Commentarii ad Homeri Odysseam i
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-thessalonicensis-pg-135-136" aria-label="More works by Eustathius Thessalonicensis PG 135">
—
⋯
Original / primary: Pg Scrape Grc
409.1.1
) Τὸ δὲ, νῦν ὁ Τηλέμαχος. ὃν περιφράζων, φησίν. ἱερὴ ἲς Τηλεμάχοιο. σεμνότερον τοῦτο εἰπὼν ἤπερ τὸ, βίη Ἡρακλῆος, ἀντὶ τοῦ Ἡρακλῆς. Ὅρα δὲ καὶ τὸ φέρειν, ἐνταῦθα κυριολεκτούμενον. ἐξ οὗ καὶ τὸ φορεῖον. καὶ ὁ φόρτος. καὶ τὸ φοράδην ἐπίῤῥημα. καὶ φορμὸς ὁ κόφινος. καὶ φορμίσκος κατὰ Παυσανίαν, λεπτόν τι ἀγγεῖον. ἕτεροι δέ φασιν οὕτω. ἐκ τοῦ φέρω, φορμὸς ἤγουν πλέγμα. σπυρίς. ἐν ᾧ καὶ σῦκα ἔφερον. ἐκεῖθεν δέ φασι καὶ φορητὸς, φρύγανα. χόρτος. κοπρία. (ῃερς. 416.) Ὅτι ἐν τῷ, ἂν δ' ἄρα Τηλέμαχος νηὸς βαῖνε, γενικῇ συντέτακται τὸ ἀναβαίνειν δι' ἔλλειψιν προθέσεως. τὸ δὲ πλῆρες καὶ ὀρθὸν, ἀνέβαινεν ἐπὶ νηός. καὶ ἄλλως δὲ τὸ ῥηθὲν, ἀντὶ τοῦ ἄνω τῆς νηὸς ἔβαινεν εἴρηται. Λέγει δὲ καὶ ἐνταῦθα ὡς καὶ ἀλλαχοῦ ἐν πολλοῖς, ἄρχειν τὸ προηγεῖσθαι ὁδοῦ ἢ ἔργου. ὃ πρὸ βραχέων, ἡγήσατο Παλλὰς Ἀθήνη ἔφη. (ῃερς. 418.) Ὅτι πρυμνήσια, τὰ πρὸς τῇ γῇ δεσμοῦντα σχοινία τὴν ναῦν. ἃ καὶ πείσματα λέγονται, ὡς τῆς νηὸς πειθομένης αὐτοῖς. (ῃερς. 4.) Ὅτι τὸν ἐξ Ἰθάκης πλοῦν τοῦ Τηλεμάχου διασκευάζων Ὅμηρος, φησίν. τοὶ δὲ πρυμνήσι' ἔλυσαν. ἂν δὲ καὶ αὐτοὶ βάντες, ἐπὶ κληῖσι κάθιζον. τοῖσιν δ' ἴκμενον οὖρον ἵει γλαυκῶπις Ἀθήνη, τουτέστιν ἡ κατὰ τοὺς ναυτίλους ἐμπειρία καὶ φρόνησις. οἳ στοχασάμενοι καιροῦ ἔπλευσαν. ἴκμενον οὖρον ἵει, ἀκραῆ ζέφυρον, κελάδοντ' ἐπὶ οἴνοπα πόντον. Τηλεμάχου δὲ κελεύσαντος ὅπλων ἅπτεσθαι, αὐτοὶ ὀτρύνοντος ἄκουσαν. ἱστόν δ' εἰλάτινον κοίλης ἔντοσθε μεσόδμης στῆσαν ἀείραντες, κατὰ δὲ προτόνοισιν ἔδησαν. ἕλκον δ' ἱστία λευκὰ ἐϋστρέπτοισι βοεῦσιν. ἔπρησεν δ' ἄνεμος μέσον ἱστίον. ἀμφὶ δὲ κῦμα στείρῃ πορφύρεον μεγάλ' ἴαχε νηὸς ἰούσης. ἥ δ' ἔθεεν κατὰ κῦμα διαπρήσουσα κέλευθον. δησάμενοι δ' ἄρα ὅπλα θοὴν ἀνὰ νῆα μέλαιναν, στήσαντο κρητῆρας ἐπιστεφέας οἴνοιο. λεῖβον δ' ἀθανάτοισι θεοῖς αἰειγενέτῃσιν. (ῃερς. 433.) Ἐκ πάντων δὲ μάλιστα Διὸς γλαυκώπιδι κούρῃ. ἤγουν τῇ Ἀθηνᾷ. Ἔνθα ὅρα τὴν διπλὴν αὔξησιν. ἐπίτασιν γὰρ δηλοῖ καὶ ἡ ˉεκ πρόθεσις, καθὰ καὶ τὸ μάλιστα. εἶτα συμπληρῶν, λέγει. (ῃερς. 434.) Παννυχίη μέν ῥ' ἥγε, καὶ ἠῶ πεῖρε κέλευθον. Κληῖδες μὲν οὖν τίνες εἰσὶν, ἡ Ἰλιὰς ἐδήλωσεν. (ῃερς. 4.) Ἴκμενον δὲ καὶ νῦν οὖρον, ἢ τὸν ὑγρὸν λέγει παρὰ τὴν ἰκμάδα ὃ καὶ ἀρέσκει τοῖς παλαιοῖς ἐπεί περ ἀλλαχοῦ ἀνέμων μένος ὑγρὸν ἀέντων φησὶν, ἢ τὸν φορὸν καὶ εἰς τὸ ἱκέσθαι ἐπιτήδειον, ὡς οἱονεὶ ἱκόμενον. Οὖρον δὲ, τὸν εὐδιεινὸν ὡς δι' αὐτοῦ ὀρούειν ὅ ἐστιν ὁρμᾶν τὴν ναῦν. ἀφ' οὗ καὶ ὁ ἐξουρίας πλοῦς, ἤγουν ὁ ἐκ πνοῆς εὐδιεινῆς. ὃ καὶ πληθυντικῶς λέγεται ἐξ οὐρίων, ἤγουν ἐξ εὐδιεινῶν πνευμάτων. ἐκεῖθεν καὶ οὐρίσαι, τὸ ἀποκαταστῆναι εἰς οὔριον, ὥς φασιν οἱ παλαιοί. καὶ κατουρίζειν ῥῆμα τραγικῶς. ὁ μέντοι οὐρὸς ὀξυτόνως, ἄλλο τι ἐν τῇ Ἰλιάδι δηλοῖ. Ἰστέον δὲ ὅτι οὐ μόνον πνοὴ οὐρία λέγεται, ἀλλὰ καὶ κατὰ τὴν ἱστορίαν τοῦ δειπνοσοφιστοῦ, καὶ ὄρνεόν τι οὕτω καλεῖται. ὅπερ οὐ πολύ φασι λείπεται νήττης. τῷ χρώματι, ὑποκέραμος. ἔχουσαῥύγχος μακρόν τε καὶ στενόν. (ῃερς. 421.) Ἀκραῆ δὲ λέγει, τὸν ἄκρως ἀέντα ἤτοι πνέοντα. οἱ δὲ, γράφουσιν εὐκραῆ. ὥς τε δύναταί τις ἀκραῆ λέγειν, καὶ τὸν μὴ κεκραμένον ἀλλ' ἀκριβῆ ζέφυρον. Κελάδοντα δὲ, οἱ μὲν, τοῦ ζεφύρου ἐπίθετον ἐκδέχονται. οἱ δὲ, τοῦ πόντου. ἐπεὶ καὶ ἐν Ἰλιάδι οἱ παλαιοὶ, ἵππον ἐγκέλαδον τῷ Ποσειδῶνι παραδιδόασιν, ὡς ἐν τῇ ˉν ῥαψῳδίᾳ ἐγράφη. Ὅπλα δὲ τίνα λέγει, πρὸ ὀλίγων εἴρηται. (ῃερς. 424.) Τὸ δὲ ἱστὸν στῆσαν, ἐτυμολογίας τρόπος καὶ αὐτὸ καθὰ καὶ τὸ στησαμένη μέγαν ἱστόν. Ὅρα δὲ ὅτι ἐνταῦθα μὲν, ἱστὸν στῆσαν ἔφη. κατωτέρω δὲ, παθητικῶς στήσαντο κρατῆρας. ὁποῖόν τι καὶ ἐν Ἰλιάδι κεῖται. Τὸ δὲ εἰλάτινον, τεχνικῶς εἶπεν. ὡς δέον ὂν τοιοῦτον εἶναι τὸν τῆς νηὸς ἱστόν. Μεσόδμη δὲ, ἡ ὀπὴ δι' ἧς ὁ ἱστὸς ἐνείρεται. λεχθεὶς οὕτω, παρὰ τὸ μέσον τῆς νηὸς δεδομῆσθαι. μέση γὰρ τοῦ τοιούτου πλείου ἔστι. (ῃερς. 425.) Προτόνους δὲ ἢ προτόνα οὐδετέρως κατὰ μεταπλασμὸν λέγει, σχοινία δι' ὧν ὁ ἱστὸς ἀποδεσμεῖται ὡς ἂν ἔχῃ βεβαίως ἵστασθαι. οἱ δὲ παλαιοὶ, προτόνους φασὶ, κάλωας ἀπὸ τοῦ καρχησίου εἰς πρώραν καὶ πρύμναν διατείνοντας. εἴρηται δὲ περὶ προτόνων, καὶ ἐν Ἰλιάδι ἐν τῷ, προτόνοισιν ὑφέντες. ἐπίτονος μέντοι, δέρμα φασὶν ᾧ πλοίου ἱστὸς κατασφαλίζεται. καὶ ἔοικε διαφέρειν προτόνου εἴ τις ἐξακριβοῖτο αὐτόν. (ῃερς. 426.) Τὰ δὲ λευκὰ ἱστία λινᾶ εἶναι δοκεῖ. διὸ καὶ λίνα τὰ τοιαῦτα λέγονται ὁμωνύμως τοῖς δικτύοις. ὧν ἡ κλῆσις, μέχρι καὶ νῦν φέρεται παρά τε ἄλλοις καὶ τοῖς περί που τὴν Παμφυλίαν. οἳ λινάριά τε καλοῦσι τὰ θηρατικὰ δίκτυα. καὶ ὅτε δὲ ζῶον ἐμπεσὸν αὐτοῖς ἐκφύγῃ, ἐκλινίσαι φασὶν αὐτὸ, ῥητορικῶς φράζοντες. ὅτι δὲ τὰ λευκὰ ἱστία καὶ εἰς οἰωνὸν ἦσαν ἀγαθὸν, ἐδήλωσε Θησεὺς οἷς τεκμήριον δυσπραγίας ἔθετο πλείων εἰς Κρήτην διὰ τὸν Μινώταυρον, εἴπερ ἡ κατ' αὐτὸν ναῦς ἐκεῖθεν εἰς Ἀθήνας ἐπαινιοῦσα, μέλανι ἐπιταχύνεται ἱστίῳ καὶ μὴ λευκῷ. Τὸ δὲ ἐϋστρέπτοισι βοεῦσιν ἕλκεσθαι τὰ ἱστία, χρήσεως ἀρχαίας ἐστί. καθ' ἣν καὶ νῦν οἱ περί που τοὺς ταύρους ἀρκτικοὶ, φωκῶν δέρμασι καί τισι τοιούτοις τὴν τῶν σχοίνων χρείαν ἀποπληροῦσι. λέγει δὲ βοέας καὶ ἐν συναιρέσει βοεῖς, τοὺς ἐκ βοείων ἱμάντων κάλωας. οὓς, καὶ κάλους οἱ ὕστερον φασίν. οἱ καὶ τὸν λαγὼν συστέλλοντες καὶ τὸ πληθυντικὸν λαγοὺς λέγοντες. Τὸ δὲ εὐστρέπτοις, ἀντὶ τοῦ εὐμαλάκτοις ἢ εὐκλώστοις. οὕτω γὰρ μάλιστα οἱ ἱμάντες χρήσιμοι ἐγίνοντο. ἀφ' ὧν καὶ ἱμονιὰ κατὰ Αἴλιον Διονύσιον, ἱμάς. σχοινίον. ᾧ ὕδωρ ἀντλοῦμεν. καὶ ἱμᾶν, τὸ ἀντλεῖν, ἐκεῖθεν δὲ καὶ τὸ ἀνιμᾶσθαι κάτωθεν δηλαδὴ ἄνω. καὶ τὸ ἀνάπαλιν καθιμᾶσθαι, οἷον. νύκτωρ πολλοὺς διὰ τῶν τειχῶν αὐτοὺς καθιμήσαντας, φεύγει ὡς δὲ καί τινες φλοιοὶ καὶ αὐτοῖ δὲ σχοῖνοι τὸ φύτον, ἀνεπλήρουν ὅσα καὶ οἱ καθ' Ὅμηρον βοέες, οὐκ ἄδηλόν ἐστι. καὶ σχοίνοις μὲν τοῖς κατὰ τὸ φυτὸν, τὰ κοινότερον σχοινία παρονομάζονται ὡς καὶ ἐν τοῖς εἰς τὴν Ἰλιάδα ἐῤῥέθη. ὁ δ' ἐκ φιλύρας φλοιὸς, πολλὴν ὅτι μάλα εἰς τὰ τοιαῦτα ὕλην συμβάλλεται. Ἀθήναιος δὲ ἱστορεῖ παρά τινος, καὶ ὅτι εἰς σχοινία, ἡτοιμάσατο λευκέαν μὲν, ἐξ Ἰβηρίας. κάνναβιν δὲ, ἐκ τοῦ Ἠριδανοῦ ποταμοῦ. εἴη δ' ἂν ἴσως λευκέα, δέρμα λεύκης παρόμοιον τῷ ἐκ φιλύρας. καὶ τοιάδε μὲν καὶ τάδε· οἷς προσθετέον, καὶ ὅτι Λάκωνες τοὺς ἱμάντας, βειέλοπας ἐκάλουν. ὁ δὲ τοῦτο γράψας τεχνικὸς, λέγει καὶ ὅτι παρ' ἐκείνοις βείδιοι οἱ ἄρχοντες. ἀμφοῖν δὲ τούτοιν αἱ ἄρχουσαι, διὰ τῆς εˉι διφθόγγου παραδέδονται. (ῃερς. 427.) Τὸ δὲ ἔπρησεν, ἀντὶ τοῦ ἐφύσησεν, ἐκ τοῦ πρήθω. ἀφ' οὗ καὶ πρηστήρ. (ῃερς. 428.) Στεῖραν δὲ τὴν τρόπιν λέγει, διὰ τὸ στεῤῥὰν αὐτὴν ὀφείλειν εἶναι. Τὸ δὲ πορφύρεον, ὠκείωται τῇ θαλάσσῃ. ὅθεν ἁλιπόρφυρα παρὰ τοῖς παλαιοῖς, ἁλίκλυστα. ἁλουργά. πορφυρά. Τὸ δὲ ἴαχεν, ὠνοματοπεποίηται. τραχύτερον ὂν τοῦ ἤχου. Τὸ δὲ ἐπιστεφέας οἴνου ὅ ἐστι πλήρεις, παρέξεσται ἀπὸ τοῦ, κρατῆρας ἐπεστέψαντο ποτοῖο. (ῃερς. 434.) Ἐν δὲ τῷ, παννυχίη καὶ ἠῶ, ὤφειλε μὲν ὀρθῶς, ἑῴα εἰπεῖν ἤ τι τοιοῦτον. δηλοῖ δὲ ἡ ἠὼς αὕτη, τὸν ὄρθρον, ὃς εὐθὺς μετὰ τὴν νύκτα ἐπιτέλλει. Τὸ δὲ ἔπειρεν, ἀντὶ τοῦ διεπέρα, οὗ ὁ μέλλων μεταχθεὶς εἰς ἐνεστῶτα, ποιεῖ τὸ περῶ. ἐξ οὗ ὁ πόρος. τούτου ἡ μετοχὴ ἐν τῷ, ἀλεγεινά τε κύματα πείρων. Σημείωσαι δὲ ὅτι πρῶτος ἂν ῥηθείη πλοῦς, ὁ ὑπὸ τοῦ Ὁμήρου ὡς ἐῤῥέθη φρασθείς. εἴγε δεύτερος πλοῦς λέγεται, ὅτε ἀποτυχῶν τις οὐρίου, κώπαις πλέει κατὰ Παυσανίαν. ΥΠΟΘΕΣΙΣ ΤΗΣ Γ. ΟΜΗΡΟΥ ΡΑΨΩΙΔΙΑΣ. Τηλέμαχον ἐλθόντα σὺν Ἀθηνᾷ ξενίζει Νέστωρ, καὶ διηγεῖται αὐτῷ τὰ συμβεβηκότα τοῖς Ἕλλησι, καὶ τὸν ἐκ Τροίας ἀπόπλουν. πυθόμενος δὲ τὰ περὶ τοὺς μνηστῆρας, καὶ γνωρίσας τὴν Ἀθηνᾶν ἀπιοῦσαν, θυσίαν αὐτῇ ἐπιτελεῖ. λαβὼν δὲ ὁ Τηλέμαχος ἅρμα σὺν Πεισιστράτῳ Νέστορος υἱεῖ, εἰς Σπάρτην ἀπαίρει. νυκτὸς δὲ ἐπιγενομένης ξενίζονται παρὰ Διοκλεῖ ἐν Φηραῖς. ΟΔΥΣΣΕΙΑΣ Γ. ΟΜΗΡΟΥ ΡΑΨΩΙΔΙΑ. Ὅτι τῆς γάμμα ῥαψωδίας ἐπιγραφὴ, ἄφιξις Τηλεμάχου εἰς Πύλον. Ὅτι τὸ, Ἠέλιος δ' ἀνόρουσε λιπὼν περικαλλέα λίμνην, Οὐρανὸν ἐς πολύχαλκον, ἵν' ἀθανάτοισι φαείνῃ. Καὶ θνητοῖσι βροτοῖσιν ἐπὶ ζείδωρον ἄρουραν, περίφρασίς ἐστιν, ἀντὶ τοῦ, ἐγένετο ἡμέρα. ὥσπερ δὲ τὸ ὕδωρ ἀγλαόν που φησὶν, οὕτω καὶ περικαλλέα λίμνην τὸν Ὠκεανὸν, ἀφ' οὗ δοκεῖ ἀνατέλλειν ὁ ἥλιος. κρεῖττον δὲ, λίμνην λέγειν τὸν Ὠκεανὸν ἤπερ ποταμόν. ποταμοῦ γὰρ ἀνάγκη τάς τε πηγὰς δοῦναι καὶ τὸ τῆς ἐκβολῆς κατάντημα. Ὠκεανὸς δὲ οὐκ ἂν ἔχῃ ταῦτα. διὸ οἱ σοφοὶ Ὠκεανὸν θέλοντες εἰπεῖν, τὴν ἔξω θάλασσαν φασίν. ὅτι δὲ μέρος τι τοῦ τοιούτου Ὠκεανοῦ ἤτοι τῆς ὡς ἐῤῥέθη περικαλλέος λίμνης, Ὠκεανὸς ἐλέγετο ποταμὸς ἐκεῖνος ὢν, ἐν τοῖς ἑξῆς που ῥηθήσεται. Ὅρα δὲ καὶ τὸ ἀνόρουσεν ἐπὶ Ἡλίου λεχθὲν, ὡς οἷον ἀναπηδῶντος εἰς ἀνατολήν. μετ' ὀλίγα δὲ κυριολεκτῶν, ἐρεῖ οἵ δ' ἀνόρουσαν εὐκνήμιδες Ἀχαιοί. (ῃερς. 2.) Οὐρανὸς δὲ πολύχαλκος, μυθικῶς μὲν, διὰ τοὺς ἐκεῖ τοιούτους οἴκους οὓς Ἥφαιστος χαλκεύει. διὸ καὶ χαλκοβατὲς Διὸς λέγεται δῶμα. κατὰ δὲ λόγον ἄλλον, πολύχαλκος, ὁ στερεός. καὶ μὴ λυτός. μὴ δὲ χυτὸς ὡς ὕδωρ. ἢ κατὰ τὸν ἀέρα ῥυτός. δῆλον γὰρ ὅτι τὸ χάλκεον, καὶ ἐπὶ στερεότητος ἐν πολλοῖς λαμβάνεται. διὸ καὶ σιδήρειόν που λέγει τὸν οὐρανόν. Τὸ δὲ ἵν' ἀθανάτοισι φαείνῃ, μερικεύων ἀλλαχοῦ, φησὶν ἐπὶ τῆς ἠοῦς, Ζηνὶ φόως ἐρέουσα ἤγουν ἀνατολὴν σημαίνουσα. ὑπηρετικόν δ' ἐν τούτοις τὸν ἥλιον τοῖς θεοῖς ὑποτίθεται καθάπερ καὶ τὴν ἠῶ. (ῃερς. 2.) Ὅτι εἰπὼν ὡς οἱ περὶ Τηλέμαχον Πύλον ἷξον, ἐπάγει. τοί δ' ἐπὶ θινὶ θαλάσσης ἱερὰ ῥέζον, τουτέστιν οἱ Πύλιοι, οἳ νοοῦνται διὰ τῆς Πύλου. πόλις γὰρ, οἱ πολίται. εἴγε κατὰ τὸν τραγικὸν, οὐδὲν οὔτε πόλις οὔτε ναῦς ἔρημος ἀνδρῶν τῶν ἔσω. Τὸ δὲ ἷξον, οὐκ εὔχρηστον τοῖς πεζογραφοῦσι. προπερισπᾶται δὲ, ὡς διὰ τὴν αὔξησιν φύσει μηκυνθείσης τῆς παραληγούσης. Θῖνα δὲ θαλάσσης λέγει, πρὸς διαστολὴν ἑτέρων θινῶν. ἔστι γὰρ θὶς κατὰ τοὺς παλαιοὺς, ὄχθος. βουνός. ἄμμος. δῆλον δ' ἐκ τῶν παλαιῶν, ὅτι θὶς ἐπὶ αἰγιαλοῦ μὲν, θυλυκοῦ γένους ἐστίν. ἀρσενικοῦ δὲ, ἐπὶ χρημάτων καὶ λίθων. οἱ δ' αὐτοὶ, λέγουσιν ὅτι ἐν τῷ, θὶν καὶ θὶς. ἀκτὶν ἀκτίς. δελφὶν δελφίς. καὶ τοῖς ὁμοίοις δικαταλήκτοις οἰκειοτέρα καὶ ἀνάλογος ἡ εἰς ˉν κατάληξις. καὶ δῆλον αὐτὸ ἐκ τῶν πλαγίων ἐν αἷς φυλάσσεται τὸ νˉυ. λέγουσι δὲ καὶ ὡς μετάθεσις Δωρικὴ γέγονε τοῦ ˉν εἰς ˉσ ἐν αὐτοῖς. ὡς καὶ ἐν τῷ λέγομες καὶ τοῖς ὁμοίοις. Ἀγαθὸς δὲ τῷ Τηλεμάχῳ οἰωνὸς, εὑρεῖν τοὺς Πυλίους θύοντας ὡς φανήσεται. (ῃερς. 6.) ἡ δὲ θυσία, ταῦροι παμμέλανες τῷ Ποσειδῶνι. τά τε ἄλλα ὡς ἐν ἄλλοις ἐῤῥέθη, καὶ διὰ τὸ τοῦ ὕδατος μέλαν. ὃ δηλοῦται ἐν τῷ, πορφύρεον κῦμα. καὶ πόντον μέλανα. καὶ ἠεροειδέα. καὶ ἰοειδέα. ὃ καὶ αὐτὸ, ταυτόν ἐστι τῷ, πορφυροῦν, μέλανα. διὸ εὐφυῶς ἐπῆκται τὸ, ἐνοσίχθονι κυανοχαίτῃ. οἰκεῖον γὰρ τὸ μέλαν τῷ κυανοχαίτῃ. Καὶ ὅρα τὸ παμμέλανας. οὐ γὰρ ἐπί τι μέλανας, ἀλλὰ παμμέλανας. οἱ δὲ ταῦροι ἀργᾶντες ὅ ἐστι λευκοὶ ἐν Πινδάρῳ θύονται τῷ Ποσειδῶνι. δύναται μὲν καὶ τοῦτο εἶναι διὰ τὴν πολιὴν ἅλα. οἱ δὲ παλαιοὶ, ἀργᾶντας ἐκεῖ τοὺς διὰ λίπος ἤτοι πιμελὴν λευκοὺς, νοοῦσι. καθότι καὶ κρήδεμνα λιπαρὰ, τὰ λευκὰ καὶ λεῖα. ὅτι δὲ οἰκεῖον θύμα τῇ θαλάσσῃ ὁ ταῦρος, δηλοῖ καὶ Ἡρόδοτος ἐν τῷ, σφαγιασάμενοι τῇ θαλάσσῃ ταῦρον. (ῃερς. 7.) Ὅτι ἐννέα τοῖς Πυλίοις ἦσαν ἕδραι. πεντηκόσιοι δ' ἐν ἑκάστῃ εἵατο. καὶ προὔχοντο ἑκάστοθι ἐννέα ταύρους. ἤγουν παρεῖχον. προεβάλλοντο. πρὸ ἑαυτῶν εἶχον ὥστε σφάξαι. ὃ καὶ προΐσχοντο λέγεται. χρῆσις δέ τις καὶ παρὰ τῷ κωμικῷ ἐν Νεφέλαις κεῖται τῆς τοιαύτης λέξεως. Ὅρα δὲ ὡς κἀνταῦθα συνήθως καθὰ καὶ ἐν Ἰλιάδι, εὐεπίφορός ἐστιν ὁ ποιητὴς εἰς τὸν ἐννέα ἀριθμόν. οἱ δὲ παλαιοὶ φασὶν ἐννέα Πυλίοις ἕδρας εἶναι διὰ τὸ καὶ πόλεις τοσαύτας ὑπὸ ἐξουσίαν κεῖσθαι τῷ Νέστορι. Πύλον. Ἀμφιγένειαν. Πτελεόν. Ἕλος. Δώριον. καὶ λοιπὰς τὰς ἐν τῇ Βοιωτίᾳ. ὡς ἑκάστης πόλεως, ἕδραν εἶναι. Τὸ δὲ πεντηκόσιοι ἐν ἑκάστῃ, τὸν ἀριθμὸν ὑπεμφαίνει τῶν συστρατευσαμένων τῷ Νέστορι. νηῶν γὰρ οὐσῶν αὐτῷ ἐνενήκοντα, ὄντων δὲ ἐν ἑκάστῃ ἀνὰ πεντήκοντα, εἰς τετρακισχιλίους καὶ πεντακοσίους συνάγεται ὁ στόλος αὐτῷ ἐκεῖνος ὁ περὶ Τροίαν, ὅσοι καὶ οἱ ἐν ταῖς ἐννέα καθέδραις. ὧν ἔοικε τὸν ἀριθμὸν τιμᾶν ὁ Νέστωρ καὶ μετὰ τὸν νόστον. ὡς καὶ Λακεδαιμόνιοι τὸν ἀριθμὸν τῶν τριακοσίων μετὰ τὰ Περσικά. (ῃερς. 8.) Ἰστέον δὲ ὡς ἡ προκειμένη θυσία τῶν ὀγδοήκοντα βοῶν καὶ τοῦ ἑνὸς, οὐκ ἂν λέγοιτο ἑκατόμβη κυριολεκτικῶς. ἦν δὲ τῷ ὄντι καὶ οὐ ψευδωνύμως ἑκατόμβη σὺν ἄλλαις, καὶ ἣν Κόνων τῇ περὶ Κνίδον ναυμαχίᾳ νικήσας Λακεδαιμονίους, ἔθυσεν. ἐξ ἑκατὸν οὖσαν βοῶν. ὁ τοίνυν, ὥς που καὶ ἐν Ἰλιάδι ἐσημειώθη, ὠῶν ἑκατόμβην εἰπὼν, παίζων ὠνόμασεν. οὕτω δὲ καὶ ὁ Ἀκραγαντῖνος Ἐμπεδοκλῆς τὸν βοῦν ἐψεύσατο, ἡνίκα ἵπποις Ὀλύμπια νικήσας, βοῦν πλασθέντα ἐκ σμύρνης καὶ λιβανωτοῦ καὶ ἑτέρων φασὶν ἀρωμάτων πολλῶν, διένειμε τοῖς ἐν τῇ πανηγύρει. ποιήσας οὕτω, διὰ τὸ ἐμψύχων αὐτὸς ἀπέχεσθαι. ἦν δέ τις αὐτὸ μίμησις δῆθεν Ἀλκιβιάδου. ὃς ἐν Ὀλυμπίᾳ θύσας ἐπὶ νίκῃ Διῒ Ὀλυμπίῳ, τὴν πανήγυρινπᾶσαν εἱστίασε. καθά φασι καὶ ὁ Χῖος Ἴων τραγῳδίᾳ νικήσας Ἀθήνῃσιν, ἑκάστῳ τῶν Ἀθηναίωνἔδωκε Χῖον κεράμιον. ἀλλὰ ταῦτα μὲν, φιλοτιμίας ἔργα. τὸ δὲ καὶ μυίαις Ὀλυμπίαζε βοῦν ἐν τῇ πανηγύρει κατακόπτεσθαι, φιλότιμον μὲν οὐκ ἂν εἴη, ἀργαλεότητα δὲ τοῦ ζωϋφίου δηλοῖ πολλήν. ἧς ἕνεκεν ἐκμειλίσσεσθαι αὐτὸ ἤθελον διὰ τοὺς ἀγηγερμένους. Ὅτι δὲ οὐ μόνον ἑκατόμβαι ἀλλὰ καὶ χιλιόμβαι ἦσαν παρὰ τοῖς παλαιοῖς ὡς καὶ ἀλλαχοῦ ἐῤῥέθη, δηλοῖ ὁ γράψας ὅτι ἐν τῇ Μιλτιάδου νίκῃ χιλίας χιμαίρας Ἀθηναῖοι τῇ ἀγροτέρᾳ Ἀρτέμιδι ἔθυσαν. ἧς καὶ ὁ κωμικὸς θυσίας μέμνηται. καὶ ἔθυον δέ φασι κατὰ ἕκτην Θαργηλιῶνος μηνός. καθ' ὃν δὴ μῆνα, πολλὰ τοῖς Ἀθηναίοις ἐγένοντο ἀγαθά. ὅτι δὲ τὸ χίλια ζῷα ὑποσχέσθαι, κατὰ χιλίων εὔξασθαι ἐφράζετο, δηλοῦσι χρήσεις παλαιαί. οὕτω δὲ ὡς εἰκὸς καὶ κατὰ ἑκατὸν βοῶν καὶ λοιπῶν. (ῃερς. 4.) Τὴν δὲ Πύλον, κτίσμα Νηλέως ἡ ἱστορία ἔχει. φασὶ γοῦν καὶ τὸν Ἑλλάνικον ἱστορεῖν, ὅτι Νηλεὺς Πελίᾳ τῷ ἀδελφῷ μαχεσάμενος, ἦλθεν ἐξ Ἰωλκοῦ εἰς τὰ κατὰ Μεσσήνην, καὶ ἔκτισε Πύλον, τῶν Μεσσηνίων μοῖραν τινὰ τῆς χώρας χαρισαμένων αὐτῷ. (ῃερς. 9.) Ὅτι ὀκνήσας ὁ ποιητὴς ἐνταῦθα διασκευάσαι ὡς καὶ ἐν Ἰλιάδι τὰ κατὰ τὴν θυσίαν τοῦ Νέστορος, ἀρκεῖται στίχῳ παραλαλήσας ἑνὶ, πολύστιχον ἐκείνην διασκευήν. (ῃερς. 10.) Φησὶ γάρ. εὖθ' οἳ σπλάγχνα πάσαντο, θεῷ δ' ἐπὶ μηρία καῖον, οἵ δ' ἰθὺς κατάγοντο. ἤτοι ἐνελιμενίζοντο. εἶτα εὐθὺς ἐπάγει διασκευὴν σύντομον ἐλλιμενισμοῦ, ἰδ' ἱστία νηὸς ἐΐσης στεῖλαν ἀείραντες. τήν δ' ὥρμισαν. ἐκ δ' ἔβαν αὐτοί. Τί δέ ἐστι τὸ σπλάγχνα πάσασθαι καὶ τὸ καίειν μηρία. καὶ ὅτι τὸ ἰθὺς, καὶ δίχα τοῦ ˉσ λέγεται ἰθύ. καὶ ὅτι ἐΐση λέγεται Ἀττικῶς ἡ ἴση καὶ ἰσόπλευρος. ἢ ἡ πορευτικὴ ἀπὸ τοῦ ἐΐω τὸ ὁρμῶ. (ῃερς. 11.) καὶ τίς ὁ ὅρμος. καὶ ὅτι ὁρμεῖ μὲν ναῦς, ὁρμίζει δὲ ἄλλος νῆα, δεδήλωται ἀλλαχοῦ. Τὸ δὲ ἔστειλαν, ἀντὶ τοῦ συνέστειλαν. Καὶ ὅρα ὅτι ἄλλως μὲν στέλλει νῆα θοὴν ὁ Μέντωρ, ἀντὶ τοῦ, εὐτρεπίζει γάρ. ἄλλως δὲ στέλλουσιν ἱστία οἱ ἐρέται, συστέλλουσι γάρ. Τὸ δὲ ἀείραντες, πρὸς διαστολὴν εἴρηται τοῦ καταῤῥίψαι. συνέστειλεν γὰρ τὰ ἱστία, οὐ κάτω ῥίψαντες, ἀλλ' ἀναδήσαντες πρὸς τῷ κέρατι τῆς νηός. (ῃερς. 14.) Ὅτι εὐφυῶς πλάττει Ὅμηρος Μέντην τινὰ καὶ Μέντοραν, συνετοὺς ἄνδρας, ἑταίρους τῷ βασιλικῷ παιδὶ Τηλεμάχῳ. ἐπειδὴ αὐτοὶ μὲν, καὶ συνετοὶ καὶ ἀπὸ τοῦ μένος δοκοῦσιν ἐτυμολογεῖσθαι, ἢ ἀπὸ τοῦ μένω. ἵνα ᾖ ἐκ τοῦ μένω μὲν, ὁ Μέντης. ὡς ὁ ὀφέλτης ἐκ τοῦ ὀφέλλω. ἐκ δὲ τοῦ Μέντης, ὁ Μέντωρ. ὡς καὶ ἐκ τοῦ θηρητὴς καὶ ἡγητὴς, ὁ θηρήτωρ καὶ ὁ ἡγήτωρ. Τηλεμάχῳ δὲ καὶ αὐτῷ θεόθεν φρονοῦντι μένος τε καὶ θάρσος ἐδόθη, καὶ πατρικὸν ἐνέστακται μένος, καὶ ἄσχετος τὸ μένος εἶναι δοκεῖ. καθάπαξ δὲ τοιούτῳ φανέντι, συμπαρέπεται ὁ Μέντωρ, τουτέστιν ἡ ἐμφανιζομένη αὐτῷ Ἀθηνᾶ. καὶ συμπλέει. καὶ τὰ πρακτέα ὑποτίθεται. καὶ δὴ καὶ ἐν τῇ Πύλῳ παραινεῖ τῷ μαθητῇ Τηλεμάχῳ, μὴ αἰδεῖσθαι τὴν πρὸς τὸν γέροντα Νέστορα ὁμιλίαν. λέγουσα. Οὐ μέν σε χρὴ ἔτ' αἰδοῦς οὐ δ' ἠβαιόν. ἵνα δηλαδὴ μὴ ἐν κενοῖς ὁ πλοῦς γένηται. καὶ ἦν τῷ ὄντι συστολῆς αἴτιον καὶ αἰδοῦς, ἐντυχία τηλικούτου γέροντος ἀτελεῖ μείρακι, καὶ ὡς ὁ Τηλέμαχος ἐρεῖ, αἰδὼς νέον ἄνδρα ὃς μήπω μύθοις πεπείραται πυκινοῖς, ἄνδρα γεραίτερον ἐξερέεσθαι. διὸ καὶ ἐρωτᾷ ὁ νεανίας τὴν διδάσκαλον Ἀθηνᾶν, πῶς ἂν ἔλθοι καὶ προσπτύξηται τὸν γέροντα ὅ ἐστιν ὁμιλήσῃ. προσαγορεύσῃ. καὶ ἡ διδάσκαλος, τὸ μὲν πῶς ἂν ἔλθοι, διδάσκει. προηγησαμένη αὐτῷ τῆς ὁδοῦ. γενήσεται δὲ καὶ εὐχῆς αὐτῷ μετ' ὀλίγον καθηγητὴς, εὐξαμένῳ καθὰ καὶ ἡ Ἀθηνᾶ. ἐρεῖ γάρ. ὡς δ' αὕτως ἠρᾶτο καὶ ἑξῆς. μεθόδους μέντοι δημηγορίας, οὐ δίδωσιν. οὐ γὰρ προτίθεται ὁ ποιητὴς τέχνας διδάξαι ῥητορικάς. ἐρεῖ δὲ, ὡς ἄλλα μὲν αὐτὸς ἐνὶ φρεσὶ σῇσι νοήσεις, ἄλλα δὲ καὶ δαίμων ὑποθήσεται. καὶ τὸ ἑξῆς. καὶ τοίνυν ἐρωτήσαντος Νέστορος ὦ ξένοι τίνες ἐστὲ καὶ τὰ λοιπὰ, πορίζεται αὐτόθεν ὁ νεανίας ἀφορμὴν τῆς πρὸς τὸν Νέστορα ὁμιλίας ὡς Ὁμήρῳ σύνηθες. καὶ θάρσος θεόθεν λαβὼν, καὶ ἀρξάμενος τῆς πρὸς τὴν ἐρώτησιν ἀποκρίσεως, περαίνει οὕτω τὴν ὁμιλίαν. Ἐν τούτοις δὲ τὸ, οὐ μέν σε χρὴ ἔτι αἰδοῦς, ἀντίπτωσίς ἐστιν ἀρχαϊκὴ συνήθης. ἀντὶ τοῦ οὐ μήν σοι χρεία αἰδοῦς. Ἔστι γὰρ κἀνταῦθα, ἡ μὲν αἰδὼς, πρὸς ἀνολβίῃ. τὸ δὲ θάρσος, ὄλβιον. Τὸ δὲ οὐδ' ἠβαιὸν, ἀντὶ τοῦ, οὐδόλως. καθ' ὁμοιότητα τοῦ ἧττον ἀντὶ τοῦ οὐδαμῶς. καὶ τοῦ, τί βαιὸν, οὕτως παρὰ Σοφοκλεῖ. καὶ τοῦ, ὀλίγον οἱ παῖδα ἐοικότα γείνατο Τυδεύς. Τοῦ δὲ προσπτύξασθαι χρῆσις κεῖται καὶ ἐν τοῖς φθάσασι. (ῃερς. 23.) Τὸ δὲ πεπειρῆσθαι, πρὸ ὀλίγων ἐνεργητικὸν εἶχε τὸ πειρήσω καθὰ προδεδήλωται. (ῃερς. 24.) Τὸ δὲ, αἰδώς δ' αὖ νέον ἄνδρα γεραίτερον ἐξερέεσθαι, γνωμικῶς μὲν ἐῤῥέθη. σχῆμα δὲ ἀμφιβολίας ἔχει. οἰήσεται γάρ τις, ἀμφίβολον εἶναι εἴτε αἰδὼς, νέον ἄνδρα ἐρώτησιν διδόναι ἀνδρὶ γέροντι. εἴτε καὶ ἀνάπαλιν. τοιαῦτα γὰρ ὑποβάλλουσι νοεῖν αἱ συνεχεῖς δύο αἰτιατικαί. ὡς καὶ ἐν τῷ, ὦ Ζεῦ, δὸς καταβαλεῖν τὸν σὺν ἐμέ. (ῃερς. 15.) Ὅτι τὸ, πόντον ἐπέπλως, ἀντὶ τοῦ ἐπέπλευσας, ἢ ἀπὸ τοῦ πλῶμι γίνεται ὡς ἐκ τοῦ δίδωμι τὸ ἐδίδως. ἢ μᾶλλον κατὰ τοὺς παλαιοὺς, ἀπὸ τοῦ ἐπέπλωσας κατὰ ἀποκοπήν. (ῃερς.