Commentarii ad Homeri Odysseam i
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-thessalonicensis-pg-135-136" aria-label="More works by Eustathius Thessalonicensis PG 135">
—
⋯
Original / primary: Pg Scrape Grc
375.1.1
) Τὸ δὲ ἔολπα, γίνεται ἀπὸ τοῦ ἔλπω ἔλψω, μέσος παρακείμενος ὄλπα κατὰ κανόνα τὸν τρέποντα τὸ ˉε τοῦ δισυλλάβου μέλλοντος εἰς ˉο ἐν τῷ μέσῳ παρακειμένῳ. εἶτα κατὰ Ἀττικὸν πλεονασμὸν, ἔολπα. ἵνα σχῇ ὁ παρακείμενος αὔξησίν τινα. τὸ δ' ὅμοιον, καὶ ἐπὶ τοῦ ἔοργα ὡς ἀπὸ τοῦ ἔργω ἐνεστῶτος. αὐτὸ μέντοι καὶ ἄλλως κανονίζουσιν οἱ παλαιοί. ῥέζω γάρ φασι ῥέξω. μέσος παρακείμενος ἔρογα. καὶ μεταθέσει, ἔοργα. καὶ ταῦτα μὲν, ποιητικώτερα. ὥσπερ καὶ τὸ ἧκεν ἕηκεν. ὅθεν τὸ ξυνέηκε καὶ ἐφέηκε. τὸ δὲ ἔοικεν, ἐξορθοῦ κοινὸν Ἀττικόν. Ὅτι δὲ τὸ ἔοργα καὶ ἐκ τοῦ ἐέργω κανονίζουσί τινες, ἀλλαχοῦ ἐδηλώθη. καὶ εἰκὸς οὕτω παρῆχθαι καὶ τὸ ἔολπα ὡς ἀπὸ τρισυλλάβου ἐνεστῶτος τοῦ ἐέλπω. (ῃερς. 378.) Ὅτι ὡς ἐν Ἰλιάδι, οὕτω καὶ ἐνταῦθα ἡ Ἀθῆνα ἀγελείη μὲν, ἡ ἄγουσα λείαν, ὡς ληῖτιςἡ ἄγουσα λεὼν, τουτέστι λαόν. Τριτογένεια δὲ, ἢ ὡς ἐκ τριτοῦς κατὰ Κρῆτας ὅ ἐστι κεφαλῆς τῆς τοῦ Διὸς γεννηθεῖσα. ἢ ὡς ἐν τρίτῃ μηνός. ἢ ἐκ Τρίτωνος Λιβυκοῦ ποταμοῦ. ἢ καὶ ἄλλως ὡς ἐν Ἰλιάδι γέγραπται. ὅτι δὲ οἱ περὶ τὴν Τριτωνίδα λίμνην τῇ Ἀθηνᾷ μάλιστα ἔθυον, ἐγράφη καὶ τοῦτο ἐκεῖ. Τὸ δὲ ἀγελείη Τριτογένεια, γράφεται καὶ κυδίστη Τριτογένεια, ὑφ' ἧς ὁ Νέστωρ τὸν Ὀδυσσέα τιμᾶσθαι φησίν. ὃν καὶ πρὸ τούτων ἀναφανδὰ θεοῖς εἶπε φιλεῖσθαι. ὅπερ τὸ θεοφιλές τε δηλοῖ τοῦ ἀνδρὸς, καὶ τὴν ἄκραν σύνεσιν, ἣν καὶ ἡ Ἰλιὰς ἐπεμαρτύρησεν. ἐντεῦθεν δὲ μίμησιν ὁ Σοφοκλῆς λαβὼν πλάττει ὡς καὶ ἐκ μόνης φωνῆς Ὀδυσσεὺς ἐγνώριζε τὴν Ἀθηνᾶν. (ῃερς. 380.) Ὅτι εὐκτικὸς λόγος πρὸς μέγαπρόσωπον τὸ, ἀλλὰ ἄνασσ' ἵληθι, ἢ ἀλλὰ ἄναξ. δίδωθι δέ μοι κλέος ἐσθλόν. τοῦ δὲ ἵληθι, ὃ καὶ ἵλαθι λέγεται, οὐκ ἀπέοικε τὸ ἱλήκοις, ἀντὶ τοῦ, ἵλεως εἴης. Ἰστέον δὲ ὅτι στρυφνῶς μὲν καὶ ὑποδυσκόλως, βούλεται δ' οὖν ὁ δειπνοσοφιστὴς τὸ ἵληθι καὶ τὰ τούτῳ σύστοιχα τὸν ἱλαρὸν καὶ τὸν ἵλεων, καὶ ὅσα τοιαῦτα, παρὰ τὸ ἵεσθαι παρῆχθαι, οὗ σύνθετον τὸ μεθίεσθαι, γράφων οὕτω. παρὰ τὸ μεθίεσθαι τοὺς παλαιοὺς εἰς εὐφροσύνην καὶ ἄνεσιν ἐν τῷ τιμᾶν τὸ θεῖον, τὸ μὲν ποτὸν, ἐκαλεῖτο μέθυ, καθ' ὃ δηλαδὴ μεθιέμεθα. καὶ ὁ τοῦτο δοὺς θεὸς, μεθυμναῖος. καὶ λυαῖος. καὶ εὔϊος. καὶ ἤϊος. ὡς καὶ ὁ μὴ σκυθρωπὸς καὶ σύννους, ἱλαρός. διὸ καὶ τὸ δαιμόνιον, ἵλεον ἠξίουν εἶναι, ἐπιφωνοῦντες ἱὴ ἱή, ὅθεν καὶ ἱερὸν, ὁ τόπος ἐν ᾧ τοῦτο ἔπραττον. Ἰστέον δὲ ὅτι τὸ ἵληθι δόξοι μὲν ἂν θέμα ἔχειν ἀνέξοιστον τὸ ἵλημι, ὅθεν γενοιτ' ἂν, ὥσπερ φὰς φάντος φάθι. βὰς βάντος βάθι. οὕτω καὶ ἱλὰς ἱλάντος, ἵλαθι. καὶ τροπῇ, ἵληθι ὡς βᾶθι βῆθι. δύναται δὲ καὶ ἄλλως ἀπὸ τοῦ ἱλάω ἵλαον ἵλαες ἵλαεν, ὅθεν τὸ προστακτικὸν ἵλαε γενέσθαι, λόγῳ μεταπλασμοῦ, ἵλαθι. Ὅθεν τὸ ἵληθι. ἵνα ᾖ ὡς κλῦε κλῦθι, οὕτω καὶ ἵλαε ἵλαθι. οὐκ ἄδηλον δὲ ὅτι τοῦ ἱλάω πολλά εἰσι παράγωγα. ἱλαρός. ἵλαος. καὶ εἴ τι ἄλλο. καὶ αὐτὸ δὲ τὸ ἱλάσκω. οὗπερ οὐκ ἔστι κίνησις ἐπέκεινα παρατατικοῦ, καθὰ οὐδὲ τῶν ἄλλων θεμάτων ὅσα λήγουσιν εἰς τὴν κˉω συλλαβὴν ἧς πρόκειται τὸ σίγμα. δῆλον γὰρ ὅτι καθὰ τὰ διὰ τοῦ ˉανω ῥήματα, οὕτω καὶ τὰ διὰ τοῦ ˉασκω καὶ ˉησκω διὰ τοῦ ἦτα, καὶ ˉισκω διὰ τοῦ ἰῶτα, μέχρι παρατατικοῦ κινοῦνται πανταχοῦ. οἷον μανθάνω ἐμάνθανον. διδάσκω ἐδίδασκον. θνήσκω ἔθνησκον. ἐΐσκω ἤϊσκον. καὶ οὕτω μὲν ταῦτα. (ῃερς. 381.) Τὸ δὲ δίδωθι, ἔκτασιν ἔχει συνήθη τῆς παραληγούσης. ἄλλως γὰρ ὡς ἀπὸ τοῦ διδοὺς διδόντος συστέλλεσθαι ὤφειλεν. ἐνταῦθα δὲ εἰ καὶ δῶρα γάμου ἔχει ὁ εὐχόμενος, προσθήσει καὶ τὰ ἐφεξῆς, αὐτῷ καὶ παίδεσσι καὶ αἰδοίῃ παρακοίτι. εἰ δὲ δεισιδαίμων ἐνταῦθά τε καὶ ὅλως ἐν τοῖς τοιούτοις ὁ ποιητὴς καθὰ μυριαχοῦ φαίνεται, ὅμως νοητέον, ὅτι ἐνθύμιον ἔχει θείας δυνάμεως. ὃ δηλοῖ ἀριδήλως καὶ ἐν τῷ, πάντες δὲ θεῶν χατέουσ' ἄνθρωποι. εἰ δὲ ἐν τοῖς ὕστερον ἄθεοι ἀπέβησαν Διαγόρας ὁ Μιλήσιος. καὶ Εὐήμερος ὁ Μεσσήνιος. καὶ Διογένης ὁ Φρύξ. καὶ Ἵππων. καὶ Σωσίας. καὶ Ἐπίκουρος, διδότωσαν εὐθύνας ὁποίας οὐκ ἂν ἁλωτὸς εἴη Ὅμηρος. (ῃερς. 382.) Ὅτι ὁ Νέστωρ ὑπισχνεῖται ῥέξειν τῇ Ἀθηνᾷ, βοῦν ἤνιν. εὐρυμέτωπον. ἀδμήτην. τουτέστιν ἀδάμαστον. καὶ ὡς ὁ Ὅμηρος ἐνταῦθα φησὶ, τὴν οὔπω ὑπὸ ζυγὸν ἤγαγεν ἀνήρ. ἵνα μή τις νοήσῃ ἀδμήτην, ἣν οὔπω ταῦρος ἐπιβὰς ἐδάμασεν. ἡ δὲ τοιαύτη καὶ ἠκέστη ἐν ἄλλοις ὅ ἐστιν ἀκέντητος. καλοῦσι γὰρ κατὰ Παυσανίαν βόας ἠκέστας, φορβάδας. ἀδαμάστους. νομάδας. (ῃερς. 384.) Θύσει δὲ τοιαύτην βοῦν, χρυσὸν κέρασαι περιχεύας. ἵνα εἴη οὕτω χρυσόκερως ἡ τοιαύτη βοῦς. (ῃερς. 382.) Ἤνιν δὲ, τὴν ἐνιαυσιαίαν λέγει. τὴν ἐνὸς μόνου ἔνου. ἀφ' οὗ καὶ ἡ διὰ τοῦ ˉη γραφὴ κατὰ τροπὴν τοῦ ˉε. ἄλλως ἤπερ ἔχει ἡ παρὰ Λυκόφρονι παρὰ τὴν ἶνα ἶνις ἤγουν υἱός, οἰκεία δὲ ἡ τοιάδε βοῦς τῇ καὶ ἀεὶ νεαζούσῃ Ἀθηνᾷ καὶ ἄζυγι. τὸ δὲ ἤνιν ὅτι ἐκτείνει τὴν λήγουσαν Ἀττικῶς, ὁ μετρικὸς δηλοῖ ποδισμός. Τὸ δὲ εὐρυμέτωπον, κοινὸν ἐπίθετον βοός. (ῃερς. 386.) Ὅτι οὐ μόνον ἄρχειν ὁδοῦ καὶ ἡγεῖσθαι, ἀλλὰ καὶ ἡγεμονεύειν φησὶν ὁ ποιητής. Νέστωρ γοῦν ἐνταῦθα ἡγεμονεύει τοῖς ἑαυτοῦ, ἑὰ πρὸς δώματα καλὰ, ἃ καὶ ἀγακλυτὰ λέγει. λέγεται δὲ καὶ ἡγεμὼν ὁδοῦ. ὅθεν τὸ ῥηθὲν ῥῆμα γίνεται. (ῃερς. 390.) Ὅτι ἀνὰ κρατῆρα ὁ Νέστωρ ἐκέρασσεν οἴνου ἡδυπότοιο. τὸν, ἐν δεκάτῳ ἐνιαυτῷ ὤιξε ταμίη καὶ ἀπὸ κρήδεμνον ἔλυσεν. οἰκονομικὸν δὲ καὶ τοῦτο τοῦ ποιητοῦ. ὡς οὐδὲν ἀπεικὸς ὂν, καὶ οἶνον ταμειουχεῖν. ὡς ἀπὸ τῆς κατὰ γλεῦκος νεότητος εἰς γῆρας ἥκειν καὶ αὐτόν. Τὸ δὲ ἀνὰ κρατῆρα ἐκέρασεν, ἀντὶ τοῦ, ἀνεκέρασε κρατῆρα σπονδῆς, ἤτοι δὶς ἐκέρασεν. ἐκεράσθη γὰρ καὶ πρὸ βραχέων ὅτε τὰς γλώσσας ταμόντες ἔκαυσαν. Τὸ δὲ κέρασε, κατωτέρω κεράσατο λέγει. καὶ ἔστιν ὅμοιον τῷ, στῆσε κρατῆρα καὶ στήσατο. (ῃερς. 391.) Τὸ δὲ ἐνδεκάτῳ ἐνιαυτῷ, ἀμφίβολον εἴτε ἐν τῷ ἑνδεκάτῳ ἵνα οὕτω δασύνηται ἡ ἄρχουσα, εἴτε ἐν τῷ δεκάτῳ, ἵνα ἔχῃ ψιλὴν ὡς πρόθεσις. καὶ ἴσως οὕτω κρεῖττον. καθ' ὁμοιότητα τοῦ, οὐδέ κεν ἐς δεκάτους ἐνιαυτούς. (ῃερς. 392.) Τὸ δὲ οἶνον ὤϊξε, καταχρηστικῶς ἐῤῥέθη ὡς ἐν σχεδιασμῷ. πίθος γὰρ ὁ περιέχων ἀνοίγεται ἢ ἀμφιφορεύς. κρήδεμνον δὲ νῦν, τὸ τοῦ πίθου πῶμα καθ' ὁμοιότητα τοῦ γυναικείου κόσμου. Καὶ ὅρα ὡς οὐ μόνον πόλεων κρήδεμνα κατὰ μεταφορὰν, ἀλλὰ καὶ ἀγγείου κρήδεμνον. ἔστι δ' ἐνταῦθα καὶ σχῆμα πρωθύστερον ὅ ἐστιν ὑστερολογία. οὐ γὰρ πρῶτον οἶνος οἴγεται εἶτα κρήδεμνον λύεται, ἀλλὰ τὸ ἀνάπαλιν. Ἰστέον δὲ καὶ ὅτι τῷ κρηδέμνῳ φανερῶς τὸ ἀγγεῖον συνεπινοεῖται οὗ πέρ ἐστι τὸ κρήδεμνον. Σημείωσαι δὲ καὶ ὡς εἴπερ οὐ μόνον χείλη ποτηρίων φαμὲν ὅθεν τὸ ἐπιχειλὲς καὶ ὑπερχειλὲς, ἔτι δὲ καὶ κεφαλὴν ἀγγείου ὡς τὸ, ὑπὲρ κεφαλῆς τὸν ἀμολγέα πληροῖ, οὐ πάνυ σκληρὸν, καὶ κρήδεμνον σκεύους εἰπεῖν, τὸ σκέπασμα. εἰ δὲ τοῦτο οὕτω λεαίνεται, ἔχοι ἂν λόγον καὶ τὸ, κρατῆρες ἐπιστεφέες οἴνοιο. καὶ τὸ, κρατῆρας ἐπεστέψαντο ποτοῖο. σύστοιχον γάρ πως καὶ οἰκοῖον ἔνθα κεφαλὴ καὶ κρήδεμνον, ἐκεῖ καὶ τὸ στέφεσθαι. Ἔτι ἰστέον καὶ ὅτι ἀντίθετον κρηδέμνῳ τὸ ἔλυσεν. εἰ γὰρ κρήδεμνόν ἐστι δέμα κεφαλῆς, οἰκεῖον εἰπεῖν λύεσθαι καὶ τὸ τοιοῦτον δέμα, ὅ ἐστιν ἀφαιρεῖσθαι. (ῃερς. 394.) Ὅτι ὥσπερ ἀπομηνείειν τὸ ἁπλῶς μηνίειν, οὕτω καὶ ἀποσπένδειν ἐνταῦθα, τὸ ἁπλῶς σπένδειν. διὸ εἰπὼν εὔχετ' ἀποσπένδων, ἐπάγει. αὐτὰρ ἐπεὶ σπεῖσαν. (ῃερς. 397.) Ὅτι καὶ ἐνταῦθα τὸ, ἐκοίμησεν ἄλλον, διὰ τοῦ ˉη γράφεται ἐν τοῖς ἀκριβεστέροις τῶν ἀντιγράφων. φησὶ γάρ. τόν δ' αὐτοῦ κοίμησε Νέστωρ. Καὶ ἐῤῥέθη περὶ τούτου καὶ ἐν τοῖς εἰς τὴν Ἰλιάδα ὅσα ἐχρῆν. (ῃερς. 399.) Ὅτι αἴθουσαν ὡς ἐν Ἰλιάδι οὕτω καὶ ὧδε λέγει τὴν ἐξωτάτω ἐν μεγάροις οἴκησιν, τὴν εὐθὺς μετὰ τὴν αὐλήν. ὥσπερ τὴν ἐνδοτάτω, θάλαμον καὶ μυχὸν δόμου. Νέστωρ μὲν οὖν, ἐν τῷ τοιούτῳ μυχῷ ἀνακλίνεται νῦν. Τηλέμαχος δὲ καὶ Πεισίστρατος, ὑπ' αἰθούσῃ ἐριδούπῳ. ᾗ συμβέβηκεν ὑπὸ ἡλίου τε αἴθεσθαι ὅθεν αἴθουσα λέγεται, καὶ ἀνέμοις καταπνέεσθαι. διὸ καὶ ἐρίδουπος καὶ ἐρίγδουπος, ἡ προβεβλημένη ἀνέμοις τε καὶ ἡλίῳ. (ῃερς. 401.) Ὅτι ἠΐθεος τῶν παίδων ἦν τῷ Νέστορι, ὁ Πεισίστρατος. ὄνομα δὲ ἡλικίας ὁ ἠΐθεος. τοῦτο ἐν ἀνδράσιν αὐτὸς ὢν, ὅπερ ἡ παρθένος ἐν γυναιξὶν, ὡς ἐν καὶ Ἰλιάδι δεδήλωται. (ῃερς. 403.) Ὅτι τὸ τὴν γυναῖκα τῷ ἀνδρὶ συγκαθευδῆσαι σεμνῶς φράζων ὡς ἐν ποιήσει, φησί. τῷ δ' ἄλοχος δέσποινα λέχος πόρσυνε καὶ εὐνήν. καὶ ἔστι σεμνότερον τοῦ, ἐμὸν λέχος ἀντιόωσαν. ἐκεῖνο μὲν γὰρ διὰ τοῦ, ἀντιόωσαν, ἔχει πλείω ἔμφασιν. ἐνταῦθα δὲ τὸ πορσύνειν, ὑπηρετικώτερον εἴρηται. Δέσποιναν δὲ, τὴν τοῦ Νέστορος ἄλοχόν φησι, σεμνῶς ὀνομάσας. ἡ δὲ ἦν, Εὐρυδίκη πρέσβα Κλυμένοιο θυγατρῶν, ὡς μετ' ὀλίγα ἱστορεῖ ὁ ποιητής. Λέχος δὲ καὶ εὐνὴ, τὸ αὐτό ἐστιν. (ῃερς. 404.) Ὅτι ξεστοὶ λίθοι ἔσαν τῷ Νέστορι προπάροιθε θυράων ὑψηλάων, λευκοί. ἀποστίλβοντες ἀλείφατος. ἐφ' οἷς πρὶν μὲν Νηλεὺς ἐκάθητο. νῦν δὲ Νέστωρ, σκῆπτρον ἔχων. καὶ ποιεῖται τὴν ἐπὶ Ἀθηνᾷ θυσίαν. Καὶ ὅρα κἀνταῦθα τὴν ἡρωϊκὴν εὐτέλειαν. οὐ γὰρ ἐξ ὕλης τιμίας οἱ ἄλλως ἀγλαοὶ θρόνοι συγκεκρότηνται, ἀλλ' εὐπόριστος ὕλη βαρβάρου λίθου αὐτοὺς ἀποτελεῖ. (ῃερς. 408.) στίλβοντος, ἢ ἐξ ἐπιτεχνήσεως, ἢ ἐκ τοῦ τρίβεσθαι ὑπὸ τῶν ἐκ παλαιοῦ ἐπικαθημένων. Τὸ δὲ ἀποστίλβοντες ἀλείφατος, ἀντὶ τοῦ ὡς ἐλαίου. λείπει γὰρ κἀνταῦθα τὸ ὡς. ὡς καὶ ἐν τῷ, ἐμάχοντο δέμας πυρὸς, ἀντὶ τοῦ ὡς πῦρ. καὶ ἐν ἑτέροις πολλοῖς οἷς ἡ Ἰλιὰς ἔχει. (ῃερς. 413.) Ὅτι τὰ ὀνόματα τῶν υἱῶν τοῦ Νέστορος, ταῖς τοῦ πατρὸς ἀρεταῖς παρωνόμασται. ὁ μὲν Ἐχέφρων ἐκαλεῖτο παρὰ τὸ ἔχειν φρόνησιν. ὁ δὲ, Στρατίος παροξυτόνως, διὰ τὸ ἐν Ἰλιάδι ῥηθὲν τρίβραχυ. (ῃερς. 414.) ἕτερος, Περσεὺς, διὰ τὸ κατὰ τὸν γέροντα ἦν ὅτε πτολίπορθον. ἄλλος, Ἄρητος. παρὰ τὸν Ἄρην, ἐν ᾧ εὐδοκιμῶν ἦν ὁ πατήρ. ὃς Ἄρης, καὶ διὰ τοῦ τὸς κλίνεται Ἄρητος ὡς λέχητος. ἀφ' οὗ Ἀρητιάδης καθὰ καὶ ἀλλαχοῦ ἐγράφη. ἐξ ἧς γενικῆς ἀναδρομῇ τῇ εἰς εὐθεῖαν, ὁ Ἄρητος. ὁ δὲ πέμπτος υἱὸς τῷ Νέστορι, Θρασυμήδης. ὃν καὶ ἀντίθεον ὁ ποιητὴς καλεῖ καὶ μενεπτόλεμον καὶ ὑπέρθυμον. (ῃερς. 415.) Ὁ δὲ λοιπὸς ἕκτος, Πεισίστρατος. ὃν ἔοικε ὁ πατὴρ φιλῶν, ἑταιρίζειν τῷ Τηλεμάχῳ. καθὰ δείξει καὶ ἡ εἰς τὴν Σπάρτην ὁδός. Ἰστέον δὲ ὅτι καὶ τῷ ὕστερον τυράννῳ Πεισιστράτῳ, ἐκ τοῦ τοιούτου Νεστορίδου Πεισιστράτου δόξοι ἂν ἴσως ἀπομνημονευθῆναι ἡ κλῆσις. ἐπειδὴ ἀνέκαθεν καθ' Ἡρόδοτον, Πύλιοι καὶ Νηλεῖδαι ἦσαν οἱ Πεισιστρατίδαι. (ῃερς.