Commentarii ad Homeri Odysseam i
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-thessalonicensis-pg-135-136" aria-label="More works by Eustathius Thessalonicensis PG 135">
—
⋯
Original / primary: Pg Scrape Grc
399.1.1
) Τὸ δὲ αὐτὰρ ἐγὼν οἴκοιο ἄναξ ἔσομαι ἡμετέρου καὶ δμώων, ἐρεῖ ἂν ὁ κωλυόμενος ποιεῖν τὰ οἰκεῖα, πρὸς τῶν ἀμετόχων. Τοῦ δὲ δμώων ἡ κλίσις, ὡς Τρώων. λέγει δὲ Ἡρῳδιανὸς ὅτι ὡς δμὼς δμωὸς, τρὼς τρωὸς, θὼς θωὸς, οὕτω καὶ πλὼς πλωὸς εἶδος ἰχθύος. ὁ δὲ καθ' Ὅμηρον ἐπιπλὼς, μετοχή ἐστιν ἀντὶ τοῦ ἐπιπλεύσας. Τὸ δὲ οὕς μοι ἐληΐσατο Ὀδυσσεὺς, οὐ μόνον φόβον τινὰ λεληθότως ἐπισείει τῷ Ἀντινόῳ διὰ τὸ τὸν Τηλέμαχον οἷα εἰκὸς ἄλκιμον εἶναι ὡς ἐκ πατρὸς πολεμικοῦ, ἀλλὰ καὶ κληρονομιαίους εἶναι τοὺς δμῶας δηλοῖ. καὶ τὴν λῃστείαν σεμνολογεῖ ὡς οὐκ ἀνεπιτήδευτον οὖσαν τοῖς ἥρωσι καθὰ καὶ ἐν τοῖς ἐφεξῆς ῥηθήσεται. Πόθεν δὲ 1. 71 γίνεται τὸ ἄναξ, δηλοῦται μὲν καὶ ἐν τοῖς εἰς τὴν Ἰλιάδα. ῥητέον δὲ καὶ ἐνταῦθα, ὅτι παρὰ τὸ ἀνακὲς ὅ ἐστιν ἐπιμελὲς γίνεται. ἔστι γὰρ ἐν χρήσει τὸ ἀνακῶς, ἀντὶ τοῦ φροντιστικῶς. ἐπιμελῶς. πεφυλαγμένως. Ἡρόδοτος. καί τις οἰκίην τε ἀναπλασσάσθω καὶ σπορᾶς ἀνακῶς ἐχέτω. ἔστι δὲ καὶ θεία λέξις τὸ ἄναξ, ὡς ἀπὸ τῶν διοσκούρων. Αἴλιος γοῦν Διονύσιος, ἀνακοὺς τοὺς διοσκούρους φησὶ λέγεσθαι, ὡς αἰακούς. καὶ κατεύχονταί φησιν ἀνακοῖν διοσκούροιν. Παυσανίας δὲ λέγων καὶ αὐτὸς τὸ ἀνακῶς ἀντὶ τοῦ φυλακτῶς καὶ προνοητικῶς παρά τε Ἡροδότῳ καὶ Θουκυδίδῃ, φησὶ καὶ ὅτι ἀνάκεια, ἑορτὴ διοσκούροιν ἀνακοῖν. ὡς σοφοῖν. τριττυίαν δέ φησι τὴν θυσίαν ταύτην εἶναι συμβαίνει, διοσκούροις καὶ Ἑλένῃ δι' ἣν εἰς τὴν Ἀττικὴν ἐμβαλόντες ἐκεῖνοι, οὐκ ἠδίκησαν οὐδένα τῶν ἐγχωρίων. Ἰστέον δὲὅτι καθὰ οἴκου τις ἄναξ ἐστὶν ὡς οἰκοδεσποτῶν, οὕτω καὶ χειρὸς ὡς εἰκός. ὅθεν σύνθετον, ὁ χειροάναξ. καὶ συνελόντα φάναι, χειρώναξ. εἶεν δ' ἂν χειρώνακτες οἳ καὶ χειρομάχα πληθὺς λέγονται παρὰ τοῖς παλαιοῖς. εἰ δὲ μὴ ὥσπερ ἐκ τοῦ ἀνδρῶν ἄναξ συνετέθη Ἀνδρώναξ τὸ κύριον, οὕτως ἔδοξέ τισιν εἰπεῖν καὶ ἐκ τοῦ, οἴκου ἄναξ οἰκώναξ πρὸς ἀναλογίαν τοῦ Ἱππώναξ Πλειστώναξ καὶ τῶν τοιούτων, λογοπραγείσθω ἡ χρῆσις. Σημείωσαι δὲ καὶ ὅτι τὸ ἄναξ ἄνακτος προσλαβὸν ἐν τῇ κλίσει τὸ ˉτ, διεσάφησεν ἑαυτὸ καθ' ὑπεξαίρεσιν ἀμφιβόλου ἐννοίας. εἰ γὰρ ἦν ἄνακος ὡς θώρακος, ὑπωπτεύετο ἂν στέρησιν ἄκους δηλοῦν. οὐκοῦν ἐπὶ Διοσκούρων ἡ τοῦ ˉτ ἐξαίρεσις, τὸ ἄκος παρεισκρίνει. ἐκεῖθεν γὰρ οἱ ἀνακοὶ καὶ τὸ αὐτῶν ἐπίῤῥημα τὸ ἀνακῶς. ὠξυτόνυνται δὲ οἱ ἀνακοὶ, ἀναγκαίως. ἵνα μὴ διδοῖεν ἔμφασιν ὡς ἐκ τοῦ ἀνάσσειν καὶ ἐκ τοῦ ἄναξ παρήχθησαν, εἴη δὲ ἂν ὁ τόνος αὐτῶν, κατὰ τὸ φαρμακοί. (ῃερς. 401.) Ὅτι Ἀντίνοος μὲν καθὰ καὶ προείρηται, σκληρότερος τὸ ἦθος ἐστὶ δι' ὅλης τῆς ποιήσεως. Εὐρύμαχος δὲ, κολακικωτέρου ἤθους εἶναι πέπλασται καὶ ἁπαλωτέρου. ὅθεν καὶ τοῖς πολλοῖς μάλιστα ἐπίδοξος ἦν ἀγαγέσθαι τὴν Πηνελόπην, λόγῳ τοιούτῳ. ἱστορεῖ ὁ δειπνοσοφιστὴς Ἀθήναιος ὅτι Ἀπίων ὁ Ἀλεξανδρεὺς ἀκηκοέναι λέγει πρὸς τοῦ Ἰθακησίου Κτήσωνος, τὴν τῶν μνηστήρων πεττείαν, οἷα ἦν. ἦν δὲ τοιάδε. ὀκτώ φησι καὶ ἑκατὸν ὄντες, διετίθεσαν ψήφους ἐναντίας ἀλλήλαις ἴσας πρὸς ἴσας τὸν ἀριθμὸν ὅσοι περ ἦσαν αὐτοί. εἶναι οὖν ἑκατέρωθεν τέσσαρας καὶ πεντήκοντα ψήφους. ἀνὰ μέσον δὲ τούτων, διαλείπειν τι κενόν. καὶ ἐν τῷ μεταιχμίῳ τούτῳ, μίαν τιθέναι ψῆφον. καλουμένην μὲν Πηνελόπην. σκοπὸν δὲ οὖσαν, τῷ βαλόντι ψήφῳ ἑτέρᾳ. καὶ κληρουμένων ἐκείνων, στοχάζεσθαι ταύτης, τὸν λαχόντα. καὶ εἴτις τύχοι καὶ ἐκκρούσειε πρόσω τὴν ψῆφον Πηνελόπην, ἀποτίθεσθαι τὴν ἑαυτοῦ εἰς τὴν χώραν τῆς βληθείσης καὶ ἐξωσμένης ψήφου. καὶ στάντα ἐκεῖ, πάλιν βάλλειν. καὶ εἴπερ ἐπιτύχοι μηδεμιᾶς τῶν ἄλλων ψαύσας, τότε δὴ νικᾶν τὸν τοιοῦτον μνηστῆρα, καὶ πολλὰ ἐλπίζειν γαμήσειν τὴν Πηνελόπην. τὸν δὴ Εὐρύμαχον, πλείστας εἰληφέναι τοιαύτας νίκας ταύτῃ τῇ παιδιᾷ, καὶ εὔελπιν εἶναι τῷ γάμῳ, ἐπίδοξον ὄντα λαβεῖν τὴν βασιλείαν, ὥστε δῆλον ἐκ τούτων, ὡς καλῶς καθὰ προδεδήλωται, καὶ ἀστραγαλίζειν τὸ πεττοῖς καθ' Ὅμηρον τέρπεσθαι, λέγεται. μέχρι γὰρ καὶ ἐσάρτι, οὕτως ἀστραγαλίζουσι καὶ μάλιστα ὀνείοις, οἱ τοιαῦτα πεττεύοντες εἴτε παίζοντες. ὁ τοίνυν εἰς τὸν τῆς Πηνελόπης γάμον ἐπίδοξος ἥρως οὗτος, καὶ νῦν ὑπούλως τὸν λόγον μεταχειριζόμενος, πρῶτον μὲν συνετῶς προοιμιάζεται ὅτι ἐν θεοῦ γούνασι κεῖται ὅς τις ἐν Ἰθάκῃ βασιλεύσει. εἶτα, καὶ ἐπεύχεται τῷ Τηλεμάχῳ ὅτι κτήματα δ' αὐτὸς ἔχοις καὶ δώμασιν οἷσιν ἀνάσσοις, κατὰ τὸν σὸν λόγον. μὴ γὰρ ὅγε ἔλθοι ἀνὴρ ὅς σε ἀέκοντα βίῃ κτήματ' ἀποῤῥαίσει, Ἰθάκης ἔτι ναιεταώσης. καὶ οὕτω προοιμασάμενος, ἐπάγει ὡς δῆθεν εὔνους, ἀλλὰ θέλω σε φέριστε περὶ ξείνοιο ἔρεσθαι. Καὶ σημείωσαι ὅπως τοῦ Τηλεμάχου ἀνωτέρω ἐνδειξαμένου ὡς εἴρηται ὅτι οὐκ ἀνάγκη πᾶσα τινὰ τῶν μνηστήρων βασιλεῦσαι, εἰκὸς γὰρ καὶ ἄλλῳ τινὶ τὴν βασιλείαν ταμιεύεσθαι, εἰπόντος δὲ καὶ ὡς εἰ καὶ τῆς βασιλείας ἐκπέσῃ, τοῦ γοῦν οἴκου ἄναξ ἐσεῖται τοῦ πατρικοῦ, ὁ Εὐρύμαχος πρὸς ἄμφω ἀπαντᾷ, τὴν μὲν βασιλείαν, ἐν θεοῦ γούνασι κεῖσθαι εἰπὼν, οἷα μὴ θέλων ἀλαζονεύεσθαι. τὸ δὲ τοῦ οἴκου ἄνακτα γενέσθαι τὸν Τηλεμάχον, εἰς εὐχὴν θέμενος διὰ τὸ δῆθεν δυσχερές. οἱονεὶ λέγων, ὅτι οὐ μόνον οὐ βασιλεύσεις ὦ Τηλέμαχε, ἀλλ' εὐκταῖον σοι καὶ τὸ τὰ σὰ ἔχειν. (ῃερς. 404.) Τὸ δὲ εἰπεῖν μὴ γὰρ ἔλθοι ἀνὴρ ὅς τις ποιήσει τάδε, ἐσχημάτισται καὶ αὐτό. δοκεῖ μὲν γὰρ λέγειν ὅτι μὴ γένοιτο ἀδικηθῆναί σε. λέγει δὲ ἀληθῶς, ὅτι μηδεὶς ἄλλος ἔλθοι βλάψων σε. ὡς ἡμῶν δηλαδὴ τῶν Ἰθακησίων ἀρκούντων εἰς τοῦτο. Τὸ δὲ ἀέκοντα καὶ τὸ βίῃ, ἐκ παραλλήλου θέσεως ταυτὸν σημαίνουσι. Τὸ δὲ ἀποῤῥαίσει κτήματα, δηλοῖ μὲν τὸ φθερεῖ 1. 72 δαπανήσας. γίνεται δὲ ἀπὸ τοῦ ῥῶ ῥαίω ἀφ' οὗ καὶ ῥαιστὴρ ἡ σφύρα. καθὰ καὶ πέτω τὸ πίπτω, καὶ ἐν συγκοπῇ καὶ παραγωγῇ πτῶ πταίω τὸ προσκόπτω. οὕτω δὲ καὶ λῶ λαίω ἐξ οὗ τὸ λιλαίω. καὶ κεδῶ κεδαίω τὸ σκεδάζω. καὶ κλῶ κλαίω. καὶ κῶ καίω. ἐκ δὲ τοῦ ῥαίω, καὶ ῥαϊστὴς ἐξ οὗ κυνοραϊστὴς καὶ θυμοραϊστής. τὸ μέντοι ῥῶ, τὸ γάμμα προσλαβὸν, τὴν γρώνην ποιεῖ. καὶ τὴν γράστιν. καὶ τὴν γραῖαν. Ὅτι εὐχὴ ἀγαθὴ πρὸς οἰκοδεσπότην τὸ, κτήματα δ' αὐτὸς ἔχοις καὶ δώμασιν οἷσιν ἀνάσσοις. (ῃερς. 407.) Ὅτι ὁ ἐρωτῶν περὶ ἀγνοουμένου ξένου, ἐρεῖ. ὁππόθεν οὗτος ἀνὴρ, ποίης δ' ἐξεύχεται εἶναι γαίης, ποῦ δὲ νύ οἱ γενεὴ καὶ πατρὶς ἄρουρα. (ῃερς.