Commentarii ad Homeri Odysseam i
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-thessalonicensis-pg-135-136" aria-label="More works by Eustathius Thessalonicensis PG 135">
—
⋯
Original / primary: Pg Scrape Grc
392.1.1
) Ἰστέον δὲ ὅτι κατὰ ἀλληγορίαν τὸ ἄλλο φάρμακον ὅπερ ἑκάστῳ νῦν προσαλείφεται, τὸ μέτριόν ἐστι τῆς τρυφῆς, ὅσον εἰς σωμασκίαν στρατιωτικὴν καὶ ζωογόνον τροφὴν, ἵνα, ὡς μετ' ὀλίγα ἡ Κίρκη λέγει, ἐσθίοντες βρώμην καὶ πίνοντες οἶνον θυμὸν ἐνὶ στήθεσσι λάβωσιν οἷον ὅτε πρώτιστον ἔλιπον πατρίδα γαῖαν τρηχείης Ἰθάκης, καὶ μὴ σκελετεύωνται. νῦν γάρ φησιν ἀσκελέες καὶ ἄθυμοι αἰεὶ ἄλης χαλεπῆς μεμνημένοι. οὐδέ ποθ' ὑμῖν θυμὸς ἐν εὐφροσύναις, ἐπειὴ μάλα πολλὰ πέποσθε. τοῦτο τοίνυν τὸ δεύτερον φάρμακον οὐ μόνον εἰς ἀνθρωπείαν φύσιν ἐπανεσώσατο τοὺς ἀπὸ συῶν, (ῃερς. 395.) ἀλλὰ καὶ πολὺ κάλλος ἐνειργάσατο καθάπερ ἐῤῥέθη. ἐπείπερ οἱ μετὰ πεῖραν κακίας εἰς ἀρετὴν στραφέντες βελτίους ἑαυτῶν γίνονται, μαθόντες τὸ καλὸν οἷς κακῶς ἔπαθον. (ῃερς. 389.) Ὅρα δ' ἐν τοῖς ῥηθεῖσι τὸ, θύρας ἀνέῳγεν, ἀντὶ τοῦ, ἤνοιγεν κατὰ χρόνον παρατατικόν. ἢ ἀντὶ τοῦ, ἤνοιξεν, ἵνα ᾖ μέσος παρακείμενος. Τὸ δὲ συφειοῦ πλεονασμὸν ἔπαθεν ὁποῖον καὶ τὸ ἀδελφὸς ἀδελφειός. (ῃερς. 390.) Ἐννέωροι δὲ σύες ἢ οἱ ἐνναετεῖς, ἢ καὶ ἄλλως ἴσως οἱ ἐννέα ὡρῶν, ἤγουν ἐτῶν δύο καὶ ἑνὸς μηνός. κρεῖττον δὲ τὸ πρῶτον κατὰ τὸ, ἐννέωροι γὰρ τοίγε ἐννεαπήχεες, ὡς ἀπὸ τοῦ ὧρος ὁ ἐνιαυτὸς, ὃς ὁμώνυμος ὥρῳ ἡλίῳ ἐστί. (ῃερς. 392.) Τὸ δὲ ἐννεώροισι, συνίζησιν ἔπαθε τοῦ ˉε καὶ ˉω εἰς ἕνα πόδα μακρόν. (ῃερς. 393.) Τὸ δὲ φάρμακον ἄλλο ἤγουν ἀλλοίας φύσεως παρὰ τὸ ἐνταῦθα οὐλόμενον, ὡς εἶναι αὐτὸ μὴ τοιοῦτον ἀλλὰ σωτήριον. (ῃερς. 394.) Ῥέειν δὲ τρίχας ἀντὶ τοῦ ῥᾳδίως ἀποπίπτειν φησί. καὶ ἔστι καιριωτάτη λέξις. οὕτω δὲ καὶ ἄνθη ῥέειν καιριώτερον ἤπερ πίπτειν λέγονται. (ῃερς. 463.) Φάρμακον δὲ οὐλόμενον ὁμοίως ὡς εἰ καὶ ὀλοφώϊον εἶπεν. ἐκ τοῦ ὄλλω γὰρ καὶ ἐκεῖνο. (ῃερς. 417.) Τὸ δὲ τρηχείης Ἰθάκης, ἐπίτηδες ἔοικεν εἰπεῖν ἡ Κίρκη, ὡς οἷα κερτομοῦσα τοὺς ἐφιεμένους αὐτῆς, ἢ καὶ ἄλλως ἁπλῶς καθ' ἱστορίαν. (ῃερς. 463.) ὃ καὶ Ὀδυσσεὺς μετ' ὀλίγα ἐρεῖ, τρηχεῖαν Ἰθάκην καὶ αὐτὸς εἰπών. ἀσκέλεες δὲ ἀντὶ τοῦ, σκληροὶ, ἄγαν κατεσκληκότες, ἀπὸ τοῦ σκάλλω, καθὰ καὶ προδεδήλωται. ἢ ἀπὸ τοῦ σκέλλω, ἐξ οὗ καὶ τὸ σκέλος καὶ ὁ σκελετός. ὁ δὲ τοιοῦτος τόπος τηκτικὸν σώματος εἶναι δηλοῖ τὴν τῶν κακοπαθειῶν μνήμην, καθὰ καὶ μετ' ὀλίγα τὸ, φθινύθουσί μοι φίλον κῆρ ἀμφ' ἐμοὶ ὀδυρόμενοι. Ἄθυμοι δὲ οἱ μὴ εὔθυμοι, τουτέστιν οἷς οὐδέ ποτε θυμὸς ἐν εὐφροσύναις. (ῃερς. 464.) Ἄλη δὲ χαλεπὴ πρὸς διαστολὴν ἑτέρας ἀφ' ἧς κερδαίνουσιν οἱ ἀλώμενοι, ὁποῖος καὶ ὁ Μενέλαος. (ῃερς. 465.) Τὸ δὲ πέποσθε, οἱ μὲν ἐκ τοῦ πήθω τὸ πανθάνω παράγουσιν ἀκολουθοῦντες Ἡρῳδιανῷ, λέγοντες ὅτι καθὰ λήχω τὸ λαγχάνω οὗ παρακείμενος τροπῇ τοῦ ˉη εἰς ˉο λέλοχα, καὶ προσλήψει τοῦ ˉν λέλογχα, ὥς που καὶ ἐν τοῖς μετὰ ταῦτα ῥηθήσεται, οὕτω καὶ πείθω πέποθα. οὗ παθητικὸν πρινὴ προσληφθῆναι τὸ ˉν, πεπόθατε, καὶ συγκοπῇ καὶ πλεονασμῷ τοῦ σίγμα, πέποσθε. καὶ οὕτω μὲν οἱ τοιοῦτοι. Ἀρίσταρχος δὲ τὸ πολλὰ κακὰ πέποσθε πέπασθε γράφει. ὅ πέρ ἐστι κέκτησθε. εἰς μέντοι τὸ διὰ τοῦ ˉο γραφόμενον πέποσθε κρεῖττον ποιοῦσιν οἱ συγκόπτοντες αὐτὸ ἐκ τοῦ πεπόνησθε. (ῃερς. 398.) Ὅτι θρήνου ἐπίτασιν δηλοῖ τὸ, πᾶσι δ' ἱμερόεις ὑπέδυ γόος, ἀμφὶ δὲ δῶμα σμερδαλέον κανάχιζεν ἢ κονάβιζεν. ὡσαύτως καὶ τὸ οἰκτρὰ ὀλοφυρομένους θαλερὸν κατὰ δάκρυ χέοντας, καὶ τὸ κλαῖον ὀδυρόμενοι περὶ δὲ στεναχίζετο δῶμα. τοῦτο δὲ καὶ ἐπὶ ἡδονῆς ἐῤῥέθη πρὸ τούτων ἐν τῷ, κνισσῆεν δέ τε δῶμα περιστεναχίζεται. (ῃερς. 404.) Ὅτι τὸ ἀποθεῖναι πελάσαι τόπῳ τινί φησιν ἐνταῦθα, εἰπών· κτήματα δ' ἐν σπήεσσι πελάσσατε ὅπλα τε πάντα, ἤγουν ἐγγὺς τοῦ σπηλαίου θέσθε. λέγει καὶ νῦν ὅπλα οὐ μόνον τὰ τῶν νηῶν, ἀλλὰ καὶ τὰ στρατιωτικά. Ἰστέον δὲ ὅτι καὶ μετ' ὀλίγα κοινότερον ἐρεῖ τὸ πελάσαι, ἐν τῷ, κεφαλὴν οὖδασδε πελάσαι ἀποτμηθεῖσαν ξίφει. (ῃερς. 410.) Ὅτι δεικνὺς ὁ ποιητὴς Ὀδυσσέα, ὅπως ἐχάρησαν ἰδόντες αὐτὸν οἱ ἑταῖροι ἐπανελθόντα ἐκ τῆς Κίρκης ἀβλαβῆ, φησὶ παραβολικῶς οὕτως· ὡς δ' ὅτ' ἂν ἄγραυλοι πόρτιες περὶ βοῦς ἀγελαίας ἤτοι κατὰ τοὺς παλαιοὺς, νομαίας, ἀζεύκτους, ἐλθούσας εἰς κόπρον ἐπὴν βοτάνης κορέσωνται, πᾶσαι ἅμα σκαίρουσιν ἢ σπαίρουσιν ἐναντίαι, οὐδέ τι συκοὶ ἴσχουσιν, ἀλλ' ἀδινὸν μυκώμεναι ἀμφιθέουσι μητέρας, ὣς ἐμὲ κεῖνοι ἐπεὶ ἴδον ὀφθαλμοῖσι, (ῃερς. 414.) δακρυόεντες ἔχυντο, περὶ ἐμὲ δηλαδή. ἤγουν κατὰ σπουδὴν ἔδραμον καὶ ὡσεί τι ὑγρὸν χεόμενον κατὰ πρανοῦς. εἶτα καὶ ἄλλως τὸ αὐτὸ σαφέστερον ὑποδηλῶν φησί· δόκησε δ' ἄρα σφίσι θυμὸς, ὣς ἔμεν ὡς εἰ πατρίδα ἱκοίατο καὶ πόλιν αὐτῶν τρηχείης Ἰθάκης, ἵνα τ' ἔτραφεν ἠδὲ γένοντο. (ῃερς. 417.) ὃ δὴ πατρίδος ἐστὶν ὁρισμός. πατρὶς γὰρ πόλις τις περὶ ἣν ἐτράφη τις γεννηθείς. ὡς ὅγε μὴ τοιοῦτος ἀλλ' ἅμα τῷ γεννηθῆναι τῆς πατρίδος ἀποστερηθεὶς ἔκθετός τις ἐστὶ τῆς τοιαύτης πόλεως, καὶ οὐχ' οὕτως ἐκείνην εὐτυχεῖ πατρίδα, ὡς τὴν μετὰ ταῦτα θρεψαμένην. ἐπεὶ καὶ παροιμιακῶς πατρίς ἐστιν ἔνθα πράττει τις εὖ ἤγουν εὐπραγεῖ. (ῃερς. 419.) τὸ δ' αὐτὸ νόημα καὶ ἄλλως φράζων ὁ ποιητὴς παραφραστικῶς πλάττει τοὺς τοῦ Ὀδυσσέως φίλους εἰπόντας οὕτω· σοὶ μὲν νοστήσαντι διοτρεφὲς, ὣς ἐχάρημεν, ὡς εἴτ' εἰς Ἰθάκην ἀφικοίμεθα πατρίδα γαῖαν. λέγουσι δὲ αὐτοὶ τὸ, σοὶ νοστήσαντι ἐχάρημεν πρὸς διαστολὴν τῶν ἄλλων ἑταίρων οὓς αὐτοὶ ἐδόκουν ἀπολωλέναι. (ῃερς. 410.) ἡ δὲ ῥηθεῖσα παραβολὴ ἐδήλωσεν ὡς οὐ μόνον ἄρνες καὶ ἔριφοι σηκάζονται, ἀλλὰ καὶ πόρτιες ἤγουν νέαι βόες ἄρτι ἀρξάμεναι τοῦ πορεύεσθαι, καθ' ὁμοιότητα τοῦ νεβρὸς, ὃς καὶ αὐτὸς κατά τινας παρὰ τὸ νέον πορεύεσθαι λέγεται. ὅτι δὲ αἱ πόρτιες καὶ πόριες λέγονται καὶ πόρτακες, ἐδήλωσεν ἡ Ἰλιάς. Κόπρον δὲ καὶ νῦν τὰ βουστάσια λέγει. Σκαίρειν δὲ τὸ σκιρτᾶν. ὅθεν καὶ σκαρθμὸς ἡ κατὰ σκίρτημα κίνησις καὶ ἡ ἐν Ἰλιάδι πολύσκαρθμος μύριννα. ὥσπερ δὲ τὸ, ἀδινάων μυιῶν δι' ἑνὸς ˉδ καὶ συστολῆς τῆς ἀρχούσης φέρεται, οὕτω κἀνταῦθα τὸ, ἀδινὸν μυκᾶσθαι ὡς ἀπὸ τοῦ ἄδην, ὃ καὶ ἐπὶ κακοῦ κεῖται ἐν τῷ, ἄδην ἐλάαν κακότητος. Τρηχεῖαν δὲ Ὀδυσσεὺς παρασημειοῦται τὴν πατρίδα καὶ νῦν ὡς καὶ πρὸ τούτων, δεικνὺς τοῖς περὶ Ἀλκίνοον, ὡς οὐ μόνῳ αὐτῷ ἡ τραχεῖα πατρὶς φιλτάτη, ἀλλὰ καὶ τοῖς τότε ποτὲ περιοῦσι φίλοις. Ὅτι σπευστικὸν εἰς ὁδὸν τὸ, αὐτοὶ δ' ὀτρύνεσθε, ἐμοὶ ἅμα πάντες ἕπεσθε. εὐπείθειαν δὲ ὑπηκόων δηλοῖ τὸ ὣς ἐφάμην, οἱ δ' ὦκα ἐμοῖς ἐπέεσσι πίθοντο. κωλύων δέ τις τοὺς τοιούτους εἰς ὁδὸν ἐπικίνδυνον ἐρεῖ· ἆ δειλοὶ, πόσ' ἴμεν; τί κακῶν ἱμείρεται τούτων; Περὶ δὲ τοῦ, ἆ δειλοὶ ἀντὶ τοῦ, ὦ δείλαιοι, ἐν τῇ Ἰλιάδι δεδήλωται ἀκριβῶς. Οἱ δὲ τὸν οὕτω κωλύοντα μὴ ἀποδεχόμενοι εἴποιεν ἂν, τοῦτον μὲν ἐάσομεν εἰ σὺ κελεύεις αὐτοῦ μένειν, ἡμῖν δ' ἡγεμόνευε. (ῃερς. 431.) Ὅτι θυμούμενος Εὐρύλοχος ἐνταῦθα λαλεῖ τινὰ παρὰ τὸ εἰκὸς, ἐνδεικνυμένου τοῦ ποιητοῦ, ὁποῖόν τι ἐστὶν ὁ ὑπὲρ μέτρον θυμός. φησὶ γὰρ κωλύων τοὺς τοῦ Ὀδυσσέως φίλους καταβῆναι εἰς τὸ τῆς Κίρκης μέγαρον, ὡς ἅπαντας ἐκείνη ἢ σῦς ἠὲ λύκους ποιήσεται, ἠὲ λέοντας, οἵ κέν οἱ μέγα δῶμα φυλάσσοιμεν καὶ ἀνάγκῃ. ὥσπερ Κύκλωψ ἔρξεν, ὅτε οἱ μέσαυλον ἵκοντο ἡμέτεροι ἕταροι, σὺν δ' ὁ θρασὺς εἵπετ' Ὀδυσσεύς. τούτου γὰρ κἀκεῖνοι ἀτασθαλίῃσιν ὄλοντο. (ῃερς. 432.) καὶ τὸ μὲν οἰηθῆναι αὐτὸν ἐξ ἀνθρώπων μεταβληθῆναι τοὺς παρὰ τῇ Κίρκῃ λύκους καὶ λέοντας καὶ μὴ φαρμάκοις τὰ θηρία κατακληθῆναι πρὸς ἡμερότητα, τῆς τοῦ Εὐρυλόχου ἀπειρίας εἶναι δοκεῖ φασί. (ῃερς. 435.) Τὸ δὲ ὡς Κύκλωψ ἐποίησεν, ἀδιανόητόν ἐστιν. οὐ γὰρ δή που καὶ ὁ Κύκλωψ μετέβαλε τοὺς περὶ τὸν Ὀδυσσέα ἐπὶ φυλακῇ τοῦ κατ' αὐτὸν σπηλαίου, ἀλλ' ἐθοινήσατο καὶ ἀπώλεσε κατὰ τὸ, (ῃερς. 437.) τούτου ἀτασθαλίαις ὤλοντο. μίμησις δὲ πάντως ἤθους τεταραγμένου τὸ ἀδιανοήτως πλάσαι λαλοῦντα τὸν Εὐρύλοχον. ὁ δὲ τοῦ Εὐρυλόχου ἐν τούτοις λόγος ἄρχεται οὕτως· (ῃερς. 431.) ἆ δειλοὶ, ὡς καὶ ἀνωτέρω κεῖται. πόσ' ἴμεν; ἤγουν ποῦ ἐρχόμεθα; τί κακῶν ἱμείρετε τούτων, Κίρκης ἐς μέγαρον καταβήμεναι, ἥ κεν ἅπαντας ἢ σῦς ἢ ἐλάφους ποιήσεται καὶ ἑξῆς. ἐν οἷς τὸ μὲν ἆ σχετλιαστικόν ἐστι κλητικὸν ἐπίῤῥημα λαμβανόμενόν ποτε καὶ ἀντὶ τοῦ αἴθε οὗ καὶ χρῆσιν παράγουσιν οἱ παλαιοί. Τὸ δὲ πόσε οὐ καθαρῶς εἴληπται ἀντὶ τοῦ ποῦ ὃ δηλοῖ τὸ ἐν τόπῳ. οἷον· ποῦ νῦν δεῦρο κιὼν λίπες Ἕκτορα; ἀλλὰ μᾶλλον ἀντὶ τοῦ πῇ καὶ ποῖ, δι' ὧν δηλοῦται τὸ εἰς τόπον. οἷον· πῇ ἔβη Ἀνδρομάχη; καὶ, ποῖ φεύγεις; Τὸ δὲ ἴμεν ἢ ἐκ τοῦ εἶμι τὸ ἔρχομαι γίνεται τοῦ παραληγομένου τῇ εˉι διφθόγγῳ καὶ συστέλλει τὴν ἄρχουσαν τῷ λόγῳ τῶν εἰς μˉι, ἅπερ ἐπὶ πληθυντικῶν καὶ παθητικῶν συστέλλουσι τὰς παραληγούσας, ἢ ἀπὸ τοῦ ἑτέρου ἶμι ὃ καταμόνας τῷ ˉι παραλήγεται ὡς ἀπὸ τοῦ ἴω. καὶ οὕτω φυλάσσει ἀναλόγως τὴν διὰ τοῦ βραχέος ἰῶτα γραφήν. (ῃερς. 433.) Σημείωσαι γὰρ ὅτι κατὰ τοὺς τεχνικοὺς διφορεῖται τὸ ἶμι παρὰ τοῖς παλαιοῖς μονοφθόγγῳ τε παραληγόμενον τῷ ἰῶτα, καὶ διφθόγγῳ τῷ διὰ τοῦ ˉε καὶ ˉι. (ῃερς. 432.) Τὸ δὲ σῦς ἢ ἐλάφους ποιήσεται Ἀττικῶς εἴρηται ἀντὶ τοῦ ποιήσει. Τὸ δὲ Κίρκης ἐς μέγαρον καταβῆναι ἢ ἁπλῶς ἀντὶ τοῦ βῆναι κεῖται, ἢ καὶ ἀστειότερον, ὡς εἴπερ ἔφη ἐς Ἅιδου καταβῆναι διὰ τὸν ἐλπιζόμενον ὄλεθρον. ἄλλως γὰρ ἀναβῆναι ἦν ἐκεῖ κατὰ τὸ, παρὰ νηὸς ἀνήϊον, εἰς τὴν Κίρκην δηλαδή. ἔχει δέ τινα τὸ ῥηθὲν ὁμοιότητα καὶ πρὸς τὸ, ἐς Τρώων κατέδυ πόλιν εὐρυάγυιαν. (ῃερς. 435.) Μέσαυλον δὲ καὶ νῦν, ὡς καὶ ἐν Ἰλιάδι, κατοικία ἀγροτικὴ, τουτέστιν ἔπαυλις. (ῃερς. 437.) Τὸ δὲ θρασύτητα καὶ ἀτασθαλίαν τοῦ Ὀδυσσέως κατειπεῖν πάνυ ὄντως αὐτὸ θρασὺ καὶ ἀτάσθαλον καὶ λόγος ἀλογίστου θυμοῦ. διὸ καὶ Ὀδυσσεὺς ἐπεί ποτε λυπεῖ καὶ τοὺς ἄγαν σοφοὺς τὰ τῆς ψευδοῦς ὕβρεως καὶ μᾶλλον, ὅτ' ἂν ἐφ' οἷς δέον ἐπαινεῖσθαι οἱ δὲ προσεξυβρίζωνται, βουλεύεται σπασάμενος τανύηκες (ῃερς. 440.) ἄορ παχέος παρὰ μηροῦ, τῷ οἱ ἀποτμήξας ἢ κατά τινα τῶν ἀντιγράφων ἀποπλήξας κεφαλὴν οὖδασδε πελάσαι (ῃερς. 441.) καὶ πηῷ περ ἐόντι μάλα σχεδόν. ἤγουν συγγενεῖ ἐξ ἀγχιστείας ἐγγίζοντι. γαμβρὸς γὰρ ἦν τῷ Ὀδυσσεῖ ἐπὶ τῇ ἀδελφῇ Κτιμένῃ. ἐκώλυσαν δὲ τὸ κακὸν οἱ ἑταῖροι, οἳ μειλιχίοις ἐπέεσσιν ἐρήτυον ἄλλοθεν ἄλλος. (ῃερς. 439.) Τὸ δὲ παχέος παρὰ μηροῦ ἀντὶ τοῦ ἀπὸ μηροῦ, ὡς καὶ παρὰ νηὸς ἀνήϊον ἀντὶ τοῦ ἀπὸ νηός. (ῃερς. 448.) Ὅτι Θρασύδειλος καὶ ὁ Εὐρύλοχος, ὃς οὕτω πολὺς φανεὶς τὴν ὀργὴν εἶτα ὑποκύπτει τοῦ ἀτενοῦς ἤθους. φησὶ γὰρ ὅτι καὶ αὐτὸς εἵπετο δείσας τὴν τοῦ Ὀδυσσέως ἐπίπληξιν. Χρήσιμον δὲ εἰς τοιοῦτον φόβον τὸ, ἀλλ' ἕπετ', ἔδδεισε γὰρ ἐμὴν ἔκπαγλον ἐνιπήν. Ἔνθα ὅρα ὅτι ἐκτείνει τὴν παραλήγουσαν ἡ ἐνιπή. μετ' ὀλίγα δὲ καὶ τὸ ὀδύρεσθαι ἐκτείνει τὸ δίχρονον. (ῃερς. 457.) Ὅτι παραμυθητικὸν πρός τινας πολυπαθεῖς τὸ, μηκέτι νῦν θαλερὸν γόον ὄρνυτε. οἶδα καὶ αὐτὸς ἠμὲν ὅσα ἐν πόντῳ πάθετ' ἄλγεα ἰχθυόεντι, ἠδ' ὅσ' ἀνάρσιοι ἄνδρες ἐδηλήσαντο ἐπὶ χέρσου. περὶ τῶν Ὀδυσσέως δὲ φίλων ταῦτα, ἐπιτεμόντος τοῦ ποιητοῦ τὰ κατ' αὐτοὺς κακὰ ἐν στίχοις δυσίν· εἰσὶ δὲ ἀνάρσιοι, οὓς οὐκ ἔστιν ἄρσεσθαι ὅ ἐστιν ἀρέσασθαι καὶ φιλιωθῆναι. (ῃερς. 459.) Θαλερὸς δὲ γόος καθ' ὁμοιότητα τοῦ θαλερὸν δάκρυ τὸ ἄπαυστον καὶ ἀεὶ νεάζον. Ἀριστοφάνης δέ, φασι, στυγερὸν γράφει. (ῃερς. 467.) Ὅτι οἱ περὶ Ὀδυσσέα τελεσφόρον εἰς ἐνιαυτὸν παρὰ τῇ Κίρκῃ ἐκάθηντο δαινύμενοι κρέατ' ἄσπετα καὶ (ῃερς. 468.) μέθυ ἡδὺ, πίνοντες δηλαδή. ὃ δὴ καὶ μετ' ὀλίγα ὡσαύτως κεῖται. τούτου δὲ τὸ ἐντελὲς πρὸ ὀλίγου ἐν τῷ, ἐσθίετε βρώμην καὶ πίετε οἶνον. (ῃερς. 467.) Πῶς δὲ τελεσφόρος ὁ ἐνιαυτὸς, ἐῤῥέθη ἀλλαχοῦ, ὅτι δηλαδὴ, συντόμως εἰπεῖν, πάντα εἰς τέλος αὐτὸς ἄγει ἐντελέστατον διὰ τῶν τεσσάρων ὡρῶν. (ῃερς. 469.) Ὅτι τρόπος ὑστερολογίας ἤτοι σχῆμα πρωθύστερον καὶ τὸ, ἀλλ' ὅτε δή ῥ' ἐνιαυτὸς ἔην περὶ δ' ἔτραπον ὧραι. περιτραπεῖσαι γὰρ ὧραι συντελοῦσιν ἐνιαυτόν. καὶ ἔστιν οἷον καὶ ὁρισμὸς ἐνιαυτοῦ τὸ, περὶ δ' ἔτραπον ὧραι. ἵνα ᾖ περιτροπὴ ὅ ἐστι κύκλος ὡρῶν ὁ ἐνιαυτός. δῆλον δὲ ὅτι πρῶτος ἐντεῦθεν ὁ ποιητὴς ἀφορμὴν ἐνδέδωκε, τροπικοὺς πόλους ὅ ἐστι κύκλους καλέσαι καὶ ὡρῶν τροπὰς εἰπεῖν. (ῃερς.