Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Commentarii ad Homeri Odysseam i
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-thessalonicensis-pg-135-136" aria-label="More works by Eustathius Thessalonicensis PG 135"> —
⋯
More
Original / primary: Pg Scrape Grc
412.1.1
) Ἀριθμεῖ δὲ τὰς φώκας ὁ Πρωτεὺς, ὡς ἴσως καὶ τοῦτο συντελοῦν αὐτῷ. ἢ καὶ πρὸς πιθανότητα τοῦ νομεὺς ὣς πώεσι μήλων. μετρεῖ γὰρ καὶ ὁ νομεὺς τὰ ὑπ' αὐτόν. Πεμπάζειν δὲ ὡς καὶ ἐν Ἰλιάδι ἐδηλώθη, τὸ κατὰ πέμπε ἤγουν πέντε ἀριθμεῖν. Αἰολικὴ δὲ λέξις τὸ πέμπε. ὅθεν καὶ πεμπάδαρχον οἱ παλαιοὶ καὶ πεμπάδα φασίν. ὅτι δὲ ταυτὸν πεμπάζειν καὶ ἀριθμεῖν, δηλοῖ καὶ ὁ ποιητὴς εἰπὼν, ἀριθμήσει εἶτα ἐπαγαγὼν τὸ πεμπάσεται. (ῃερς. 413.) Τὸ δὲ νομεὺς ὣς πώεσι μήλων, παραβολὴ σύντομος. ἐπεὶ οὐκ ἐχρῆν ἐνταῦθα, παραβολικῶς ἐμπλατύνασθαι παὶ συγχέαι σπουδαῖον διήγημα. Ὅτι δὲ ἀπὸ τοῦ πῶ τὸ κτῶμαι τὸ πῶϋ, ἐξ οὗ καὶ πηὸς ὁ ἐξ ἀγχιστείας ἐπίκτητος συγγενής. καὶ παμπήδην ἐπίῤῥημα. καὶ παμπησία ἡ παγκτησία, δῆλον ἐστιν ἐκ τῶν παλαιῶν καὶ αὐτό. (ῃερς. 415.) Ἰστέον δὲ καὶ ὡς ἡ Ὁμηρικὴ αὕτη παραβολὴ, ἀφορμὴ γέγονε τῶν τινῶν μεθ' Ὅμηρον ποιητῶν, βοτὰ πόντου ὅ ἐστι βοσκήματα τὰ κήτη εἰπεῖν. Τὸ δὲ μελέτω ὑμῖν κάρτος τε βίη τε καὶ ἑξῆς ἕως τοῦ πειρήσεται, προτρεπτικὸν εἰς ἐπιμονὴν κατασχέσεως βιαίου τινὸς ἀνδρός. ἢ καὶ εἰς πειθὼ σκληρυνομένου ἢ καὶ ἀκκιζομένου τινός. (ῃερς. 417.) Ὅρα δὲ τὸ πειρήσεται, δηλοῦν ὡς οὐ διὰ κακίαν ἀλλὰ πεῖραν ὁ Πρωτεὺς μετεβάλλετο. (ῃερς. 418.) Ἑρπετὰ δὲ, ἀπὸ μέρους τὰ ζῶα δηλοῖ. ἐν γὰρ τοῖς ἐφεξῆς εἰς πολλὰ μορφούμενος ὁ Πρωτεὺς, ἑνὶ μόνῳ τῶν ἑρπετῶν εἰκάσθη, δράκοντι. μεταβληθεὶς ἄλλως ἐκεῖ καὶ εἰς λέοντα καὶ εἰς πάρδαλιν καὶ εἰς μέγαν σῦν. Ὅρα δὲ τὰ ἑρπετὰ ὡς καὶ τὰ ἑρπηστικὰ, οὐκ ἀπὸ τοῦ ἕρπω βαρυτόνου παρηγμένα οὗ παράγωγον τὸ ἑρπετὸν κατὰ Ἀριστοτέλην, ἀλλ' ἀπὸ περισπωμένου ἀῤῥήτου τοῦ ἑρπῶ. ἵνα ᾖ ὡς τελῶ τελέσω τελεστὸν, οὕτως ἑρπῶ ἑρπέσω ἑρπεστόν. καὶ ἐκδρομῇ τοῦ σίγμα ἑρπετόν. καὶ αὖ πάλιν ὡς ποιῶ ποιήσω ποιητικὸν, οὕτω καὶ ἑρπῶ ἑρπήσω ἑρπητικόν. καὶ ἐπενθέσει τοῦ σίγμα, ἑρπηστικόν. ὡς δὲ μυρία τῶν ῥημάτων πολυφοροῦνται ταῖς κλίσεσι, πολλαχοῦ δεδήλωται σαφῶς. ἐτυμολογία δὲ τοῦ ἕρπειν οὗ παράγωγον τὸ ἑρπύζειν, τὸ κατὰ τὴν ἔραν σπᾶσθαι. Θεσπιδαὲς δὲ πῦρ, τὸ κατὰ φαντασίαν τοιοῦτον. καὶ νῦν μὲν, ὁ ποιητὴς ἀπεστένωσε τὰ ὡς ἔφη ὀλοφώϊα τοῦ Πρωτέως. προϊὼν δὲ καὶ διαπεταννὺς τὸ νόημα καὶ τοῖς μερικοῖς διασαφῶν, λέγει ὡς πρώτιστα λέων ἐγένετο. εἶτα δράκων. καὶ πάρδαλις. καὶ σῦς. καὶ ὕδωρ. καὶ δένδρον. φαντασιωδῶς πάντως καὶ ταῦτα. οὐ γὰρ ἄλλως οὕτω πολυμετάβλητος ἦν ὁ Πρωτεύς. Ἔνθα καὶ σημείωσαι σιγηθὲν τὸ ἐνταῦθα ῥηθὲν θεσπιδαὲς πῦρ. καὶ ὡς πληθυντικῶς ἑρπετὰ ἐνταῦθα εἰπὼν, ἓν ἐκεῖ μόνον ἐκφωνεῖ τὸν δράκοντα. Ὅρα δὲ καινοτροπίας μυθικὰς δι' ὧν οὐ μόνον κεφαλαῖς καὶ ὄμμασι καὶ χερσὶ πληθύονται τυφῶνές τινες καὶ ὕδραι καὶ Ἄργοι καὶ Ἑκατόγχειρες ἤδη δέ που καὶ αὐτὸς Ἑρμῆς, ἀλλὰ καὶ μεταπτώσεσι ταῖς ἀπ' ἄλλων εἰς ἄλλα σώματα. ὁποῖα παρὰ μὲν τοῖς ὕστερον ἡ πολύμορφος Ἔμπουσα ἧς μέμνηται καὶ ὁ κωμικός. παρὰ δὲ τοῖς παλαιωτέροις, ὁ τεράστιος Πρωτεύς. (ῃερς. 401.) Ὅτι δὲ καθάπερ οὗτος ἔχει τινὰς θεραπείας δι' ὧν ἀνακύπτει ἀληθείας ἔμφασις, οὕτω καὶ τοῖς ἀνωτέρω ῥηθεῖσι πλεονασμοῖς τῶν μελῶν καὶ μερῶν ὕπεστι λόγος τις ἀληθευτικὸς, μετ' ὀλίγα κατ' ἐπιτομὴν ῥηθήσεται. νῦν δὲ πρὸς ἀμυδρὰν ἔμφασιν, μνηστέον τοιοῦδέ τινος ἀνδρὸς, τοῦ φάγου δηλαδὴ Ἄγιδος. περὶ οὗ ἐῤῥέθη τὸ, ἑφθὸς ὁ κάλλιχθυς. νῦν ἔμβαλε τὴν βαλανάγραν, ἔλθῃ μὴ Πρωτεὺς Ἄγις ὁ τῶν λοπάδων. γίνεθ' ὕδωρ καὶ πῦρ καὶ ὃ βούλεται. Ἰστέον δὲ καὶ ὅτι τὰ κατὰ τὸν πολυειδῆ τοῦτον Πρωτέα, οἱ μὲν, ἀνάγουσι πρὸς ἀρχεγονίαν ἀλληγορίας, σοφὴν μὲν, ἀσυμβίβαστον δ' ἄλλως πρὸς τὴν ἀνὰ χεῖρας ὑπόθεσιν. φάμενοι, Πρωτέα τὴν πρωτόγονον εἶναι ὕλην, τὴν τῶν εἰδῶν δεχάδα. τὴν ἐνεργείᾳ μὲν οὖσαν μηδὲν τῶν εἰδῶν. δυνάμει δὲ, τὰ πάντα. στοιχεῖα δὲ δηλαδὴ ἃ διὰ τοῦ πυρὸς αἰνίττεται καὶ διὰ τοῦ ὕδατος καὶ διὰ τοῦ γεωχαροῦς δράκοντος καὶ διὰ τοῦ ἀεροδρόμου ὑψιπετήλου δένδρου. καὶ οὐ στοιχεῖα μόνον, ἀλλὰ καὶ ζῷα. καὶ ἕτερα τὰ κατὰ κόσμον. ὃν δὴ Πρωτέα, καλῶς λέγεται ἡ Εἰδοθέα ἐκφαίνειν διὰ τῆς ἐκ τοῦ δυνάμει εἰς ἐνέργειαν προαγωγῆς. ἤγουν ἡ κίνησις ἡ εἰς εἶδος θέειν αὐτὸν καὶ κινεῖσθαι μηχανωμένη. ἕτεροι δὲ φασὶ τὸν ποιητὴν συμβολικῶς παραδηλοῦν διὰ τοῦ κατὰ τὸν Πρωτέα μύθου, τὰ κατὰ τὴν ἀληθῆ φιλίαν. ἥτις οὐκ αὐτόθεν θηρατέα παρά γε τοῖς ἐχέφροσιν, ἀλλὰ μετὰ πεῖραν λίαν πάνυ συχνήν. ὁ γάρ τοι θεώμενός τινα προσφερόμενον αὐτῷ κατὰ φιλίας πρόφασιν, οὐ ῥᾳδίως καὶ ἀπραγμόνως ἐκεῖνον προσήσεται. ὁποῖόν τι ὁ Μενέλαος ποιήσας εἰς Ἀλέξανδρον, ἔπαθε τὰ ἱστορούμενα. τὴν γὰρ ἀδοκίμαστον φιλίαν καὶ ἀδιαφόρως καὶ εἰκῇ πρὸς οὓς ἂν καὶ τύχῃ γινομένην, ἄλλοι τὲ καὶ ὁ Πλάτων πόῤῥω που τῶν τῆς ἀληθοῦς φιλίας ὅρων βάλλουσιν. ὃς καί ποτε καταλύσας παρά τινι ξένῳ καὶ χαριέντως ἐπιξενωθεὶς καὶ τὸν ἄνδρα τῆς φιλοφροσύνης ἀποδεξάμενος, εἶτα καὶ ἄλλους ἐπ' ἄλλοις ἰδὼν ἥκοντας καὶ ἀνεξετάστως καὶ αὐτοὺς φιλουμένους, διέδρα τὸν ξένον. καὶ τοὺς ἄλλους ἔσω μένειν ἀφεὶς, αὐτὸς τὴν ἀπείραστον ξενίαν διέφυγεν. οὕτω καὶ ἐν Ἰλˉιάδι περί τινος εἰπὼν ὁ ποιητὴς ὡς πάντας φιλέεσκεν ὁδῷ ἔπι οἰκία ναίων, ἐπάγει, ὡς οὐδὲν αὐτῷ ἤρκεσε τοῦτο εἰς ὄλεθρον. ὡς μὴ ὂν ἀγαθὸν, οὕτω πάντας καὶ τοὺς τυχόντας φιλοφρονεῖσθαι. δοκιμάσει τοίνυν ὁ ἐχέφρων τὸν προσιόντα, μή ποτε κόλαξ εἴη. μὴ ἄρα ἐχθρός. μὴ κερδαλέος. μὴ ἐπὶ καταγέλωτι. πειράσεται δὲ πῶς; καὶ ὕδωρ δηλαδὴ γινόμενος ὅ ἐστι, σπεύδοντι ποδὶ καὶ ὡς ὁ ποιητὴς φησὶ διερῷ, διολισθαίνων τῷ δοκεῖν, τὴν μετ' αὐτοῦ φιλίαν. καὶ εἰς πῦρ δὲ μεταπίπτων, ὅ ἐστι θυμικῶς προσφέρεσθαι προσποιούμενος. καὶ εἰς δράκοντα ἑλιττόμενος, τῷ τῶν κατὰ ψυχὴν κινημάτων ὑγρῷ καὶ πολυελίκτῳ. καί που καὶ θηριωδίαν τῷ δῆθεν ἀπροσίτῳ τοῦ ἤθους ἐπεγκαλούμενος. καὶ ὅλως, παντοῖος εἰς πεῖραν προφαινόμενος τῷ τὴν αὐτοῦ θηρωμένῳ φιλίαν. κἀπειδὰν ἐκεῖνον ἴδοι δραττόμενον αὐτοῦ ἐγκρατῶς, καὶ ἐχόμενον ἀστεμφῶς τετληότι θυμῷ, καὶ προσμένοντα, καὶ πιέζοντα, καὶ τὴν φιλίαν αὐτοῦ προκαλούμενον, τότε δὴ καὶ αὐτὸς ἡδέως ἐκεῖνον προσήσεται. καὶ μετὰ μακρὰν πεῖραν, ὁμιλήσει αὐτῷ ἱλαρῶς πρὸς ὀρθότητα. τοιοῦτος ὢν οἷος ἦν πρὸ τῆς πείρας κατά γε τὸ ἀποίκιλον. διὸ καὶ ὁ ποιητὴς φησί. πάντα δὲ γινόμενος, πειρήσεται, καὶ τὰ ἑξῆς. ὡς δέον ὂν, πείρᾳ τὴν φιλίαν ποιεῖσθαι. καὶ οὕτω μὲν καὶ οὗτοι. τινὲς δὲ, τῆς τῶν θαυματοποιῶν τέχνης καὶ τὸν εἰρημένον Πρωτέα ἔθεντο. καθ' ἣν ἐθαυμάζετο καὶ Κρατισθένης ὁ Φλιάσιος. ὃς πῦρ τέ φασιν αὐτόματον ἀνέφαινε. καὶ ἄλλα ἐτεχνᾶτο φάσματα δι' ὧν ἀνθρώπων ἐξίστα διάνοιαν. ἦν δὲ τοιοῦτος, καί τις Ξενοφῶν. καὶ Σκύμνος ὁ Ταραντῖνος. καὶ Φιλιππίδης ὁ Συρακούσιος. καὶ ὁ ἐκ Μιτυλήνης Ἡράκλειτος. καὶ Νυμφόδωρος ὁ πρῶτος Ῥηγίνους εἰς δειλίαν σκώψας. ἄλλοι δὲ, πρὸς τῇ λοιπῇ σοφίᾳ, καὶ ὀρχηστὴν τὸν Αἰγύπτιον τοῦτον Πρωτέα παρέδοσαν, εὐλύγιστόν τινα. καὶ πολυσχημάτιστον. καὶ ὑγρὸν τὴν κίνησιν. καὶ κοῦφον καὶ ἁλτικόν. διὸ καὶ ἡ ποίησις, τὴν εἰς διάφορα σώματα μεταβολὴν αὐτοῦ ἐπλάσατο. καὶ ὅμοιά τινα ἔφη ταῖς ποιαῖς ἐκείνου κινήσεσιν. Ὅτι δὲ καὶ εὐγενεῖς ὀρχηστικαὶ ἦσαν παρὰ τοῖς παλαιοῖς, δηλοῦσιν οἱ ἱστορικοί. καὶ εἴρηταί τι καὶ ἐν Ἰλιάδι περὶ τοιαύτης ὀρχήσεως. ῥητέον δ' ἐνταῦθα οὐ παρέργως, καὶ ὡς οἱ φθάσαντες πολυτρόποις ἤδη δὲ καὶ κακοήθεσι πολυειδῶς ἀνθρώποις προσαρμόσαι τὸ τοῦ Πρωτέως ὄνομα, τοιούτῳ εἴκασαν καὶ τοὺς κόλακας καὶ δηλοῖ γράψας Ἀθήναιος, ὅτι κατ' ἀλήθειαν ὁ κόλαξ ἔοικεν εἶναι τῷ Πρωτεῖ ὁ αὐτός. γίνεται οὖν παντοδαπὸς οὐ μόνον κατὰ τὴν μορφὴν, ἀλλὰ καὶ κατὰ τοὺς λόγους, οὕτω ποικιλόφωνός ἐστι. (ῃερς. 419.) Τὸ δὲ ἡμεῖς δ' ἀστεμφέως ἐχέμεν μᾶλλόν τε πιέζειν, καὶ ἐπὶ ἁπλῶς ἀντοχῆς τινος οἰκεῖον εἰπεῖν. (ῃερς. 422.) Τὸ δὲ λῦσαι γέροντα, ἐπὶ ἀφέσεως ἐῤῥέθη, οὐ γὰρ προϋπόκειταί τις δεσμός. (ῃερς.

Intertext edge

Open linked passage

Note