Commentarii ad Homeri Odysseam i
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-thessalonicensis-pg-135-136" aria-label="More works by Eustathius Thessalonicensis PG 135">
—
⋯
Original / primary: Pg Scrape Grc
388.1.1
) Περιέῤῥεε δὲ τὸν μοχλὸν αἷμα διὰ τὸ ἀνευρυνθῆναι τῇ βίᾳ τὰ ἀγγεῖα. ἢ καὶ ἐπεὶ οὔπω ἔφθασαν τὰ ἐν βάθει ἀποφρυγῆναι. ἄλλως γὰρ οἱ φυσικοὶ φασὶ τοὺς καιομένους αἷμα μὴ ἀποβάλλειν ὡς φρυττομένων τῶν σαρκῶν. οὗ ἕνεκα καὶ δοκεῖ μετὰ τὴν πρώτην πυράκτωσιν θερμάναι πάλιν ὁ Ὀδυσσεὺς τὸν μοχλὸν, ἵνα μὴ ἄλλως πολλοῦ αἵματος ἐκρυέντος καὶ φλεγμονῆς δὲ ἐπιγνομένης αὐτίκα πολλῆς καὶ τοῦ Κύκλωπος ἐντεῦθεν οἰχομένου κινδυνεύσωσιν οἱ περὶ αὐτὸν οὕτως ἐντὸς κατὰ τὸ σπήλαιον μείναντες. καὶ ἦν καὶ τοῦτο τῆς τοῦ Ὀδυσσέως σοφίας βαθὺ μηχάνημα. (ῃερς. 390.) Τῇ δὲ γλήνῃ συνεννοητέον τὸ ὅλον σῶμα τοῦ ὀφθαλμοῦ. οὗ τὸ κατωτάτω ῥίζαι λέγονται. Τὸ δὲ σφαραγεῦντο, ἀντὶ τοῦ, ἐτείνοντο κατὰ τοὺς παλαιοὺς, ἢ κατεπονοῦντα, ἢ ἐσπαράττοντο, νοεῖται δὲ κατά τινα ἦχον. ὅθεν καὶ Πίνδαρός που ἐπὶ πολυήχου τὸ ἐρισφάραγον τίθησιν. δηλοῖ δὲ τοῦτο καὶ ἡ τοῦ χαλκέως ἐνταῦθα παραβολὴ, εἰς ταυτὸν ἄγουσα τὸ σίζειν καὶ τὸ ἴσχειν καὶ τὸ σφαραγεῖν, πλὴν ὅσον τραχύτερον τὸ σφαραγεῖν ὡς δηλοῦν καί τινα βρασμόν. Ὅτι δὲ καὶ ἁπλῶς διάτασίν τινα σημαίνει ἡ λέξις, δηλοῦται ἐκ τῶν ἑξῆς, ἔνθα φησὶν ὅτι τὰ οὔθατα σφαραγεῦντο τοῖς μήλοις διὰ τὸ ἀνήμελκτα μένειν αὐτά. (ῃερς.