Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Commentarii ad Homeri Odysseam i
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-thessalonicensis-pg-135-136" aria-label="More works by Eustathius Thessalonicensis PG 135"> —
⋯
More
Original / primary: Pg Scrape Grc
368.1.1
) νῦν δὲ ὅρα ὅτι καὶ ἐπὶ ἀχύρων λέγεται θημών, καὶ οὐ μόνον ἐπὶ σπερμάτων. Τὸ δὲ τινάσσειν, καιρία λέξις ἐπὶ τοῦ ἀνασαλεύειν. διὸ καὶ δὶς αὐτὸ κεῖται διὰ τὸ καίριον. ὥσπερ καὶ (ῃερς. 369.) τὸ διεσκέδασεν ἀντὶ τοῦ διεσκόρπισε. συναπτῶς γὰρ αὐτοῦ ἐν δυσὶ στίχοις κεῖται. (ῃερς. 371.) Κέλητα δὲ ἵππον λέγει, τὸν ἄζυγα, τὸν καταμόνας ἐλαυνόμενον. (ῃερς. 371.) Ἔνθα ὅρα τὸ καὶ ἀστεῖον καὶ συντομώτατον τῆς παραβολῆς. κέλητι γὰρ ἱππότῃ παρεικάζει, τὸν μιᾷ σανίδι ἐν θαλάσσῃ ἐποχούμενον. εἴληφε δὲ ἴσως ἀφορμὴν ἡ παραβολὴ αὕτη ἐκ τοῦ καὶ τὰς νῆας ἁλὸς ἵππους πρὸ τούτων ῥηθῆναι. ἀλλ' ἐκείνας μὲν, διὰ τὸ πολυσύνθετον, τετρώρου ποιοῦσι παραβολὴν, καὶ ἅρμασιν εἰκάζονται, τὸ δὲῥηθὲν ἓν ξύλον, κέλητα οἷον ποιεῖ τὸν ἐπ' αὐτοῦ ὀχούμενον. ὅτι δὲ καὶ πλοίου εἶδός τι ὁ κέλης, δηλοῖ ὁ εἰπὼν πέντε κέλητας πεντασκάλμους. ἔνθα ὅρα καὶ ὅτι σκαλμὸς διὰ τοῦ ˉλ. ἔτι δὲ δηλοῖ. τὸ αὐτὸ, καὶ ὁ γράψας οὕτως. ἐπακρίδες, αἱ ἁλιάδες. ἐπακτρεῖς γὰρ οἱ κυνηγοί. ἐπακτροκέλης δὲ, πλοῖον λῃστρικὸν μεταξὺ ἐπακτρίδος καὶ κέλητος. ἃ καὶ αὐτὰ, πλοιάρια ἐστί. Παυσανίας δέ φησι καί τινας ἵππους, ἁμίππους. εἰπὼν ὅτι ἅμιπποι, ἵπποι ἐζευγμένοι χωρὶς δίφρου. κληθέντες οὕτως ἐπεί φησιν ἐπὶ δύο κέλητας ἀνέβαινον ὁ μὲν, ἡνιοχῶν. ὁ δὲ, ὁπλίτης. ἀπὸ τοίνυν τοῦ ἅμα ἀμφοτέρους καθίζεσθαι εἰ καὶ ἰδίᾳ φησὶν ἑκατέρους, ἅμιπποι οἱ τοιοῦτοι ἐλέγοντο. ἡ δὲ χρῆσις τοῦ ἅμιππος, καὶ παρὰ Σοφοκλεῖ ἐν Ἀντιγόνῃ. ἀλλ' οἱ μὲν ἅμιπποι, ἑτερεῖοι πρὸς τὸν κέλητα. ὁ δὲ μόνιππος ἀνὴρ, ὅμοιος τῷ κελητίζοντι. φησὶ γὰρ ὁ αὐτὸς Παυσανίας, οὕτω. μόνιππος, ὁ ἐπὶ ἑνὸς ἵππου ἀγωνιζόμενος δρόμῳ. Ἰστέον δὲ ὡς οἶδε μὲν Ὅμηρος τὸν κέλητα καθὰ καὶ ἐν τοῖς ἑξῆς τὸ τέθριππον οὗ χρῆσις ἐν τῷ, ἕξιππα καὶ τέθριππα καὶ ξυνωρίδας. οὐ ποιεῖ δὲ ἥρωας χρωμένους αὐτῷ, εἰ μὴ ἄρα κατ' ἀνάγκην τινὰ ὡς ἐν τῷ δολωνείᾳ ὁ Διομήδης δοκεῖ ποιεῖν. κελητίζει γὰρ ἐκεῖνος ἐκεῖ. ὅτι δὲ πολυώνυμον ὂν τὸ γυναικεῖον αἰδοῖον ἄμβων τε γὰρ λέγεται καὶ χοῖρος καὶ ἐσχάρα καὶ δέλτα, τὸ αὐτὸ καὶ κέλης καλεῖται παρὰ τοῖς κωμικοῖς, οὐκ ἄδηλόν ἐστι. (ῃερς. 374.) Τὸ δὲ χεῖρε πετάσας, προσφυῶς ἐῤῥέθη. ὁποῖα γάρ τι πτηνὸν τανυσίπτερον, καὶ ὁ νηχόμενος διαπεταννύει τὰς χεῖρας. (ῃερς. 375.) Τὸ δὲ νηχέμεναι, ἐνεργητικῶς, καθὰ καὶ τὸ, νῆχε δ' ἐπειγόμενος. καὶ νῆχε παρέξ. λέγεται δὲ τὸ αὐτὸ καὶ παθητικῶς ὡς δηλοῖ τὸ, προτέρω παρανήξομαι. (ῃερς. 384.) Ἀθηνᾶ δὲ Διὸς θυγάτηρ ἀνέμους τοὺς μὲν παύει, τοὺς δὲ ἐγείρει, διὰ τὸ καὶ αὐτὴ ἀλληγορεῖσθαι εἰς ἀέρα περὶ ὃν οἱ ἄνεμοι ὡς καὶ ἐν Ἰλιάδι δεδήλωται. (ῃερς. 385.) Ὁ δὲ Βοῤῥᾶς ὅπως συντελεῖ τῷ Ὀδυσσεῖ καταστῆναι εἰς τὴν τῶν Φαιάκων γῆν, οὐκ εὔπορον καταλαβέσθαι εἴπερ ἐκεῖνος ἐκ τῶν νοτίων ἐπάνεισιν. ἴσως οὖν πλαγιάσας ὁ ἥρως ἐξ ἀνέμων ἀντιπνοίας, δέεται Βορέου εἰς τὸν κατ' εὐθὺ πλοῦν. Κῦμα δὲ πηγὸν, ἢ τὸ εὐτραφὲς καὶ ὡς προεῤῥέθη τροφόεν ἢ τροφέον, ἢ τὸ εὐπαγὲς καθ' ὁμοιότητα ὀρεινοῦ πάγου. ὥς που καὶ ἵπποι πηγοὶ, οἱ στεροί. πῶς γὰρ οὐκ εὐπαγὲς κῦμα, τὸ, ὡς ὁ ποιητὴς ἔφη, κατηρεφές. ἢ καὶ ἄλλως κῦμα πηγὸν, τὸ μέλαν κατά τινα γλῶσσαν. ὅθεν καὶ κριὸς ἐν Ἰλιάδι πηγεσίμαλλος. Ἐν δὲ τῷ δύο καὶ μᾶλλον ὅτε διὰ τοῦ ˉω μεγάλου γράφεται, ἀπορία ὕπεστιν οὐκ ἀνεύλογος καθὰ καὶ ἐπὶ τοῦ ἄμφω, διότι μὴ ἀναλόγως βαρύνονται αἱ ἐξ αὐτῶν γενικαὶ ἵνα ἦσαν δύοιν καὶ ἄμφοιν, ἀλλὰ περισπῶνται. δυοῖν γάρ φαμεν καὶ ἀμφοῖν. ἔτι δὲ, καὶ διατὶ τὸ δυοῖν, οὐ παραλήγεται τῇ οˉι διφθόγγῳ ὡς ἀπὸ τοῦ δοιώ. οἷον δοιώ δ' οὐ δύναμαι ἰδέειν. Ἰστέον δὲ καὶ ὡς εἰ δύο νύκτας καὶ ἤματα ἐπλάζετο κύματι Ὀδυσσεὺς μετὰ τὰς ἑπτακαίδεκα ἡμέρας τῷ δὲ τρίτῳ γαλήνη γέγονεν, ὀρθῶς ἄρα ἐρεῖ ἐν τοῖς ἑξῆς Ὀδυσσεὺς, εἰκοστῷ ἤματι τὸν πόντον ἐκφυγεῖν. (ῃερς. 390.) Ἐν δὲ τῷ, τρίτον ἦμαρ ἐτέλεσεν ἠὼς, σωματικῶς ἡ ἠὼς ἐλέχθη. ἧς ἀποτέλεσμα τὸ ἦμαρ, οἷα θεᾶς τινος μυθικῆς ῥηθήσεται δέ που τοῦτο καὶ ἐν τοῖς ἑξῆς. Τοῦ δὲ εὐπλόκαμος ἠὼς καὶ τοῦ κατ' αὐτὴν πλοκάμου, προϋπάρχει ὁ πλόκος οὗ χρῆσις παρὰ Λυκόφρονι. (ῃερς. 391.) Τὸ δὲ γαλήνη ἔπλετο νηνεμίη, οὐχ' ἁπλῶς φράζεται, ἀλλὰ πρὸς ἀκρίβειαν· διττὴ γὰρ ἡ γαλήνη. ἡ μὲν, τὸ καταστορεσθῆναι τὰ κύματα τέλεον, ὅπερ οὔπω γέγονεν. ἡ δὲ, τὸ παύσασθαι τὸν ἄνεμον, ὃ νῦν γέγονε. κύματα γὰρ ἔτι αἴρονται. (ῃερς. 393.) διὸ φησὶν ὅτι μεγάλου ὑπὸ κύματος ἀρθεὶς Ὀδυσσεὺς, ὀξὺ μάλα προεῖδε τὴν τῶν Φαιάκων. καὶ ἔστι τὸ τοιοῦτον κῦμα, κωφόν. καὶ ὡς ὁ κωμικὸς λέγει, κολόκυμα. ὅ ἐστι, κολοβὸν κῦμα. ὃ διχῶς γίνεται. ὁπηνίκα τὲ ἀνέμου λήξαντος, αὐτὸ ἔτι αἴρεται. καὶ ὅτε δὲ ἀνέμων πνευσόντων ὄσσεται κέλευθα. ὅτι δὲ ταυτὸν κολόκυμα καὶ κωφὸν κῦμα, δηλοῖ ὁ γράψας. κολόκυμα, κωφὸν κῦμα καὶ ἐπικαχλάζον. ἑρμηνεύουσι δὲ κωφὸν ἐνταῦθα οἱ παλαιοὶ, τὸ ἄψοφον καὶ διατοῦτο μὴ δὲ ἐξακουομένην ἔχον τὴν ἠχὴν ᾗ παρῳνυμεῖται ἡ ἠχήεσσα θάλασσα. οὕτω καὶ βέλος ἐν Ἰλιάδι κωφὸν, τὸ ἄῤῥοιζον. κοινῶς μέντοι κωφὸς, ὁ μὴ φθεγγόμενος. ὁ καὶ ἐνεός. οὗ πρὸς ὁμοιότητα, καὶ κῦμα ἐῤῥέθη κωφόν. καὶ βέλος κωφόν. διὸ ἡ Πυθία χρήσασα τὸ, καὶ κωφοῦ ξυνίημι καὶ οὐ λαλέοντος ἀκούω, παραλληλίσασα διεσάφησε. παρὰ δέ γε τοῖς ὕστερον κοινότερον, κωφὸς ὁ τὴν ἀκοὴν βεβλαμμένος. οὗ ῥῆμα ἔγνωσται οὐ μόνον κωφῶ κωφήσω ὡς τὸ, πρὸς κάλλος ἐκκεκώφηνται ξίφη, ἀλλὰ καὶ κωφώσω κατὰ κοινὴν διάλεκτον. Ἡ δὲ ὑπὸ κύματος ἄρσις, ὡς οἷον σκοπιά τις γίνεται τῷ Ὀδυσσεῖ. οὐ γὰρ εἶχεν ἐξ ἐπιπέδου γαλήνηςτὴν τῶν Φαιάκων πόῤῥωθεν καθορᾶν. δῆλον δὲ ὡς ἀπὸ τοῦ γάλατος ἡ γαλήνη. ὅθεν καὶ γαλερὸν κατὰ Παυσανίαν, τὸ γαληνὸν καὶ ἥσυχον καὶ προσηνές. Τὸ δὲ ὀξὺ μάλα προϊδὼν, ὀξυωπίαν προσμαρτυρεῖ τῷ Ὀδυσσεῖ. (ῃερς. 400.) Τὸ δὲ γέγωνε βοήσας, ἀντὶ τοῦ, ἐξάκουστον ἐβόησεν. ἵνα λέγῃ ὅτι βοήσας ἐγνώσθη ἄν. οὐ γὰρ τὸ γεγωνέναι καὶ τὸ γεγωνεῖν καὶ γεγωνίσκειν καὶ τὰ τούτοις σύστοιχα, βοὴν ἁπλῶς δηλοῖ, ἀλλὰ τὸ ἀκουσθῆναι. καὶ ἄλλως δὲ εἰπεῖν, τὸ γέγωνεν, οὐκ αὐτὸ μόνον δι' ἑαυτοῦ δηλοῖ τὸ ἠκούσθη, ἀλλ' ὁμοῦ μετὰ τοῦ βοήσας. καὶ βοῆσαι μέν ἐστι, τὸ κραυγάσαι. γεγωνέναι δὲ, τὸ καὶ γνωστῶς κραυγάσαι. ἔστι γὰρ παρακείμενος μέσος τὸ γέγνωα. ἐξ οὗ κατὰ μετάθεσιν τοῦ ˉω, γέγωνα κατὰ τοὺς παλαιούς. πολλαχοῦ δὲ τῆς Ὁμηρικῆς ποιήσεως κεῖται τὸ, γέγωνε βοήσας. ἐκ τούτου δὲ, οὐ μόνον ἐπίῤῥημα τὸ γεγωνὸς ἀντὶ τοῦ μέγα, ἀλλὰ καὶ λόγος γεγωνὸς παρὰ Φίλωνι, ὁ προφορικός. ὃν καὶ κλίνας ἐκεῖνος εἰς γενικὴν, τοῦ γεγωνοῦ λόγου φησὶν, ὅ ἐστι τοῦ τρανοῦς ἤδη δὲ καὶ μεγάλου πρὸς διαστολὴν τοῦ ἐνδιαθέτου. καὶ πάντως ἐκ τοῦ τοιούτου γίνεται καὶ τὸ γεγωνότερον, οὐ μὲν ἐκ τοῦ οὐδετέρου τῆς μετοχῆς. (ῃερς.
368.1.2
) εἶτα ἑρμηνεύων τὸν τοιοῦτον μῦθον φησί· πάντων Ἀργείων σέο τ' αὐτοῦ κήδεα λυγρά. (ῃερς. 367.) Καὶ ὅρα κἀνταῦθα τὴν τοῦ λέγειν ἐπιστήμην τοῖς ἀοιδοῖς ἀνατίθησιν Ὅμηρος, ὧν εἷς καὶ αὐτός. (ῃερς. 355.) Τὸ δὲ εἰς ἐνιαυτὸν πρὸς τὸ ἐσαύριον ἐῤῥέθη, λέγοντος ἀστείως τοῦ Ὀδυσσέως, ὡς οὐ μόνον εἰσαύριον μενῶ εἰ κερδαίνω, ἀλλὰ καὶ εἰς ἐνιαυτόν. (ῃερς. 358.) Πλειοτέρα δὲ χεὶρ, ἡ γέμουσα καὶ μὴ ὑπόκενος, ἀλλὰ πεπληρωμένη. (ῃερς. 359.) Τὸ δὲ αἰδοιότερον εἶναι τὸν πλουτοῦντα συμφωνεῖ τῷ τοῦ Ἡσιόδου· πλούτῳ δ' ἀρετὴ καὶ κῦδος ὀπηδεῖ. (ῃερς. 363.) Ἐπίκλοπος δὲ μύθων κατὰ τοὺς παλαιοὺς, ὁ παραλογιστικὸς, ἢ ὁ τῶν ἀλλοτρίων ἐπιθυμητικός. κλέπτου γὰρ καὶ ἄμφω ταῦτα ἴδια. Τὸ δὲ οἷά τε πολλοὺς βόσκει γῆ, δύναταί ποτε μὴ κωλύοντος τοῦ μέτρου κοινότερον φράζεσθαι καὶ οἵους πολλοὺς βόσκει. (ῃερς. 365.) Καλῶς δὲ τὸ βόσκει, ὡς τῶν τοιούτων ἀνδρῶν ἀλογίστως ζώντων κατά τινα βοσκήματα, οἷς οἰκεῖον καὶ τὸ πολυσπερέας, ὡς δηλοῖ καὶ Ὀππιανὸς εἰπών· πολυσπερέας φάλαγγας νεπόδων. (ῃερς. 365.) Τὸ δὲ ἀρτύνειν ψεύδεα, ὅθεν ἄν τις οὐδὲ ἴδοιτο, τὴν μυθικὴν τεχνικὴν δηλοῖ πιθανότητα, καθ' ἣν περιαγόμενός τις οὐκ ἂν ἔχοι συνιδεῖν, εἰ μῦθος ἐστὶ τὸ λεγόμενον. δῆλον γὰρ ὅτι ἀρετὴ μύθου ἡ κατὰ εὐπλαστίαν πιθανότης καὶ τὸ ἐκεῖθεν τῆς ἀληθείας εἰκόνισμα, ὡς δηλοῖ καὶ τὸ, ψεύδεαπολλὰ λέγειν ἐτύμοις ὁμοῖα, ὥστε δοκεῖν τὸν ποιητὴν καθηγήσασθαι καὶ τοῦ κατὰ τὸν μῦθον ὁρισμοῦ τοῖς ὕστερον κατὰ τὸ εἰδέναι πλάττειν πιθανῶς τὰ ψεύδη, ὡς εἶναι αὐτὰ ἐτύμοις ὁμοῖα, ὅ πέρ ἐστι καὶ μύθου ἔργον, ὃς λόγος ἔστι ψευδὴς ἀληθείας ἔχων ἔμφασιν. οὕτω καὶ ποιητὴς ἕτερος τὴν γνώμην πρὸ τῶν ὑστέρων ῥητόρων ὁρίζεται ἐν τῷ, εἶπε πρός με βαιὰ ἀεὶ δ' ὑμνούμενα. ὃ προθεωρήσας ἐκεῖνος ἐπάγει γνωμικὸν τὸ, γύναι, γυναιξὶ κόσμον ἡ σιγὴ φέρει. εἰ γάρ ἐστι γνώμη παραίνεσις κεφαλαιώδης καθολικὴ, δῆλον ὡς καὶ ἐκεῖνος οὕτω πως τὴν γνώμην ὁρίζεται. τὸ γὰρ καλὸν ἡ σιγὴ ταῖς γυναιξὶ, βαιός ἐστι παραινετικὸς λόγος, ἤτοι κεφαλαιώδης καὶ σύντομος. ὁ δ' αὐτὸς καὶ καθολικὸς διὰ τὸ ἀεὶ ὑμνεῖσθαι. αἰώνια γάρ πως τὰ ἀληθῆ γνωμολογήματα. Ἰστέον δὲ ὅτι εἰ καὶ μὴ νῦν ἴσως δοκεῖ λέγειν ὁ Ὀδυσσεὺς ψεύδεα, ὅθεν ἄν τις οὐδὲ ἴδοιτο, ἀλλ' ὅτε εἰς Ἰθάκην παραγένηται, πολλὰ τοιαῦτα λαλεῖ. ὅθεν καὶ τὰ πολλὰ τῆς ποιήσεως ὕποπτα τίθησι. (ῃερς. 366.) Τὸ δὲ μορφὴ ἐπέων καὶ φρένες ἐσθλαὶ δηλοῖ δύνασθαι μὲν τὸν Ὀδυσσέα μορφάζειν τὰ ψευδῆ καὶ οὕτως εἰκονίζειν ἀλήθειαν, μὴ ἂν δὲ ποιεῖν τοῦτο εἰκῇ καὶ ἁπλῶς διὰ τὰς ἐσθλὰς φρένας, κατὰ τὸ ψεῦδος δ' οὐκ ἐρέει, μάλα γὰρ πεπνυμένος ἐστί. Τὸ δὲ ἔπι μὲν μορφὴ ἐπέων γράφεται καὶ ἔνι μὲν μορφὴ ἐπέων ὅ ἐστι κάλλος ἢ πιθανότης. (ῃερς. 368.) Τὸ δὲ πάντων Ἀργείων ἢ παρέλκον ἔχει τὸ πάντων ἢ ἁπλοϊκῶς αὐτὸ λέγει ὁ βασιλεὺς, ὡς καὶ ἐν τῷ, ἀέθλων πειρηθῶμεν πάντων. οὔτε γὰρ ἐκεῖ πάντων ἀέθλων πεῖρα γίνεται, οὔτε ἐνταῦθα πάντων Ἀργείων νόστος κατελέχθη. (ῃερς. 367.) Σημείωσαι δὲ ὅτι ἁπλοϊκώτερον ὁ βασιλεὺς ἔφη τὸν Ὀδυσσέα ἐπιστημόνως εἰπεῖν ἃ κατέλεξεν. εἰ γὰρ κατὰ τὸν μῦθον ἐκτετόπισται, οὐκ οἶδεν ἄρα. μὴ εἰδὼς δὲ, οὐκ εὖ κρίνει τὸν Ὀδυσσέα λαλεῖν. εἰ δὲ πρὸς ἀκρίβειαν λαλεῖ καὶ εἰδὼς λέγει ὃ λέγει, οὐκ ἄρα που οἰκεῖ ἔκτοπος. (ῃερς. 372.) Ὅτι ἐθέλων ὁ ποιητὴς δηλῶσαι τὴν ὥραν ὅτε τὰ νῦν ποιούμενα γίνεται, καὶ ὅτι φθινόπωρον ἦν ἢ καὶ περαιτέρω τοιαύτης ὥρας, φησί· νὺξ ἥδε μάλα μακρὴ ἀθέσφατος. Ἀλκίνοος δὲ τοῦτο φησὶ λέγων καὶ ὅτι οὐδέπω ὥρη εὕδειν ἐν μεγάρῳ καθὰ καὶ πρὸ ὀλίγων ἐγράφη. (ῃερς. 373.) εἶτα ἐνδεικνύμενος, ὅπως χαίρει τοῦ σοφοῦ Ὀδυσσέως ἀκούων, ἐπάγει· σὺ δέ μοι λέγε θέσκελα ἔργα. καί κεν ἐς ἠῶ δῖαν ἀνασχοίμην ὅτε μοι σὺ τλαίης ἐν μεγάρῳ τὰ σὰ κήδεα μυθήσασθαι, ἤτοι τὰ τῶν σῶν ἑτάρων. κοινὰ γὰρ τὰ τῶν φίλων. οὐ γὰρ τὰ ἑαυτοῦ νῦν ἐρεῖ Ὀδυσσεὺς, ἀλλ' ὡς ὁ βασιλεὺς ἀπῄτησε τὰ τῶν ἀντιθέων ἑτάρων, οἳ ἅμα αὐτῷ εἰς Ἴλιον ἑπόμενοι ἔθανον. διὸ καὶ Ὀδυσσεὺς οὕτως ἑρμηνεύων ἐρεῖ· (ῃερς. 378.) Ἀλκίνοε, ὥρη μὲν πολέων μύθων, ὥρη δὲ καὶ ὕπνου, τουτέστιν, ἡ παροῦσα νὺξ ἐξαρκεῖ καὶ εἰς τὸ πολλὰ εἰπεῖν καὶ εἰς τὸ ἱκανῶς ὑπνῶσαι. μάλιστα δὲ γνωμικώτερον, ἔστι μὲν καιρὸς καὶ τοῦ λαλεῖν πολλὰ, οἷον ὁ ἐν ἡμέρᾳ, ἔστι δὲ καιρὸς καὶ τοῦ ὑπνοῦν, ὡς ἄρτι ὁ τῆς νυκτός. (ῃερς. 379.) εἰ δὲ ἀκουέμεναί γε λιλαίεαι, ὅ ἐστιν εἰ δὲ ἀκούειν ἐπιθυμεῖς, οὐκ ἂν ἔπειτα τούτων σοι φθονέοιμι καὶ οἰκτρότερ' ἄλλ' ἀγορεύειν (ῃερς. 381.) κήδεα ἐμῶν ἑτάρων, ὥστε τὰ τῶν φίλων ἄρτι λαλήσει ὁ Ὀδυσσεὺς, Ἀγαμέμνονος, Ἀχιλλέως, καί τινων ἑτέρων, πρός γε τὸ παρὸν, ὡς ἐζήτησεν ὁ βασιλεύς. προϊὼν δὲ καὶ ἀλλοῖά τινα εὐμεθόδως ἐκθήσεται καταποικίλλων οὕτω τοὺς λόγους. εἶτα ἑρμηνεύων ποίων ἑτάρων κήδεα ἐρεῖ, φησίν· οἳ δὴ μετόπισθεν ὄλοντο, τουτέστιν ὕστερον, ὡς δηλοῖ καὶ τὸ, οἳ Τρώων μὲν ὑπεξέφυγον στονόεσσαν ἀϋτὴν, ἐν νόστῳ δ' ἀπόλοντο κακῆς ἰότητι γυναικός. (ῃερς. 372.) Ἰστέον δὲ ὅτι τε τὸ μάλα καὶ τὸ ἀθέσφατος εἰς διασάφησιν κεῖνται τοῦ τῆς νυκτὸς μήκους, καὶ ὅτι καθὰ νῦν ὁ βασιλεὺς καὶ ἐς ἠῶ ἀνασχέσθαι λέγει τοῦ Ὀδυσσέως μυθουμένου, οὕτω που καὶ ἐν τοῖς ἑξῆς ἡ Πηνελόπη ἐρεῖ· ὡς εἴ μοι ἐθέλεις ξεῖνε παρήμενος ἐν μεγάροις τέρπειν, οὔ κέ μοι ὕπνος ἐπὶ βλεφάροισι χυθείη. Ἔτι ἰστέον ὅτι τε Ὁμηρικῷ ζήλῳ λέγει τις παρὰ Ἀθηναίῳ τὸὥρη δ' ἐρᾶν, ὥρη δὲ γαμεῖν, ὥρη δὲ παύεσθαι, ᾧ σύγκειται καὶ τὸ ἡνίκ' ἐχρῆν δύνειν, τότ' ἄρχεσθαι ἡδύνεσθαι, ῥηθὲν ἐπὶ γηραιῷ τρυφητῇ. (ῃερς. 380.) καὶ ὅτι Ὁμήρου εἰπόντος οἰκτρὰ κήδεα, ἐντεῦθεν ἐπορίσατο Φιλόξενος νοῦν ἀστεῖον ὅτε τοῦ τυράννου Διονυσίου τραγῳδίαν οἰκείαν ἀναγινώσκοντος ὑπὸ ἀκροατῇ Φιλοξένῳ μετὰ τὸ ἐπανακληθῆναι τῶν λατομιῶν καὶ ἐρωτήσαντος τὸν Φιλόξενον τί δή ποτέ οἱ δοκεῖ περὶ αὐτῆς καὶ ὁποῖά τις ἂν εἴη, ψέγειν μὲν οὐκ ἔχων τὴν τοῦ τυράννου γραφὴν, ἐπαινεῖν δὲ μὴ ἐθέλων οἰκτρὰ εἶπε. καὶ οὕτω τὸν Διονύσιον ἐσοφίσατο, νοήσαντα ὡς οἰκτηρὰ ἡ τραγῳδία ἐστὶν, ὅ πέρ ἐστιν ἀρετὴ λόγου τραγῳδικοῦ. τὸ δ' ἦν ἄλλως ὑπὸ Φιλοξένου λεχθὲν, ὅτι μοχθηρὰ καὶ οἴκτου ἀξία ἦν ᾧ λόγῳ καὶ οἰκτρὸν ἀνδράποδον λέγομεν. (ῃερς. 382.) Στονόεσσα δὲ ἀϋτὴ, ἡ μάχη πρὸςδιαστολὴν ἑτέρας τινὸς μὴ τοιαύτης. (ῃερς. 383.) Κακῆς δὲ ἰότητα γυναικὸς λέγει ἢ τὴν τῆς ἀρχεκάκου Ἑλένης, δι' ἣν τὰ μεγάλα κακὰ, ἧς ἀπώλοντο εἵνεκα πολλοὶ, ἢ τὴν τῆς Κλυταιμνήστρας ὅσον ἐπὶ τῷ ἀνδρὶ καὶ τοῖς κατ' αὐτόν. ἣν καὶ ἔξοχα λυγρὰ εἰδέναι μετ' ὀλίγα ἐρεῖ Ὀδυσσεὺς, καὶ δόλον ἀρτύσαι τῷ ἀνδρὶ τηλόθ' ἐόντι. ἑρμηνεύων γοῦν μετ' ὀλίγα τὴν γυναικείαν ταύτην ἰότητα ἐρεῖ τὸν τοῦ Ἀτρέως γόον μισηθῆναι ὑπὸ Διὸς γυναικείας διὰ βουλὰς ἐξ ἀρχῆς. Ἑλένης μὲν γὰρ ἀπωλόμεθα εἵνεκα πολλοὶ, τῷ δὲ Ἀγαμέμνονι δόλον ἤρτυεν ἡ γυνὴ τηλόθ' ἐόντι. τινὲς δὲ κακὴν γυναῖκα νῦν τὴν Κασάνδραν φασί. τοῦτο μέντοι οὐ καλῶς. οὐδὲν γὰρ ἡ Κασάνδρα τῷ τῶν Ἀχαιῶν ὀλέθρῳ συνήνεγκεν, ἀλλὰ τοῦ παντὸς κακοῦ αἴτιος ὁ φθείρας αὐτὴν Λοκρός. εἰ δέ γε τὸ, κακῆς ἰότητι γυναικὸς νοηθείη ἀντὶ τοῦ τῆς κακοθείσης Κασάνδρας κατὰ τοὺς παλαιοὺς, ἔχοι ἂν καὶ τοῦτο λόγον. ἡ γὰρ κατὰ τῆς γυναικὸς βουλὴ τοῦ Λοκροῦ πολλοὺς ἐν νόστῳ ἀπώλεσε. διὸ κακὴ λέγοιτ' ἂν καὶ αὐτὴ θυμικώτερον διὰ τὸ ἕνεκα αὐτῆς φαῦλον ἀποτέλεσμα. εἰκὸς δὲ καὶ ἄλλως αὐτὴν κακὴν λέγεσθαι πρὸς τοῦ Ὀδυσσέως, οἷα μισουμένην διὰ τὸ ὑπὲρ Τροίας καὶ τοῦ κατὰ δουρείου ἵππου ταύτης μάντευμα. (ῃερς. 385.) Ὅτι ἁγνὴν Περσεφόνην λέγει, ὡς ἁγνισμοῦ δεομένων τῶν θνησκόντων κατὰ τὸ, πυρὶ καθήγνισται δέμας. Σοφοκλῆς δὲ ἄλλως λαβὼν ἐντεῦθεν δυσκάθαρτον Ἅιδου λιμένα φησί. τινὰ δὲ τῶν ἀντιγράφων αἰνὴ Περσεφόνη γράφουσιν. (ῃερς. 390.) Ὅτι θρηνῶδες τὸ, κλαῖε δ' ὅγε λιγέως θαλερὸν κατὰ δάκρυον εἴβων, (ῃερς. 391.) πιτνὰς, ὅ ἐστι προσπίπτων, εἰς ἐμὲ χεῖρας ὀρέξασθαι μενεαίνων. λέγει δὲ ὀρέξασθαι καὶ νῦν τὸ ἐκτεῖναι. (ῃερς. 392.) Ὅτι τὸ, οὐ γάρ οἱ ἔτι ἦν ἲς ἔμπεδος οὐδέτι κίκυς οἵηπερ πάρος ἔσκεν ἐνὶ γαμπτοῖσι μέλεσσιν, ἐῤῥέθη μὲν περὶ Ἀγαμέμνονος, ἁρμόσει δέ ποτε ῥηθῆναι καὶ περί τινος ἰσχανθέντος ἢ νόσῳ ἢ γήρᾳ. λέγει δὲ ἶνα μὲν τὴν ἐκ τῶν νεύρων ἰσχὺν, ὡς καὶ προεδηλώθη, ἢ καὶ νεῦρά τινα, κίκυν δὲ τὴν τοῦ κίειν ὅ ἐστι πορευέσθαι δύναμιν. ἔστι δὲ τὸ, οὐ γάρ οἱ ἔτι ἦν ἲς, ἀκόλουθον τῷ, οὐ γὰρ ἔτι σάρκας καὶ ὀστέα ἶνες ἔχουσι. καὶ παραπέφρασται ἐκεῖθεν γοργῶς. ὅτι δὲ καὶ ποταμός τις ἦν καλούμενος Ἲς, ἔστι καὶ ἐκ τοῦ Λυκόφρονος ἀναλέξασθαι. (ῃερς. 396.) Ὅτι Ὀδυσσεὺς μὲν ἐκ τῶνκαθ' ἑαυτὸν στοχαζόμενος ὅμοια παθεῖν τὸν Ἀγαμέμνονα ἐρωτᾷ ἐκεῖνον ἐν Ἅιδου, τίς κὴρ αὐτὸν ἐδάμασε θανάτου; καὶ ἢ Ποσειδῶν ἐδάμασε πλέοντα ὄρσας ἀργαλέων ἀνέμων ἀμέγαρτον πνοὴν, ὃ καὶ αὐτὸς ἔπαθεν, ἢ ἀνάρσιοι αὐτὸν ἄνδρες ἐδηλήσαντο ἐπὶ χέρσου, (ῃερς. 399.) βοῦς περιταμνόμενον, ἤγουν πέριξ τῆς ἀλλοτρίας γῆς τέμνοντα, καὶ οἰῶν πώεα καλὰ, (ῃερς. 401.) ἢ περὶ πόλεως μαχόμενον καὶ γυναικῶν, (ῃερς.

Intertext edge

Open linked passage

Note