Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Commentarii ad Homeri Odysseam i
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-thessalonicensis-pg-135-136" aria-label="More works by Eustathius Thessalonicensis PG 135"> —
⋯
More
Original / primary: Pg Scrape Grc
402.1.1
) Τὸ δὲ ῥοχθεῖν, ὠνοματοπεποίηται. καθὰ καὶ τὸ ξερόν. καὶ τὸ ἐρευγόμενον. καὶ τὸ παλιῤῥόθιον. καὶ τὸ βέβρυχε. καὶ ὁ δοῦπος. ἐχρῆν γὰρ ἐπίτηδες πρᾶγμα δύσηχον τὴν τῶν κυμάτων εἰς τὰ ἔξω πρόῤῥηξιν, συχναῖς τραχείαις ἐξαγγεῖλαι φωναῖς. τραχυφωνότερον δὲ τὸ ῥοχθεῖν τοῦ τε ῥοθίου καὶ τοῦ παλιῤῥοθίου. ἔτι δὲ καὶ τοῦ μυθικοῦ Ἁλιῤῥοθίου. ποιεῖ δὲ τὴν πλείω τραχύτητα ἡ τῶν δασέων ἐπαλληλία. Τὸ δὲ ξερὸν ἠπείροιο, καὶ τρηχεῖαν ἔφη ἀκτήν. συνέσταλται δὲ ἐκ τοῦ ξηροῦ τὸ ξερόν. τοιοῦτον δὲ καὶ τὸ νοσηρὸν νοσερόν. εὕρηται γὰρ διχῶς. συνηγοροῖτο δ' ἂν, ἢ καθ' Ἡρακλείδην εἰπεῖν, παρηγοροῖτο τὸ ξερὸν, καὶ ἀπὸ τοῦ ξέω. εὐφυῶς γὰρ ἔχει πρὸς ξέσιν λείαν τὰ ξηρά. μυριαχοῦ δὲ τὸ ἦτα εἰς ˉε μεταπίπτει σὺν λόγῳ, καθὰ καὶ ἐν τῷ ῥῶ ῥήσω ἔῤῥημαι ἐῤῥέθην. διὰ μὲν γὰρ τὸ ῥῶ ῥήσω, καλῶς ἔχει τὸ ἔῤῥημαι καὶ τὸ ἐξ αὐτοῦ εἴρημαι. διὰ δὲ τὸ ῥέω θέμα, εὖ ἔχει καὶ τὸ ἐῤῥέθην. τὸ δ' αὐτὸ νοητέον καὶ ἐπὶ τοῦ σχῶ σχήσω ἔσχηκα ἔσχημαι ἐσχέθην. καὶ τὸ νοσηρὸν δὲ καὶ νοσερὸν, οὐδ' αὐτὸ ἀλόγως ἔχει. ἀλλὰ τὸ μὲν, τῷ ἦτα παραλήγεται, ὡς ἀπὸ τοῦ νοσῶ νοσήσω μέλλοντος. τὸ δὲ, τῷ ˉε παρασπίζεται, ὡς ἀπὸ ὁλοκλήρου ἤγουν ἐντελοῦς ῥήματος τοῦ νοσέω. καὶ οὕτω μὲν ἔλλογον συλλαβικὴν συστολὴν ἢ ἔκτασιν τὰ τοιαῦτα πάσχει. ἄλογον μέντοι συστολὴν χρονικὴν καὶ ἔκτασιν παραδιδόασιν οἱ παλαιοὶ, ἐν τῷ, φίλε κασίγνητε. καὶ, ἀνέρες ἐστὲ φίλοι. καὶ ἐν τῷ, Ἆρες Ἄρες βροτολοιγέ. καὶ ἐν τῷ, δαὴρ αὖτ' ἐμός. καὶ, Ἕκτορ ἐμῷ θυμῷ δαέρων φίλτατε, καὶοὕτω μὲν ταῦτα ὡς ἐξ ἀφορμῆς τοῦ ξερὸν κατὰ συστολήν. ἴσως δὲ καὶ ἄλλως τὸ ξερὸν ἐκταθὲν ἐποίησε τὸ ξηρόν. (ῃερς. 403.) Τὸ δὲ εἴλυτο, ἢ ἐκ τοῦ εἴλυμι γίνεται, ἢ ἐκ τοῦ εἰλύω ἐξ οὗ τὸ ἐπειλύω. καὶ εἰλυὸς ὁ φωλεός. ἵνα ᾖ συγκοπὲν ἐκ τοῦ εἰλύετο. ἐκ δὲ τοῦ ῥηθέντος εἰλύω ἢ εἴλυμι, γίνεται καὶ εἴλυμα τὸ κάλυμμα. οἷον. εἴλυμα σπείρων, ὃ ἐν τοῖς ἑξῆς που κεῖται. Ἁλὸς δὲ ἄχνη πόθεν γίνεται, ἡ Ἰλιὰς ἱκανῶς ἐδήλωσε. δηλοῖ δὲ τὸ λεπτὸν καὶ ἀφρῶδες τοῦ ἔξω προσρηγνυμένου κύματος. (ῃερς. 404.) Λιμένες δὲ νηῶν ὄχοι βαρυτόνως ἢ ὀχοὶ ὀξυτόνως, οἱ φυλακτικοὶ τῶν νηῶν, ὡς συνέχοντες αὐτάς. ἢ ἐφ' ὧν νῆες ὀχοῦνται καὶ ἀναπαύονται. δοκοῦσι δὲ καὶ οἱ ναύλοχοι λιμένες ὡς προδεδήλωται ἐκ τοῦ νηῶν ὄχοι λέγεσθαι συνθέτως πλεονασμῷ τοῦ ˉλ. Ἐπιωγαὶ δὲ, ἐξοχαὶ κατὰ τοὺς παλαιοὺς καὶ πλατεῖς αἰγιαλοί. μάλιστα δὲ, τόποι ἀνέμου σκέπην ἔχοντες, ἔνθα καὶ ἰωὴ τουτέστι πνοὴ ἄγνυται μὴ δυναμένη δηλαδὴ προϊέναι. καθ' ὁμοιότητα δὲ τούτου, καὶ κυματωγὴ παρ' Ἡροδότῳ ἡ ἀκτὴ ἔνθα δηλαδὴ τὰ κύματα ἄγνυνται. (ῃερς. 405.) Τὰς δὲ ἀκτὰς, καὶ ῥαχίας οἱ Ἀττικοὶ καλοῦσι. καὶ τὸν τόπον δὲ ᾧ προσαράττει τὸ κῦμα, ῥαχίαν λέγουσιν ὡς ἐν ῥητορικῷ εὕρηται λεξικῷ. καὶ ῥάχοι δὲ καὶ ῥαχίαι, παρατείνουσα καὶ τραχεῖα ἠϊών. εὕρηνται δὲ καὶ ῥάχοι, καὶ ἀκανθώδεις καὶ τραχεῖαι ῥάβδοι. Προβλῆτες δὲ ἀκταὶ, ἁπλῶς μὲν, αἱ προβεβλημέναι καὶ μὴ κρυπτόμεναι. τοῦτο δὲ πρὸς διαστολὴν τῶν λιμένων καὶ τῶν ἐπιωγῶν. ἐκεῖ γὰρ οὐ προβέβληται εἰς ἐμφανὲς ἡ ἀκτὴ. καὶ ἔστι μὲν οὐδὲ ἡ ἁπλῶς προβλὴς ἀκτὴ ἀγαθὸν ὡς πρὸς λιμένος σύγκρισιν. εἰ δὲ καὶ σπιλάδες εἰσὶ περὶ αὐτὴν καὶ πάγοι, ἀλλὰ τοῦτο χείριστον. καὶ εἰσὶν αἱ τοιαῦται προβλῆτες ἀκταὶ, τόποι πετρώδεις, προνεύοντες εἰς θάλασσαν. Περὶ δὲ σπιλάδων προεγράφη. λέγουσι δὲ τὰ σχόλια, καὶ ὅτι σπιλάδες πέτραι εἰσὶ κοῖλαι διεσχισμέναι τῇ συνεχεῖ τῶν κυμάτων πλήξει. Πάγοι δὲ, πετρώδεις ἐξοχαί. ἢ εἰς ὕψος ἀνέχουσαι ὀξεῖαι πέτραι. ὡς δηλοῖ ἐπαχθὲν τὸ, πάγοι ὀξέες. (ῃερς. 408.) Τοῦ δὲ ἀελπέα ἡ ὀρθὴ, ἀελπής. καὶ ἔστι σημειῶδεςεἴγε τὸ μὲν ἁπλοῦν, ἐλπὶς ἐλπίδος. τὸ δὲ σύνθετον, ἀελπὴς ἀελπέος. ἔστι δὲ περὶ αὐτοῦ εἰπεῖν ὅτι ἐκ μὲν τοῦ ἐλπὶς, ὁ εὔελπις γίνεται καὶ ὁ δύσελπις. ἐκ δὲ τοῦ ἔλπω ῥήματος, ὁ ἄελπος καὶ ὁ ἀελπής. ὡς ἐκ τοῦ τέρπω, ἡ παρ' Ὁμήρῳ ἄτερπος ὀϊζὺς καὶ ὁ ἀτερπὴς χῶρος. καὶ τοῦτο μὲν, τοιοῦτο. (ῃερς. 409.) Λέγει δ' ἐνταῦθα ὁ ποιητὴς καὶ τὸ πλεῦσαι καὶ διανήξασθαι, διατμῆξαι κῦμα. εἰπών. καὶ δὴ τόδε λαῖτμα διατμήξας ἐπέρησα. (ῃερς. 410.) Τὸ δὲ ἁλὸς πολιοῖο, τῆς παλαιᾶς καὶ αὐτὸ Ἀτθίδος. καθὰ καὶ τό, κλυτὸς Ἀμφιτρίτη. Ἀλλαχοῦ δὲ, πολιὴν ἅλα φησὶν Ἰωνικῶς. δηλοῖ δὲ ὡκαὶ ἐκεῖ ἐῤῥέθη, ἢ τὴν ἔντιμον. ἢ τὴν λευκὴν διά τε τοὺς ἀφροὺς καὶ πρὸς ὁμοιότητα τοῦ, λευκὸν ὕδωρ. Τὸ δὲ ἁλὸς θύραζε, ἀντὶ τοῦ ἁπλῶς ἔξω, πολλαχοῦ φησιν ὁ ποιητής. λέγει δὲ αὐτὸ, ὡς ἐπὶ οἴκου. ἐπεὶ καὶ οἴκησις Ποσειδῶνος καὶ θαλαττίων δαιμόνων ἡ θάλασσα. (ῃερς. 412.) Τὸ δὲ ῥόθιον, ἐπίθετον κύματος ῥοθοῦντος κατὰ ὀνοματοποιΐαν. οἱ δὲ μεθ' Ὅμηρον, τὸ ῥεῦμα οὕτω καλοῦσιν. οἱ δὲ ὕστερον Ἀττικοὶ, τὴν σύντονον εἰρεσίαν οὕτω φασί. καὶ ῥοθιάζειν τὸ ἐρέσσειν εὐτόνως. ἐλέγετο δὲ ῥοθιάζειν, καὶ ὅτε οἱ ναῦται ἐπὶ κώπαις δέκα τυχὸν ἢ καὶ πλείοσι παίοντες, εἶτα ἅμα παυσάμενοι, ὡς ἐκ συνθήματος ἅπαξ ἀνεφώνουν, ὡς καὶ νῦν ποτε γίνεται. καὶ ἔστι τοιοῦτον παρὰ Ἀριστοφάνει τὸ, αἴρεσθ' αὐτῷ πολὺ τὸ ῥόθιον. παραπέμψατ' ἐφ' ἕνδεκα κώπαις. τουτέστι, εὐφημήσατε τὸν δεῖνα ῥοθιάζοντες ναυτικῶς. Τὸ δὲ ἀναδέδρομεν, ὑψιλοὺς εἶναι ὡς καὶ ἐῤῥέθη, τοὺς ῥηθέντας πάγους δηλοῖ. ἵνα οἱ αὐτοὶ, καὶ πάγοι ὀξέες εἶεν καὶ πέτραι ἀνατρέχουσαι. Γλυκέως δὲ ὡς ἐπὶ ἐμψύχων ἀναβαινόντων, λέγεται τὸ ἀνατρέχειν ἐπὶ πετρῶν ὑψηλῶν. καθὰ καὶ τὸ, ἀναδέδρομε πέτρη. μέσος δὲ παρακείμενος τὸ ἀναδέδρομεν, ὡς ἀπὸ ἀῤῥήτου ἐνεστῶτος τοῦ δρέμω ἀφ' οὗ καὶ ὁ δρόμος. (ῃερς. 413.) Ἀγχιβαθὴς δὲ θάλασσα, ὁ βαθὺς αἰγιαλός. καὶ μὴ ἄντικρυς λιμὴν ἢ ἀκτὴ ἀλλὰ ἄγχι βάθους ὢν ὡς μὴ δύνασθαί τινα ἐν κινδύνῳ πόδεσσι στῆναι ἀμφοτέροις καὶ σωθῆναι. καὶ νῦν μὲν, οὐκ ἐπαινετὸν τὸ ἀχιβαθές. ὁ μέντοι ἀγχιβαθὴς λιμὴν, ἐπαινεῖται. (ῃερς. 415.) Τὸ δὲ βάλῃ λίθακι ποτὶ πέτρῃ, ἀντὶ τοῦ, προσρίψει πέτρᾳ τινὶ ἐχούσῃ προβολὰς ὀξείας πολλὰς, τοιαύτη γὰρ ἡ λίθαξ πέτρα. εἰ δέ τις τὰς οὕτω λίθακας, καὶ πάγους ὀξέας εἴποι, οὐ φαύλως ἐρεῖ. Καὶ σημείωσαι ὅτι εἰ καὶ παρατετήρηται μὴ εἶναι ὑποκόρισμα παρὰ τῷ ποιητῇ, ἀλλὰ τὸ λίθαξ τοιοῦτον εἶναι δοκεῖ. ὡς γὰρ νέος νέαξ νέακος, καὶ ὥσπερ σκύλαξ σκύλακος, οὕτω καὶ λίθαξ ἡ καὶ λάϊξ. ἔστι γὰρ πέτρα λίθαξ, ἥτις αὐτὴ μὲν μεγάλη ἀνέστηκεν. ἔχει δὲ περὶ αὐτὴν λιθιδίων ἐκφύματα. (ῃερς. 418.) Παραπλῆγες δὲ ἠϊόνες κατὰ τοὺς παλαιοὺς, πάραλοι, πλησσόμεναι ὑπὸ ἁλός. μάλιστα δὲ, αἱ μὴ ἀπεναντίας ἀλλ' ἐκ πλαγίων πλησσόμεναι κύμασιν. αἳ καὶ ποιοῦσι τόπον εὐλίμενον πλαγιαζόμενον τοῖς κύμασι. διὸ καὶ ἐπάγει, λιμένας τε θαλάσσης. ὡς τῆς παραπλῆγος ἠϊόνος, ἀγαθῆς οὔσης ἐλλιμενίσαι. καὶ οὕτω μὲν ὁ ποιητής. οἱ δὲ ὕστερον, παραπλῆγα φασὶ, τὸν ἀπαίδευτον καὶ ἄμουσον καὶ ὡς εἰπεῖν, ἀπῳδὸν, ἐξ ὁμοιότητος τῶν ἀτεχνῶς πληττομένων χορδῶν. ἡ χρῆσις παρὰ τῷ κωμικῷ. τοιούτῳ δὲ παραπλῆγι σύστοιχον, καὶ τὸ παραπλῆγα λύτταν λόγου. (ῃερς. 419.) Ἐν δὲ τῷ, δείδω μή με ἡ θύελλα τό δέ τι βλάψῃ, ἀνελλιποῦς οὔσης τῆς φράσεως, δῆλον ὅτι πρὸ ταύτης τὸ, μή πως μ' ἐκβαίνοντα βάλῃ ποτὶ πέτρῃ, ἐλλιπές ἐστι ῥήματος τοιούτου. ἵνα λέγῃ ὅτι δέδοικα μὴ προσκρουσθῶ τῇ ῥαχίᾳ. καὶ εἰσὶ καὶ ἐν Ἰλιάδι πολλὰ τοιαῦτα σχήματα. ὅμοιον δὲ καὶ παρ' Αἰσχύλῳ τὸ, ὅπως μὴ σαυτὸν οἰκτοῖς ποτε. ἤγουν δέδιθι μὴ πάθῃς οἴκτου ἄξια. (ῃερς. 419.) Τὸ δὲ ἀναρπάξασα θύελλα, οὐ πάνυ πόῤῥω φράζεται τοῦ, ἀνηρείψαντο ἅρπυιαι. εἰ καὶ ἄλλως μὲν ἐκεῖνο, ἑτέρως δὲ τοῦτο νοεῖται. (ῃερς. 421.) Ὁ δὲ τοῦ μεγάλου κήτους φόβος καὶ ὁ τῶν ἐν ὄρει θηρῶν, οὐχ' ἱστορικῶς ἀλλὰ κατὰ τὸ εἰκὸς ἔπεισι τῷ Ὀδυσσεῖ, τὰ μὲν τῶν κακῶν πάσχοντι, τὰ δὲ, ὑποπτεύοντι. (ῃερς.
402.1.2
) ὁποῖα δή τινα ἐποίησεν Ὀδυσσεὺς καὶ ἔπαθε περὶ τὴν τῶν Κικόνων γῆν. καὶ τοιαῦτα μὲν ὁ Ὀδυσσεὺς, (ῃερς. 399.) ἐν οἷς ἀμέγερτος ἐῤῥέθη πνοὴ ἡ πολλὴ καὶ ἄφθονος ἢ ἄξηλος καὶ ἀφθόνητος. (ῃερς. 605.) ὁ δὲ Ἀγαμέμνων ὡς ἐν ἠθοποιΐας λόγῳ ἀποφήσας μή τε περὶ θάλασσαν παθεῖν τι δεινὸν μήτε περὶ χέρσον ἐπάγει ὅτι Αἴγισθος αὐτῷ τεύξας θάνατόν τε μόρον τε ἔκτα σὺν οὐλομένῃ ἀλόχῳ οἶκονδε καλέσσας, δειπνίσσας, καθὰ καὶ προεγράφη, ὥς τίς τε κατέκτανε βοῦν ἐπὶ φάτνῃ, ὣς θάνον φησὶν οἰκτίστῳ θανάτῳ. περὶ δ' ἄλλοι ἑταῖροι νωλεμέως κτείνοντο, σύες ὣς ἀργιόδοντες, οἳ δὴ ἐν ἀφνειοῦ ἀνδρὸς μέγα δυναμένοιο ἢ γάμῳ ἢ ἐράνῳ ἢ (ῃερς.

Intertext edge

Open linked passage

Note