Commentarii ad Homeri Odysseam i
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-thessalonicensis-pg-135-136" aria-label="More works by Eustathius Thessalonicensis PG 135">
—
⋯
Original / primary: Pg Scrape Grc
373.1.1
) Ὅρα δὲ καὶ τὸ, ἣν Πόλυβος ἐποίησε, συνήθως ἤγουν κοινότερον ληφθὲν ἀντὶ τοῦ, ἔτευξε. (ῃερς. 374.) Τὸ δὲ ῥίπτασκε, γίνεται μὲν ἐκ τοῦ ῥίπτω, λέγεται δὲ καὶ ἐπὶ δίσκου βολῆς καὶ τῶν τοιούτων. Ἐκ δὲ τοῦ, ἕτερος ῥίπτασκε ποτὶ νέφεα σκιόεντα, παρῳδηθήσεται ἐν τοῖς ἑξῆς τὸ, τὰς δ' ἄνεμος ῥίπτασκεν ἢ φέρεσκε ποτὶ νέφεα σκιόεντα. (ῃερς. 378.) Σημείωσαι δὲ καὶ ὅτι ἡ μὲν ῥηθεῖσα ὄρχησις ἀερία τις εἴη ἂν διὰ τὰ ῥηθέντα. ἡ ἑτέρα δὲ ἡ κοινὴ, χθονία λέγοιτ' ἂν, ὡς δηλοῖ τὸ, ὀρχείσθην δή' πειτα ποτὶ χθονί. (ῃερς. 375.) Τὸ δὲ ἰδνωθεὶς, ἐν τῇ Ἰλιάδι ζητητέον ὡς ῥηθὲν ἐκεῖ. Εὐλύγιστον δὲ σῶμα δηλοῦται διὰ τοῦ ἰδνωθῆναι ὀπίσω. ὥσπερ κοῦφον τὸ, ὑψόσ' ἀερθείς. ἀντὶ τοῦ, εἰς ὕψος ἐλαφρισθείς. καιριώτερον δὲ εἰπεῖν, μετεωρισθείς. ἤτοι γενόμενος μετῄορος. ὅπερ ἀπὸ τοῦ ἀείρω γίνεται. Τὸ δὲ μεθελεῖν, δέδωκε τοῖς μεθ' Ὅμηρον εἰπεῖν τὸ μεταλαμβάνειν ἐπὶ ἐξαλλαγῆς. ἐντεῦθεν γοῦν λαβόντες, φασὶ τὸ, μετέλαβεν ὅπλα καὶ τὰ τοιαῦτα. (ῃερς. 378.) Ὅτι δὲ καὶ ἡ ῥηθεῖσα παιδιὰ οὐ σφαίρισμα ἦν ἁπλῶς, ἀλλ' ὁ ταύτην παίζων σφαιριστὴς ἦν ὀρχηστὴς, δηλοῖ Ὅμηρος, ἐπαγαγών, αὐτὰρ ἐπειδὴ σφαίρῃ ἀν' ἰθὺν πειράσαντο, ὀρχείσθην δή' πειτα ποτὶ χθονὶ τουτέστιν οὐκ ἀπὸ χθονὸς ὑψόσε ἀειρόμενοι, ἀλλὰ περὶ γῆν πουλυβότειραν ταρφέ' ἀμειβόμενοι. κοῦροι δ' ἐπελήκεον ἄλλοι ἑσταότες κατ' ἀγῶνα. (ῃερς. 380.) πολὺς δ' ὑπὸ κόμπος ἢ δοῦπος ὀρώρει. (ῃερς. 382.) καὶ Ὀδυσσεὺς κολακεύων αὖθις ἐν καιρῷ φησίν. Ἀλκίνοε κρεῖον, πάντων ἀριδείκετε λαῶν. ἦ μὲν ἀπείλησας, βητάρμονας εἶναι ἀρίστους. (ῃερς. 384.) ἦ δ' ἂρ ἑτοῖμα τέτυκτο, σέβας μ' ἔχει εἰσορόωντα. λέγει δὲ ἑτοῖμα προπερισπωμένως ὡς ἀλλαχοῦ, τὰ πρόχειρα καὶ ἐναργῆ καὶ διατοῦτο καὶ ἀληθῆ. (ῃερς. 377.) Τὸ δὲ ἀν' ἰθὺν πειρήσαντο, δύναται μὲν καὶ ἐν δυσὶ μέρεσι λόγου εἶναι, ἀνὰ ἰθὺν ἤγουν καθ' ὁρμήν. ὁμοίως τῷ, οἷς μάλιστα πεποίθεα πᾶσαν ἐπ' ἰθύν. οἱ δὲ παλαιοὶ ὡς ἓν μέρος λόγου λαμβάνοντες, οἷα ἐπίῤῥημα, φασὶν ὡς ἔγκειται ἐνταῦθα τὸ ἄνω καὶ ἰθύνειν ἢ ἰθύειν, τουτέστιν ὁρμᾶν. ἀνορμῶντες γὰρ ἥλλοντο. καὶ εἴη ἂν οὕτω ῥηθὲν τὸ ἀν' ἰθὺν, πρὸς διαστολὴν τοῦ, ἐπὶ χθονὶ ὀρχεῖσθαι. (ῃερς.