Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Commentarii ad Homeri Odysseam i
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-thessalonicensis-pg-135-136" aria-label="More works by Eustathius Thessalonicensis PG 135"> —
⋯
More
Original / primary: Pg Scrape Grc
366.1.1
) ψευδόμενος ἐν καιρῷ συμφερόντως ἑαυτῷ καὶ τοῖς ἑταίροις ἐπάγει. οὖτις ἔμοι γ' οὔνομα, καὶ ἵνα μὴ ἐπιστήσας τυχὸν ὁ Πολύφημος τῷ παραλογισμῷ γνῶ οὔτις τὸν σύνθετον ἐκ δύο λέξεων τοῦ οˉυ καὶ τοῦ τˉις ὅπερ οὐ βούλεται Ὀδυσσεὺς, ἐπάγει αἰτιατικὴν ἐν ἁπλότητι ἤγουν ἀσύνθετον, λέγων. οὖτιν δέ με κικλήσκουσι μήτηρ ἠδὲ πατὴρ ἠδ' ἄλλοι πάντες ἑταῖροι. ὡς ἀπὸ εὐθείας τῆς, οὖτις οὔτιδος. οὗ αἰτιατικὴ τὸν Οὖτιν, ὁμοίως τῷ, ὁ Πάρις τὸν Πάριν. τῆς γὰρ ἄλλης εὐθείας τῆς συνθέτου, ἡ αἰτιατικὴ πάντως οὔ τινά ἐστι. διὸ οὐδὲ ἐπάγει μετὰ τοῦ Οὖτιν φωνῆεν, ἵνα μὴ ὑποπτευθῇ ἔκθλιψις ἤγουν κουφισμὸς τοῦ ˉα ἐν τῷ Οὖτιν. ὅπερ ἐπὶ τοῦ λόγου τοῦ Κύκλωπος γίνεται, ἀμειψαμένου νηλέϊ θυμῷ, Οὖτιν ἐγὼ πύματον ἔδομαι. ἔνθα ὁ ἀστείως ἀκροατὴς ὑποκινηθεὶς εἰς μειδίαμα, εἰπεῖν δὲ μᾶλλον κατὰ τὸν Ὁμηρικὸν Ὀδυσσέα, γελάσας, συναλείψει τὴν ἀρχὴν τοῦ λόγου, καὶ κατ' ἔκθλιψιν τοῦ ˉα ἐρεῖ ὅτι ἀληθῶς οὔ τινα φάγοις ἂν ἄλλον ἄνθρωπον. ἡ δὲ τοιαύτη Ὁμηρικὴ δεξιότης ὑποκινήσασά τινας τῶν νεωτέρων εἰς ὅμοιον ζῆλον ἀπήγαγεν εἰς ἀστεϊσμούς. Ἐπίχαρμος γοῦν εἰπὼν τὸ, ὁ Ζεύς μ' ἐκάλεσε Πέλοπι γ' ἔρανον ἑστιῶν. ὃ δὴ ἀπαλλαγὲν τῆς συναλιφῆς ἐράνου ἑστίασιν δηλοῖ. καὶ ἀκούσας δῆθεν ἔκ τινος τὸ, ἦ παμπόνηρον ὄψον ὦ' τὰν ὁ γέρανος διασαφεῖ ἐπαγαγὼν τὸ, ἀλλ' οὔτι γέρανον ἀλλ' ἔρανόν τοι λέγω. καὶ τοῦτο μὲν εἰλῆφθαι δοκεῖ ἐκ τοῦ, Οὖτιν ἐγὼ πύματον ἔδομαι. ὡς κἀνταῦθα τοῦ ἀστείου ἀκροατοῦ, νοοῦντος συναλιλῆφθαι τὸ Ὁμηρικὸν ῥητὸν ἐκ τοῦ, οὔ τινα ἐγὼ πύματον ἔδομαι. Ὁμήρου δὲ, εἰπόντος ἐν Ἰλιάδι μὲν τὸ, δῖ' Ἀφροδίτη, ἐν Ὀδυσσείᾳ δὲ τὸ, ἀλλ' ἄγ' δῖ' Εὔμαιε, περὶ οὗ ἐν τοῖς μετὰ ταῦτάπου ῥηθήσεται. παλαιὸς μέν τις ἐπίγραμμα τωθαστικὸν εἴς τινα ἰατρὸν Ἄκρωνα ἔγραψεν οὕτως. Ἄκρων' ἰατρὸν ἄκρον Ἀκραγαντίνων. ἐπίτηδες οὕτω γράψας ἐκεῖνος, καὶ οὐκ ἐκ τοῦ παρατυχόντος. οἱ δὲ νεώτεροι ταῦτα καὶ ὅσα τοιαῦτα ζηλώσαντες, πολλὰ δ' ἐν τοῖς παλαιοῖς εὕρηται ὅμοια ὡς πολλαχοῦ δεδήλωται, γρίφους ἐμελέτησαν πλέκειν οὓς ὠνόμασαν σχέδη. τὴν ἀρχὴν μὲν λεπτούς τινας καὶ οἵους ῥᾷον ἐκδιαδράσκεσθαι, τέλος δὲ ἁδροὺς καὶ δυσδιαφύκτους. καὶ οἱ μὲν παλαιοὶ τὸ ῥηθὲν τοῦ Ἐπιχάρμου νόημα, ἔτι δὲ καὶ τὸ τοῦ ἐπιγράμματος, καὶ ὅσα δὲ ἀρχαῖα τοιαῦτα, θαυμασίως ἐκάλουν ὡς ἐνομοθέτησεν ὁ Ἐπίχαρμος, λόγον ἐν λόγῳ αὐτὰ εἰπὼν, διὰ τὸ, ὡς ἐν αἰνίγματι ἄλλον μὲν εἶναι τὸν λαλούμενον λόγον, ἕτερον δὲ τὸν νοούμενον. οἱ δὲ τὰ σχεδικὰ λαλοῦντες ἀκολούθως καὶ αὐτοὶ νοήματα καλοῦσιν ἅπερ γριφεύονται, διὰ τὸ καὶ τὸν γραμματέα παῖδα μὴ τοῦ λεγομένου ἀλλὰ τοῦ νοουμένου γίνεσθαι. παρεσημάνθη δὲ ἀναγκαίως περί τινων τοιούτων καὶ ἐν τοῖς εἰς τὴν Ἰλιάδα. ὧν ἓν καὶ τὸ, βῆ ῥ' Ἶσόν τε καὶ Ἄντιφον ἐξεναρίζων. ἔνθα οὐ Ῥῆσον λέγει τὸν περιᾳδόμενον Θρᾷκα Ὅμηρος, ἀλλατινα, Ἶσον καλούμενον. Ἐμφανῶς δὲ λόγος ἐπὶ λόγῳ καὶ λαβύρινθος ἐμφαίνεται ὅν οἱ ὕστερον σχεδικοὶ ἐπετηδεύσαντο ἐν τῷ, Αἰγεῖ συνοικήσουσα τῷ Πανδίονος. ὃ γραφὲν περὶ τοῦ ἥρωος Αἰγέως ἐν δυσὶ διφθόγγοις, ἡ σοφὴ ἑταίρα Θαῒς, διὰ τῆς αˉι διφθόγγου καὶ τοῦ ἰῶτα ἐξέδοτο. ὡς ἀπὸ τοῦ αἲξ αἰγὸς αἰγί. Γράσωνος γάρ τινος παρωνομάσθαι δοκοῦντος ἀπὸ γράσου ὃς δηλοῖ τὴν τῶν αἰγῶν ὀδμὴν, ἐπεὶ πρὸς αὐτὸν πορευομένη ἤρετό τις ποῦ ἄπεισιν, ἔφη. αἰγὶ συνοικήσουσα τῷ Πανδίονος. ἤγουν τῷ οἱονεὶ αἰγιδίῳ Γράσωνι διὰ τὸν γράσον οὗ πέρ ἐστι παρώνυμος. καὶ τοῦτο μὲν προφανῶς νενοημάτισται κατὰ ὁμοφωνίαν παρηχητικὴν δύο πτώσεων δοτικῶν, ἤτοι τοῦ, Αἰγεῖ ἡρωϊκῶς, καὶ τοῦ, αἰγὶ ζωϊκῶς. λέγεται δὲ καὶ Φρύνη τῷ αὐτῷ Γράσωνι συνδειπνοῦσα φορίνην ἆραι. ἔστι δὲ κλαδῶδές τι φασὶν ἡ φορίνη. καὶ εἰπεῖν. λάβε καὶ κατάτραγε. παίξασα ὥσπερ ἡ Θαῒς παρὰ τὸν αἴγειον γράσον, οὕτω καὶ αὐτὴ παρὰ τὸν τράγον ὃν ὑπελάλησεν ἐν τῷ κατάτραγε. Ἔτι ἰστέον καὶ ὅτι ὁ κιθαρῳδὸς Στρατόνικος πρός τινα ἔμφασιν Ὁμηρικῆς διαιρέσεως τῆς ἐν τῷ, οὖ τίς με δαμᾷ δόλῳ οὐδὲ βίῃφι φιλοτιμησάμενος καὶ αὐτὸς διελεῖν ἐν τῷ ἐρωτηθῆναι περί τινος μεγάλου μὲν μεγέθει κιθαρῳδοῦ δὲ φαύλου, ποῖος τίς ἐστιν, ἔφη. οὐδεὶς κακὸς μέγας ἰχθύς. αἰνιττόμενος, ὅτι τε οὐδείς ἐστιν ἐκεῖνος ὁ περὶ οὗ ἠρωτήθη, καὶ ὅτι κακός. καὶ μέγας μὲν, ἰχθὺς δὲ δι' ἀφωνίαν. ἔπαιξε δὲ ὁ Στρατόνικος τοῦτο, παρὰ τὴν λέγουσαν παροιμίαν, μέγας οὐδεὶς σαπρὸς ἰχθύς. παραθεὶς αὐτὴν καὶ διελὼν ὡς ἤθελε. καὶ ταῦτα μὲν τοιαῦτα. (ῃερς. 369.) ὁ δὲ ὅλος τοῦ Κύκλωπος λόγος δι' οὗ δηλοῖ τὸ ὑπὲρ τοῦ οἴνου ξένιον τὴν ἄχαριν χάριν, τοιοῦτός ἐστιν. Οὖτιν ἐγὼ πύματον ἔδομαι μετὰ οἷς ἑτάροισι. τοὺς δ' ἄλλους, πρόσθεν. τὸ δέ τοι ξεινήϊον ἔσται. ὃ καὶ παροιμιώδης γέγονε λόγος τῶν τινι μεγάλων καὶ θείων σοφῶν, ἐπὶ τῶν καιρικῶς μὲν ἀφιέντων ὕστερον δὲ ἀπολλύντων τινάς. Κυκλώπειον γὰρ ἐκεῖνος τὴν τοιαύτην ἔφη δωρεάν. Καὶ ὅρα ὅπως νηλέα κατὰ τὸν ποιητὴν ἀεὶ ὁ Κύκλωψ ἔχει θυμὸν καὶ πρὸ τοῦ πότου καὶ μετὰ τὸ κισσύβιον, εἰς τοσοῦτον καὶ μόνον φειδόμενος, ὡς ἀναβαλέσθαι εἰς νέωτα τὸν τοῦ Ὀδυσσέως θάνατον, ἵνα τῷ φόβῳ κατεργασθεὶς μηδὲ ἔχοι θνήσκων αἰσθάνεσθαι. καὶ ἔστιν εἰπεῖν, ὅτι καθὰ τὸν ἐν τοῖς ἑξῆς αὐτῷ πέπονα κριὸν φάγοι μὲν ἄν ποτε φάγοι δὲ ὕστατον, οὕτω καὶ τὸν Ὀδυσσέα φιλῶν ὑστάτῃ θοίνῃ δεξιώσεται. ἔοικεν οὖν οὐ μόνον κατὰ τὸ μέγεθος ῥίῳ, ἀλλὰ καὶ κατὰ τὸ ἄτεγκον εἰς ἔλεον. διὸ καὶ παρὰ πέτραν ἀνήκοον δοκεῖ λαλεῖν ὁ Ὀδυσσεύς. καὶ ταῦτα καιρὸν τῇ ἱκετείᾳ φυλαξάμενος καθ' ὃν ἄνθρωποι πρὸς ἔλεον εὔθετοι. Οὕτω δὲ θαυμαστή τις τοῦ Οὖτις ὀνόματος, ὥστε καὶ ἐν τοῖς ἑξῆς τριβὴν τῷ λόγῳ χαρίεσσαν δίδωσιν. ὅτε οἱ μὲν Κύκλωπες βοῆς ἀΐοντες, ἐφοίτων ἄλλοθεν ἄλλος περὶ τὸ σπήλαιον, καὶ ἠρώτων τί τὸ βλάπτον τὸν Κύκλωπα, καὶ μήτις αὐτὸν κτείνῃ δόλῳ ἢ βίᾳ. ὁ δὲ λέγει αὐτὸ ἐκεῖνο ξηρὸν ὅπερ ἐνόει μαθὼν ἐν παραλογισμῷ τεχνικῷ. ὡς Οὖτίς με κτείνει δόλῳ οὐδὲ βίᾳ. τουτέστιν ὁ Οὖτίς με κτείνει μετὰ δόλου, οὐ μὴν ἐν ἰσχύϊ. οἱ δὲ, ἀμαθεῖς ὄντες τοῦ οὖτις κυρίου ὀνόματος διὰ τὸ καινόφωνον, καὶ νομίσαντες ὅτι πρὸς τὸ ἐρώτημα τὸ, μή τις αὐτοῦ μῆλα ἐλαύνῃ ἢ μή τις αὐτὸν κτείνῃ δόλῳ ἢ βίᾳ, ἀπελογήσατο αὐτὸς ὡς οὐδείς με κτείνει δόλῳ ἀλλ' οὐδὲ βίᾳ, ἐπάγουσιν. εἰ μὲν δὴ μή τίς σε βιάζεται οἶον ἐόντα, ἐμόναζε γὰρ ὡς δεδήλωται, νοῦσον γ' οὔπως ἐστὶ Διὸς μεγάλου ἀλέασθαι καὶ τὰ ἑξῆς. ἔστι δὲ τὸ σόφισμα οὐ παρὰ τὴν ὁμωνυμίαν κατά τινας, ἀλλὰ παρὰ σύνθεσιν μᾶλλον καὶ διαίρεσιν, τοῦ μὲν Κύκλωπος κύριον νοήσαντος καὶ σύνθετον καὶ ἁπλοῦν τὸ Οὖτις ὡς κλινόμενον Οὔτιδος. ὅθεν καὶ παραπαίζων πρὸς τοὔνομα μετ' ὀλίγα κατὰ παρήχησιν λέγει. ἅ μοι οὐτιδανὸς πόρεν Οὖτις. (ῃερς. 413.) τῶν δὲ Κυκλώπων εἰς δύο μέρη κατατεμόντων τὴν λέξιν, καλῶς ὁ φιλόσοφος φησὶν, ἐμὸν δ' ἐγέλασε φίλον κῆρ ὡς ὄνομ' ἐξηπάτησεν ἐμὸν καὶ μῆτις ἀμύμων. ἔνθα εἰ μήτις κίνδυνον εἶχε ψυχρεύσασθαι, εἶπεν ἂν ὅτι τὸ, μῆτις ἀμύμων, πρὸς τὸ Οὖτις πέπαικται. ἢ καὶ πρὸς, τὸ, μήτις σε κτείνῃ. ἐπεὶ δὲ αὐτὸ παρακεκινδυνευμένον ἐστὶ, ῥητέον ὅτι κεῖται καὶ ἄλλη παραλογιστικὴ σύνθεσις ἐν τοῖς ῥηθεῖσι καὶ διαίρεσις. τοῦ μὲν Κύκλωπος, διελόντος. Οὖτις με κτείνει. καὶ στίξαντος τελείαν. εἶτα ἐπαγαγόντος. δόλῳ οὐδὲ βίῃ, τουτέστι δόλῳ μέντοι κτείνει με καὶ οὐ βίᾳ. τῶν δὲ Κυκλώπων συγκειμένως νοησάντων, Οὖτις με ἐν δόλῳ κτείνει, ἀλλ' οὐδὲ ἐν βίᾳ. ἐκ δὲ τοῦ τοιούτου Ὁμηρικοῦ σοφίσματος οἱ φιλόσοφοι τοὺς παρ' αὐτοῖς οὔτιδας πλέκουσι παραλογισμούς. (ῃερς. 364.) Ὄνομα δὲ κλυτὸν τὸ ἑαυτοῦ Ὀδυσσεὺς ἔφη, ὃ δηλαδὴ πρὸς πάντων ἀκούει. ἤγουν ὃ καλοῦσιν αὐτὸν οἱ τεκόντες τε καὶ οἱ λοιποί. ἴσως δὲ καὶ μαντικῶς ὁ ποιητὴς τοῦτο φησὶν, ὡς τοῦ κατὰ τὸν Οὖτιν ὀνόματος κλυτοῦ ἐσομένου τοῖς ὕστερον. Ἰστέον δὲ ὡς ἐκ τοῦ, ὄνομα κλυτὸν, κεῖται σύνθετον Ὁμηρικῶς κύριον ἄλλοθι τὸ, ὀνομάκλυτος ἥρως. (ῃερς. 367.) Ὅτι δὲ οὐκ ἀεὶ ταυτὸν ὄνομα κεῖταί τινι παρά τε τοῖς τεκοῦσι καὶ παρὰ τοῖς ἔξω, προδεδήλωται. Σημείωσαι δὲ ὅτι ἐστενολέσχησε μὲν ἐνταῦθα καὶ ὁ ῥήτωρ Ὀδυσσεὺς ἐφ' οἷς ἠρωτήθη. καὶ πρὸ αὐτοῦ ὁ ἄγριος Κύκλωψ ἐπὶ τῷ δυσδώρῳ δώρῳ. πλὴν οὗτος μὲν διά τε ἀγροικίαν, ἴσως δὲ καὶ ὡς μεθύων, καὶ μικροῦ καὶ κατὰ στόμα ἔχον ἤδη τὰ ἐμεθησόμενα. Ὀδυσσεὺς δὲ διὰ τὸ φύσει ἀναγκαῖον τοῦ σοφίσματος. χρὴ γὰρ τὰ τοιαῦτα μὴ διαπεπτάσθαι, ἀλλ' ἐστρεβλῶσθαι τῇ φράσει διὰ τὸ ἀσαφέστερον. Πάνυ δὲ προορατικὸς τοῦ μέλλοντος ὁ Ὀδυσσεὺς, ὃς προγνοὺς ὡς ἐρωτηθήσεται ὑπὸ τῶν Κυκλώπων ὁ Πολύφημος, τίς αὐτὸν βλάπτει, προεβουλεύσατο περὶ τοῦοὖτις. τοῦτο δὲ καὶ εὐτυχίαν ἔχει ἀμύθητον. εἰ γὰρ ἐθάῤῥησεν εἰπεῖν τῷ Πολυφήμῳ ὅτι Ὀδυσσεύς ἐστιν, ἀπώλετο ἂν πρὸ τῶν ἄλλων, οἷα εἰδότος τοῦ Πολυφήμου ἀπὸ χρησμοῦ, ὡς ὑπὸ Ὀδυσσέως ἐκπεσεῖται τοῦ βλέπειν, καθὰ μετ' ὀλίγα ῥηθήσεται. οὕτω καλὸν τῷ συνετῷ ἐπικρύπτειν ἑαυτὸν ἐν καιρῷ καὶ μὴ τοῖς τυχοῦσιν ἐκφαίνειν τὰ καθ' ἑαυτὸν, εὐλαβούμενον ἀεὶ τὸ μέλλον. (ῃερς. 371.) Ὅτι πιὼν ὁ Κύκλωψ καὶ βραχέα εἰπὼν ἀνακλινθεὶς πέσεν ὕπτιος. αὐτὰρ ἔπειτα κεῖτ' ἀποδοχμώσας παχὺν αὐχένα. κὰδ δέ μιν ὕπνος ᾕρει πανδαμάτωρ. φάρυγγος δ' ἐξέσσυτο οἶνος, ψωμοί τ' ἀνδρόμεοι. ὅ δ' ἐρεύγετο οἰνοβαρείων. οἵα μὲν οὖν ἡ φράσις ἐνταῦθα τῷ ποιητῇ ἐπὶ ἀνδρὶ πολυφάγῳ μεθύοντι καὶ ἐμοῦντι, ἔτι δὲ καὶ καθῃρημένῳ ὑπὸ ὕπνου κατὰ τὸν ποιητὴν, ἔστι σκέπτεσθαι, καί που εἰπεῖν ἐπὶ οὕτω μεθυσθέντι τῷ Κύκλωπι, ὅπερ ἐπί τινος ἑτέρου ὁ Βυζάντιος Παρμένων ἔφη εἰδότος μεθύειν. ὃς εἰπὼν ἐκεῖνον ἄνδρα ἕλκοντα οἶνον ὡς ὕδωρ ἵππος ἐπάγει. κεῖται δ' ἄναυδος ἐν πίθῳ κολυμβήσας, κάθυπνος ὡς μήκωνα φαρμάκων πίνων. μήκων δὲ αὕτη ἡ καὶ κωδύα ἢ κώδεια τὸ φυτὸν, ἧς τὸ σπέρμα εἰς ὕπνον εὐοδοῖ. οὐ μὴν ἡ κατὰ τὴν σηπίαν. Σημειωτέον δὲ καὶ ὅτι τὴν μὲν εἰσαγωγὴν τῶν βρωμάτων, καθὰ καὶ προείρηται, οὐκ ἔφρασεν ὁ ποιητὴς ὅπως ὡς εἰκὸς ἐγίνετο, ἀχθόμενος οἷον ἐπὶ τῷ θηριωδῶς γινομένῳ, ἐπὶ δὲ τῇ ἐξεράσει λαλεῖ τι χάριεν, ἐμπαίζων τε τῷ βορωτάτῳ Κύκλωπι καὶ παιδεύων οἷον τὸ μεθύειν κακόν. εἰ μὴ μόνον τὸν τηλικοῦτον καθεῖλεν ὃς ῥίῳ ἐῴκει, ἀλλὰ καὶ ἀσχημονεῖν οὕτω ποιεῖ. καλῶς δὲ ὕπτιον καὶ δοχμὸν ἀνακλίνει τὸν τοιοῦτον θῆρα, ὡς ἂν οὕτω ῥᾷον ἐκτυφλωθείη. ἀκρατὴς γὰρ εἰς τὸ παντελὲς ἑαυτοῦ καὶ ἕτοιμος παθεῖν κακῶς ὁ οὕτω διακείμενος. εὐτυχεῖ δὲ κἀνταῦθα ὁ Ὀδυσσεὺς, ὑπτιάζοντος τοῦ θηρὸς εἰς ἀποτύφλωσιν ῥᾴονα. εἰ καὶ ἄλλως οἱ οὕτω μεθύοντες πρηνεῖς ὡς ἐπιπολὺ κεῖνται. καθὰ παραδίδωσι καὶ ὁ Ἀθήναιος ἔνθα ἱστορεῖ, φιλοίνους καὶ φιλοπότας γενέσθαι τοὺς Αἰγυπτίους, καὶ ἄμπελον εὑρεθῆναι πρῶτον ἐν τῇ πλινθύνῃ πόλει Αἰγύπτου. λέγει γὰρ ἐν τούτοις καὶ ὅτι οἱ μὲν ἀπ' οἴνου μεθυσθέντες ἐπὶ πρόσωπον φέρονται, οἱ δὲ τὸν κρίθινον πεπωκότες ἐξυπτιάζονται τὴν κεφαλήν. ὁ μὲν γὰρ οἶνος καρηβαρικός, ὁ δὲ κρίθινος καρωτικός. (ῃερς. 372.) Περὶ δὲ δοχμῆς ἢ βαρυτόνως δόχμης, καὶ δοχμοῦ, ὅθεν καὶ ἀποδοχμῶσαι νῦν τὸ πλαγιάσαι, ἡ Ἰλιὰς δηλοῖ. (ῃερς. 373.) Τὸ δὲ φάρυγγος ἐξέσσυτο οἶνος ψωμοί τ' ἀνδρόμεοι, περίφρασίς ἐστι μιᾶς λέξεως τοῦ ἤμεε. συνεπινοητέον δὲ καὶ τὸ στόμα τῇ φάρυγγι. ἧς κοινῶς μὲν εὐθεῖα φάρυγξ, καὶ γενικὴ φάρυγγος ὡς ἴϋγγος. ἄλλως δὲ φάρυξ φάρυγος, ὡς ἄντυγος. ἰάπυγος. τὰ γοῦν ἀκριβέστερα τῶν ἀντιγράφων διὰ τὸ εὐμετρητότερον φάρυγος δ' ἐξέσσυτο οἶνος φησί. καὶ ἔχει αὐτὸ συνηγορίαν καὶ ἐκ τῶν Ἡρῳδιανοῦ. ὃς ἐν τῷ περὶ τοῦ, στὺξ στυγὸς, μονοσυλλάβου οὔσης εὐθείας κατὰ τὸ, τρὺξ τρυγὸς, ἐπαγαγὼν καὶ ὑπὲρ μίαν συλλαβὴν τὸ, ἄντυξ ἄντυγος, ἐπιφέρει. οὕτω καὶ ἡ πομφόλυξ. ἐξ οὗ δῆλον, ὅτι ἐν τῷ φάρυγξ καὶ πομφόλυγξ ἴσως δὲ καὶ τοῖς ὁμοίοις ἐκ πλεονασμοῦ ἔγκειται τὸ ˉν. μαρτυρεῖ δὲ τῇ δι' ἑνὸς ˉγ γραφῇ τῆς φάρυγος καὶ τὸ φαρύγεθρον. (ῃερς. 374.) ἔτι δὲ καὶ αἱ Φαρύγαι τόπου ὄνομα. Ψωμοὶ δὲ, τὰ λεπτὰ κόμματα τῶν ἀνδρομέων κρεῶν. ὅθεν καὶ ψωμὸς ἄρτου, ὁ παρ' Ἡσιόδῳ βλωμός. χρήσιμος δὲ ἡ λέξις καὶ εἰς τὸ, νέκταρ ἐῳνοχόει. ὡς γὰρ ἀσύνηθες τὸ οἰνοχοεῖν ἐπὶ νέκταρος, οὕτω καὶ ἐπὶ κρεάτων ὁ ψωμός. εἴληπται ὅμως καὶ ἄμφω ἐκ τῆς κοινῆς καὶ γνωριμωτάτης χρήσεως. Ἰστέον δὲ ὅτι τε ὡς ἐκ τοῦ ψῶ καὶ βλῶ ψωμὸς καὶ βλωμὸς, οὕτω καὶ ἐκ τοῦ ὦ τὸ ὑπάρχω ὠμὸς καὶ ὦμος. καὶ ὅτι ἐκ τοῦ ψῶ γίνεται καὶ τὸ ψώχω. ἀφ' οὗ αὖθις τὸ ψήχω ὁμοίως ἐκ τοῦ ψῶ, καί τινες πλακοῦντες, ψώθια, ἤγουν ψαθύρια κατὰ τοὺς παλαιούς. Ἀπολλόδωρος δὲ τοῦ ἄρτου τὰ ἀποψαυόμενα ὥς φησιν Ἀθήναιος, ἅ τινες ἐκάλουν ἀτταράγους. Τὸ δὲ ἐρεύγεσθαι ἐνταῦθα κυριολεκτεῖται, ὡς μάλιστα κυρίως ὠνοματοπεποιημένον. Τὸ δὲ οἰνοβαρείων ἐκ τοῦ οἰνοβαρεῖν γίνεται, παραχθὲν ὡς τὸ θείω κιχείω καὶ τὰ τοιαῦτα. καὶ ἔστι σεσημειωμένον ὡς βαρύνεται μὲν τὸ οἰνοβαρείω, περισπᾶται δὲ παρὰ τοῖς ὕστερον τὸ καρηβαρειῶ. (ῃερς. 373.) Εἰ δὲ πανδαμάτωρ ἐνταῦθα ὡς καὶ ἀλλαχοῦ ὁ ὕπνος καθὰ παρ' ἄλλοις ὁ μακρὸς χρόνος, ἀλλ' ὁ Κύκλωψ ἐπιμηθευσάμενος μετ' ὀλίγα, δαμάτορα ἑαυτοῦ τὸν οἶνον ἐρεῖ, εἰπὼν ὡς ἀνὴρ κακὸς ἐξετύφλωσεν αὐτὸν, δαμασσάμενος φρένας οἴνῳ. ἔνθα καὶ ἔστι ταυτὸν τὸ, ἐδαμάσσατο φρένας οἴνῳ καὶ τὸ, περὶ φρένας ἤλυθεν οἶνος. (ῃερς. 375.) Ὅτι τὸ, μοχλὸν ὑπὸ σποδοῦ ἤλασα πολλῆς (ῃερς. 376) εἵως θερμαίνοιτο, ἀντὶ τοῦ ὑπὸ κάτω τῆς σποδοῦ ἔτεινα, καὶ, ὡς εἰπεῖν, ὑπὸ σποδῷ ἔῤῥιψα εἴπως θερμανθείη τὸ δεύτερον. τοῦτο γὰρ δηλοῖ τὸ, εἵως θερμαίνοιτο, καθά που καὶπρὸ τούτων ἐλέχθη περὶ τῆς τοιαύτης λέξεως. (ῃερς. 375.) λέγει δὲ νῦν σποδὸν οὐ τὴν ψυχρὰν, ἀλλὰ τὴν μετὰ ἀνθράκων, ἣ καὶ σποδειὰ λέγεται καὶ ἀθρακιά. διὸ καὶ ἐπάγει. ἀλλ' ὅτε τάχα μοχλὸς ἐλάϊνος ἐν πυρὶ μέλλεν ἅψασθαι χλωρός περ ἐὼν, (ῃερς. 379.) διεφαίνετο δ' αἰνῶς, τουτέστι διαφάνειαν εἶχε τὴν ὡς ἐξανθρακώσεως, καὶ τότ' ἐγὼν ἆσσον φέρον ἐκ πυρός. χρὴ δ' ἐνταῦθα σημειώσασθαι, ὡς ἐκ τοῦ ὑποήλασα ὃ κεῖται ἐν τῷ ὑπὸ σποδοῦ ἤλασα, τὸ ἰατρικῶς κληθὲν ὑπήλατον λέγεται. (ῃερς. 380.) Εἶτα καὶ ἐκφράζων τὴν τοῦ κακοξένου τύφλωσιν, φησίν. ἀμφὶ δ' ἑταῖροι ἵσταντο. θάρσος δ' ἐνέπνευσε θεός. οἱ μὲν, μοχλὸν ἑλόντες ἐλάϊνον ὀξὺν ἐπ' ἄκρῳ, ὀφθαλμῷ ἐνέρεισαν, ἐγὼ δ' ἐφύπερθεν ἀερθεὶς δίνεον ὡς ὅτε τις τρυπῷ δόρυ νήϊον ἀνὴρ τρυπάνῳ. οἱ δέ τ' ἔνερθεν ὑποσσείουσιν ἱμάντι ἁψάμενοι ἑκάτερθε. τὸ δὲ, τρέχει ἐμμενὲς αἰεὶ. ὣς τοῦ, ἐν ὀφθαλμῷ πυριηκέα μοχλὸν (ῃερς. 387.) ἑλόντες ἢ ἔχοντες κατὰ Ἀρίσταρχον δινέομεν. τόν δ' αἷμα περιέῤῥεε θερμὸν ἐόντα. πάντα δέ οἱ βλέφαρ' ἀμφὶ καὶ ὀφρύας εὗσεν ἀϋτμὴ γλήνης καιομένης. σφαραγεῦντο δέ οἱ πυρὶ ῥίζαι. (ῃερς. 391.) εἶτα καὶ τὸν ἐκ τοῦ πυρώδους ξύλου σιγμὸν διὰ παραβολῆς παριστῶν φησίν. ὡς δ' ὅταν ἀνὴρ χαλκεὺς πέλεκυν μέγαν ἠὲ σκέπαρνον εἰν ὕδατι οὐ θερμῷ ἀλλὰ ψυχρῷ βάπτῃ μεγάλα ἰάχοντα, φαρμάσσων, τὸ γὰρ αὖτε σιδήρου τε κράτος ἐστὶν, ὣς τοῦ σίζ' ὀφθαλμὸς ἐλαϊνέῳ περὶ μοχλῷ. οἷς ἐπάγων, ὡς εἰκὸς, καὶ τί ἐπὶ τούτοις ἐποίησεν ὁ Πολύφημος, φησί. (ῃερς. 395.) σμερδαλέον δὲ μέγ' ᾤμωξε, περὶ δ' ἴαχε πέτρη, ἡμεῖς δὲ δείσαντες ἀπεσσύμεθα. αὐτὰρ ὁ μοχλὸν ἐξέρυσ' ὀφθαλμοῖο πεφυρμένον αἵματι πολλῷ. τὸν μὲν ἔπειτ' ἔῤῥιψεν ἀπὸ ἕο χερσὶν, ἀλύων. εἶτα ἐπεβοᾶτο τοὺς Κύκλωπας, ὡς ῥηθήσεται. (ῃερς. 394.) Καὶ ὅρα ὅτι τὸ ὀργυιαῖον τμῆμα τοῦ προῤῥηθέντος ἐλαϊνέου ῥοπάλου ἠρέσθη μοχλὸν ἐνταῦθα εἰπεῖν ἐλαΐνεον ὁ ποιητὴς, ὁποίῳ δηλαδὴ τὰ βάρη ἀνοχλίζονται, ἐπιμείνας τῇ τοῦ μοχλοῦ λέξει διὰ τὸ καίριον. (ῃερς.

Intertext edge

Open linked passage

Note