Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Commentarii ad Homeri Odysseam i
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-thessalonicensis-pg-135-136" aria-label="More works by Eustathius Thessalonicensis PG 135"> —
⋯
More
Original / primary: Pg Scrape Grc
384.1.1
) Τὸ δὲ ῥηθὲν τοῦ νηΐου ξύλου τρύπημα, ἀρχαῖον ἦν. ἐν ᾧ εἷς μὲν ἄνω ἐπέκειτο βαρύνων τὸ τρύπανον, ἄλλοι δὲ ἱμάντι ἔστρεφον αὐτὸ ἵνα εὐσθενέστερον οὕτω τρυπῷτο τὸ ξύλον. (ῃερς. 386.) Τοῦ δὲ ἅπτεσθαι ἡ ὁμωνυμία φανερῶς καὶ ἐν τοῖς νῦν ῥηθεῖσι φαίνεται. ἤγουν ἐν τῷ, ἔμελλεν ὁ μοχλὸς ἅψεσθαι πυρί. καὶ ἐν τῷ, ἁψάμενοι ἑκάτερθεν. ἐκεῖνο μὲν γὰρ φλόγωσιν δηλοῖ, τὸ δὲ ἁψάμενοι τὴν διὰ χειρῶν ἐπαφήν. (ῃερς. 382.) Τὸ δὲ ἐπ' ἄκρῳ, οὐ τῷ ὀφθαλμῷ κολλητέον ἵνα ᾖ ἐπ' ἄκρῳ ὀφθαλμῷ, ἀλλὰ μᾶλλον τῷ μοχλῷ, ἵνα λέγῃ αὐτὸν ὀξὺν ἐπ' ἄκρῳ, κατὰ τὸ, ἐγὼ δ' ἐθόωσα παραστὰς ἄκρον. Πρὸς δὲ ὁμοιότητα τοῦ, ὀξὺν ἐπ' ἄκρῳ, κεῖται παρὰ τῷ κωμικῷ τὸ ἐξ ἄκρου παχύ. (ῃερς. 384.) Τὸ δὲ δίνεον ἐκτείνει τὴν ἄρχουσαν καθὰ καὶ ὁ δῖνος ἤτοι ὁ τόρνος. δὶς δὲ διὰ τὸ καίριον ἡ λέξις ἐνταῦθα κεῖται τοῦ δινεῖν. ὅτι δέ ποτε ταυτὸν δῖνος καὶ ῥόμβος καὶ κῶνος, δηλοῖ ὁ γράψας. ῥόμβος, ἐστὶ κῶνος. δῖνος. ὡς δὲ καὶ κατὰ τρίτην συζυγίαν ἐστὶ δινῶ δινώσω, ἡ δινωτὴ δηλοῖ ἀσπίς. Τὸ δὲ τρυπῷ, ἐκ τοῦ τρυπῶμι τρυπῷς γίνεται εὐκτικῶς. διὸ καὶ προσγεγραμμένον ἔχει τὸ ˉι. Ἐτυμολογικοῦ δὲ τρόπου τὸ, τρυπῷ δόρυ τρυπάνῳ. (ῃερς. 386.) Τὸ δὲ τρέχειν ἐπὶ δινήσεως ἐνταῦθα κεῖται, κατὰ ὀνοματοποιΐαν ἴσως τὴν ἀπὸ τοῦ τρῶ, ἐξ οὗ τὸ τρέχω. ὡς βρῶ βρέχω. (ῃερς. 387.) Πυριηκὴς δὲ μοχλὸς, ὁ οἷον ἠκονημένος πυρί. εἰ δὲ καὶ βαρυτόνως γράφεται πυριήκης, συνηγορεῖται ὑπὸ τοῦ τανύηκες ξίφος καὶ τῶν ὁμοίων. δύναται δὲ πυριήκης εἶναι καὶ ὁ πυρίνην ἔχων ἀκὴν, ἀφ' ἧς ἡ ἀκωκή. (ῃερς.

Intertext edge

Open linked passage

Note