Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Commentarii ad Homeri Odysseam i
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-thessalonicensis-pg-135-136" aria-label="More works by Eustathius Thessalonicensis PG 135"> —
⋯
More
Original / primary: Pg Scrape Grc
397.1.1
) Εἶτα ἐπάγει γνωμικὸν ἀργαλέος γάρ τ' ἐστὶ θεὸς βροτῷ ἀνδρὶ δαμῆναι. Ἔνθα ὅρα ὅτι τὸ θείοιο, εἰς ταυτὸν ἤγαγε τῷ, θεοῦ. ὃν γὰρ ἀνωτέρω θεῖον ἔφη γέροντα, τοῦτον ἐνταῦθα θεὸν εἶπεν. ἐπὶ δὲ τούτοις ἡ Εἰδοθέα ὠφελῆσαι προθεμένη τὸν Μενέλαον ἐπὶ τιμῇ καὶ τοῦ πατρὸς, ὑποτίθησιν ὅπως λοχηθήσεται ὁ Πρωτεὺς, ὡς μετ' ὀλίγα εἰρήσεται. Ὅρα δὲ ὡς σαφὲς μὲν τὸ σχῆμα τοῦ διηγήματος ἐν τῇ εἰσβολῇ ἥτις ἐστὶ τὸ, πωλεῖταί τις δεῦρο καὶ ἑξῆς. ἡ δὲ ἔννοια, συχνὴν ἔχει περιβολήν. πρόσωπον μὲν γὰρ, ὁ Πρωτεύς. πρᾶγμα δὲ, πωλεῖται. ποιότητες δὲ προσωπικαὶ, τὸ Αἰγύπτιος, ἀπὸ χώρας. τὸ ἅλιος, ἀπὸ τοῦ προσεχεστέρου τόπου. τὸ γέρων, ἐκ τῆς ἡλικίας. τὸ νημερτὴς, ἐξ ἀρετῆς ἢ ἐκ μαντικῆς τέχνης. τὸ ἀθάνατος, ἐκ τοῦ τῆς ζωῆς εἴδους. καὶ ὡμοίωταί πως πρὸς τὴν τοιαύτην γραφὴν, καὶ τὸ προοίμιον τῆς τοῦ Θουκυδίδου συγγραφῆς. τὸ, Θουκυδίδης ὁ Ἀθηναῖος συνεγράψατο καὶ τὰ ἑξῆς. Τούτῳ τῷ Πρωτεῖ ὅτι παῖδες μὲν ἦσαν κακόξενοι, καὶ τῷ πατρὶ δυσπειθεῖς διὸ καὶ ἀπώλοντο, ἣ δὲ θυγάτηρ Εἰδοθέα καὶ εἰσέτι παρέμενεν ὡς ἀγαθὴ, καὶ ἐξ Εὐρώπης ἐπαλιννόστησεν εἰς Αἴγυπτον ὁ Πρωτεὺς, ἱστορεῖ ὁ Λυκόφρων. Ἰστέον δὲ ὅτι τε τὸ, πωλεῖταί τις δεῦρο γέρων ἅλιος, τῶν τις ὑστερογενῶν, παρῴδησε κατά τινος φαύλου γηραλέου σκωπτικῶς εἰς τὸ, γέρων ἄθλιος. καὶ ὅτι δίχα παρῳδίας, ἠδύνατο ἐκεῖνος χρήσασθαι τῷ ἅλιος, ἀντὶ τοῦ μάταιος. ὃ καὶ αὐτὸ, ἐκ τοῦ ἃλς ἁλὸς παρῆκται ὡς ἀλλαχοῦ δεδήλωται. καὶ ὅτι πολλῶν ὄντων ἅπερ παρὰ τῆν ἅλα γίνονται, ἐκεῖθεν γίνεται καὶ ἡ πάραλος ναῦς Ἀττική. καὶ τὸ ἐκ τοιαύτης λέξεως παράγωγον, παράλιον. ᾧπερ ὁμώνυμος ἑορτὴ παλαιὰ, τὰ παράλια. ἡ ὕστερον Ῥωμαία ὡς ἱστορεῖ Ἀθήναιος. (ῃερς. 386.) Τὸ δὲ θαλάσσης πάσης βένθεα οἶδε, καὶ τῷ Ἄτλαντι ἐντοῖς πρὸ τούτων ἡ Ὁμηρικὴ Μοῦσα ἐπεμαρτύρησεν. εἴη δὲ ἂν ἴσως θαλάσσης βένθεα, περιφραστικῶς ἡ θάλασσα. ὅτι δὲ οἶδε τὴν θάλασσαν ἅπασαν ὁ Πρωτεὺς, ἔσταί πως δῆλον ἐν τοῖς ἑξῆς. τὴν γοῦν νῆσον τῆς Καλυψοῦς οὐ μόνον οἶδεν ἀλλὰ καὶ εἶδεν ὡς αὐτὸς ἐρεῖ. (ῃερς. 387.) Ἐν δὲ τῷ, ὑποδμὼς, περιττὴ ἡ πρόθεσις. ὡς καὶ ἐπ' ἄλλων πολλῶν γίνεται. Τὸ δὲ ἐμόν φασι πατέρα εἶναι, ὅμοιον τῷ, τοῦ μ' ἐκ φασὶ γενέσθαι. καὶ προεῤῥέθη περὶ τούτου τὸ ἀρκοῦν. Τὸ δὲ πατέρα εἶναι ἠδὲ τεκέσθαι, ἀκριβῶς ἐῤῥέθη. ἐπειδὴ πολλοὶ καὶ μὴ τεκόντες, ὅμως πατέρες λέγονται. ὡς ὁ Ζεὺς, πατὴρ ἀνδρῶν. καὶ Εὔμαιος δὲ ξεῖνε πάτερ τὸν Ὀδυσσέα προσφθέγγεται. ὁμοίως δὲ καὶ Φιλοίτιος. καί τις ἐν Φαιακίᾳ, δεῦρ' ἄγε καὶ σὺ ξεῖνε πάτερ. (ῃερς. 388.) Τὸ δὲ εἴπως σὺ δύναιο λοχησάμενος λελαβέσθαι, οἰκεῖον εἰπεῖν ποτε περί τινος δυσκατεργάστου ἀνδρὸς ἢ καὶ ζῴου ἁπλῶς. (ῃερς. 389.) Τὸ δὲ εἴπῃ ὁδὸν καὶ μέτρα κελεύθου καὶ ὅ, τι ἐν μεγάροισι κακὸν καὶ τὰ ἑξῆς, μάντεως ἀρίστου ἔνδειξις. Τὸ δὲ μέτρα κελεύθου, καλόν ἐστι πρὸς σαφήνειαν τοῦ, τὴν ὀλοὴν ἀναμετρήσαιμι χάρυβδιν. καὶ τῶν ὁμοίων. οὐ μόνον δὲ μέτρα ὕδατος καὶ οἴνου καὶ μυληφάτου ἀκτῆς, ἀλλ' ἰδοὺ καὶ θαλάσσης. (ῃερς. 391.) Τὸ δὲ αἴκ' ἐθέλῃσθα, δεινότης καὶ αὐτὸ τοῦ ποιητοῦ προεκθετικῶς οἰκονομοῦσα τὴν τοῦ Μενελάου ἐρώτησιν οὐ μόνον περὶ τοῦ οἰκείου νόστου, ἀλλὰ καὶ περὶ ἑτέρων. (ῃερς. 393.) Τὸ δὲ δολιχὴν ὁδὸν ἀργαλέην τε, νῦν μὲν, ἅπασαν δηλοῖ τὴν ἐν τῇ Μενελάου πλάνῃ. μετ' ὀλίγα δὲ ἰδίως οὕτω καλέσει τὸν ἐκ Φάρου πλοῦν εἰς Αἴγυπτον. (ῃερς. 395.) Τὸ δὲ φράζευ σὺ λόχον θείοιο γέροντος καὶ τὸ ἑξῆς, ἀκούσοι ἂν πρός τινος, ὁ πίπτων μέσος καὶ παριστῶν αὐτὸν ἀνδρὶ γεραρῷ πρὸς οἰκείωσιν. (ῃερς. 396.) ἔστι δὲ τὸ μὲν προϊδὼν, αἰσθήσεως τῆς κατὰ θέαν. τὸ δὲ προδαεὶς, εἰδήσεως προγνωστικῆς. (ῃερς. 400.) Ὅτι μηχανωμένη ὡς ἐῤῥέθη τὰ πρὸς κλέος τοῦ πατρὸς ἡ Εἰδοθέα ἣν καὶ Ἰωνικῶς οἴδαμεν Εἰδοθέειαν καλουμένην, ὑποτίθεται προεκθετικῶς τὸν διὰ φωκῶν λόχον τοῦ γέροντος. εὐκλεῶς προδιδοῦσα τὸν τεκόντα τῷ βασιλεῖ Μενελάῳ, ἀρξαμένη οὕτως. ἦμος δ' ἠέλιος μέσον οὐρανὸν ἀμφιβεβήκει, ὅτε μεσημβρίας καιρὸς δηλονότι, τῆμος ἂρ ἐξ ἁλὸς εἶσι γέρων ἅλιος νημερτὴς, πνοιῇ ὑπὸ ζεφύροιο, μελαίνῃ φρικὶ καλυφθεὶς ἐκ δ' ἐλθὼν, κοιμᾶται ὑπὸ σπέσι γλαφυροῖσιν. ἀμφὶ δέ μιν φῶκαι νέποδες καλῆς Ἁλοσύδνης, ἀθρόαι εὕδουσι. πολιῆς ἁλὸς ἐξαναδῦσαι. πικρὸν ἀποπνείουσαι ἁλὸς πολυβενθέος ὀδμήν. ἔνθά σ' ἐγὼν ἀγαγοῦσα ἅμ' ἠοῖ φαινομένῃφι, εὐνάσω ἑξείης. (ῃερς. 408.) εἶτα συμβουλεύει τῷ Μενελάῳ, κρίνασθαι ἑτέρους τρεῖς ἀρίστους. καὶ ἐκθεμένη πάντα ὀλοφώϊα τοῦ γέροντος. ὅτι δηλαδὴ, φώκας μὲν πρῶτον ἀριθμήσει καὶ ἔπεισιν. ἐπὴν δὲ πάσας πεμπάσεται λέξεται ἐν μέσσῃσι νομεὺς ὣς πώεσι μήλων, μεθοδεύει τὸν λόχον. εἰποῦσα, (ῃερς. 414.) ὡς ἐπὰν πρῶτα κατευνηθέντα ἴδησθε, καὶ τότ' ἔπειθ' ὔμμιν μελέτω κάρτος τε βίη τε, αὖθι δ' ἔχειν μεμαῶτα καὶ ἐσσύμενόν περ ἀλύξαι. (ῃερς.

Intertext edge

Open linked passage

Note