Commentarii ad Homeri Odysseam i
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-thessalonicensis-pg-135-136" aria-label="More works by Eustathius Thessalonicensis PG 135">
—
⋯
Original / primary: Pg Scrape Grc
410.1.1
) Καὶ σημείωσαι ὅτι τὸ πατρὶς ἄρουρα ἐντελῶς νῦν εἴρηται. ὡς καὶ τὸ, πατρίδα γαῖαν. καὶ παρὰ Πινδάρῳ, ἄρουραν πατρίαν. ὅτε δὲ μόνον τις εἴπῃ τὸ πατρὶς, ἐλλιπῶς εἶπεν. Ὅτι τὸ ἐέλδεσθαι, τὰ πλείω μὲν ὡς καὶ ἐνταῦθα ἐνέργειαν δηλοῖ. ἔστι δὲ ὅτε, καὶ παθητικὴν ἔννοιαν ἔχει, ὡς καὶ ἐν Ἰλιάδι. νῦν τοι ἐελδέσθω πόλεμος, ἀντὶ τοῦ ἀγαπάσθω. τοιαῦτα δὲ καὶ τὸ μορμολύττομαι καὶ βιάζομαι καὶ ἄλλα μυρία, μέσως ἔχοντα. (ῃερς. 411.) Ὅτι τὸ ἀναμεῖναι καὶ καρτερῆσαι, ὑπομεῖναι λέγει. φησὶ γάρ. οἷον ἤγουν ὅπως ἀναΐξας, οἴχεται οὐδ' ὑπέμεινε γνώμεναι. οἰκεῖος δὲ ὁ λόγος, ἐπὶ ταχείας ξένου ὑποχωρήσεως. (ῃερς. 412.) Ὅτι κάλλους δηλωτικὸν τὸ, οὐ γάρ τι κακῷ εἰς ὦπα ἐῴκει. οἱ τοῦ κάλλους δὲ γνώμονες μνηστῆρες τοῦτο φασὶν, ἀπὸ τῆς ὄψεως τὸν φανέντα Μέντην χαρακτηρίζοντες. ὦπα τὸ ὅλον εἰπόντες πρόσωπον ἀπὸ τοῦ τιμιωτάτου μέρους. ἀφ' οὗ καὶ τὸ πᾶν παρωνόμασται πρόσωπον, οἱονεὶ τὸ πρὸς τοῖς ὀφθαλμοῖς. τὸ γὰρ μετὰ τοὺς ὦπας, μέτωπον. Ἰστέον δὲ ὅτι τὸ οὐ μὲν γάρ τι κακῷ εἰς ὦπα ἐῴκει, οὕτως ἡ παλαιὰ μεταβολὴ φράζει. ὅσα μὲν γὰρ ἰδεῖν, σφόδρα ἐῴκει τῶν γεννικῶν εἶναι. Ἔνθα ὅρα ὅτι τὸ, γεννικῶν, ἑτεροῖόν ἐστι τῆς παρὰ τῷ κωμικῷ σημασίας καθ' ἣν ἐκεῖνος γεννικὸν κρέας φησὶ, τὸ γενναῖον διὰ πάχος. (ῃερς. 414.) Ὅτι ἐπὶ φιλικῆς ἀποδημίας ἀνελπίστου, εἴποι τις ἄν. νόστος ἀπώλετο τοῦ δεῖνος, οὔτ' οὖν ἀγγελίαις ἔτι πείθομαι εἴ ποθεν ἔλθοι, οὔτε θεοπροπίης ἐμπάζομαι. (ῃερς. 416.) Ἰστέον δὲ ὅτι θεοπρόπος μὲν ἁπλῶς, ὁ μάντις. θεοπροπία δὲ, ἡ τέχνη αὐτοῦ. θεοπρόπιον δὲ, τὸ χρησμῴδημα. ὃ καὶ λόγιον ἔλεγον οἱ Ἀττικοί. (ῃερς. 415.) Ἔτι ἰστέον καὶ ὅτι τὸ, εἴποθεν ἔλθοι, ἐλλέλειπται τῇ φράσει. τὸ γὰρ πλῆρες, οὕτως ἔχει. οὔτε ἀγγελίαις ἔτι πείθομαι εἴποθεν ἔλθοι ἀγγελία δηλαδὴ ἀγαθὴ περὶ τοῦ Ὀδυσσέως. ἢ ἄγγελος ἀγαθὸς περὶ τῶν ἐκείνου. καὶ τοῦτο μὲν, τὸ κρεῖττον. δύναται δὲ καὶ γενικὴ ἑνικὴ εἶναι τὸ ἀγγελίης. ἵνα λέγῃ ὅτι οὔτε ὑπὸ ἀγγελίας ἔτι πείθομαι εἴποθεν ἔλθοι ἀγγέλλουσά τι τῶν κατὰ τὸν Ὀδυσσέα. τὸ δὲ εἰπεῖν ὅτι τὸ ἔλθοι ταυτόν ἐστι τῷ, ἔλθοιεν ἀγγελίαι δηλαδή τινες, Πινδάρῳ μὲν καὶ τοῖς κατ' ἐκεῖνον δωρίζουσι, φιλεῖται. οὔκουν δὲ καὶ Ὁμήρῳ εἰ καὶ ἐν τῷ, γοῦνα καὶ κνῆμαι παλάσσετο ἤγουν ἐπαλάσσοντο τουτέστιν ἐμολύνοντο, σχῆμα τοιοῦτον Δωρικῶς παρεμφαίνεται. Τὸ δὲ οὔτ' οὖν, ταυτόν ἐστι τῷ, οὔτε δή. οὐ γὰρ ἀεὶ αἰτιολογεῖ ὁ οὖν σύνδεσμος, ἀλλ' ἐν μυρίοις καὶ παραπληροῖ. (ῃερς. 418.) Ὅτι ἔστιν ἀληθεύειν τινὰ ἑκόντα ἐν τῷ αὐτῷ λόγῳ καὶ ψεύδεσθαι, ἀσχηματίστως. ἄλλως μέντοι καὶ ἄλλως. ὡς ἐνταῦθα Τηλέμαχος ἀληθεύει μὲν λέγων αὐτὰ ἐκεῖνα ὅσα ἤκουσεν ἐκ τῆς Ἀθηνᾶς, ἤγουν ὅτι Μέντης Τάφιος Ἀγχιάλου υἱὸς πατρῷος ἑταῖρος ἔστιν ὁ ξένος. ἄλλως μέντοι ψεύδεται. φρεσὶ γὰρ οἶδεν, ὅτι Ἀθηνᾶ ἐστὶ καὶ οὐ Μέντης ὁ αὐτῷ ἐμφανισθείς. (ῃερς. 422.) Ὅτι ἴδια τρυφώντων, καὶ ταῦτα. οἵδ' εἰς ὀρχηστύν τε καὶ ἱμερόεσσαν ἀοιδὴν τρεψάμενοι, τέρποντο. (ῃερς. 423.) Ὅρα δὲ μή ποτε ὁ ποιητὴς ἐπίτηδες διὰ κάλλος λόγου τὰ ῥήματα ταῦτα παρέθετο τὰ παρηχοῦντα ἐκ τοῦ τέρπω καὶ τρέπω. (ῃερς. 424.) Ὅτι ὥσπερ χολὴ χόλος. ὠνὴ ὦνος. δίνη δῖνος. διαλογὴ διάλογος. βολὴ βόλος ὅθεν καὶ τὸ βολίζειν. ῥοὴ ῥόος. γονὴ γόνος. οὐ γάρ πω τις ἑὸν γόνον αὐτὸς ἀνέγνω. κοίτη κοῖτος. κοίτου τε μέδηται. πύλη πύλος. ἐν πύλῳ ἐν νεκύεσσι. ποθὴ πόθος. βία βίος, οὕτως ἑσπέρα ἕσπερος. οἷον. τοῖς δὲ, τερπομένοις, μέλας ἐπὶ ἕσπερος ἦλθε. τοῦτο δὲ πρέπει λεχθῆναι καὶ ἐπὶ τῶν τρυφώντων δι' ὅλης ἡμέρας ἕως νυκτὸς, καὶ ἐπὶ τῶν σπαταλώντων ὀλέθρια. ἔχει γάρ τι καὶ αἰνιγματῶδες οὗτος ὁ λόγος. ὡς τῶν μνηστήρων ἐν τῷ τρυφᾶν, σφαγέντων καὶ σκότῳ παραπεμφθέντων ἐπ' αὐταῖς ταῖς τραπέζαις ἐν βαθείᾳ ἑσπέρᾳ. ὡς δὲ σύνηθες ἦν τοῖς παλαιοῖς καθὰ καὶ τοῖς ὕστερον, καὶ πόῤῥω νυκτῶν συμποσιάζειν, οὐκ ἔστιν ἀμφιβαλεῖν. σωφρονέστερον δὲ τοῦ τοιοῦδε συμποσίου, τὸ πρὸ νυκτὸς λύον τὴν τοιαύτην πανήγυριν. ὡς δηλοῖ καὶ τὸ, τοῦ πότου προϊόντος καὶ τῆς ὥρας ὑποσκιαζούσης. Ἔνθα ὅρα τὸ ὑποσκιαζούσης, φιλοσόφως 1. 73 λεχθὲν ἀντὶ τοῦ, ἠρέμα οὔσης νυκτέρου. σκιὰ γὰρ ἐνταῦθα, οὐχ' ἁπλῶς ἀλλ' ἡ τὴν νύκτα ὁρίζουσα. εἴγε κατὰ τοὺς σοφοὺς σκιὰ τῆς γῆς ἡ νὺξ ὡς ἐκεῖνοι ἀκριβῶς ἐθεώρησαν. μνηστέον δ' ἐνταῦθα καὶ περὶ τῆς λοιπῆς ἐν ἡμέρᾳ σκιᾶς, ὡς αἴνιγμα ἐπ' αὐτῇ παλαιὸν ἐκτέθειται ἀπεναντίας ἔχον οἷς Ὅμηρος ἐποίησεν ἐπὶ τῇ Ἔριδι. αὐτὴ μὲν γὰρ τὰ πρῶτα, ὀλίγη κορυσσομένη κάτω, εἶτα οὐρανία αἴρεται. ὁ δὲ ἐπὶ τῇ σκιᾷ γρῖφος εἶναί τινα φύσιν φησὶν, ἣ παρὰ τὴν γένεσιν καὶ φθίσιν μάλιστα ἐστὶ μεγίστη, ἤγουν περὶ ἀνατολὴν ἡλίου καὶ δύσιν, περὶ δὲ τὴν ἀκμὴν ἐλαχίστη. ὅτε δηλαδὴ κατὰ κάθετον ὁ ἥλιος τοῖς περὶ γῆν σώμασι γίνεται. Μέλας δὲ ἕσπερος εἴρηται, πρὸς ἀντιδιαστολὴν τοῦ ἑσπέρου ὃς κάλλιστος ἐν οὐρανῷ ἵσταται ἀστήρ. (ῃερς. 426.) Ὅτι ὁ τοῦ Τηλεμάχου θάλαμος ὑψηλὸς δεδόμητο περικαλλέος αὐλῆς περισκέπτῳ ἐν χώρῳ. ὁ δὲ περίσκεπτος χῶρος καὶ περιωπὴ ῥηθείη ἂν καὶ σκοπία καὶ τόπος ἄποπτος. Ὅρα δὲ ὅτι παρὰ μὲν Ὁμήρῳ, θάλαμος καὶ ἀνδρεῖος οἶκος λέγεται. οἱ δὲ μεθ' Ὅμηρον, τὴν γυναικωνίτην οὕτω καλοῦσιν. (ῃερς. 428.) Ὅτι πολλὰ φρεσὶ μερμηρίζων, ὅμοιόν ἐστι τῷ, δαίεται ἦτορ. μερίζειν γάρ ἐστι καὶ τὸ δαίεσθαι καὶ τὸ μερμηρίζειν. τούτοις δὲ ὅμοιόν ἐστι ἐν μιᾷ λέξει, τὸ δαΐφρων, ἤτοι δαιόμενος τὰς φρένας τρόπῳ συμβουλῆς. (ῃερς. 429.) Ὅτι ὁ ποιητὴς μὲν, φησὶν αἰθομένας δαΐδας οἱ δὲ παλαιοὶ, φασὶ καὶ ὅτι δᾲς, ἡ ἐκ δᾴδων λαμπάς. φανὸς δὲ ἡ τῶν κληματίδων. ἣ καὶ πανὸς ἐλέγετο καθὰ ἐν ἄλλοις δεδήλωται. (ῃερς. 430.) Ὅτι σύνηθες πολλαχοῦ τῷ ποιητῇ, εἴπου πρόσωπόν τι χρησιμεύσειν μέλλει αὐτῷ, συνιστᾶν αὐτὸ καὶ ἐγγράφειν οἷον τῇ ψυχῇ τοῦ ἀκροατοῦ, διὰ τοῦ εἰπεῖν τι διεξοδικώτερον περὶ αὐτοῦ ἰδικῶς. ὅπερ ἐποίησε καὶ ἐπὶ Νέστορος ἐν Ἰλιάδι. καὶ ἐπὶ Κάλχαντος. καὶ ἐπὶ ἄλλων. καὶ ἐνταῦθα δὲ λέγει τὰ κατὰ τὴν δούλην Εὐρύκλειαν, καθάπερ κατωτέρω ῥηθήσεται. καὶ αὐτὴ γὰρ χρησιμωτάτη ἐν τῷ βιβλίῳ τούτῳ ἔσται τῷ ποιητῇ. διὰ τὴν αὐτὴν δὲ αἰτίαν γενεαλογήσει ἀλλαχοῦ καὶ τὸν δοῦλον Εὔμαιον. ἐρεῖ δέ τι ὁμοίως καὶ ἐν τῇ ˉβ ῥαψῳδίᾳ διὰ τὸν γέροντα Αἰγύπτιον. Ὅτι ὢψ ὠπὸς ὀξυτόνως ὁ ὀφθαλμός. Ὢψ δὲ κύριον Ὦπος, βαρυτόνως. διὰ τὸ πρὸς τὸν ὀφθαλμὸν ἀσυνέμπτωτον, ἤγουν πρὸς ἀντιδιαστολὴν τοῦ ὀφθαλμοῦ. οἷον. Εὐρύκλει' Ὦπος θυγάτηρ. (ῃερς. 434.) Ὅτι τὴν Εὐρύκλειαν πρωθήβην ἔτι οὖσαν, ὁ Λαέρτης ἐπρίατο. ἐεικοσάβοια δ' ἔδωκεν. ἶσα δέ μιν κεδνῇ ἀλόχῳ ἐτίμα ἐν μεγάροισιν. εὐνῇ δ' οὔποτ' ἔμικτο, τὸν τῆς γυναικὸς φυλασσόμενος χόλον. ὡς εἰ μὴ τοῦτο ἦν, τάχα καὶ αὐτὸ ἐποίησεν ἄν. Ἰστέον δὲ ὅτι Ὁμήρου εἰπόντος, χόλον δ' ἀλέεινε γυναικὸς, φασὶν οἱ παλαιοὶ τὸν δˉε σύνδεσμον ἐνταῦθα αἰτιολογικῶς κείμενον, ἰσοδυναμεῖν τῷ γˉαρ. οἳ καὶ ἀντὶ τοῦ καˉι νοοῦσιν αὐτὸν ἐν τῷ, εἰ δὲ σὺ καρτερός ἐσσι θεὰ δέ σε γείνατο μήτηρ. ἀντὶ τοῦ, καὶ ἐγέννησε σε θεά. λαμβάνεται δέ φασι καὶ ἀντὶ τῆς εˉις ἐν τῷ, οἶκονδε φίλην ἐς πατρίδα γαῖαν. οἱ δ' αὐτοὶ καὶ περὶ τοῦ δˉη συνδέσμου φασὶν ὅτι μετάβασίν τε σημαίνει, καὶ τὸν καˉι σύνδεσμον, καὶ παραπληροῖ. Ὅρα δὲ ἐνταῦθα ἐποχὴν ἐπιθυμίας δι' εὐλάβειαν ἔμφρονα. ταῦτα δὲ προεκτίθεται ὁ ποιητὴς, ἵνα πιθανὸν ποιήσῃ τῆς γραὸς δούλης περὶ τοὺς δεσπότας ἄκραν εὔνοιαν. εἰ γὰρ καὶ ἄλλως σπάνιον δοῦλος περὶ τὰ μέγιστα καὶ ἀναγκαιότατα τοῖς δεσπόταις εὐνοῶν ἀλλὰ ἡ Εὐρύκλεια εὔνους ἂν εἴη ὡς εἰκός. ἥτις ἐγήρασεν ἐν οἴκῳ. τιμωμένη μὲν ἄγαν ὑπὸ Λαέρτου. ὃς τύχῃ μὲν, ἐδέσποζεν αὐτῆς. προαιρέσει δὲ, ὡς ἀλόχῳ προσεφέρετο. θρεψαμένη δὲ τὸν Λαερτιάδην Ὀδύσσεια ἐπὶ μαζῷ οἷα παῖδα οἰκεῖον. διακειμένη δὲ φιλίως περὶ τὸν Τηλέμαχον. ἥτις αὐτὸν μάλιστα δμωάων φιλέεσκε καὶ ἔτρεφε τυτθὸν ἐόντα. ὅθεν ἡ τοιαύτη, οὐδ' ἐν μοίρᾳ κείσεται δούλης. ἀλλ' ὅσα καὶ μήτηρ, κηδομένη ἔσται τοῦ Ὀδυσσέως καὶ τοῦ Τηλεμάχου. καὶ τῷ τῶν μνηστήρων φόνῳ συμπράξει ὅσα δέον ἐστί. Σημείωσαι δὲ ὅτι εἰ καὶ τοιαύτη ἐστὶν ἡ γραῦς αὐτῆς, ἀλλ' οὖν ὀψέ ποτε ἀναγωρισθήσεται καὶ αὐτῇ ὁ Ὀδυσσεὺς, καὶ οὐδὲ ἑκών. ἔτι δὲ ὀψαίτερον αὐτῆς, Εὐμαίῳ τῷ δούλῳ ὅταν ἤδη γένηται πρὸς τοῖς ἔργοις. οὐ γὰρ ἁπλῶς πιστευτέον μὴ ὅτι γε δούλοις, ἀλλ' οὐδὲ ἐλευθέροις δίχα βασάνου πολλῆς καὶ ἀκριβοῦς. Σημείωσαι δὲ καὶ ὅτι οὐχ' ἁπλῶς ἡ Εὐρύκλεια μάλιστα ἐφίλει τὸν Τηλέμαχον, ἀλλὰ μάλιστα τῶν δουλίδων. καὶ οὐ δή που, μᾶλλον καὶ αὐτῆς τῆς μητρός. Ὅρα δ' ἐνταῦθα ὅτι Ὀδυσσεὺς μὲν καὶ πρὸ αὐτοῦ ὁ πατὴρ Λαέρτης, γυναικὶ δούλῃ διοικονομούμενα τὰ κατὰ τὸν οἶκον ἔχουσι. τῶν τις δὲ μεθ' Ὅμηρον παίζων ἀστείως κατὰ βίου γλίσχρου, παράγει παῖδα, οὐδὲ τὸ φαυλότατον ἐπιτρέποντα οὐδ' αὐτῇ τῇ μητρί. ὄρνιν γάρ φασιν ἕψων Ἀνταγόρας οὐκ ἔφη βαδιεῖσθαι εἰς τὸ βαλανεῖον, μή ποτε οἱ παῖδες τὸν ζωμὸν ἐκροφήσωσιν. εἰπόντος δέ τινος 1. 74 ὡς ἡ μήτηρ τηρήσει, ἔγωγ' οὖν εἶπε, τῇ μητρὶ ὀρνίθειον ζωμὸν πιστεύσω; (ῃερς. 432.) Τὸ δὲ πρωθήβην, καινότερον ἐπὶ θηλυκοῦ διὰ τοῦ ˉη δοκεῖ ἔχειν τὴν λήγουσαν. καὶ γὰρ τὸ ἀρσενικὸν, ὁ πρωθήβης, καὶ τὴν γενικὴν ἔχει εἰς ˉοˉυ. τὰ δὲ τοιαῦτα, εἰς ˉιˉς ἔχει τὸ θηλυκόν. οἷον ὁ δεσπότης τοῦ δεσπότου ἡ δεσπότις. ὁ τοξότης τοῦ τοξότου ἡ τοξότις. οὕτως οὖν ὤφειλεν εἶναι καὶ ἡ πρωθῆβις. ἔοικε δὲ ἢ ὁμοιοφωνεῖν καὶ ὁμοιογραφεῖσθαι Ἀττικῶς τῷ ἀρσενικῷ, ἢ καὶ ἄλλως ὥσπερ ὁ εὐποίητος ἡ εὐποιήτη, ὁ ἀθάνατος ἡ ἀθανάτη, οὕτως ὁ πρώθηβος ἡ πρωθήβη. καὶ ἡ αἰτιατικὴ τὴν πρωθήβην. τὸ δὲ πρώθηβος, ὅμοιον τῷ ἔφηβος. ἄνηβος. ἄκρηβος παρὰ τῷ Θεοκρίτῳ. καὶ ἔξηβος παρὰ Αἰσχύλῳ. ἴσως δὲ οὕτω πως κλίνεται καὶ παρ' Εὐριπίδῃ τὸ, τῆς πατροφόντου μητρός. καὶ παρ' Ἡροδότῳ δὲ τὸ, ἐθελοντὴν τὴν Ἰὼ τοῖς Φοίνιξι συνεκπλεῦσαι. ἢ καὶ ὁμοίως κλίνεται τοῖς αὐτῶν ἀρσενικοῖς. ἢ τὴν κλίσιν ἔχει τῆς τιμῆς. Ἐεικοσάβοιον δὲ, ἢ σταθμός τις ὕλης μεταλλικῆς δι' οὗ εἴκοσι βόας ἦν ὠνήσασθαι ὁποῖόν τι καὶ τὸ τετράβοιον. καὶ δωδεκάβοιον. καὶ ἑκατόμβοιον ὡς καὶ ἐν τῇ Ἰλιάδι εἴρηται. ἢ διάφοροί τινες ὕλαι πραγμάτων, δι' ὧν καὶ αὐτῶν ἐξωνοῦνται βόες τοσοί δέ τινες. Ἰστέον δὲ ὅτι καινῶς ἐσχημάτισται τὸ ἐεικοσάβοιον. ὤφειλε γὰρ ἐεικοσίβοιον εἶναι, ὡς ἀπὸ τοῦ ἐείκοσι. προείρηται δὲ περὶ αὐτοῦ. ἔχει δὲ πλεονασμὸν τοῦ ˉε Ἀττικῶς, ὡς πρωτοθέτου ὄντος τοῦ εἴκοσι. τοῦτο δὲ παράγουσί τινες ἀπὸ τοῦ ἰεκάς. ἤτοι δεκὰς ἑκάς. τουτέστι δευτέρα δεκάς. καὶ κατὰ μετάθεσιν καὶ συναίρεσιν, εἰκάς. τοῦ ἰῶτα στοιχείου τὴν δεκάδα δηλοῦντος. ὥσπερ καὶ ἐν τῷ ἁπλῶς καὶ ἐν τῷ ἀμαζὼν, καὶ ἐν ἄλλοις, τὸ ˉα στοιχεῖον ἀντὶ μονάδος λογίζεται. ἁπλοῦν γὰρ, τὸ ἓν πέλον. καὶ ἀμαζὼν, ἡ μονόμαζος. (ῃερς. 434.) Ὅρα δὲ σεμνῶς ῥηθὲν τὸ, εὐνῇ δ' οὔποτ' ἔμικτο. οὗ πρὸς ὁμοιότητα ἔφρασε μεθ' Ὅμηρον, καὶ ὁ εἰπὼν τὸ μίγνυσθαι, ἐπιπλέκεσθαι. οἷον. Αἰγυπτίαν ὠνησάμενος θεράπαιναν, ἐπεπλέκετο αὐτῇ. πρὸς διαφορὰν δὲ εἴρηται τὸ, εὐνῇ οὔποτ' ἔμικτο. ἔστι γὰρ καὶ ἄλλως πολυτρόπως μίγνυσθαι. μίγνυται γοῦν στρατεύματα κατὰ ἐπιπλοκὴν μάχιμον. μίγνυται ὕδατα ἐς μίαν μισγάγκειαν. μίγνυνται ἀθληταὶ, Πινδαρικῶς εἰπεῖν, νίκαις. αἱ δὲ τῶν παλαιῶν σοφῶν περιᾳδόμεναι συνουσίαι εἴτουν ὁμιλίαι, καὶ ὁ τοῦ Διὸς ὀαριστὴς ἤγουν ὁμιλητὴς Μίνως, μίξιν ἑτεροίαν σπουδαίαν παραλαλοῦσι. καὶ αὐτὸ δὲ τὸ εὐνῇ μίγνυσθαι, ὁμωνυμίαν ἔχον, μίαν μὲν δηλοῖ μίξιν, τὴν παιδοποιόν. ἑτέραν δὲ ἀλλοίαν, τὴν τῶν συγκοιμωμένων ἔγγιστα κατά τινα βίου περιπέτειαν. ταῖς δὲ σεμνῶς πεφρασμέναις δυσὶν ἐννοίαις τῇ τοῦ εὐνῇ μίγνυσθαι καὶ τῇ τοῦ ἐπιπλέκεσθαι τῇ θεραπαίνῃ, ἀντίκειταί πως τὸ, ἀλλήλοις ἐπανίστασθαι. σεμνῶς μὲν τῇ φράσει προενεχθὲν, δηλοῦν δὲ φαυλοτάτην ἑτεροίαν ἔννοιαν. δῆλον δὲ ὅτι καὶ τὸ συνεῖναι καὶ ἡ συνουσία, εἰς τοιαύτας ὁμωνυμίας σχίζεται. σύνεστι γοῦν τις, γυναικί. καὶ φίλοις δέ. οἱ δὲ σοφοὶ, καὶ τὰς ἐν λόγοις ὁμιλίας συνουσίας φασίν. (ῃερς. 435.) Ὅτι τῷ Τηλεμάχῳ δᾷδας αἰθομένας ἡ τροφὸς Εὐρύκλεια φέρει εἰς ὕπνον ἰόντι. ὁ δὲ, ἕζετο ἐν λέκτρῳ. μαλακὸν δ' ἔκδυνε χιτῶνα. ὃν καὶ γραίης πυκιμήδεος ἔμβαλεν ἤτοι ἐνέθετο χερσί. καὶ αὐτὴ μὲν, πύξασα καὶ ἀσκήσασα χιτῶνα, πασσάλῳ ἀγκρεμάσασα παρὰ τρητοῖς λεχέεσιν, ἔβη ἐκ θαλάμοιο. θύρην δ' ἐπέρυσε κορώνη ἀργυρέη. ἐπὶ δὲ, τούτεστιν ὕστερον καὶ ἐπὶ πᾶσι, τὴν κληῖδα ἐτάνυσεν ἱμάντι. ἅπερ ἐπέτεμεν ὁ μεταβολεὺς γοργῶς ἐν τῷ, ἐπισπασαμένη τὴν θύραν καὶ ἐπικλείσασα. (ῃερς. 444.) Ὁ δὲ, παννύχιος κεκαλυμμένος οἰὸς ἀώτῳ τουτέστιν ἐξ ἐρίων σκεπάσματι, καὶ ἑξῆς. (ῃερς. 438. σθθ.) Καὶ σημείωσαι καὶ ἐνταῦθα τὸ τοῦ ἡρωϊκοῦ βίου ἀφελές τε καὶ ἄσκευον. δίχα γὰρ τῆς ἐπιφαινομένης ἀργυρέας κορώνης, ἰδιωτικὰ πάντα τῷ βασιλικῷ ἥρωϊ. αἱ τοῦ κοιτῶνος δᾷδες. ἡ μόνης τῆς γραὸς προπομπὴ καὶ ὑπηρεσία. ὁ τὸν χειτῶνα φέρων πάσσαλος. τὸ καλύπτον αὐτὸν ἐρεοῦν ἄωτον. καὶ αὐτὸς μὲν, οὕτως εὐτελὴς τῇ σκευῇ. τὸν δὲ περὶ αὐτοῦ λόγον, κοσμεῖ παρίσοις ὁ ποιητὴς τῷ, πτύξασα. ἀσκήσασα. ἀγκρεμάσασα. ἀγλαΐζων τῇ φράσει τὸ τοῦ πράγματος ἀφελές. Σημείωσαι δὲ ἐνταῦθα ἐν τῷ, ἔκδυνε χιτῶνα, ὅτι εἰ μὲν χιτών ἐστι τὸ ἐπικάμισον, γυμνὸς ἄρα κατὰ ἔθος ἀρχαῖον κοιμᾶται ὁ Τηλέμαχος. εἰ δὲ καὶ μετὰ τὴν τοῦ χιτῶνος ἀπόδυσιν τυχὸν οὐ γυμνὸς κοιμᾶται, οὐκ ἄρα χιτῶνα νοητέον ἀεὶ τὸ ἐπικάμισον. Γραῖα δὲ, νῦν μὲν τὸ κοινόν. ὁ δὲ μῦθος οἶδε καί τινα δαιμόνια θαλάσσια, γραίας καλούμενα. πλάττων ἐκείνας πολιὰς ἐκ γενετῆς, εἰς αἴνιγμα ὁποῖον καὶ τῇ πολιᾷ θαλάσσῃ ἐμφαίνεται καὶ τῷ γέροντι Νηρεῖ. κοινῆς δὲ φράσεως ἡ γραῖα. ἡ μέντοι γραῦς, Ἀτθίδος γλώσσης ἐστί. λαμβανομένη κατὰ τὴν χρῆσιν τοῦ κωμικοῦ, καὶ ἐπὶ ἀφροῦ ἐπιπολάζοντος χύτρᾳ ζεούσῃ. ἐν δὲ 1. 75 τῷ δειπνοσοφιστῇ κεῖται καὶ γάλακτι ἐφεστηκυῖα τοιαύτη γραῦς. (ῃερς. 440.) Τὸ δὲ πυκινομήδεος, συγκοπὴν ἔπαθεν ἐκ τοῦ πυκινουμήδεος. οὐ γάρ ἐστιν εἰπεῖν πρὸς ἀκρίβειαν, ὡς ἐκ τοῦ πύκα σύγκειται. Ἀσκῆσαι δὲ, τὸ ἐπιμελείας ἀξιῶσαι, παρὰ τὸ ἀκήσασθαι ἤγουν θεραπεῦσαι, πλεονασμῷ τοῦ ˉσ. ὅθεν καὶ ἄσκησις ἡ τοῦ σώματος θεραπεία ἐν ταῖς τροφαῖς. τοιοῦτοι γὰρ οἱ παρ' Ἕλλησιν ἀθληταί. σωμάτων ἀσκηταί. κρέασι κατὰ τὸν Ἀλεξάνδρου λόγον ἀνοικοδομοῦντες ἑαυτούς. καὶ ὁ ἀσκησθὴς δὲ, τοιοῦτόν τι ἔοικε δηλοῦν. οἱονεὶ τεθεραπευμένος καὶ ἀβλαβής. Ἐν δὲ τῷ πασσάλῳ ἀγκρεμάσασα, ὅρα ὡς οὐ πάντα τὰ ἐκ πασσάλου δι' ἀμέλειαν ἀνατίθεται. ἀλλὰ τὰ πλείω, ἐπιμελῶς. ἐνταῦθα τὲ οὖν τοῦτο φαίνεται. καὶ ὅπου δὲ ἡ τοῦ Δημοδόκου φόρμιγξ πασσάλου ἀπῃώρηται. Ἀθήναιος δὲ, καὶ Ἑρμίππου τοῦ κωμικοῦ παράγει τὸ, χία δὲ κύλιξ ὑψοῦ κρέμαται περὶ πασσαλόφιν. περὶ ἧς ὅτε κατενεχθῆ ἐκ τοῦ πασσάλου, παίζει ὁ Φερεκράτης ἐπὶ διαβολῇ γυναικῶν, τὰ ἐν τοῖς ἑξῆς που δηλωθησόμενα. εἰ δὲ Ἡσίοδος οἶδε πηδάλιον ὑπὲρ καπνοῦ τιθέμενον ὡς ἐν ἀπαιωρήσει ἑτεροίᾳ, ῥηθήσεται καὶ περὶ τούτου ἐν τοῖς ἑξῆς. ὡς δὲ ὁ πάσσαλος, πάσσαξ ὑποκοριστικῶς παρὰ τοῖς κωμικευομένοις, οἱ παλαιοὶ παραδιδόασι. Τρητὰ δὲ λέχη πρὸς διαστολὴν τῶν στιβάδων, τὰ τεκτονηθέντα. αἱ γὰρ στιβάδες εἰκαίως πεποιημέναι, οὐδέν τι τοιοῦτον πάσχουσι. (ῃερς. 442.) Κορώνη δὲ ἀργυρέα, ἢ τὸ κοράκιον, ἢ μᾶλλον κατὰ τοὺς παλαιοὺς, ὁ κρίκος ᾧ ἐστὶ τὴν θύραν ἐπερύσαι. ἤγουν ἑλκύσαι. ἐπισπάσθαι. ὅθεν καὶ ὁ ἐπισπαστὴρ παρὰ Ἡροδότῳ ἐν τῷ, ἐπιλαβόμενοι τῶν ἐπισπαστήρων. ὃς καὶ ῥόπτρον ἐλέγετο. καθὰ δηλοῖ καὶ ὁ εἰπών. ῥόπτρον, ἐπίσπαστρον θύρας. Εἰς δὲ τὸ κορώνη, φασὶν οἱ παλαιοὶ καὶ ταῦτα, κορώνη, τοῦ τόξου τὸ ἄκρον. καὶ θύρας ἐπίσπαστρον. καὶ ὁ κόραξ. καὶ ἡ αἴθυια. καὶ ὁ λάρος. καὶ στεφάνου εἶδος. καὶ γένος ἐμπλοκῆς. καὶ πᾶν τὸ ἐπικεκαμμένον. ὅθεν καὶ κορωνίδες νῆες. (ῃερς. 443.) Τὸ δὲ κληῖδα ἐτάνυσε, τὴν κλεῖδα παρήγαγεν ἑρμηνεύουσιν, οἱ παλαιοί. Κληῖδα δὲ λέγει, οὐ σκεῦος ἀπὸ σιδήρου, ἀλλὰ μοχλόν. ἐντὸς μὲν τῆς θύρας ἐξημμένον, καὶ ἐπὶ τὰ κάτω καθειμένον, ἤτοι κεχαλασμένον. ἱμάντι δὲ ἔξωθεν σπώμενον καὶ ἀνελκόμενον καὶ ἐπιζυγοῦντα τὴν θύραν. οὕτω δὲ καὶ ἐν Ἰλιάδι κλεῖδα θυρῶν ὠνόμασε, τὸν ἐπιβλῆτα ἤγουν τὸν μοχλὸν καὶ ὀχέα τῶν τοῦ Ἀχιλλέως θυρῶν. ὅτι δὲ ἡ κληῒς ἐκτείνει τὴν παραλήγουσαν. καὶ ὅτι καὶ ἐπὶ νηὸς μέρους ἡ λέξις τίθεται ὅθεν καὶ νῆες πολυκλήιδες, ἐν δὲ Ἰλιάδι δεδήλωται. (ῃερς. 444.) Ἄωτον δὲ οἰὸς, τὸ ἐξ ἐρίων ὕφασμα. οὐ τὸ ἁπλῶς, ἀλλὰ τὸ ἀνθηρὸν, ἐκ μεταφορᾶς. ἄωτον γὰρ, κυρίως τὸ ἄνθος, παρὰ τὸ ἄω τὸ πνέω, οὗ ἡδύ τι ἀποπνεῖ. ὡς γὰρ εἴδω εἴδωλον κατὰ πρόσληψιν συλλαβῆς, οὕτως ἄω ἄωτον. ἐκ τούτου δὲ, πολλὰ τῶν ἀνθηρῶν πραγμάτων καλοῦνται. οἷον τὸ ἀπὸ λίνου κάλλιστον ἔργον, λίνοιο λεπτὸν ἄωτον λέγεται. ἤγουν λίνου ἀπάνθισμα. καὶ οἰὸς ἄωτον ὁμοίως, τὸ ἐξ ἐρίων ἀπανθισθέν. οὕτω δὲ καὶ ὕπνον ἀωτεῖν ἐν Ἰλιάδι, τὸ ὑπνοῦν ὕπνον ἡδὺν καὶ ἀφρόντιδα καὶ ὡς εἰπεῖν ἀνθηρόν. καί τις δὲ τῶν συγγραφέων, ἄκρον ἄωτον ἐν λογίοις φησὶ, τοὺς ἐν λόγοις οἷον ἀνθοῦντας καὶ Θεόκριτος τοὺς Ἀργοναύτας, θεῖον ἄωτον ἡρώων φησί. Καὶ Πίνδαρος δὲ τὴν μουσικὴν ἐπιστήμην ἤτοι λυρικὴν, μουσικῆς ἄωτον λέγει. καὶ πατέρων δὲ ἄωτον φησί. καὶ ἄλλα τοιαῦτα. Ἰστέον δὲ ὅτι ἐν τοῖς περὶ τοῦ Κύκλωπος λόγοις, ὁ ποιητὴς καὶ αὐτὸ τὸ ἁπλῶς ἔριον, ἄωτον ἐρεῖ. φησὶ γάρ. ἀώτου θεσπεσίοιο εἰχόμην. καὶ τοῦτο, εὐλόγως. ἔστι γὰρ τὸ ἔριον, δέρματος οἷον ἄνθος. οἱ δὲ εἰπόντες ἄωτον παρὰ στέρησιν τοῦ ὠτὸς οἱονεὶ τὸ μὴ ἀκουόμενον δι' ἁπαλότητα ἐν τῷ πίπτειν, καινὸν μέν τι φασί. δοκοῦσι δὲ ὑπαχθῆναί ποθεν. εὕρηται γὰρ ἐν λεξικῷ παλαιῷ ἐκφερομένῳ κατὰ στοιχεῖον, ὅτι ἄωτοι οἱ νεκροί. ὅπερ εἴληπται ἐκ τοῦ, κωφὴν δὴ γαῖαν ἀεικίζεις. ἐκεῖ δὲ κεῖται καὶ ὅτι ἀωτεύειν, τὸ ὑφαίνειν καὶ ὑπνοῦν. τοῦτο μὲν ἐκ τοῦ, πάννυχον ὕπνον ἀωτεῖς. ἐκεῖνο δὲ, ἐκ τοῦ ὑφαινομένου ἀώτου, ἐρίου δηλαδὴ ἢ λίνου. ἐν δὲ τοῖς τοῦ Ἀθηναίου εὕρηται καὶ ποτήριον ἄωτον, ἤτοι τὸ οὖς οὐκ ἔχον. (ῃερς. 445.) Ὅτι τὸ βουλεύεσθαι, ὁ ποιητὴς ἔν τε τῇ Ἰλιάδι καὶ Ὀδυςσείᾳ κατὰ ἐνεργητικὴν προάγει φωνὴν. ἔν τε τῷ, βουλὰς βουλεύει. καὶ, βούλευε φρεσί. καὶ ἐν ἄλλοις πολλοῖς. ὁμοίως δὲ καὶ τὸ συμβουλεύειν, κατὰ φωνὴν δραστικὴν ἤτοι ἐνεργητικὴν οἱ παλαιοὶ τῶν ῥητόρων προάγουσιν. ὕστερον δὲ, τὸ παθητικὸν ἐπεπόλασεν. οὕτω δὲ καὶ τὸ σέβεσθαι καὶ μεταχειρίζεσθαι καὶ δρέπεσθαι, οἱ παλαιοὶ ἐνεργητικῶς προέφερον. φησὶ γοῦν Σοφοκλῆς. μαθησόμεθα δ' Ἀτρείδας σέβειν. καὶ Ἡρόδοτος, δρέπειν φησί. καὶ λόγον δώσεις ὧν μετεχείρισας 1. 76 χρημάτων. Σημείωσαι δ' ἐν τούτοις, καὶ ὅτι οὐδὲ ὁ ὕπνος τῷ σπουδαίῳ ἀνδρὶ ἄφροντις. Τηλέμαχος γοῦν, παννύχιος βούλευε φρεσὶν ἃ ὑπέθετο αὐτῷ ἡ Ἀθηνᾶ. ἐκεῖνο φρονῶν καὶ αὐτὸς, ὡς οὐ χρὴ παννύχιον εὕδειν βουληφόρον ἄνδρα. ΥΠΟΘΕΣΙΣ ΤΗΣ Β. ΟΜΗΡΟΥ ΡΑΨΩΙΔΙΑΣ. Συναγαγὼν ἐκκλησίαν Τηλέμαχος, παραγγέλλει τοῖς μνηστῆρσιν ἐξιέναι τῆς οἰκίας τοῦ Ὀδυσσέως. καὶ λαβὼν παρὰ μὲν Εὐρυκλείας τὰ πρὸς τὴν ἀποδημίαν ἐπιτήδεια, παρὰ δὲ τῆς Ἀθηνᾶς ἑταίρους τε καὶ ναῦν, εἰς πλοῦν ἀνάγεται ἡλίου δύναντος. ΟΔΥΣΣΕΙΑΣ Β. ΟΜΗΡΟΥ ΡΑΨΩΙΔΙΑ. Ὅτι τῆς ˉβ ῥαψῳδίας ἐπιγραφὴ, αὕτη. Ἰθακησίων ἐκκλησία καὶ Τηλεμάχου. Ὅτι ὅτε μέν που κροκόπεπλον ἠῶ τουτέστι πρωΐαν λέγει ὁ ποιητὴς, διὰ τοῦ κρόκου, τὸ πολὺ μὲν τῆς νυκτὸς ὀλίγον δὲ τοῦ φωτὸς αἰνίττεται. ἡ μέντοι ῥοδοδάκτυλος Ἠὼς ἤγουν πρωΐα, τὸ πλεῖον μὲν τῆς ἡμέρας ἔλαττον δὲ τῆς νυκτὸς ὑποδηλοῖ. ὡς πάσης Ἠοῦς προηγεῖσθαι μὲν τὴν κροκόπεπλον, μετ' αὐτὴν δὲ εἶναι τὴν ῥοδοδάκτυλον. ἄλλως δέ γε μυθικῶς καὶ κατὰ σῶμα, κροκόπεπλον μὲν, ἡ κρόκεον ἤτοι κιῤῥὸν πέπλον φοροῦσα, ῥοδοδάκτυλος δὲ, ἧς οἱ δάκτυλοι ῥόδεοι ὡς ῥόδοις ἐοικότες. αἵματος φυσικοῦ χυμῷ καλῷ ἐρευθόμενοι. καθὰ καὶ ἡ Σαπφὼ τοὺς τῶν μυθικῶν χαρίτων πήχεις γυμνοῦσα, ῥόδοις εἰκάζει. ὡς εἶναι αὐτὰς ῥοδοπήχεις. εἶεν δὲ ἂν Ἠοῦς δάκτυλοι κατὰ ἀλληγορίαν, αἱ τοῦ ἡλίου ἀκτῖνες. ὃς καὶ ἑκατόγχειρ ἀλληγορικῶς ἐν Ἰλιάδι ἐῤῥέθη. ὅπου δὲ χεῖρες, οὐκ ἀπεοικῶς ἐκεῖ καὶ δακτύλους τὴν ἀλληγορίαν προσφύειν. ὡς καὶ αὐτὸ ἐν τοῖς εἰς τὴν Ἰλιάδα δηλοῦται. καὶ τοιαῦτα μὲν ἡ κροκόπεπλος καὶ ἡ ῥοδοδάκτυλος. ἡ δὲ ἠριγένεια Ἠὼς, ἔστιν οἱονεὶ ἠεριγένεια. ἤγουν ὑπὸ ἠέρος γεννωμένη. ἀὴρ γὰρ πεφωτισμένος ἡ ἡμέρα. ὁ δὲ πλείων λόγος καὶ καθωμιλημένος, ἠριγένειαν λέγει, τὴν ἐν τῷ ἦρι ἤτοι τῷ ὄρθρῳ γεννωμένην. ὡς γὰρ τὸν ἡμερινὸν ἁπλῶς Ἀπόλλωνα εἴτουν Ἥλιον ἡ Λητὼ γεννᾷ τουτέστιν ἡ νὺξ ὡς καὶ Σοφοκλῆς ἐν Τραχινίαις ἀλληγορεῖ, οὕτω καὶ τὴν τῆς ἡμέρας ἀρχὴν, ὁ τὴν νύκτα περατῶν ὄρθρος ποιεῖ. δύναται μὲν οὖν Ἠριγένεια ῥηθῆναι καὶ ἡ τὸν ὄρθρον γεννῶσα. μάλιστα δὲ, παθητικὸς ὁ τῆς λέξεως ταύτης σχηματισμὸς, ὡς ἡ Ἰφιγένεια δηλοῖ καὶ ἡ Τριτογένεια. αἱ γεννηθεῖσαι δηλαδὴ ἡ μὲν, ἀπὸ ἰσχυροῦ καὶ βασιλικοῦ γένους. ἡ δὲ ἀπὸ τριτοῦς ὅ ἐστι κεφαλῆς. ἦρ δὲ ὁ ὄρθρος λέγεται, ἢ ἀπὸ τοῦ αἴρω, τότε γὰρ αἰρόμεθα καὶ εἰς ἔργον ὀρθούμεθα ὅθεν καὶ ὄρθρος ἡ τοιαύτη ὥρα λέγεται. ἢ μάλιστα παρὰ τοῦ ἔαρ, πρὸς ὃ ἀναλογίαν σώζει ὁ ὄρθρος. μικρὸς γάρ τις ἐνιαυτὸς ἡ ἡμέρα. ἧς οἷα μὲν ἔαρ, ἡ πρωΐα, διὰ τὸ τηνικαῦτα εὔκρατον. θέρος δὲ οἷον, τὸ τῆς ἡμέρας μέσον. φθινοπώρῳ δὲ τὰ περὶ δείλην ἔοικε. χειμῶνος δὲ δίκην, σκυθρωπάζει τὰ πρὸς ἑσπέραν καὶ ἐπέκεινα. ἡ δὲ χρῆσις τοῦ ἦρ ἤτοι ὄρθρος, καὶ ἀλλαχοῦ μὲν, καὶ ἐν τῇ ˉυ δὲ τῆς Ὀδυσσείας. Δῆλον δὲ ὅτι τὲ πρωΐας ἐπίθετα ὡς καὶ ἐνταῦθα καὶ ἡ ἠριγένεια καὶ ἡ ῥοδοδάκτυλος καθὰ καὶ ἡ κροκόπεπλος, καὶ ὅτι ἑξαχῶς λέγεται ἡ ἠώς. καὶ γὰρ, ἡ πρωΐα. καὶ αὖθις, τὸ ἐξ αὐτῆς μέχρι μέσης ἡμέρας. καὶ πάλιν, τὸ ἐκ πρωΐας ἕως ἑσπέρας. καὶ τὸ πρωΐθεν δὲ, ἕως ἑτέρας πρωΐας, ὅ ἐστι νυχθήμερον. λέγεται δὲ ἠὼς, καὶ ἡ ἀνατολή. ἔτι δὲ, καὶ ἡ σωματοειδὴς θεά. ἣν ὁ μῦθος ἔποχον ἅρματι ἢ κελητίζουσαν ἐπὶ τοῦ Πηγάσου, ἔτι δὲ καὶ λαμπαδηφόρον, πλάττει. καὶ ταῦτα μὲν ἓξ τῆς ἠοῦς σημαινόμενα. ὧν πάντων αἱ χρήσεις παρὰ τῷ ποιητῇ. ὅτε δὲ εἴπῃ ἐν τῇ ˉρ ῥαψῳδία δείελον ἦμαρ ὁ ποιητὴς, δίδωσι νοεῖν ὅτι καθάπερ ἡ πρωΐα ἠὼς λέγεται, οὕτω καὶ τὸ δειλινόν. ὡς εἶναι σὺν τούτῳ, ἑπτὰ σημαινόμενα τῆς ἠοῦς. Ὅτι δὲ κανονικῶς ὀξύνεται ἡ Ἠὼς, δηλοῖ ὁ γράψας ὡς τῶν εἰς ˉως τὰ μὲν ὑπὲρ μίαν συλλαβὴν, βαρύνεται. τῶν δὲ μονοσυλλάβων, ἓν ὀξύνεται, μένον καὶ ἄκλιτον, ἡ δὼς, ὅ ἔστιν ἡ δωρέα. τὰ δ' ἄλλα, περισπῶνται καὶ κλίνονται. Κρῶς πόλις. Τλῶς ὁμοίως. Κῶς νῆσος 1. 77 καὶ πόλις. (ῃερς. 3.) Ὅτι τὸ, εἵματα ἑσσάμενος, τρόπος ἐτυμολογίας ἐστίν. ἀπὸ τοῦ ἕω γὰρ τὸ εἷμα γίνεται, ἀπὸ δ' αὐτοῦ, τὸ ἱμάτιον. γράφεται δὲ διὰ διφθόγγου τὸ εἷμα, ἢ ἀπὸ τοῦ ἕμα προσλήψει τοῦ ἰῶτα, ἢ ὡς φυλάξαν τὴν τοῦ πρωτοτύπου παρακειμένου αὔξησιν. ὃ καὶ ἡ ἐγρήγορσις ἔχει. καὶ ἡ πεποίθησις. καὶ ἡ ὀπωπή. καὶ ἡ ἀντιπεπόνθησις. Ὅρα δὲ ὅτι ἐν ἄλλοις πλατύτερον φράσας ὁ ποιητὴς τὴν τῶν ἡρώων ἐξ ὕπνου ἔγερσιν. οἷον, μαλακὸν ἔνδυνε χιτῶνα, περὶ δὲ μέγα βάλλετο φᾶρος. καὶ ἑξῆς. ἐνταῦθα ἐπὶ Τηλεμάχου, γοργότατα ἔφη ἐν δυσὶ λέξεσιν. ὄρνυτο ἐξ εὐνῆς εἵματα ἑσσάμενος. Σημείωσαι δὲ ὅτι ἐνταῦθα μὲν ἁπλῶς εἷμα ἔφη ὁ ποιητὴς. ὅτε δὲ μέγα φᾶρος εἴπῃ, παροιμίαν ποιεῖ τὴν λέγουσαν, ἐπὶ χεῖρας φέρειν, ἤγουν ἔνδοξον εἶναι. ὡς ἀπὸ τῶν μεγάλα φασὶν ἱμάτια ἐχόντων ὡς μείζονα εἶναι τὴν ἐπιβολήν. Κρατῖνος. εὐπρόσωπος ἦσθ' ὀνόματος οὐδὲν ἐπὶ χεῖρας φέρων, ἤγουν οὐ μέγα ἔχων ὄνομα. οὐδὲ φαινόμενος κατὰ τοὺς οὕτω μεγαλοείμονας ὡς καὶ ἐπὶ χειρῶν φέρειν τὰς ᾤας. (ῃερς. 4.) Ὅτι λιπαροὺς πόδας ὥσπερ ἑτέρων τινῶν ἀλλαχοῦ, οὕτω κἀνταῦθα τοὺς τοῦ γυμναστικοῦ Τηλεμάχου καὶ τρυφεροῦ λέγει. οὗ τὸ ἀνάπαλιν, πόδες νήλιποι, οἱ αὐχμηροὶ καὶ ἀλιπεῖς. Ἰστέον δὲ ὅτι κατά τινα ὁμοιότητα τῶν ἐκ τρυφῆς λιπαρῶν ποδῶν, λέγονται παρὰ τοῖς παλαιοῖς ἀρχολίπαροι οὐ μόνον οἱ λιπαροῦντες ἵνα ἄρξωσιν, ἀλλὰ καὶ οἱ λιπαινόμενοι ἐκ τοῦ ἄρχειν. (ῃερς. 5.) Ὅτι εὐμεγέθους καὶ θεοειδοῦς ἀνδρὸς δηλωτικὸν τὸ, βῆ δ' ἴμεν ἐκ θαλάμοιο θεῷ ἐναλίγκιος ἄντην, τουτέστιν ἄντικρυς. (ῃερς. 6.) Ὅτι ὡς ἐν Ἰλιάδι, οὕτω κἀνταῦθα κελευσθέντες κήρυκες λιγύφθογγοι κηρύσσειν ἀγορὴν δεκαρηκομόωντας Ἀχαιοὺς, οἱ μὲν, ἐκήρυσσον, οἱ δὲ, ἠγείροντο μάλ' ὦκα δι' εὐπειθείαν. εἰπὼν δὲ καὶ ὅτι ἤγερθεν οἱ Ἀχαιοὶ, ἑρμηνεύει αὐτὸ ὡς καὶ ἐν τῇ Ἰλιάδι, διὰ τοῦ, ὁμηγερέες τ' ἐγένοντο. (ῃερς. 7.) Ἰστέον δ' ὅτι ἀγορὰ ἐν τούτοις, ὁ τόπος εἰς ὃν ἀγείρονται ὁ λαός. καὶ γίνεται ἡ λέξις ἐκ τοῦ ἀγείρω. ἐξ αὐτῆς δὲ, οὐ μόνον ἀγύρτης κατὰ τοὺς παλαιοὺς, ὁ ἀγείρων ὄχλον καὶ ἀπατεὼν καὶ ἀλαζὼν, καὶ ὄνομα δὲ βόλου κυβευτικοῦ, ἀλλὰ καὶ ἄγυρις. αἰολίζουσα οὐ μόνον τῇ τροπῇ τοῦ ˉο εἰς ˉυ, ἀλλὰ καὶ τῷ τόνῳ. ὡς γὰρ ἑορτὴ ἕροτις Αἰολικῶς. οὕτω καὶ ἀγορὰ ἄγυρις. ἐξ οὗ καὶ ὁμήγυρις. ἦν δέ φασι καὶ ἀγορὰ Κερκώπων Ἀθήνῃσι πλησίον Ἠλιαίας, ἔνθα τὰ κλοπιμαῖα ἐπωλοῦντο, τοιοῦτοι γὰρ καὶ οἱ κέρκωπες περιᾴδονται. κλέπται δηλαδὴ καὶ πανοῦργοι. λέγεται δὲ κατὰ Αἴλιον Διονύσιον Ἁλικαρνασέα, ἀγείρειν, καὶ τὸ περιέναι καὶ περινοστεῖν ἐπὶ νίκῃ ἢ ἑτέρῳ τινί φησι τοιούτῳ. ὅθεν ἴσως καὶ ὁ ἀγύρτης. Πλάτων δὲ ἐν πολιτικοῖς, καὶ τὴν ἄθροισιν, ἀγυρμόν φησιν. εἰπὼν συναγυρμὸν φρονήσεως. ὅτι δὲ οἱ Αἰολεῖς τὸ ˉο εἰς ˉυ τρέπουσι, μυριαχόθεν δῆλον. οὐ μὴν δὲ, ἀλλὰ καὶ ἀπὸ τοῦ ῥοφεῖν. ὃ ῥυφεῖν λέγουσιν Ἴωνες καὶ Δωριεῖς, κατὰ τοὺς παλαιούς. Αἴλιος δὲ Διονύσιος, ῥόφειν φησὶ λέγεσθαι ὡς γράφειν. καὶ ῥόφουσιν ὡς γράφουσιν. (ῃερς. 10.) Ὅτι ὁ Τηλέμαχος εἰς ἀγορὰν ἰὼν, ξίφος ὀξὺ θέτ' ὤμῳ, παλάμῃ δ' ἔχε χάλκεον ἔγχος. τούτων δὲ τὸ πρῶτον καὶ Ἀγαμέμνων ἐν Ἰλιάδι ποιεῖ κατὰ ἔθος ἀρχαῖον. καθ' ὃ καὶ Ἀχιλλεὺς ἐκεῖ ξίφος φορεῖ ἐν τῇ ˉα ῥαψῳδία δημογορῶν. εἰ καὶ ὕστερον ἐξεκόπη ἀναγκαίως τὸ ἔθος, ὡς καὶ ἡ κατὰ τὸν Ζάλευκον ἱστορία δηλοῖ. (ῃερς. 11.) Τὴν δὲ δορυφορίαν φόβῳ τῶν μνηστήρων ἔοικε ποιεῖν ὁ Τηλέμαχος. οὐ γὰρ δή πουθεν ἀντὶ σκήπτρου τὸ δόρυ φέρει καθά τις ἐν Ἰλιάδι ποιεῖ. σκῆπτρον γὰρ, ἐν τοῖς ἑξῆς λήψεται ἀπὸ κήρυκος. εἰ δὲ καὶ οἱ μνηστῆρες ἢ καί τινες ἕτεροι ἐξιφηφόρουν ἐν ταῖς ἀγοραῖς, σιωπᾷ Ὅμηρος. εἰκὸς δὲ οὕτω γίνεσθαι. καὶ τοιαῦτα μὲν ταῦτα. ὁ δὲ Τηλέμαχος, οὐ μόνος φησὶ προῄει, ἀλλ' ἅμα τούτῳ, κύνες πόδας ἀργοὶ ἕποντο. οὐ μόνον ὅτι φιλακόλουθον τὸ ζῷον, καὶ μάλιστα ἐπὶ δεσπόταις, ἀλλὰ καὶ ὅτι οὐκ ἔχει ὁ εὐγενὴς νεανίας ἑτεροίους ἀκολούθους διὰ τὴν τῶν μνηστήρων ἐπιβουλὴν, δι' ἣν μεμόνωται. καὶ ἔχει καταιδέσειν οὕτω τοὺς ἐν Ἰθάκῃ ὁ νέος. εἴγε κύνες μὲν οὐκ ἀφίστανται τοῦ δεσπότου. αὐτοὶ δὲ, τοῦ βασιλέως Ὀδυσσέως ἐπελάθοντο ὃς καθ' Ὅμηρον ἐν αὐτοῖς βασιλεύων, πατὴρ ὣς ἤπιος ἦν. ἔτι ἀκολουθοῦσι τῷ Τηλεμάχῳ κύνες, καὶ διὰ τὸ ἀγροικικώτερον τοῦ ἡρωϊκοῦ βίου. καὶ ὡς κυνηγῷ δὲ, καθ' ὁμοίαν τῷ πατρὶ ἐπιτήδευσιν τῷ καὶ περὶ τὸν Ἄργον κύνα ἐσπουδακότι ὡς ἐν τοῖς μετὰ ταῦτα φανήσεται. καὶ ᾧ σύμβολον σώματος εἰς ἀναγνωρισμὸν, ἡ ἀπὸ τοῦ κυνηγεσίου οὐλή. οὗ Ὀδυσσέως, καὶ ἐν τῇ χλανίδι παρὰ προτέροις ποσὶ, κύων εἶχε ποικίλον ἑλλόν. ἄδηλον δὲ εἴτε θηρευτικοὶ οἱ ῥηθέντες κύνες καὶ διὰ τοῦτο πόδας ἀργοὶ ὅ ἐστι ταχεῖς, εἴτε τραπεζῆες οὓς ἀγλαΐης ἕνεκεν κομέουσιν ἄνακτες, οἵους καὶ Ἀχιλλεὺς ἐν Ἰλιάδι ἔτρεφεν. οἳ πόδας ἂν ἀργοὶ λέγοιντο, ἀντὶ τοῦ, νωθροὶ καὶ οὐ ταχεῖς κατὰ 1. 78 τοὺς θηρατικούς. ὅτι δὲ δύνανταί ποτε πόδας ἀργοὶ κύνες λέγεσθαι καὶ οἱ λευκόποδες, δηλοῖ καὶ τὸ ἐν Ἀθήναις Κυνόσαργες χωρίον, οὕτω κληθὲν ἀπὸ κυνὸς λευκοῦ θῦμά τι ἀφαρπάσαντος καὶ ἐκδραμόντος ἐκεῖ. ὅθεν, οὐδὲ ἀνόσιον πρόσρημα τὸ, ἐς Κυνόσαργες. ἀλλ' ἶσον τῷ, ἐς κόρακας. ὅτι δὲ εὐθεῖα τὸ Κυνόσαργες, δῆλον ἐκ τῆς δοτικῆς. ἐν Κυνοσάργει γὰρ εὕρηται. ἐκ δὲ τοῦ, πόδας ἀργοὶ, καὶ οἱ ἀργίποδες σύγκεινται ἐπὶ ποδῶν λευκότητος. παρὰ δὲ τὸ ἀργὸν, οὐ μόνον ὁ ἐναργὴς γίνεται, καὶ ὁ λέπαργος βοῦς ἤτοι ὁ λαπάρας ἔχων λευκὰς, ἀλλὰ καὶ λέπαργός φασιν ἡ χιὼν παρὰ τὸ λευκαίνειν τὸ λέπας. καὶ ἄργεμος, νόος ὀμμάτων. ἀφ' οὗ ἄργεμα κατὰ Δίδυμον, τὰ ἐπὶ ὀφθαλμῶν λευκώματα. ὧν μνήμη τῷ Αἰσχύλῳ ἐν τῷ, πρόσθεν ὄντ' ἐπάργεμα. ἐκεῖθεν, καὶ ἀργᾶντες ταῦροι παρὰ Πινδάρῳ καὶ ἀργαίνειν, τὸ λευκαίνειν παρ' Εὐριπίδῃ ἐν Ἀλκμαίωνι. καὶ ταῦρος ἀργιμήτης ἤγουν λευκός φασι παρὰ Φρυνίχῳ, ὁ διακομίσας τὴν Εὐρώπην. Σημείωσαι δὲ ὅτι ἔχει τι πάθος ὁ περὶ τῶν κυνῶν λόγος ἐνταῦθα τῷ ποιητῇ, εἴγε Πηνελόπη μὲν, ἔρχεται οὐκ οἴη ἅμα τῇ γε καὶ ἀμφίπολοι δύο. Τηλέμαχος δὲ οὐκ οἶος ἀλλ' ἅμα τῷ γε κύνες οὐ μὴν οἰκέται ἢ ἑταῖροι τινές. Ἐν τούτοις δὲ ὅρα καὶ ὅτι ἀρετὴ κἀνταῦθα κηρύκων, τὸ λιγύφθογγον. οἳ καὶ παρὰ τὸ γαρύειν καὶ τὴν γῆρυν ἐτυμολογοῦνται. καὶ ὅτι ἐπιμονὴν ποιεῖ τὸ, κηρύκεσσι καὶ κηρύσσειν καὶ ἐκήρυσσον, διὰ τὸ τῆς λέξεως καίριον. (ῃερς. 12.) Ὅτι θεσπίην ἄρα τῷ Τηλεμάχῳ χάριν κατέχευεν Ἀθήνη εἰς ἀγορὰν ἰόντι. τὸν δ' ἄρα πάντες λαοὶ ἐπερχόμενον θηεῦντο, τουτέστιν ἐθαύμαζον. οὐ μόνον τῆς ἔξω χάριτος, ἀλλὰ καὶ τῆς συνέσεως ἣν Ὅμηρος αἰνίττεται διὰ τῆς Ἀθηνᾶς, ἐλθὼν δέ φησιν, ἕζετο ἐν πατρὸς θώκῳ. εἶξαν δὲ γέροντες, διὰ τὸ τῆς βασιλείας δηλονότι γεραρὸν πρεσβεῖον. ἄλλως γὰρ, οἱ νέοι τοῖς πρεσβυτέροις ὑπανίστανται ὡς πολλαχοῦ δηλοῦται. Ὅρα δὲ τὸ κατέχευεν, ἀντὶ τοῦ, διὰ παντὸς τοῦ σώματος περιήγαγε, καὶ ἔστι καιριωτάτη ἡ λέξις ὡς ἐπὶ ὑγροῦ περικεχυμένου ῥηθεῖσα, διὰ τὸ χαρίεν τῆς τοῦ νέου ἐπιφανείας. (ῃερς. 13.) Ὅρα δὲ καὶ ὡς δὶς εἶπε τὸ ἄρα, ἐν δυσὶ στίχων ἀρχαῖς. Σημείωσαι δὲ καὶ ὅτι καὶ ἄλλως θηητὸς ὁ νεανίας ἔδοξεν. ἐπειδὴ οὐδέ ποτε ἀγορὴ ἐγένετο ἐν Ἰθάκῃ οὔτε θόωκος ἐξ οὗ Ὀδυσσεὺς εἰς Τροίαν ἔπλευσεν. ὅθεν θαυμάζεται ὁ μετὰ τοσούτους ἐνιαυτοὺς ἄρτι καθίζων ἀγοράν. Τοῦ δὲ θηεῦντο, θέμα, θηέω. ἐξ οὗ τὸ θηητόν. πρόεστι δὲ τοῦ θηέω, τὸ θεῶ ἤγουν βλέπω. θέα γὰρ ἐμβιβάζει τῇ ψυχῆ ὡς τὸ θάμβος, οὕτω καὶ τὸ θαῦμα καὶ τὸ θηεῖσθαι. εἰ δὲ ἐχρῆν ἐκ τοῦ θεῶ, προσλήψει τοῦ ἰῶτα γενέσθαι θειῶ τὸ θαυμάζω, ἀλλ' ἐπεὶ προκατελήφθη ἡ τοιαύτη γραφὴ ἐν τῷ θειῶ τὸ θυμιάζω οὗ χρῆσις ἐν τοῖς μετὰ ταῦτα, ἐτράπη τὸ ˉε τοῦ θεῶ πρὸς διαστολὴν, εἰς ἦτα. καὶ οὕτω πεποίηται τὸ, θηῶ θηήσω. (ῃερς. 15.) Ὅτι κατάρχει τῆς νῦν δημηγορίας Αἰγύπτιος ἀνὴρ, οὕτω κατὰ κυριωνυμίαν καλούμενος ἐξ ἐθνικῆς λέξεως ὡς καὶ προδεδήλωται. ὃς δὴ γήραϊ κυφὸς ἔην. (ῃερς. 16.) Καὶ μυρία ᾔδη, τουτέστιν ἠπίστατο. Καὶ ὅρα κἀνταῦθα ὅτι πολυπειρία εἴτουν μυρία εἴδησις τῇ τῶν γερόντων ἡλικίᾳ παρέπεται. Ἰστέον δὲ ὅτι εὕρηται καὶ ἐν Ἰλιάδι κύριον, ἀνὴρ Ἴμβριος ὁμωνύμως τῷ τῆς Ἴμβρου τοπικῷ. καὶ ἔστιν ὅμοιον πρὸςτὸ Αἰγύπτιος κύριον. εἴη δ' ἂν τοιοῦτόν τι καὶ ὁ ἐκ Τροίας Πριαμίδης Πολίτης. τὸ δὲ τὸν ὑπέργηρων, καὶ πολύνουν εἶναι, ἀπαιτεῖ πάντως ὁ κατὰ φύσιν ὀρθὸς λόγος, ὡς ὅγε ἑτεροῖος γέρων, ἀκούσοι ἄν ποθεν τὸ, μὴ' φευρεθῇς ἄνους τὲ καὶ γέρων ἅμα. Σημείωσαι δὲ καὶ ὅτι λόγιος ὢν ὁ ποιητὴς καὶ εἰδὼς ὡς κατάρξαι λόγου τὸν νεωτέρον παρὰ τοῖς εὖ εἰδόσι δυσχερὲς, προλογίζοντα ποιεῖ τὸν γέροντα Αἰγύπτιον, καὶ ἐρωτῶντα. εἶτα τὸν Τηλέμαχον, δεύτερον εἰς λόγους ἥκοντα καὶ λαλοῦντα πρὸς τὸ ἐρωτηθέν. ῥᾷον γὰρ τοῦτο ἤπερ τὸ πρωτολογεῖν. τοιοῦτον δέ τι ποιήσει καὶ ἐν τῇ γάμμα ῥαψῳδίᾳ. ἔνθα τοῦ Νέστορος ἐρωτήσαντος, ἀρχὴν τοῦ λέγειν λαβὼν, ἀπολογήσεται ὁ Τηλέμαχος. (ῃερς. 16.) Τὸ δὲ γήραϊ κυφὸς, πρὸς διαστολὴν εἴρηται τοῦ γυροῦ. ἐκεῖνος γὰρ, φύσει τοιοῦτος. ὡς τὸ, γυρὸς ἔην ὤμοισιν, Ἰστέον δὲ ὅτι τὲ τὸ μυρία εἰδέναι διὰ γέρως πολυπειρίαν, οὐκ ἀεὶ ἐπαινεῖται, διότι ἐπί τινων, φυσᾷ καὶ ἐπαίρει φρένας. ὅθεν τυφογέροντες οἱ τοιοῦτοι καὶ τῦφοι καὶ τυφεδανοὶ σκώπτονται. εἰ καὶ ἄλλως τὰ τοιαῦτα συμβιβάζονται διὰ τὸ δεῖν εἶναι ἤδη τύφεσθαι τοὺς τοιούτους, ἤγουν καίεσθαι νεκρικῶς. ὅθεν καὶ τυμβογέροντες οἱ αὐτοὶ καὶ σορόπληκτοι καὶ σοροπλῆγες. καὶ ὅτι ἐκ τοῦ κυφὸς οὗ πρωτότυπος ὁ κέκυφα παρακείμενος, λέγεται σκωπτικῶς κατὰ συγγένειαν τοῦ ˉφ πρὸς τὸ ˉβ, κυβάλης ὁ ὡσπερεὶ κυφὸς, ἐκ τοῦ κατακύπτειν συχνῶς. ὃν καὶ ἡμίανδρον καὶ ἡμιγύναικα καὶ σποδόρχην ἐβλασφήμουν. ἐκ τοῦ αὐτοῦ δέ φασι κυφοῦ, καὶ Κυβήβα διὰ τοῦ ˉα ἢ Κυβήβη διὰ τοῦ ˉη, ἡ Ῥέα. ᾗ φασιν ὁ κατεχό 1. 79 μενος ἢ καὶ ἄλλῳ δαίμονι καταχρηστικῶς, κύβηβος ἐλέγετο. ὁ και σάβος καὶ σαβάζιος καὶ βάκχος καὶ βαβάκτης καὶ βάβαξ καὶ ἐμμανὴς καὶ φλεδών. ὡς δὲ ἐκ τοῦ κυφὸς γίνεται καὶ ὁ κύβος, δηλοῦσιν οἱ παλαιοί. καὶ οὕτω μὲν τάδε. Περὶ δὲ τοῦ ᾔδη ὅ ἐστιν ἠπίστατο, ἐν Ἰλιάδι γέγραπται ἱκανῶς. (ῃερς. 19.) Ὅτι αἰτίαν πιθανὴν τοῦ πρωτολογῆσαι τὸν Αἰγύπτιον προβάλλεται ὁ ποιητὴς, τὴν τοῦ παιδὸς Ἀντίφου μνήμην. οὗ συστρατευσαμένου τῷ Ὀδυσσεῖ καὶ ἀπολωλότος μνησάμενος ὁ πατὴρ, λαλεῖ τὰ εἰκότα. (ῃερς. 18.) Ὅτι εὔπωλον ὡς καὶ ἐν Ἰλιάδι τὴν Τροίαν λέγει, ἢ ἀντὶ τοῦ εὔζῳον. ἢ εὔιππον ὡς ἀπὸ μέρους. ἢ τὴν εὔγεων καὶ εὐβωλοστρόφητον. ἢ τὴν εὖ περιπολουμένην, κατὰ ἔκτασιν τοῦ ˉο. ἤτοι τὴν εὐδαίμονα καὶ εὐοίκητον. (ῃερς..) Ὅτι τρεῖς τῷ Αἰγυπτίῳ ἐγένοντο παῖδες. ὧν ὁ μὲν, μνηστῆρσιν ὡμίλει, ὁ Εὐρύνομος. μείζω τοῦ γένους φρονῶν. δύο δὲ, αἰὲν ἔχον πατρώϊα ἔργα, τὴν κατ' αὐτοὺς ὅ φασιν ἑλῶντες. καὶ αὐτὸς οὐχ' οὕτω τοῖς περιοῦσι παισὶν ἔχαιρεν, ὅσον ἐπὶ Ἀντίφῳ ἤχθετο. ὃν συστρατευσάμενον Ὀδυσσεῖ, ἄγριος ἔκτανε Κύκλωψ. πύματον δ' ὡπλίσατο ἤγουν ἐσκεύασε δόρπον. Καὶ ὅρα ὅτι οὐ ποσότης παίδων ἁπλῶς εὐφραίνει πατέρα, ποιότης δὲ ἀγαθή. εἴγε καὶ ὁ Αἰγύπτιος οὐκ ἀγαπᾷ τρεῖς ἔχων, ἀλλὰ ποθεῖ καὶ τὸν ἕνα τὸν αἰχμητὴν Ἄντιφον. καὶ οὐ λήθεται ὀδυρόμενος καὶ ἀχεύων. (ῃερς. 22.) Ὅρα δὲ τὸ αἰὲν, τὸ συνεχὲς δηλοῦν τῆς τῶν παίδων τοῦ Αἰγυπτίου σπουδῆς ἐπὶ τοῖς πατρῴοις ἔργοις. ἅπερ ὁ ποιητής τίνα ἦν, οὐκ ἐπεξειργάσατο, οἷα μὴ θέλων τοῖς περιττοῖς ἐμφιλοχωρεῖν. ὅτι δὲ τὰς πατρῴας οἱ παῖδες ἐξεδέχοντο τέχνας ὡς καὶ ἐν τῇ Ἰλιάδι ἐδηλώθη, Ἡρόδοτος ἱστορεῖ. αὐλητοῦ γὰρ αὐλητής. καὶ μαγείρου φησὶ μάγειρος. καὶ κῆρυξ κήρυκος. (ῃερς..) Τὸ δὲ πύματον δόρπον, μέσως εἰρῆσθαι δοκεῖ πρὸς ἀστειότητα ὡς ἐν σχήματι ἀμφιβολίας. ἢ γὰρ πύματος ἦν ὁ Ἄντιφος τῶν ἓξ τοῦ Ὀδυσσέως ἑταίρων οὓς ὁ Κύκλωψ ἐθοινήσατο πρὸς ἑσπέραν, ἢ πύματος ἀνθρώπων εἴτε καὶ ἁπλῶς πάντων ὧν εἰς γαστέρα ὁ Κύκλωψ κατέσπα. ὃς δόρπος εἴη ἂν καὶ καθ' ἕτερον τρόπον, ὡς πρὸς ταῖς τοῦ βίου δυσμαῖς καὶ πρὸς τῷ ἐν τροπολογίᾳ μέλανι ἑσπέρῳ θοινηθείς. οὐκέτι γὰρ ὁ Κύκλωψ ἔφαγε, συναποβαλὼν τῷ φωτὶ καὶ τὸ ζῆν ὡς λέγεται. Ἰστέον δ' ὅτι τρισὶ τροφαῖς ἐχρῶντο οἱ παλαιοί. ὧν τὸ πρῶτον, ἐκαλεῖτο ἄριστον, γινόμενον πάνυ πρωῒ ἅμ' ἠοῖ φαινομένῃφι, ἄρεος ἱσταμένου. ὡς καὶ ἡ τοῦ ὀνόματος ἐτυμολογία δηλοῖ. εἶτα, τὸ δεῖπνον μεθ' ὃ ἔδει πονεῖν, ὃ καὶ ἄριστον φασί τινες. τρίτον δὲ, δόρπος. ἐναντίον ἀρίστῳ. ἡνίκα δόρυ παύεται. ὅπερ ἡμεῖς παρὰ τὸ δεῖν τότε ὕπνου, δεῖπνον καλοῦμεν. διὸ καὶ Αἰσχύλος τάττων, μετρεῖ. ἄριστα. δεῖπνα. δόρπαθ' αἱρεῖσθαι, τρία. ὅτι δὲ τοῦτο αἰτιῶνταί τινες, ἐν τῇ Ἰλιάδι ἐῤῥέθη. δῆλον δὲ, καὶ ὅτι δεῖπνον μὲν οἱ πλείους, τὸ πρωϊνόν φασιν ἔμβρωμα. μεθ' ὃ, πόνου δεῖ. ἄριστον δὲ, τὸ κοινῶς λεγόμενον γεῦμα. οὐ παρὰ τὸν ἄρην ἀλλὰ παρὰ τὸ ἀρίστως ἔχειν κατ' ἐξοχήν. δόρπον δὲ, οὐδεὶς ὃς ἀμφέβαλε μὴ ἀπονενεμῆσθαι τῇ ἑσπέρᾳ. (ῃερς. 26.) Ὅτι ὥσπερ φῶς φόως κατὰ πλεονασμὸν, οὕτω καὶ θῶκος θόωκος, ἐν τῷ, οὐδέ ποθ' ἡμετέρη ἀγορὴ γένετο οὐδὲ θόωκος ἤτοι συνέδριον, ἐξ οὗ τόδε προέβη. οἰκεῖος δὲ ὁ λόγος, ἐπὶ ἀργίᾳ πολιτικῶν συνελεύσεων. ὅτε δέ τις ἀνελπίστως τὴν τοιαύτην ἀργίαν εἰς ἔργον προαγάγηται, οἰκεῖον εἰπεῖν τὸ, νῦν δὲ τίς ὧδ' ἤγειρε. τίνα χρειὼ τόσσον ἵκει, ἠὲ νέων ἀνδρῶν ἢ οἳ προγενέστεροί εἰσι. (ῃερς. 29.) Καὶ ὅρα τὸ, οἳ προγενέστεροί εἰσιν. ἐνήλλακται γὰρ διὰ ποικιλίαν, ἀπὸ γενικῆς. ἦν γὰρ τὸ ἀκόλουθον, ἠὲ νέων ἀνδρῶν ἢ προγενεστέρων. Τὸ δὲ χρειὼ, χρεῖος ἐρεῖ προϊών. Ὅτι δὲ τὸ ἵκει ἀντὶ τοῦ ἔρχεται ἀεὶ ὁ ποιητὴς διὰ τοῦ ˉι γράφει ἐξ οὗ καὶ τὸ ἱκάνω γίνεται, οὐκ ἔστιν ἀντειπεῖν. ἐπεὶ δὲ οἱ μεθ' Ὅμηρον διὰ τοῦ ˉη ἔγραψαν αὐτὸ, ἔδοξε τοῖς μετ' αὐτοὺς, συμβῆναι εἰς τὸ, τὰ μὲν ἐνεργητικὰ τοῦ ἥκω, ἐν τῷ ˉη γράφεσθαι. τὰ δὲ παθητικὰ, ἐν τῷ ἰῶτα. (ῃερς. 30.) Ὅτι αἰτία κοινῆς ἀγορᾶς, ἢ τὸ ἀγγελίαν τινὰ ἐθέλειν σάφα εἰπεῖν τοῖς πολίταις ὅτε τις πρότερός γε πύθοιτο, ἢ τὸ ἐθελῆσαι δήμιόν τι ἄλλο πιφαύσκεσθαι. καὶ ἔστι τὰ τοιαῦτα, συστατικὰ πολιτείας ὡς μάλιστα. (ῃερς.