Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Commentarii ad Homeri Odysseam i
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-thessalonicensis-pg-135-136" aria-label="More works by Eustathius Thessalonicensis PG 135"> —
⋯
More
Original / primary: Pg Scrape Grc
391.1.1
) Τὸν δὲ πέλεκυν καὶ πέλυκα φασὶν οἱ μεθ' Ὅμηρον ἀπὸ εὐθείας τῆς, ὁ πέλυξ τοῦ πέλυκος. (ῃερς. 393.) Φαρμάσσειν δὲ οὐχ' ἁπλῶς ἐνταῦθα τὸ βάπτειν ὅθεν καὶ φαρμακῶνες τὰ βαφεῖα ὡς καὶ προεδηλώθη, ἀλλὰ τὸ στομοῦν καὶ στεῤῥοποιεῖν. φησὶ γοῦν. ὕδατι ψυχρῷ βάπτει φαρμάσσων. στομοῦται γὰρ σίδηρος τοιαύτῃ βαφῇ. καὶ κράτος ἔχει ὅ ἐστι καρτερὸς γίνεται πυμνούμενος εἰς πλέον. (ῃερς. 394.) Τὸ δὲ σίζειν, ὀνοματοποιεῖται πρὸς ἦχον στοιχείου τοῦ σίγμα, ὥσπερ τὸ ζέειν, κατὰ τὸ ζῆτα. καὶ τὸ ξέειν, κατὰ τὸ ˉξ. καὶ ὁ ῥοῖζος, κατὰ τὸ ῥῶ στοιχεῖον. οἱ δὲ παλαιοί φασι καὶ ὅτι ὠνοματοπεποίηται τὸ σίζειν ἀπὸ τοῦ κατὰ τὸ λίπος γινομένου σισιλισμοῦ. Τὸ δὲ περὶ μοχλῷ ἀντίπτωσιν ἔπαθεν. ἀντὶ γὰρ τοῦ, ἐπὶ μοχλῷ ἐῤῥέθη. (ῃερς. 395.) Τοῦ δὲ μέγ' ᾤμωξεν ἐπίτασις τὸ σμερδαλέον. αὐτοῦ δὲ σαφήνεια τὸ, ἡμεῖς δὲ δείσαντες ἀπεσσύμεθα. σμερδαλέον γὰρ τὸ ποιοῦν τινὰς κρύπτεσθαι διὰ τὸ δέος. οὐκ ἀπίθανον δὲ, οὕτω σμερδαλέον καὶ μέγα οἰμῶξαι τὸν Κύκλωπα. οὗ καὶ ἄλλως ὁ φθόγγος βαρὺς προδεδήλωται. (ῃερς. 397.) Τὸ δὲ πεφυρμένον, ἀντὶ τοῦ μεμιασμένον. μεμιγμένον. ἐκ τοῦ φύρω καὶ φυρῶ ἐξ οὗ καὶ τὸ φύραμα. (ῃερς. 398.) Ἀλύειν δὲ νῦν μὲν τὸ ἀδημονεῖν. ἐν δὲ τοῖς μετὰ ταῦτα τὸ χαίρειν, ὡς τὸ, ἢ ἁλύεις ὅτι Ἶρον ἐνίκησας; μέση γὰρ ἡ λέξις. ὡς καὶ ἡ συμφορά. καὶ ἡ τύχη. καὶ ὁ δαίμων. καὶ τὰ ὅμοια. προσγράφουσι δέ τινες τῶν παλαιῶν τὸ ἰῶτα ἐν τῷ ἀλυίειν καθὰ καὶ ἐν τῷ ὀπυίειν. οὐ μὴν ἀναντήῤῥητόν ἐστιν. Ἰστέον δὲ ὡς παρὰ τοῖς παλαιοῖς γράφεται καὶ ταῦτα. ἀλύει, ἀντὶ τοῦ μαίνεται. ἀπορεῖ κατὰ διάνοιαν. φαύλως διατίθεται. ἀμηχανεῖ. ἐξ οὗ ἐν Ἰλιάδι τὸ ἀλύσσειν. καὶ ὅτι ἄλυς, ἄλη. ῥιπασμός. καὶ ἀλύειν, τὸ μηδὲν πράττειν. ἔνιοι δὲ φασὶν καὶ οὕτω. ἁλύειν τὸ μὲν ἐπαίρεσθαι, δασύνεται. οἷον. ἢ ἁλύεις ὅτι Ἶρον ἐνίκησας, τὸ δὲ λυπεῖσθαι ψιλοῦται. τὸ μὲν γὰρ ἀπὸ τοῦ ἁλεαίνεσθαι, τὸ δ' ἀπὸ τῆς ἄλης. Ἀττικώτερον δέ φασι τὸ καὶ ἄμφω δασύνειν, καὶ γὰρ καὶ τὸ ἁλεαίνειν δασύνουσιν Ἀττικοί. ὡς καὶ τὸ, ἁμὶς, καὶ ἅμαξα. καὶ ἁμνός. ἀπὸ δὲ τοῦ ἁλύειν καὶ ἁλυσκάζειν τὸ περιΐστασθαι καὶ ἐκκλίνειν. καὶ ἁλυσθαίνειν τὸ ἀδυνατεῖν καὶ ἁλυκτεῖν τὸ δυσφορεῖν. Παυσανίας δὲ ἀλύειν λέγει τὸ ἐν ἄλῃ καὶ παρέσει τὴν ψυχὴν ἔχειν. Ὅρα δὲ ὅπως ὁ τοσοῦτος Κύκλωψ κακὸν μέγα μεθυσθεὶς ἔπαθε. καὶ πρόσθες καὶ αὐτὸν τοῖς ἐκ μέθης πάσχουσιν. ὃ καὶ οἱ παλαιοὶ ποιοῦντες ἐν τῷ κατατρέχειν τῆς μέθης φασὶν ὅτι δι' αὐτὴν καὶ ὁ τηλικοῦτος Κύκλωψ ἀπὸ μικροῦ σώματος ἀπολλύμενος πεποίηται. καὶ Εὐρυτίων ὁ κένταυρος. αὕτη τοὺς παρὰ Κίρκῃ λέοντας καὶ λύκους ποιεῖ ἐπακολουθοῦντας ἡδοναῖς, Ὀδυσσέα μέντοι σώζει ἀπαθῆ Ἑρμῆς λόγῳ πεπεισμένον. μέθη καὶ Ἐλπήνορα πάροινον ὄντα καὶ τρυφηλὸν κατακρημονίζει. Ἀντίνοος δὲ πρὸς Ὀδυσσέα εἰπὼν, οἶνός σε τρώει μελιηδὴς, αὐτὸς οὐκ ἀνέχεται τοῦ πόματος, ἀλλ' ἀπόλλυται κρατῶν ἔτι τὸ ποτήριον. ποιεῖ δὲ καὶ τοὺς Ἕλληνας Ὅμηρος ἐν τῷ ἀπόπλῳ μεθύοντας. διὸ καὶ στασιάζοντας. ὅθεν καὶ ἀπόλλυνται. μνηστέον δ' ἐν τούτοις καὶ τοῦ Ἀτρείδου σκωπτωμένου ὅτι ὡς οἰνοβαρὴς καὶ ἔμφορτος οἴνου σκώπτεται. οὕτω δὲ καὶ οἱ Ἀχαιοὶ, ὡς διὰ πλησμονὴν οἴνου κενεαυχέες ἐν Λήμνῳ φανέντες. (ῃερς. 400.) Ὅτι ὁ Πολύφημος ὀδυνηθεὶς ἐν τῷ τυφλωθῆναι Κύκλωπας μεγάλ' ἤπυεν, οἳ ἀμφ' αὐτὸν ᾤκεον ἐν σπήεσσι δι' ἄκριας ἠνεμοέσσας. οἱ δὲ βοῆς ἀΐοντες ἐφοίτων ἄλλοθεν ἄλλος. ἱστάμενοι δ' εἴροντο περὶ σπέος (ῃερς. 402.) ὅ, ττι ἑ κήδοι. ἤγουν τί ἂν αὐτὸν βλάπτοι τουτέστι βιάζεται ὡς μετ' ὀλίγα ἐρεῖ. εἶτα ἐπάγει. τίπτε τόσον Πολύφημ' (ῃερς. 403.) ἀρημένος ὅ ἐστι βεβλαμμένος, ὧδ' ἐβόησας νύκτα δι' ἀμβροσίην καὶ ἀΰπνους ἄμμε τίθησθα; ἢ μή τις σεῦ μῆλα βροτῶν (ῃερς. 405.) ἀέκοντος ἐλαύνει ὅ ἐστιν ἀπελαύνει κατὰ βίαν ὅπερ ἴσως ὀϊσάμενος κατὰ τὸν τοῦ Ὀδυσσέως λόγον, (ῃερς. 406.) συνέκλεισε τὰ ὅλα, ἢ μή τις σὲ αὐτὸν κτείνῃ δόλῳ, ἠὲ βίῃφι; Ὁ δὲ ἐξ ἄντρου προσεῖπεν. ὦ φίλοι. (ῃερς. 408.) Οὖτίς με κτείνει δόλῳ οὐδὲ βίῃφι, καθὰ πρὸ ὀλίγων γέγραπται. οἱ δὲ (ῃερς. 410.) τὸ ῥηθὲν ἐπιπολαίως νοήσαντες ὡς προδεδήλωται διὰ τὸ δεξιὸν τοῦ σοφίσματος εἶπον. εἰ μὲν δὴ μή τίς σε βιάζεται οἶον ἐόντα, νοῦσόν γ' οὔπως ἐστὶ Διὸς μεγάλου ἀλέασθαι, τουτέστι λῃστεύοντος μέν τινος, ἀμυνούμεθα. νοσοῦντι δέ σοι ἐκ Διὸς οὐκ ἔστι τις ἀποφυγὴ, ἀλλ' ἢ πάντως θεόθεν. διὸ ἐπάγουσιν. (ῃερς. 412.) ἀλλὰ σύ γε εὔχεο πατρὶ Ποσειδάωνι ἄνακτι. ἐξ οὗ δῆλον μὴ ἀσεβεῖς εἶναι κατὰ τὸν Πολύφημον καὶ τοὺς λοιποὺς Κύκλωπας. οὓς φίλους ἑαυτῷ ἔφη, κολακεύων ἀμεθόδως ὁ ἄφιλος καὶ ἄγριος καὶ κακόξενος. (ῃερς. 400.) Ἄκριες δὲ κατὰ τοὺς παλαιοὺς ἄκρα ὀρῶν. λόφοι. ἐσχατιαί. γωνίαι. καὶ ἀκρίζειν, τὸ τὰ ἄκρα ἐπιπορευέσθαι. ὃ καὶἐξακρίζειν Εὐριπίδης φησίν. ἕτερος δέ τις ἐπήκρισε φησὶν ἀντὶ τοῦ ἐπάκρον ἤγαγε καὶ τέλος ἐπέθηκεν. οἱ δὲ παλαιοὶ φασὶ καὶ οὕτως. ἄκριες, λόφοι ὀρῶν οἱ καὶ ἄμβωνες, ὧν πολλὴ ἡ χρῆσις. φησὶ γοῦν Αἴλιος Διονύσιος. ἄμβωνες, λόφοι ὀρῶν, καὶ ἴτυς πᾶσα καὶ οἷον ὀφρὺς καὶ ὑπεροχή. καὶ χείλη δὲ λοπάδων. οἷον. πολλῶν ἤδη λοπάδων τοὺς ἄμβωνας περιλείξας. ἐῤῥέθη δὲ καὶ ἐπὶ μορίου γυναικείου ὁ ἄμβων. φέρεται δὲ καὶ ὅτι ἄμβων, λοπάς. καὶ ἡ τῆς λοπάδος ἐνδοτάτω ὀφρύς. καὶ τὰ χείλη. καὶ ὀρῶν λόφοι. προσαναβάσεις. ὑπεροχαί. καὶ αἱ τοῖς κοιλώμασι περικείμεναι ὀφρῦς. Ἡρόδοτος δὲ τὰς ἄκριας ἄκρια οὐδετέρως φησὶν ἐν τῷ, οἱ μὲν εἶχον τὰ περὶ τὴν πόλιν καὶ τὸ πεδίον. τὰ δ' ὑπεράκρια ἔδοσαν Καρσί. δοκεῖ δὲ ὥσπερ κιθάρα κίθαρις, οὕτως εἶναι καὶ ἄκρη ἄκρις Ἰωνικῶς. (ῃερς. 404.) Τὸ δὲ ἀΰπνους ἄμμε τίθησθα, φανερῶς τὸ ἄμμε δυϊκὸν ἀντὶ πολλοῦ πλήθους λαμβάνει κατὰ διαφορίαν Ἰωνικὴν. (ῃερς. 413.) Ὅτι ἐπεί περ οἱ Κύκλωπες ἀπατηθέντες πρὸς τὸ Οὖτις ὄνομα, εἶπον. εἰ μὲν δὴ μή τίς σε βιάζεται, οὐκ ἔστιν ἡμᾶς ἀμύνασθαι, πάνυ Ὀδυσσεὺς ἐχάρη. φησὶ γοῦν. ὡς ἂρ ἔφαν ἀπιόντες, ἐμὸν δ' ἐγέλασε φίλον κῆρ, ὡς ὄνομ' ἐξηπάτησεν ἐμὸν καὶ μῆτις ἀμύμων. Ἔστι δὲ τὸ ἐγέλασε φίλον κῆρ ἀνάπαλιν πρὸς τὸ, ἐκ δ' ἐγέλασεν. ἐκεῖνο μὲν γὰρ ἀντὶ τοῦ ἔξω καὶ κατὰ μόνα χείλη; ἢ καὶ ἐμφανῶς. τοῦτο δὲ ἀντὶ τοῦ, κρυφῇ ἔνδον, κατὰ τὸ ἀνέκφερον. Τὸ δὲ ἀπιόντες, πρὸς ἀσφάλειαν πλείω κεῖται, δῆλον γὰρ ὡς εἴπερ μὴ ἀπιόντες ἔλεγον ἀλλ' ἱστάμενοι, ἐπέστησεν ἂν ὁ Κύκλωψ, καὶ διευκρινήσας, ὅπερ εἶπεν, ἔβλαψεν ἂν οὕτω τοὺς ἐχθρούς. δόξοι δ' ἂν τὸ, ἐμὸν δ' ἐγέλασε φίλον κῆρ καὶ ἑξῆς, καὶ Ὁμηρικὸς ἐμφαίνειν χαρὰν ἐπὶ τῇ δεξίᾳ πλάσει τοῦ τοιούτου σοφίσματος. (ῃερς. 415.) Ὅτι τὸ, Κύκλωψ δὲ στενάχων τε καὶ ὠδίνων ὀδύνῃσι, παρήχησίν τινα παραλαλεῖ καινοτέραν, οὐ σπουδασθεῖσαν ἴσως ἀλλὰ εἰκῇ καὶ οὐκ ἐκ περιέργου παραπεσοῦσαν, διὰ τὸ τῶν ὁμοιοφώνων λέξεων καίριον. ὥς που καὶ παρὰ Ἱμερίῳ ἔχει τὸ, κοιμίζει μὲν δῆμον κυμαίνοντα. ὅπερ ὁμοίως ἔχει τῷ, κοίμησε δὲ κύματα δαίμων. καὶ, Φυλέα φίλον μακάρεσσι θεοῖσι. καὶ, ἔκειτο ἐν φύλλοις φίλον τετιημένος ἦτορ. τὸ μέντοι, εἰ μὲν δὴ μή τίς σε βιάζεται καὶ τὸ μῆτις ἀμύμων, οὐ κατὰ ταῦτα μὲν, παρηχεῖ δ' ὅμως καὶ αὐτὸ κατά τινα παρήχησιν ἀλλόφυλον. ὁποῖόν τι καὶ τὸ, τῷ δ' ἄρα πέμπῳ πέμπε νέεσθαι. καὶ, ἐπὶ Ἴρῳ ἦρα φέρων. καὶ, νῆα παρὲξ ἐλάαν ἐπεὶ φέρτερον ἓξ ἑτάρους ποθεῖν. ἐφ' οἷς πολλάκις τῷ λόγῳ παραπίπτουσιν, οὐδένα χρὴ προστρίβεσθαι ψόγον τοῖς ῥήτορσι. Τὸ δὲ ὠδίνειν κυρίως ἐπὶ γυναικῶν τεθειμένον σφοδρὰν ἐνταῦθα ὀδύνην δηλοῖ. ἡ δὲ ἐπιφορὰ τοῦ ὀδύνῃσι πρὸς διαστολὴν τοῦ ἐπὶ τόκῳ ὠδίνειν. Τοῦ δὲ ᾠκειῶσθαι τῇ ὠδῖνι τὰς ὀδύνας δηλωτικὸν καὶ ἡ ἐν Ἰλιάδι παραβολὴ, τὸ, ὡς δ' ὅτ' ἂν ὠδίνουσαν ἔχῃ βέλος καὶ ἑξῆς. (ῃερς. 416.) Ὅτι ὁ Κύκλωψ μετὰ τὴν τύφλωσιν χερσὶ ψηλαφόων ἀπὸ μὲν λίθον εἷλε θυράων. αὐτός δ' εἰνὶ θύραις καθέζετο χεῖρε (ῃερς. 417.) πετάσας ὅ ἐστιν ἁπλώσας. ὃ καὶ ἐπὶ Ὀδυσσέως ἐλέχθη, ὁπηνίκα ἐνήχετο. ἐκάθετο δὲ οὕτως, εἴ τινά που μετ' ὄεσσι λάβοι στείχοντα θύραζε. οὕτω γάρ πού με ἤλπετο ἐνὶ φρεσὶ νήπιον εἶναι. αὐτὰρ ἐγώ φησι βούλευον, ὅπως ὄχ' ἄριστα γένοιτο. ἤγουν εἴ τινα ἑτάροισι θανάτου λύσιν καὶ ἐμοὶ αὐτῷ (ῃερς. 422.) εὑροίμην. Καὶ ὅρα τὸ εὑροίμην μέσου ἀορίστου δευτέρου τοῦ εὑρόμην. ὡς τὸ, τάδε σοῦ θανόντος εὑρόμην. ἐξ οὗ καὶ τὸ εὑρέσθαι ἀπαρέμφατον. τοῦ γὰρ εὑράμην καὶ τοῦ εὕρασθαι οὐκ ἔστι χρῆσιν εὑρεῖν. (ῃερς. 416.) Καὶ ὅτι τὸ τῶν θυρῶν ὄνομα ἐπὶ τοῦ ἀθυρώτου σπηλαίου πλεονάζει παρὰ τῷ ποιητῇ. (ῃερς. 4.) καὶ ὅτι τὸ βουλεύειν ἐνεργητικῶς κἀνταῦθα κεῖται. (ῃερς. 416.) Καὶ ὅτι τὸ χερσὶ ψηλαφᾶν πρὸς διαστολὴν ἑτέρων εἴρηται ψηλαφήσεων. ἐπὶ δὲ τούτοις φησὶν Ὀδυσσεὺς καὶ ὡς πάντας δόλους καὶ μῆτιν ὕφαινον ὥστε περὶ ψυχῆς. μέγα γὰρ κακὸν ἐγγύθεν ἦεν. (ῃερς. 422.) ἔνθα τὸ μὲν πάντας δόλους ἀντὶ τοῦ πολλοὺς κεῖται. ἢ καὶ ἄλλως, πάντας τοὺς περὶ τοῦ προκειμένου πράγματος. Τὸ δὲ ὡς περὶ ψυχῆς εἰς παροιμίαν ἐτέθη. κείμενον καὶ ἐν Ἰλιάδι ἔνθα τὸν περὶ ψυχῆς δρόμον θέειν ὁ Ἕκτωρ λέγεται. (ῃερς. 423.) ταῦτα δὲ ῥηθείη ἂν καὶ ἐπὶ παντὸς ἀνδρὸς κινδύνῳ περιπεσόντος. (ῃερς. 419.) Ἐν δὲ τῷ, ἐνὶ φρεσὶ νήπιον εἶναι, ἀναγκαία ἡ τῆς διαστολῆς θέσις, ἵνα τὸ ἐπαγόμενον νοοῖτο, νήπιον εἶναι. καὶ μὴ ἄλλως ἤπιον. (ῃερς. 442.) Ἐν τούτῳ δὲ Ὀδυσσεὺς νήπιον τὸν Κύκλωπα εἶναι εἰπὼν εἰ οὕτω νήπιον τοῦτον ἐκεῖνος οἴεται, προϊὼν καὶ ἄλλως νήπιον φανερῶς ἐκεῖνον σκώψει, ἐν οἷς οὐκ ἐνόησε τὴν τοῦ Ὀδυσσέως μηχανήν. ὁ δὲ καὶ ἄλλως ἐκ πολλῶν ἐφάνη τοιοῦτος εἶναι καθὰ καὶ προείρηται. ὅς γε καὶ νῦν τοὺς Κύκλωπας δυνάμενος συγκαλέσασθαι καὶ ὑπὸ φωτὶ λαμπρῷἡμέρας ἰχνηλατήσειν τοὺς βλάψαντας, οὐδ' αὐτὸ ἐνόησεν. εἰς λύσιν οὖν (ῃερς. 424.) πολλῶν τοιούτων ἀποριῶν ἐπιφωνεῖται τῷ Κύκλωπι τὸ, νήπιος. τοιοῦτος γὰρ φαίνεται εἶναι ὁ ἀνὴρ εὐηθικὸς κατὰ τὸν φίλον αὐτῷ κριὸν, ὃν καὶ ὁμοφρονεῖν ἐθέλει αὐτῷ. (ῃερς. 426.) Ὅτι πολλὰ βουλευσάμενος Ὀδυσσεὺς φησίν. ἥδε δέ μοι κατὰ θυμὸν ἀρίστη φαίνετο βουλή. ἄρσενες ὄϊες ἦσαν ἐϋτρεφέες δασύμαλλοι καλοί τε μεγάλοι τε (ῃερς. 427.) ἰοδνεφὲς εἶρος ἔχοντες, ὅ ἐστι μέλαν ὡς καὶ ἐν ἄλλοις κεῖται. οὓς ἀκέων συνέεργον ὅ ἐστι συνεῖργον, συνεδέσμουν, ἐϋστρεφέεσσι λύγοισι. τῇς ἔπι Κύκλωψ εὗδε πέλωρ, ἀθεμίστια εἰδώς. σύντρεις αἰνύμενος. ὁ μὲν ἐν μέσῳ ἄνδρα φέρεσκε, τὼ δ' ἑτέρω ἑκάτερθεν ἴτην σώοντες ἑταίρους. (ῃερς. 431.) τρεῖς δ' ἕκαστον φῶτ' ὄϊες φέρον. ἤτοι ἐβάσταζον. φοράδην ἦγον. κυριολεκτεῖται γὰρ νῦν τὸ φέρειν. αὐτὰρ ἔγωγε ἀρνειὸς γὰρ ἔην μήλων ὄχ' ἄριστος ἁπάντων, τοῦ, κατὰ νῶτα λαβὼν, λασίην (ῃερς. 433.) ὑπὸ γαστέρα ἐλυσθεὶς ὅ ἐστι κρυβεὶς, εἰληθεὶς, (ῃερς. 434.) κείμην ἤτοι ἐκρεμάμην. γενικῶς καὶ νῦν εἰπεῖν. αὐτὰρ χερσὶν ἀώτου ἤγουν ἐρίου ὡς ἀλλαχοῦ ἐγράφη (ῃερς.

Intertext edge

Open linked passage

Note