Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Commentarii ad Homeri Odysseam i
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-thessalonicensis-pg-135-136" aria-label="More works by Eustathius Thessalonicensis PG 135"> —
⋯
More
Original / primary: Pg Scrape Grc
395.1.1
) Ὅτι ὁπηνίκά τις πολλῶν ὄντων ὁμοίων, ἀντιποιεῖται ἀρχῆς, πρέπει εἰπεῖν τὸ, ἀλλ' ἤτοι βασιλῆες εἰσὶ καὶ ἄλλοι, νέοι ἠδὲ παλαιοί. Ὅτι ἔχει τινὰ μυκτῆρα καὶ ὁ τοῦ Τηλεμάχου λόγος, οὐ μόνον ἐν τῷ τὴν βαρεῖαν ἀρὰν τοῦ Ἀντινόου δέξασθαι ὡς εἴρηται ἀφελῶς εἰς εὐχὴν καὶ διαλογικῶς ἀντειπεῖν, ἀλλὰ καὶ ἐν τῷ εἰπεῖν ὅτι βασιλεῖς Ἀχαιῶν εἰσὶ καὶ ἄλλοι πολλοὶ ἐν Ἰθάκῃ, νέοι ἠδὲ παλαιοί. εἰ γάρ εἰσι νέοι πολλοὶ βασιλείας ἄξιοι, οὐκ ἄρα μόνος ἐστὶν ὁ Ἀντίνοος ὡς ἐκεῖνος οἴεται. εἰ δὲ καὶ παλαιοὶ, οὐκ ἄρα μόνοι οἱ νεώτατοι μνηστῆρες ὡς αὐτοὶ νομίζουσιν. Ἰστέον δὲ ὅτι τοῦ βασιλεὺς τὸ θηλυκὸν, οὐ μόνον βασίλεια, ὡς ἱερεὺς ἱέρεια, ἀλλὰ καὶ βασίλισσα κατὰ Αἴλιον Διονύσιον Ἀττικῶς. βασίλινναν, δέ φησι Μένανδρος λέγει. ἐλέγοντο δὲ καὶ ὑποδήματά τινα, βασιλίδες. καί τι μύρου εἶδος, ἑπταβασίλειον. καὶ βασιλίνδα, παιδιά τις βασιλέας τινὰς ἀποδεικνύουσα. καὶ βασιλειᾶν καὶ διαβασιλίζεσθαι, τὸ βασιλείας ἀντιποιεῖσθαι. ἦν δέ φασι καὶ βασιλεὺς ἀρχή τις Ἀθήνῃσι. καὶ ἡ ἐκείνου, βασιλίς. καὶ βασίλειος ἐκεῖ στοὰ, πλησίον τῆς τοῦ ἐλευθερίου Διὸς στοᾶς. (ῃερς. 398.) Ὅτι τοῦ Ἀντινόου εὐξαμένου, μὴ ἐν Ἰθάκῃ ποιηθῆναι πρὸς Διὸς βασιλέα Τηλέμαχον, ὁ Τηλέμαχος ἐντρέπων ὡς ἐῤῥέθη ἐκεῖνον, φησὶν ὡς ἐν μὲν Ἰθάκῃ πολλοί εἰσι βασιλεῖς, ἤγουν ἄνδρες προσήκοντες τῇ βασιλείᾳ. αὐτὰρ ἐγὼ οἴκοιο ἄναξ ἔσομαι ἡ μετέρου, καὶ δμώων οὕς μοι ληΐσατο Ὀδυσσεύς. μονονουχὶ λέγων, ὅτι εἰ καὶ εἰς βασιλείαν οὐ πρέπω πατρικὴν καὶ δι' αὐτὸ ἐκπίπτω τῆς κοινῆς ἀρχῆς, ἀλλὰ τῆς πατρικῆς κληρονομίας πάντως οὐκ ἐκβληθήσομαι. Σημείωσαι δὲ ὅτι οὐ μόνον Ὅμηρος βασιλεῖς λέγει τοὺς ἐνδόξους καὶ βασιλικοὺς, ἀλλὰ καὶ οἱ μετ' αὐτόν. παρὰ Σοφοκλεῖ γοῦν ἡ Ἰοκάστη τοὺς ἐν Θήβαις εὐγενεῖς, χώρας ἄνακτας λέγει. καὶ Ἡσίοδος δὲ τοὺς δικαστὰς, βασιλεῖς λέγει ἐν τῷ, αἶνον βασιλεῦσιν ἐρέω. Ὅρα δὲ καὶ ὅτι ὡς καὶ ἐν Ἰλιάδι, οὕτω καὶ ὧδε ἄνακτα, τὸν οἰκοδεσπότην λέγει σεμνῶς, διὰ τὸ δοκεῖν τὸν οἶκον, πόλιν εἶναι μικράν. ὥσπερ αὖ πάλιν τὴν πόλιν, οἶκον μέγαν. (ῃερς.

Intertext edge

Open linked passage

Note