. τοῦτο δὲ ἀλλαχοῦ ἰωγὴν ἔφη, ὡς πρὸ ὀλίγων ἐδηλώθη. Τὸ δὲ λεῖος πετράων, πρὸς διαστολὴν κεῖται τῆς τρηχείας ἀκτῆς. ἐναντία γὰρ λειότης καὶ τραχύτης. (ῃερς. 445.) Ὅτι ἱκετευτικὸν τὸ, κλῦθι ἄναξ ὅς τις ἐσσί. πολύλλιστος δέ σ' ἱκάνω, φεύγων τὰς τοῦ δεῖνος ἐνιπάς. δύναται δὲ καὶ τὰ ἐφεξῆς εἰς τοιοῦτον παρῳδηθῆναι νοῦν, οὕτως. αἰδοῖος μέν τ' ἐστὶ πᾶσιν ἀνδρῶν ὅς τις ἵκηται ἀλώμενος. ὡς καὶ ἐγὼ νῦν σὰ γούναθ' ἱκάνω πολλὰ μογήσας. ἀλλ' ἐλέαιρε ἄναξ. ἱκέτης δέ τοι εὔχομαι εἶναι. Ὀδυσσεὺς δὲ ταῦτα λέγει πρὸς τὸν Φαίακα ποταμόν. εὐχόμενος οὔτε βαρεῖαν εὐχὴν, ἀλλὰ καὶ δικαίαν. (ῃερς. 451.) διὸ καὶ ἀκούσας δῆθεν ἐκεῖνος τὸ, σόν τε ῥόον σά τε γούναθ' ἱκάνω, παῦσεν ἑὸν ῥόον. ἔσχε δὲ κῦμα. πρόσθε δέ οἱ ποίησε γαλήνην. τρία ταῦτα κῶλα ἰσοδύναμα. τόν δ' ἐσάωσεν ἐς ποταμοῦ προχοάς. ταῦτα δὲ χρήσιμά ποτε καὶ εἰς ναυαγὸν σωθέντα ἐκ κινδύνου. (ῃερς. 445.) Ἰστέον δὲ ὅτι τὸ πολύλιστος, γράφεται καὶ, πολύλιστον δέ σ' ἱκάνω. ὅθεν μεταλαβὼν ὁ περιηγητής, τριλίστους Ἴβηρας φησί. (ῃερς. 440.) Τὸ δὲ ἱκάνω καὶ τὸ ἵκηται, ἐπὶ ἱκεσίας ἐλήφθη ὡς ἐδήλωσεν ὁ ποιητὴς διὰ τοῦ, ἱκέτης δέ τοι εὔχομαι εἶναι. (ῃερς. 453.) Τὸ δὲ ἐς ποταμοῦ προχοὰς, ἢ ἀντὶ τοῦ εἰς τὰς ἑαυτοῦ προχοάς. ἢ εἰς τὸ σῶμα τοῦ ποταμοῦ. ὡς αὐτὸς ἄλλος ὢν ὁ ἱκετευόμενος καὶ μὴ τὸ ποτάμιον ὕδωρ. οὕτω καὶ Ὠκεανὸς, τό, τε ὕδωρ αὐτὸ, καὶ ὁ μυθευόμενος ὡς θεός. ὃν ὁ τραγικὸς Αἰσχύλος ἐπὶ γρυπὸς καθίζων, ἐξάγει πρὸς θέατρον. ἐνταῦθα δὲ, χρήσιμον καὶ τὸ, ἐπεὶ δὲ σηκῶν περιβολὰς ἠμείψαμεν ὕδωρ τε ποταμοῦ σῶμα διεπεράσαμεν. ὃ δὴ Χαιρήμονος λέγεται εἶναι τοῦ τραγικοῦ. Ὅτι μετὰ τὴν μακρὰν νῆξιν εἰς γῆν περισωθεὶς Ὀδυσσεὺς, ἔκαμψε τὰς χεῖρας καὶ τοὺς πόδας, φιλοσόφῳ λόγῳ. ἵνα μὴ τῇ πολυημέρῳ τάσει τῶν νεύρων ἀπολέσωσι τὰ μέλη τὸ εἶναι γναμπτὰ καὶ οὕτως εἰς ἀχρηστίαν ἐλάσωσι. διὸ περιάγων αὐτὰ καὶ τῇ ἀνέσει καὶ αὖθις κάμψει εἰς τὸ κατὰ φύσιν ἀποκαθιστῶν, γναμπτὰ ὡς ἐξ ὑπαρχῆς ποιεῖ, ὅπέρ ἐστιν ἀρετὴ μελῶν. ἔστι δὲ ἡ Ὁμηρικὴ φράσις, αὕτη. ὅ δ' ἂρ ἄμφω γούνατ' ἔκαμψε. χεῖράς τε στιβαράς. ἁλὶ γὰρ δέδμητο φίλον κῆρ. (ῃερς. 460.) Ὅτι ἁλιμυρήεντα ὡς καὶ ἐν Ἰλιάδι ποταμὸν λέγει, τὸν εἰς ἅλα μυρόμενον. ἤγουν κατά τινα ποιὸν ἦχον ῥέοντα. ἐκ δὲ τοῦ τοιούτου μύρεσθαι, καὶ τὸ μορμύρειν γίνεται. ὡς καὶ ἐκ τοῦ μαίρειν, τὸ μαρμαίρειν παράγεται. δοκεῖ δ' ἐκ τοῦ αὐτοῦ γίνεσθαι καὶ τὸ λαμυρόν. εἴγε λαμυρόν φασιν οἱ παλαιοὶ, εὔλαλον. εὐτράπελον. καὶ ὕστερον δέ, μύρεσθαι τὸ κλαίειν ἐῤῥέθη παρὰ τὸ αὐτὸ αἴτιον. ἵνα ᾖ μύρεσθαι, τὸ κατὰ ῥοῦν τινα προχέειν δάκρυα. ἢ καὶ ἄλλως, ὑπηχεῖν κατὰ ἤχου τινὸς ὁμοίου ποιότητα. (ῃερς. 462.) Ὅτι ἐκ ποταμοῦ λιασθεὶς Ὀδυσσεὺς, σχοίνῳ ὑπεκλίνθη, τῇ αὐτοφυῶς ἐν ὑδρηλοῖς φυομένῃ τόποις. (ῃερς. 463.) κύσε δὲ ζείδωρον ἄρουραν. ὅ ἐστιν, ἐφίλησε τὴν γῆν ὡς καὶ Ἀγαμέμνων πρὸ τούτου ποιῆσαι δεδήλωται. Ἰστέον δὲ ὅτι τὸ κύειν καὶ κύσαι καθὰ καὶ τὸ φιλεῖν, ταπολλὰ μὲν, συμβολὴν χειλέων δηλοῖ ὡς καὶ ἐνταῦθα καὶ ἑτέρωθι πολλαχοῦ. καὶ διάθεσιν δὲ ψυχικὴν ὅθεν ὁ κύων τὸ ζῷον παρῆκται καὶ τὸ κυνεῖν καὶ προσκυνεῖν. λαμβάνεται δὲ ἀποτελέσματός τινος λόγῳ καταχρηστικῶς, καὶ ἐπὶ γεννήσεως. μετὰ μέντοι τῆς ˉεν προθέσεως καὶ τῆς ὑπˉο, σύλληψιν βρέφους ἡ λέξις δηλοῖ. τοιοῦτον γὰρ ἡ ἔγκυος. καὶ τὸ ἐγκυμονεῖν. καὶ τὸ, ἥδ' ὑποκυσσαμένη τέκε. καὶ ἄλλως δέ ποτε δίχα προθέσεως, κύειν λέγεται τὸ κατὰ γαστρὸς ἔχειν. ὅτι δὲ καὶ κυῶ κυήσω περισπωμένως λέγεται τὸ γεννῶ, οἱ κυήτορες δηλοῦσι καὶ τὸ ἐκύει ἤγουν ἐγέννησε, καὶ ἡ κύησις. (ῃερς. 466.) Ὅτι καὶ σωθέντι τῷ Ὀδυσσεῖ, ἀμηχανεῖν ἔπεισιν ὡς εἰ μὲν ἐν ποταμῷ δυσκηδέα φησὶ νύκτα φυλάξω, μή μ' ἄμυδις στίβη τε κακὴ καὶ θῆλυς ἑέρση ἐξ ὀλιγηπελίης δαμάσῃ κεκαφηότα θυμόν. αὔρη δ' ἐκ ποταμοῦ ψυχρὴ πέλεται ἠῶθι πρό. εἰ δέ κεν ἐς κλιτὺν ἀναβὰς καὶ δάσκιον ὕλην, θάμνοισι πυκινοῖσι καταδραθῶ, εἴ με μεθίει ῥῖγος καὶ κάματος γλυκερὸς δέ μοι ὕπνος ἐπέλθῃ, δείδω μὴ θήρεσσιν ἕλωρ καὶ κῦρμα γένωμαι. οὕτω δὲ αὐτῷ φρονοῦντι, δοάσατο τουτέστιν ἐδόκησε κέρδιον εἶναι, (ῃερς. 474.) βῆναι εἰς τὴν ὕλην, κἀκεῖ καταδραθεῖν. τοῦτο γὰρ εὐπλαστότερον πιθανῶς ἔδοξε τῷ ποιητῇ. ἐπεὶ καὶ κρεῖττον τοῦ ὁμολογουμένου κακοῦ, τὸ ἄδηλον. τὸ ῥῖγος μὲν γὰρ καὶ ὁ ἐκεῖθεν κάματος, ἐκδηλότατα. τὸ δ' ἐκ τῶν θηρίων κακὸν, οὐχ' οὕτως. εὗρε δὲ τὴν τοιαύτην ὕλην, σχεδὸν ὕδατος, ἐν (ῃερς.

Intertext edge

Open linked passage

Note