Commentarii ad Homeri Odysseam i
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-thessalonicensis-pg-135-136" aria-label="More works by Eustathius Thessalonicensis PG 135">
—
⋯
Original / primary: Pg Scrape Grc
414.1.1
) Τὸ δὲ Ἄρητος, πρὸς διαστολὴν προπαρωξύνθη τοῦ ἀρητὸς οὐ μόνον ὁ ἐπάρατος καὶ βλαβερὸς κατὰ τὸ, ἀρητὸν γόον, ἀλλὰ καὶ ὁ εὐκταῖος. τοιούτου δὲ τονικοῦ λόγου, καὶ ἡ Ἀρήτη. σύνθετον δὲ Ἀρήτου, ὁ παρὰ Ἡροδότῳ Δημάρητος. δῆλον δ' ὅτι ὁ παρ' Ὁμήρῳ Ἄρητος, Ἄρατος, παρὰ τοῖς μεθ' Ὅμηρον (ῃερς. 421.) Ὅτι τὸ, ἐναργὴς ἦλθεν ἀντὶ τοῦ, κατ' ὄψιν ἐφάνη σωματικῶς. καὶ ἀργῶς ὅ ἐστι λευκῶς καὶ φανερῶς καὶ ὡς εἰπεῖν ἀναφανδά. διὸ καὶ ἥλιος καὶ σελήνη, ἐναργεῖς ἐλέγοντο τοῖς πάλαι θεοί. Ὅτι δαῖτα θάλειαν προπαροξυτόνως φησὶ κατὰ ἐπίθετον. αὐτὴ μέντοι καταμόνας, παροξύνεται καὶ διὰ τοῦ ἰῶτα γράφεται. παράγουσα τὴν ἀτασθαλίαν ὡς προδεδήλωται. ὅτι δὲ καὶ Μοῦσα Θάλεια κατὰ κυριωνυμίαν, δῆλόν ἐστιν. (ῃερς. 422.) Ὅτι διακόνοις ὁ Νέστωρ εἰς θυσίαν τοῖς υἱοῖς χρᾶται, οὐ μόνον διὰ τὸ τίμιον, ἀλλ' ὅτι καὶ ἄλλως αὐτουργοῦσιν οἱ ἥρωες ἐν πολλοῖς τῶν ἔργων, ὡς πολλαχοῦ φαίνεται. μακαριστὸς δέ φασιν οἶκος οὐχ' οὕτως ὁ ἐξανδραπόδων, ὡς ὁ ὑπὸ παίδων τούτων ὑπηρετούμενος. (ῃερς. 423.) Ὅτι τὸ, βοῦν κατὰ σπουδὴν ἀγαγεῖν, ἐλάσαι φησίν. εἰπών. ὄφρα τάχιστα ἔλθῃ, ἐλάσει δὲ βοῶν ἐπιβουκόλος ἀνήρ. δηλοῖ δὲ καὶ τὸ κροῦσαι ἡ λέξις. ἐρεῖ γοῦν μετ' ὀλίγα. ἤλασεν ἄγχι παραστάς. τουτέστι, πελέκει ἔπληξε. κεῖται δέ ποτε καὶ ἐπὶ τεκτονήσεως σιδήρου. καὶ ἐπὶ ἐκτάσεως τειχισμοῦ καὶ ἀνορύξεως. ὡς τὸ, τεῖχος ἤλασε. καὶ τάφρον ἤλασε. καὶ ἐπὶ ζῴου συντόνου κινήσεως. ὅθεν καὶ τὸ ἱππηλατεῖν καὶ βοηλατεῖν καὶ στρατηλατεῖν. τοιοῦτον δέ τι καὶ ἐπὶ νηῶν τὸ ἐλαύνειν καὶ κωπηλατεῖν. τὸ δὲ κατήλασεν, ἄλλο παρὰ τὰ εἰρημένα ἐστί. σημαίνει γάρ τι οὐ σεμνόν. ὡς ἐν ἄλλοις ἐδηλώθη. Ὅτι δὲ ἐν τῷ, βοῶν ἐπιβουκόλος ἀνὴρ ἐκ περισσοῦ κεῖται τὸ βοῶν ὡς καὶ ὁ οἶνος ἐν τῷ, οἶνον ἐνοινοχοεῦντες ἐνὶ χρυσέοις δεπάεσσιν ὃ μετ' ὀλίγα φησὶν ὁ ποιητής. καὶ τὸ ποδῶν, ἐν τῷ, ποδάνιπρα ποδῶν ὡς ἐν τοῖς μετὰ ταῦτά που λέγεται. καὶ ὅτι ἐν τῷ ἐπιβουκόλος, παρέλκει ἡ πρόθεσις ὡς καὶ ἐν τῷ ἐπίουρος καὶ ἐν ἄλλοις, δεδήλωται ἐν τοῖς εἰς τὴν Ἰλιάδα ἱκανῶς. (ῃερς. 426.) Ὅτι Λαέρκεα χρυσοχόον ὁ ποιητὴς ἐνταῦθα φησὶν, ἢ ἐπιθετικῶς τὸν λαοῖς ἐπαρκοῦντα, ὅ ἐστι τῷ δήμῳ. διὸ καὶ δημιοεργοὶ λέγονται οἱ χειροτέχναι. ἢ καὶ κατὰ κυριότητα ὀνόματος φερωνύμου. Ἰστέον δὲ ὡς εἰ μὲν εἴη κύριον, βαρυνθήσεται ὡς τὸ Λαέρτης. εἰ δὲ ἐπίθετον, ὀξυνθήσεται ὡς τὸ εὐερκής. Ἔτι ἰστέον καὶ ὅτι δύναται ὥσπερ ὁ Λαέρκης, οὕτω καὶ ὁ Λαέρτης, παρὰ τὸν λαὸν εἶναι. ὡς τὸν ὑπ' αὐτὸν λαὸν ἀείρων ἤγουν ὑψῶν τῇ εὐηγεσίᾳ. οἱ μέντοι παλαιοὶ, παρὰ τὸν λᾶαν ὅ ἐστι λίθον, τὸν Λαέρτην συντιθέασι. καὶ ἔστι κατ' αὐτοὺς Λαέρτης, ὁ λᾶας ἤγουν λίθους ἀερτάζων ὅ ἐστιν αἴρων. κουφίζων. ὅθεν καὶ ἀέρδην ἐπίῤῥημα τὸ, βαστακτικῶς. (ῃερς. 427.) Ὅτι ἐτυμολογικοῦ τρόπου τὸ, χρυσοχόον ἐλθεῖν ὄφρα βοὸς χρυσὸν κέρασι περιχεύῃ. ἀπὸ τοῦ χεύειν γὰρ χρυσὸν ὁ χρυσοχόος λέγεται. καὶ μετ' ὀλίγα, γέρων χρυσὸν ἔδωκεν ὅ δ' ἔπειτα χρυσὸν κέρασι περιχεῦεν ἀσκήσας, ἵν' ἄγαλμα θεὰ κεχάροιτο ἰδοῦσα. Ἔνθα καὶ ὅρα τὸ ἀσκήσας, ἀντὶ τοῦ, οὐχ' ἁπλῶς περιχεύας ἀλλ' ἐπιμεληθεὶς, ὡς καὶ ἀλλαχοῦ εἶπε. καὶ τὸ ἄγαλμα, ἀντὶ τοῦ ἀγαλλίαμα, ὃ πρὸ μικροῦ ἔφη. διὸ καὶ ἐπήγαγεν ἐτυμολογικῷ τρόπῳ, τὸ κεχάροιτο. τουτέστιν ἀγαλλιασθείη, ἐξ οὗ τὸ ἄγαλμα. δηλοῖ δὲ ἀστείως ὁ τόπος οὗτος, ὡς ἐπαγωγόν ἐστι καὶ θειοτέρων προσώπων τὸ τιμᾶσθαι πολυτελῶς. Ἰστέον δὲ ὅτι τοῦ κέρας, παράγωγον ἡ κεραία. ὁμοίως τῷ, πέρας περαία. εἰ καὶ ἄλλως ἡ περαία ἐκ τοῦ πέρην δοκεῖ γίνεσθαι. οἷον πέρην ἁλός. ἢ καὶ ἀπὸ τῆς πέρης ὅ πέρ ἐστι γῆς, ἧς ἡ αἰτιατικὴ πέρην οὖσα, εἰς ἐπιῤῥήματα τὸ πέρην καὶ πέραν μετέπεσεν. (ῃερς. 429.) Ὅτι παρασκευὴν φράζει δαιτὸς τὸ, εἴπατε δ' εἴσω δμωαῖς, δαῖτα πένεσθαι ἕδρας τε ξύλατ' ἀμφὶ καὶ ἀγλαὸν οἰσέμεν ὕδωρ. Καὶ ὅρα οἷα τὰ τῶν δουλίδων ἐν τοῖς τοιούτοις ἔργα. (ῃερς. 430.) Σπουδῆς δὲ ὑπηρετικῆς δηλωτικὸν τὸ, ὣς ἔφαθ', οἱ δ' ἄρα πάντες ἐποίπνυον, ὅ ἐστιν ἐπόνουν. περὶ οὗ εἴρηται ἀλλαχοῦ ὡς ἐκ τοῦ πονῶ πονύω γίνεται κατὰ ἀναδιπλασιασμὸν, καὶ ἐπένθεσιν τοῦ ἰῶτα. ὁμοίως τῷ ποιφύσσω καὶ τοῖς τοιούτοις. (ῃερς. 429.) Ἀγλαὸν δὲ ὕδωρ, ἢ τὸ κρηναῖον καὶ ἀπόῤῥυτον, ἢ τὸ φύσει αἰγλῆεν ὡς διαφανές. ἐκτείνει δὲ τὸ ὕδωρ ἐνταῦθα τὴν παραλήγουσαν ὡς καὶ ἐν ἄλλοις. ἐν πολλοῖς δὲ, καὶ συνεσταλμένον εὑρίσκεται. (ῃερς. 431.) Ὅτι σχῆμα γοργὸν τὸ, ἦλθε μὲν βοῦς ἐκ πεδίου. ἦλθον δὲ Τηλεμάχου ἕταροι. ἦλθε δὲ χαλκεύς. ἦλθε δ' Ἀθήνη. ἔχει δὲ ταῦτα, καὶ κάλλος διὰ τὰς ἐπαναφορὰς τοῦ ἐλθεῖν. καλὸν δὲ καὶ ἡ ἐπιμονὴ τῆς αὐτῆς λέξεως. (ῃερς. 433.) Χαλκεὺς δὲ, ὁ πρὸ βραχέων χρυσοχόος, κατὰ ὄνομα γενικόν. ἀπὸ τοῦ πρώτου φανέντος μετάλλου. διὸ καὶ ὁ Ἥφαιστος, χαλκεὺς ἐλέγετο. καὶ χαλκεύειν τὸ οἱανοῦν ἐλατὴν ὕλην σφύρᾳ παίειν. καὶ τὰ εἰς αὐτὸ δὲ ὅπλα, χαλυήϊα λέγει. καὶ πείρατα τέχνης. ὅ ἐστι περατωτικά. δι' ὧν ἡ χαλκευτικὴτέχνη περατοῦται. ἃ καὶ ὀνομάζων, φησίν. ἄκμονά τε σφῦράν τε, εὐποίητόν τε πυράγρην. οἷσίν τεχρυσὸν εἰργάζετο. ἤγουν καὶ τὰ, οἷς ἐχώνευεν, ἃ καὶ εἰπεῖν ἔχων ἐν μιᾷ λέξει χόανα, ὅμως ἐπίτηδες περιέφρασεν. (ῃερς. 436.) Ὅτι δὲ τὴν πυράγραν καὶ χαλκευτικὸν καρκίνον οἱ παλαιοὶ ἔλεγον, οὐκ ἄδηλον. Ἰστέον δὲ ὡς πρὸς ὁμοιότητα τοῦ πυράγρα, καὶ ἡ κρεάγρα παρῆκται. ἡ δέ γε χειράγρα καὶ ἡ ποδάγρα, ἑτεροίως ἔχει. (ῃερς. 433.) Σημείωσαι δὲ ὅτι χαλκεὺς, καὶ ὄνομά ἐστιν ἰχθύος ὡς ὁ δειπνοσοφιστὴς ἱστορεῖ ἐν οἷς λέγει ὅτι ἰχθὺς, ἡ χαλκίς. οἷον. χαλκίδες τὰς καλέουσι καὶ σαρδίνους. αὐταὶ δὲ καὶ χαλκιδικαὶ ὀνομάζονται. διάφοροι φησὶν οὖσαι πρὸς τοὺς χαλκέας, οἳ ἐν τῇ τῶν Κυζικηνῶν χώρᾳ, περιφερεῖς εἶναι λέγονται καὶ κυκλοειδεῖς. (ῃερς. 436.) Τὸ δὲ ἦλθε δ' Ἀθήνη, τὸ τῆς θυσίας εὔλογον δηλοῖ. ὡς οἷς μὲν ὁ Ἀγαμέμνων ἔθυε καὶ οἷς ὁ Αἴγισθος, μὴ ἐξὸν ὂν προσχεῖν τὸ θεῖον. ἐνταῦθα δὲ εἰς τὸ καλὸν, ἐλθούσης τῆς Ἀθηνᾶς. παρὰ δὲ τοῖς παλαιοῖς, κεῖται καὶ ταῦτα. οἱ ἀρχαῖοι εἰδότες μὲν ἀκάθεκτον τὴν ἐπὶ τὰς ἀπολαύσεις ὁρμὴν προθέμενοι δὲ κοσμίως ἐθίζειν ταύταις χρῆσθαι τοὺς τότε, χρόνους ἀφορίσαντες, καὶ θυσίας προθύσαντες, καὶ τὸ θεῖον ἀνθρωποειδὲς ὑποστησάμενοι, οὕτω μεθῆκαν ἑαυτοὺς εἰς ἄνεσιν. ἵνα ἕκαστος ἡγούμενοι θεοὺς ἥκειν ἐπὶ τὰς ἀπαρχὰς καὶ σπονδὰς, αἰδοῖ τὴν συνουσίαν ποιῶνται. Ὅμηρος οὖν φησὶν, ἦλθε δ' Ἀθήνη ἱρῶν ἀντιόωσα. καὶ Ζεὺς χθιζὸς ἔβη μετὰ δαῖτα. κἂν ἄνθρωπος δέ που παρῇ τῇ προαιρέσει σπουδαῖος, αἰδοῦνται ἀσχημονεῖν. ὡς δηλοῖ καὶ Ἐπίχαρμος εἰπών. ἀλλὰ καὶ σιγῆν ἀγαθὸν ὄκκα παρέοντι κάῤῥοντες. ἤγουν σιγᾶν ἀγαθόν ἐστιν ὅτε πάρεισί τινες κρείττονες. ἤγοντο τοίνυν αἱ ἑορταὶ κοσμίως, οἷα θεῶν αὐταῖς παρόντων. διὸ οὔτε κατεκλίνοντο ἀλλὰ δαίνυνθ' ἑζόμενοι, οὔτε εἰς μέθην ἔπινον. ἀλλὰ πιόντες καὶ σπείσαντες ὅσον ἤθελε θυμὸς, ἔβαν οἶκονδε ἕκαστος. οἱ δὲ νῦν ὅτε θύουσι, καταρῶνται. λοιδοροῦνται. πλήττουσιν. ἀπειλοῦσι. μονονουχὶ λέγοντες, ἔρχεσθ' ἐπὶ δεῖπνον ἵνα ξυνάγωμεν Ἄρηα. (ῃερς. 437.) Ὅτι ὥσπερ ὁ ἱππότης ἀσυντελὴς ἐδείχθη πρὸ ὀλίγων εἰς μέτρον διὰ τὸ ἀμφίμακρον, οὕτω καὶ τὸ ἱππηλάτης οὐκ εὐχρηστεῖται εἰς μέτρον δακτυλικὸν, διὸ ἱππηλάτα φησὶν αὐτὸ ὁ ποιητής. οἷον. γέρων ἱππηλάτα Νέστωρ. ὅπερ ὅμοιον τῷ, Γερήνιος ἱππότα Νέστωρ. (ῃερς. 441.) Ὅτι ἐν τῷ, χέρνιβα δὲ ἐν ἀνθεμόεντι λέβητι ἦλθε φέρων ὁ δεῖνα ἑτέρῃ δ' ἔχεν οὐλὰς ἐν κανέῳ, ἔοικε μὲν λέγειν λέβητα, τὴν πρόχοον, ἤτοι τὸν ἰδιωτικῶς λεγόμενον ξέστην, περιέχοντα χέρνιβα, ὅ ἐστιν ὕδωρ κατὰ χειρῶν. τόδ' ἐστὶν, οὐχ' οὕτως ἔχον. ἀρέσκει γὰρ τοῖς παλαιοῖς λέβητα κἀνταῦθα νοεῖν, τὸ καθ' ἡμᾶς χερνίβιον. ἐντὸς δὲ αὐτοῦ κεῖσθαι τὴν πρόχοον, φέρουσαν χέρνιβα. ὁ μέντοι ποιητὴς ἀπὸ μέρους τὸ πᾶν δηλῶσαι θελήσας, χέρνιβα μὲν εἶπε, τουτέστι τὸ περιεχόμενον ὕδωρ. τὸ δὲ περιέχον ἐσίγησεν ἤγουν τὴν πρόχοον. ἀλλαχοῦ δὲ ἐντελέστερον φράζων, ἔφη. χέρνιβα δ' ἀμφίπολος προχόῳ ἐπέχευε φέρουσα. (ῃερς. 442.) Οὕτω καὶ οὐλὰς μετ' ὀλίγα εὐθὺς τοὺς οὐλοχύτας καλεῖ κατὰ ἁπλότητα, ἐκ μέρους τῶν οὐλῶν ὅ ἐστι κριθῶν, δηλώσας τὸ πᾶν ὑποκατιὼν δὲ, καὶ συνθέτως προφέρει τὴν λέξιν ἐν τῷ, οὐλοχύτας προβάλοντο. καὶ οὐλοχύτας κατήρχετο. περὶ ὧν ἡ Ἰλιὰς δηλοῖ. (ῃερς. 441.) Ἀνθεμόεις δὲ λέβης ὡς καὶ ἐν Ἰλιάδι, ὁ ἀναθεματικὸς ἢ ἀνθηρός. καὶ ζητητέον ἐκεῖ. (ῃερς. 443.) Ὅτι διασκευὴ θυσίας καὶ αὕτη. πέλεκυν δὲ ὁ δεῖνα ὀξὺν ἔχων ἐν χερσὶ παρίστατο, βοῦν ἐπικόψων. ὁ δεῖνα δ' ἀμνίον εἶχεν. ὁ δεῖνα δὲ ἤγουν ὁ Νέστωρ, χέρνιβά τ' οὐλοχύτας τε κατήρχετο. πολλά δ' εὔχετ' ἀπαρχόμενος, κεφαλῆς τρίχας ἐν πυρὶ βάλλων. μετὰ δὲ τὴν εὐχὴν καὶ τοὺς οὐλοχύτας, ὁ δεῖνα ἤλασεν ἄγχι παραστάς. πέλεκυς δ' ἀπέκοψε τένοντας αὐχενίους. λῦσε δὲ βοὸς μένος. αἱ δὲ γυναῖκες ὀλόλυξαν. οἱ μὲν ἔπειτ' ἀνελόντες ἀπὸ χθονὸς εὐρυοδείης, ἔσχον. ἀτὰρ σφάξεν ὁ δεῖνα. τῆς δ' ἐπεὶ ἐκ μέλαν αἷμα ῥύη λίπε δ' ὀστέα θυμὸς, αἶψ' ἄρα μιν διέχευαν. ἄφαρ δ' ἐκ μηρία τάμνον πάντα κατὰ μοῖραν. εἶτα λέγει ὅτι τε κνίσσῃ αὐτὰ ἐκάλυψαν, δίπτυχα ποιήσαντες, καὶ ὡς ὠμοθέτησαν ἐπ' αὐτοῖς καθὰ καὶ ἐν Ἰλιάδι. καὶ τὴν ἐπὶ σχίζαις καῦσιν. καὶ τὴν δι' οἴνου σπονδήν. καὶ τὰ πεμπώβολα. καὶ ὡς ἐπάσαντο σπλάγχνα μετὰ τὸ καῆναι τὰ μηρία. καὶ ὡς μίστυλλον τ' ἄλλα καὶ ἀμφ' ὀβελοῖσιν ἔπειραν. καὶ ὡς ὤπτων ἀκροπόρους ὀβελοὺς ἐν χερσὶν ἔχοντες. ἤγουν ὀξεῖς. κατὰ τὸ ἄκρον πείροντας. καὶ τοιαύτη μὲν ἡ ῥηθεῖσα διασκευή. Ἐνταῦθα δὲ χρὴ ἐπισημῄνασθαι, ὡς εἰ καὶ τὸ λείβειν καὶ τὸ σπένδειν ταὐτά ποτε εἶναι δοκοῦσιν, ἀλλὰ καὶ οὕτως εὕρηνται παραγωγαὶ αὐτῶν, ἔχουσαί τινα διαφοράν. τὸ γοῦν ἐκ τοῦ λείβω λοιβάσιον, καὶ τὸ ἐκ τοῦ σπένδω σπονδεῖον, διαφέρουσιν ἀλλήλων κατὰ τὸν εἰπόντα ὡς λοιβάσιον μὲν, ᾧ ἔλαιον ἐπισπένδουσιν ἱερεῖς. σπονδεῖον δὲ, ᾧ τὸν οἶνον. ὅτι δὲ οὐδὲ ἀεὶ ταυτὸν τὸ λείβειν καὶ τὸ σπένδειν, πολλαχόθεν δῆλον. δάκρυσι γοῦν λείβεταί τις, οὐ μὴν καὶ σπένδεται. λείβονται δέ ποθεν καὶ ὕδατα, ὅθεν καὶ τὰ λείβηθρα τόπος. καὶ τοπικὸν, λειβήθριοι. καὶ οὐδὲ τοῦτό ἐστι σπένδεσθαι. ἔτι σπένδεταί τις ἐπὶ φιλίᾳ, οὐ μὴν λείβεται. τοῦ δὲ κοινῶς λεγομένου λείβειν, παράγωγον καὶ ἡ κελέβη, ὡς οἷον χελείβη, παρὰ τὸ χέειν λοιβὴν εἰς αὐτό. ἢ καὶ ἄλλως, παρὰ τὸ χέειν καὶ λείβειν. καὶ ἔστι χρῆσις αὐτῆς, ἐν τῷ, στέψον τὰν κελέβαν. Ἀθήναιος δὲ, παράγει καὶ Ἀνακρέοντος τὸ, ἄγε δὴ φέρ' ἡμῖν ὦ παῖ κελέβην ὅπως ἄμυστιν προπίω. τὰ μὲν δέκ' ἐγχέας ὕδατος, τὰ πέντε δ' οἴνου, κυάθους. τίς δὲ ἡ ἄμυστις καὶ ὅτι παρὰ τὸ μὴ μύειν γίνεται ὃ δὴ τῶν χανδὸν καὶ ὅ φασιν ἀμυστὶ πινόντων ἴδιον, ἐν ἄλλοις δεδήλωται. (ῃερς. 444.) Ὅρα δὲ τὸ, βοῦν ἐπικόψων, ἀντὶ τοῦ ἐπάνω τοῦ τραχήλου πλήξων. ὅθεν καὶ ἐπίκοπον παρὰ τοῖς παλαιοῖς τὸ ἐπίξηνον. ὅπερ ἰδιωτικῶς ἐπικόρμιον λέγεται. (ῃερς. 445.) Τὸ δέ γε ἀπέκοψε τένοντας, ἄλλο τι παρὰ τὸ ἐπικόψαι. δηλοῖ γὰρ τὸ ἀπέτεμεν. Ἀμνίον δέ φασιν ὡς πηνίον παροξυτόνως, τὸ τοῦ αἵματος ὅ ἐστι τοῦ ἀποσφάγματος δεκτικὸν ἀγγεῖον. ἀμένιόν τι ὄν. τουτέστι μένους ἤγουν αἵματος στερητικόν. Κρῆτες δὲ, ἄμνιον φασὶν, ἀγγεῖον εἰς ὃ τὸ αἷμα τῶν ἱερείων ἐδέχοντο. αἵμνιόν τι ὂν παρὰ τὸ αἷμα. Πόρσιλος οὖν ὁ ἱεραπύτνιος, ἱστορεῖ φασι παρὰ τοῖς ἱεραπυτνίοις ἔτι σώζεσθαι τὴν φωνήν. αἵμνιον δασέως μετὰ τοῦ κατ' ἀρχὴν ἰῶτα προφερομένην, παρὰ τὸ αἷμα. φησὶ δὲ καὶ Ἀπολλόδωρος, ὡς εἰκὸς ἦν καὶ παρὰ τῷ ποιητῇ οὕτως αὐτὸ προφέρεσθαι, περιαιρεθῆναι δὲ τὸ ἰῶτα ὑπό τινων. Νίκανδρος δὲ, καὶ Θεοδωρίδας, δάμνιον ἀναγινώσκουσιν ἀσυνδέτως, παρὰ τὸ δάμνασθαι τὸ σφαζώμενον ζῷον. Ἀττικοὶ δὲ, σφάγιον τὸ τοιοῦτον ἀγγεῖον ἐκάλουν. εἰς ὃ πρῶτον αἷμα δεχόμενοι, τῷ βωμῷ ἐπέχεον. ἅπαξ δέ φασι παρὰ τῷ ποιητῇ εὕρηται τὸ εἴτε ἄμνιον, εἴτε ἀμνεῖον, εἴτε αἵμνιον, εἴτε δάμνιον. (ῃερς. 446.) Τὸ δὲ χέρνιβα καὶ οὐλοχύτας κατήρχετο, οὐ συνήθη σύνταξιν ἔχει. ὡς οὐδὲ παρὰ Λυκόφρονι ἐν τῷ, στρόμβῳ τὸν αἱματηρὸν κατάρχων νόμον. γενικῇ γὰρ οἱ μεθ' Ὅμηρον συντάσσουσι τὸ κατάρχεσθαι. καιρία δὲ αὕτη ἡ λέξις. ὥσπερ καὶ τὸ, οὐλοχύτας προβάλοντο. εἴγε προθύματα οἱ οὐλοχύται ὡς καὶ ἐν Ἰλιάδι δεδήλωται. οὕτω δὲ ἀπαρχή τις εἴτε καταρχὴ καὶ πρόθυμα καὶ προβολὴ, καὶ ὁ τιλμὸς καὶ ἡ καῦσις τῶν τριχῶν τῆς τοῦ ἱερείου κεφαλῆς, γινόμενος καὶ αὐτὸς ὡς καὶ ἐν τῇ Ἰλιάδι ἐῤῥέθη, πρὸς ἀνάμνησιν τῆς παλαιᾶς ἐκ τριχῶν καὶ δορῶν ἐνδύσεως. ὡς καὶ οἱ οὐλοχύται, τῆς παλαιᾶς τροφῆς ἀνεμίμνησκον, τῆς ἐκ τῶν οὐλῶν ὅπέρ ἐστι τῶν κριθῶν. διὸ καὶ τοὺς οὐλοχύτας τῶν τις παλαιῶν, κριθὰς ἡρμήνευσεν. εἰπόντος γάρ τινος, τοὺς οὐλοχύτας φέρε δεῦρο, ἐρωτᾷ τις. τοῦτο δ' ἔστι τί; ἕτερος δέ τις ἀποκρινόμενος, διασαφεῖ ὅτι κριθαί. δηλῶν καὶ ἐκεῖνος παρὰ τῷ δειπνοσοφιστῇ, ἐκ μέρους τὸ πᾶν. εἰ δὲ καὶ ὁ γέρων βασιλεὺς αὐτοδιακονεῖ ἐν τούτοις, οὐ θαυμαστέον. ἐν τῷ ἀφορᾶν καὶ εἰς Ἀντίγονον, ὃς πρὸς τὸν υἱὸν βίαιον ὄντα τοῖς ὑπηκόοις, οὐκ οἶσθα εἶπε τὴν βασιλείαν ἡμῶν, ὦ παῖ, δουλείαν ἔνδοξον εἶναι; Αὐχενίους δὲ τένοντας εἶπε, πρὸς διαστολὴν ἑτέρων τε, καὶ τῶν περὶ τοὺς πόδας. (ῃερς. 451.) Τὸ δὲ λύσε βοὸς μένος, ἀντίκειται πρὸς τὸ δέμας. τὸ μὲν γὰρ ζῶν, συνδέδεται. λέλυται δὲ τὸ φονευθέν. καὶ ἄλλως δὲ, λύεται μένος τῷ ζῴῳ, ἐν τῷ ἀψυχῆσαι τῇ νεκρώσει τὰ ἅψεα. ὧν ἐτυμολογία, τὸ ἅπτεσθαι. ὅπερ ἑτεροῖον ἐστὶ τοῦ λελύσθαι. διὸ ἐν τοῖς ἑξῆς ἐρεῖ, λύθεν δέ οἱ ἅψεα. Τὸ δὲ ὀλολύζειν ὅτι ἐπὶ γυναικείας εὐχῆς λέγεται, δεδήλωται ἐν τοῖς εἰς τὴν Ἰλιάδα σαφῶς. οἱ μέντοι μεθ' Ὅμηρον, ἐπὶ τοῦ κλαίειν τὴν λέξιν τιθέασι. (ῃερς. 454.) Τὸ δὲ ἀνελόντες ἤτοι ἀναβαστάσαντες, ἐναντίον τῷ καθελόντες. Χθὼν δὲ εὐρυοδεία, ἡ μεγαλάμφοδος κατὰ τοὺς παλαιούς. (ῃερς. 455.) Τὸ δὲ σφάξαι, ἄλλό τι ἐστὶ παρὰ τὸ ἐλάσαι καὶ πελέκει τοὺς τένοντας ἀποκόψαι. ταῦτα μὲν γὰρ παθοῦσαν τὴν βοῦν καὶ πεσοῦσαν, ἀνελόντες ἀπὸ χθονὸς, ἔσχον. ἔσφαξε δὲ αὐτὴν Πεισίστρατος. ὅ ἐστιν, εἰς τέλος ἀπέτεμε. καὶ τομῆς μέγα χάσμα ἤνοιξεν. ὅθεν καὶ ἡ διασφὰξ τῆς διασφάγος. ὃ παρ' ἄλλοις τε κεῖται, καὶ παρὰ τῷ Ὀππιανῷ. (ῃερς. 457.) Τὸ δὲ διέχευαν, ἀντὶ τοῦ, εἰς μέλη ἁδρὰ τὴν βοῦν διέτεμον. καὶ συνεχῆ οὖσαν, οἱονεὶ ἔχεον τῇ εἰς πολλὰ τομῇ. τὸ μέντοι μιστύλλειν, λεπτότερον τοῦ διαχέειν. δηλοῖ γὰρ τὸ εἰς μεῖστα ἤγουν βραχύτατα μόρια τέμνειν. καὶ ὡς εἰπεῖν, εἰς μερίδας. καὶ τοιοῦτον μὲν τὸ μιστύλλειν ὡς καὶ ἐν Ἰλιάδι ἐῤῥέθη. αἱ δέ γε μυστίλαι ὧν ἡ μὲν ἄρχουσα, διὰ τοῦ ˉυ ἡ δὲ παραλήγουσα. διὰ τοῦ ἰῶτα, ψωμοὶ εἰσὶ κοῖλοι. οἷον μύστρα κατὰ Αἴλιον Διονύσιον. τουτέστι μυστρία, εἰπεῖν ἰδιωτικῶς. καὶ μυστιλᾶσθαι φησὶ, τὸ οὕτως ἐσθίειν. κατὰδὲ ἄλλους, τὸ κοιλαίνειν ψωμούς. (ῃερς. 457.) Τὸ δὲ μηρία τάμνον πάντα, ἀντὶ τοῦ ὅλα. ὅ ἐστιν ὁλόκληρα. ἄλλως γὰρ, περιττὸν τὸ πάντα, ἐπὶ δύο μόνον μηρῶν κείμενα. Τὸ δὲ δίπτυχα ποιῆσαι, λέγεται μὲν καὶ ἄλλως. ἀρέσκει δὲ τοῖς παλαιοῖς μάλιστα, νοεῖν ἀντὶ τοῦ, τὰ κνίσσῃ φασὶ διπλᾶ θέντες, ἓν ἄνω τῶν μηρῶν καὶ ἓν κάτω. ἐφ' ὧν ὠμοθέτουν, τῶν λοιπῶν μερῶν ἀπαρχόμενοι. (ῃερς. 461.) Τὰ δὲ πεμπώβολα, δῆλον ὅτι κατά τι μίμημα τριαίνης ἢ καὶ χειρὸς ἦσαν. καὶ ἐῤῥέθη ἐν τοῖς εἰς τὴν Ἰλιάδα καὶ περὶ αὐτῶν, ὧν ἡ μὲν σύνθεσις, ἐν δυσὶν ˉο ὡς ἀπὸ τοῦ ὀβολοῦ. τὸ δὲ ἁπλοῦν, διὰ τοῦ ˉο καὶ ˉε, ὀβελοὺς γάρ φησιν ἐν χερσὶν ἔχοντες. (ῃερς. 465.) Ὅτι καθά περ ἐν Ἰλιάδι ἡ Ἥβη λούει τινὰ, οὕτω κἀνταῦθα καλὴ Πολυκάστη Νέστορος ὁπλοτάτη θυγάτηρ, ἔλουσε τὸν Τηλέμαχον καὶ ἔχρισε λίπ' ἐλαίῳ, ἀμφὶ δέ μιν φᾶρος καλὸν βάλεν ἠδὲ χιτῶνα. ὁ δὲ, ἐκ τῆς ἀσαμίνθου ἔβη δέμας ἀθανάτοισιν ὁμοῖος. χρὴ δὲ νοεῖν ὡς κελεύσαντος τοῦ πατρὸς κατὰ τὸ σιωπώμενον, ἔλουσε τὸν νεανίαν ἡ βασιλικὴ παῖς. Πεισίστρατον δ' ἐν τοῖς ἑξῆς καὶ αὐτὸν δὲ Τηλέμαχον, αἱ δμωαὶ τοῦ Μενελάου ὁμοίως λούουσι. καὶ ἦν ἔργον γυναικῶν τὸ τοιοῦτον ἀνεπιφθόνως τότε γινόμενον. Ὅμηρος γὰρ, ἔθη καταλέγει οὐ μόνον ὅσα πολιτείας ἐστὶν ἀστείας καὶ ἀπηκριβωμένης καὶ ἐμβριθοῦς, ἀλλὰ καὶ ὅσα ἐπεχωρίαζε τοῖς τότε. εἰ καὶ ἁπλουστέρως ἔχοντα, πρὸς ἐκλογισμὸν τοῖς ὕστερον ἔκκεινται. καὶ τὸν Ὀδυσσέα δὲ, ἔλουσαν ἂν ἐν Φαιακίᾳ γυναῖκες, εἰ μὴ αὐτὸς αἰδεῖσθαι εἶπε κούραις εὐπλοκάμοις μετελθών. Πολυκάστη δὲ, ἀναλογεῖ μὲν πρὸς τὸ Ἰοκάστη. δηλοῖ δὲ, τὴν πάνυ κοσμίαν ἢ πολυκόσμητον. (ῃερς. 466.) Ὅρα δὲ τὸ, ὁπλοτάτη θυγάτηρ. εἰ γὰρ καὶ κυριολεκτεῖται ἡ λέξις ἐπὶ ἀνδρῶν, ἀλλ' ἰδοὺ καὶ ἐπὶ γυναικὸς κεῖται. (ῃερς. 467.) Τὸ δὲ λίπα, ἐκ τοῦ λιπαρὸν ἀποκέκοπται. Ἐλαίῳ δὲ ἐχρίοντο οἱ λουσάμενοι, ἐμπλάττοντες τοὺς σωματικοὺς πόρους ὡς ἂν μετὰ λουτρὸν στέγοιεν τὴν ὑγρότητα. (ῃερς. 468.) Τὸ δὲ φᾶρος καλὸν βάλεν ἠδὲ χιτῶνα, ὑστερολογίας τρόπον ἔχει. πρῶτον γάρ τις χιτῶνα περιδύεται εἶτα φᾶρος. ὁμοίου δὲ τρόπου ἐστὶ καὶ τὸ, ἐπεὶ φᾶρος καλὸν ἀμφέβαλεν αὐτὸν ἡ παῖς καὶ χιτῶνα, ἔκ ῥ' ἀσαμίνθου ἔβη. ἤγουν ἐξέβη τῆς κατὰ τὸ λουτρὸν πυέλου. πρῶτον γάρ τις ἔξεισι τῆς ἀσαμίνθου εἶτα ἐνδύεται. διὸ ἐν τῇ ἑξῆς ῥαψῳδίᾳ, φησὶν ὁ ποιητὴς οὕτως. ἔς ῥ' ἀσαμίνθους βάντες ἐϋξέστας, λούσαντο. τούς δ' ἐπεὶ δμωαὶ λοῦσαν καὶ ἔχρισαν ἐλαίῳ. ἀμφὶ δ' ἄρα χλαίνας οὔλας βάλον, ἠδὲ χιτῶνας. (ῃερς. 471.) Ὅτι καὶ ἐνταῦθα, κρέα ὑπέρτερα λέγει ὡς καὶ πρὸ μικροῦ. καὶ ὅτι ὡς καὶ πρὸ ὀλίγων δεδήλωται, οἶνον ἐνοινοχοεῖν φησὶν, οὐ πρὸς διαστολήν. οὐ γάρ ἐστι καὶ ὕδωρ οἰνοχοεῖν. ἀλλ' ἁπλούστερον ἀντὶ τοῦ ἐγχέειν. ὡς καὶ ὅτε εἴπῃ νέκταρ ἐῳνοχόει. καὶ μὴν, ἐκεῖνο κατὰ παράχρησιν ἐῤῥέθη ὡς καὶ τὸ, ἵπποι ἐβουκολοῦντο ἀντὶ τοῦ, ἁπλῶς ἐνέμοντο. καὶ ἕτερα ὅμοια καθὰ καὶ ἐν τοῖς εἰς τὴν Ἰλιάδα σεσημείωται. ἔστι δὲ ἡ περὶ τοῦ, οἶνον οἰνοχοεῖν φράσις, αὕτη. ἐπὶ δ' ἀνέρες ἐσθλοὶ ὄροντο, οἶνον ἐνοινοχοεῦντες ἐνὶ χρυσέοις δεπάεσσι. δῆλον δὲ ὅτι περιττὴ ἐνταῦθα πρόθεσις, ἢ τοῦ ἐνοινοχοεῖν ἢ τοῦ ἐν δεπάεσσιν. Ἐσθλοὺς δὲ ἀνέρας λέγει, τοὺς ἀλλαχοῦ κήρυκας. (ῃερς. 475.) Ὅτι ὡς ἐν Ἰλιάδι, οὕτωκαὶ ἐνταῦθα τὸ ἅρμα πληθύνει σεμνότερον καὶ ἡρωϊκώτερον, εἰπών. ἔζευξαν ὑφ' ἅρμασιν ὠκέας ἵππους. τὸ δὲ ἀνωτέρω τούτου ζεύξαθ' ὑφ' ἅρματ' ἄγοντες, οὐ πάνυ δῆλον εἴτε ζεύξατε ὑφ' ἅρματα, εἴτε καὶ ἑνικῶς ὑπὸ τῷ ἅρματι. ὃ καὶ κρεῖττον δοκεῖ. εὑρίσκεται γὰρ καὶ ἑνικῶς παρὰ τῷ ποιητῇ τὸ ἅρμα, εἰ καὶ σπανίως. Κεῖται δ' ἐνταῦθα καὶ τὸ πρήσσειν ὁδοῦ, ἐπὶ ξηρᾶς. καὶ οὐ κατὰ τὸ, διαπρήσσουσα κέλευθον. (ῃερς. 480.) Ὅτι πολυτελείας ἔνδειξις τὸ, ἐν δὲ γυνὴ ταμίη σῖτον καὶ οἶνον ἔθηκεν, ὄψά τε οἷα ἔδουσι διοτρεφέες βασιλῆες. (ῃερς. 483.) ἡνιοχείας δὲ διασκευὴ τὸ, ἐς δίφρον ἀνέβαινε καὶ ἡνία λάζετο χερσί. μάστιξε δ' ἐλάαν. τώ δ' οὐκ ἄκοντε πετέσθην ἐς πεδίον. (ῃερς. 480.) Ἰστέον δὲ ὅτι ὄψα λέγονται τὰ τοῦ σίτου ἡδύσματα, παρὰ τὸ ὀψέ. καὶ τοῦτο, διχῶς. ἢ γὰρ ὅτι ὀψὲ ὥρας εἰς δόρπον προσεφέροντο αὐτὰ παυσάμενοι ἤδη τῶν ἔργων. ἢ ὅτι ὀψὲ χρόνου ἐξευρέθησαν μετὰ τὰς ἀναγκαίας ἐξ ἀκροδρύων καὶ σπορίμων τροφάς. ὅτι δὲ κατά τινα ἐξοχὴν ἡ λέξις κληρωθεῖσα τοῖς ἰχθύσι παρήγαγε τὸ ὀψάριον, ὁ Ἀθήναιος δηλοῖ. Τὸ δὲ οἷα ἔδουσι βασιλεῖς, ἔμφασιν ἔχει, μὴ κοινὰ εἶναι ταῦτα καὶ συνήθη τοῖς πλείοσιν ὄψα, βασιλεῦσι δὲ πρέποντα. Ὅρα δὲ ὡς ἐπὶ Τηλεμάχου μὲν πλατύτερον διεσκεύασε τὰ περὶ τῶν ἐφοδίων, ἐνταῦθα δὲ στενῶς εἶπε, διὰ τὸ δυσὶ μόνοις στίχοις ἐπιμετρηθῆναι τὰ εἰς ὁδόν. οὕτω καὶ δῶρα βασιλικὰ προϊὼν μὲν, ἐξονομάσει. ἐνταῦθα δὲ, μετ' ὀλίγα ἐπὶ Ὀρτιλόχου, ἀρκεσθήσεται εἰπὼν ὡς τοῖς ἐνδημήσασι νέοις πὰρ ξείνια θῆκε. (ῃερς. 485.) Τὸ δὲ μάστιξε δ' ἐλάαν καὶἑξῆς, δὶς λέγει ἐνταῦθα ταυτολογῶν. (ῃερς. 486.) Τὸ δὲ ἐς πεδίον, ἀσφαλῶς πρόσκειται εἰς διαστολὴν τῶν ἐν ἀέρι πετομένων. δῆλον δὲ ὡς τὸ οὕτω πέτεσθαι, ἡ μάστιξ ἐνεποίησε τοῖς ἵπποις. οἳ ἄλλως μὲν, οὐκ ἀέκοντες ὥδευον. ὑπὸ δὲ μάστιγος, καὶ ἐπέτοντο. εἰ δὲ οὗτοι παραβολικῶς πέτεσθαι λέγονται, οὐκ ἂν, οὐδὲ ὁ τοῦ Βελλεροφόντου πήγασος, ἄλλως πέτοιτο. (ῃερς. 487.) Ὅτι τὸ, πανημέριοι σεῖον ζυγὸν ἀμφὶς ἔχοντες, ἀντὶ τοῦ, ἐῤῥωμένως ἐκινοῦντο. καὶ εἴρηται ἀπὸ τοῦ παρακολουθοῦντος. ἕπεται γὰρ τοῖς οὕτω κινουμένοις ζῴοις, σείειν τὸν ζυγὸν ὑφ' ὃν εἰσί. καὶ φασὶν οἱ παλαιοὶ ὅτι παρεκδοχικῶς ἐῤῥέθη ἀπὸ τοῦ παρεπομένου τὸ προηγούμενον, ἀντὶ τοῦ ὥδευον. Ἰστέον δὲ καὶ ὅτι τὸ πανημέριοι, παρὰ ἑτέροις ποιηταῖς, εὕρηται πανήμεροι ὁμοίως τῷ ἐφήμεροι, ἐκβληθέντος τοῦ Ὁμηρικοῦ ἰῶτα. ὥσπερ αὖ πάλιν τὸ Ὁμηρικὸν νήδυμος, νηδύμιος λέγεται προσλήψει τοῦ ἰῶτα. ὡς δηλοῖ παρὰ τῷ Ὀππιανῷ τὸ, πνοιῇ νηδυμίῃ. (ῃερς. 489.) Ὅτι Φεραὶ μὲν, πόλεις Θεσσαλίας. Φειαὶ δὲ Ἤλιδος αἱ καὶ Φεαί. Φηραὶ δὲ, τῆς Λακωνικῆς. εἰς ταύτας ἵκοντο κατὰ πρώτην ἡμέραν ἐφ' ἅρματος ὁ Τηλέμαχος καὶ ὁ Νεστορίδης Πεισίστρατος. καὶ ἀναπαυσάμενοι τὴν νύκτα Διοκλῆος ποτὶ δῶμα υἱέος Ὀρτιλόχοιο, τὸν Ἀλφειὸς τέκε παῖδα ὥς που καὶ ἡ Ἰλιὰς δηλοῖ, καὶ ξένιλαβόντες ἀπ' αὐτοῦ, ἅμα ἡμέρᾳ ἵππους τ' ἐζεύγνυντο, ἀνά τε ἅρματα ποικίλα ἔβαινον. καὶ ἐξελάσαντες προθύροιο, ἦλθον ἐς πεδίον πυρηφόρον τὸ ἐγγὺς Λακεδαίμονος. λεγόμενον οὕτως, ἢ ὀνομαστικῶς, ἢ ὡς εὔφορον σίτου. ἐκεῖθεν δὲ, αἶψα ἦνον ὁδόν. τοῖον γὰρ ὑπέκφερον ὠκέες ἵπποι. δύντος δὲ ἡλίου, εἶχεν ἡ Λακεδαίμων αὐτούς. δευτέραν ἡμέραν ἐκ Πύλου ἐλθόντας ἐκεῖ. (ῃερς. 497.) Καὶ ὅρα τὸ ἦνον, ἐκ τοῦ ἄνω ῥήματος. ἐξ οὗ ἐν τῇ ˉα ῥαψῳδία τὸ πολλὰ κατάνεται. πλὴν ὅσον ἐκεῖνο μὲν, τὸ καταδαπανᾶν δηλοῖ καὶ εἰς ὄλεθρον τελειοῦν, καθ' ὁμοιότητα τοῦ καταφαγεῖν. καὶ ἐκεῖθεν τὸ εἰς ὄλεθρον ἀνύειν. ὡς τὸ, ἦ θήν σ' ἐξανύω γε καὶ ὕστερον ἀντιβολήσας. ἐνταῦθα δὲ τὸ ἦνον, τὸ ἁπλῶς ἤνυον καὶ ἐτελείουν δηλοῖ. Τὸ δὲ τοῖον ὑπέκφερον, σπουδαῖον δρόμον σημαίνει. ἔστι δὲ τὸ ὑπέκφερον, ἀντὶ τοῦ ἐκινοῦντο, ἐκ τοῦ φέρω. ἀφ' οὗ καὶ φυρὰ ἡ κατὰ τόπον κίνησις. Ὅτι δὲ τὸ ἐκφέρειν, καὶ ἐκκομιδὴν δηλοῖ ἑτεροίαν τέ τινα καὶ νεκρικὴν δὲ ὅθεν καὶ ἐκφορὰ ἡ ταφὴ, πολλαχοῦ φαίνεται. σημαίνει δέ ποτε καὶ αὔξησίν τινα. οὕτω γὰρ τὸ μικρὸν, μέγα τι ἐκφέρει ἔστιν ὅτε. Ἰστέον δὲ καὶ ὅτι ἐν τῷ ὑπέκφερον, ἐπίτασιν ἡ ἐκ πρόθεσις ἐμφαίνει καὶ ὑπεροχήν. ἵνα ᾖ, ὅτι ὄντες ὑπὸ τῷ ζυγῷ οἱ ἵπποι, λίαν ταχὺ ἐκινοῦντο. καὶ ὡς εἰπεῖν, ὑπερφερῶς. Τοῦ δὲ σπουδαίου δρόμου τῶν τοιούτων ἵππων, δηλωτικὸν ἐν τοῖς ἑξῆς καὶ τὸ, ἔλυσαν ἱδρώοντας. Ἐνταῦθα δὲ κεῖται καὶ σχῆμα πρωθύστερον ἐν τῷ, ἐκ δ' ἔλασαν προθύροιο καὶ αἰθούσης ἐριδούπου. οὐδεὶς γὰρ προεξελαύνει προθύρου εἶτα αἰθούσης, ἀλλὰ ἀνάπαλιν. ΥΠΟΘΕΣΙΣ ΤΗΣ Δ. ΟΜΗΡΟΥ ΡΑΨΩΙΔΙΑΣ. Παρὰ Μενελάῳ ξενισθεὶς σὺν Πεισιστράτῳ Τηλέμαχος, ἀπαγγέλλει τὰ κατὰ τὴν Ἰθάκην ὑπὸ τῶν μνηστήρων πραττόμενα. ἔπειτα ἐξηγεῖται αὐτῷ ὁ Μενέλαος περὶ τοῦ νόστου τῶν Ἑλλήνων, καὶ τῆς Πρωτέως μαντείας, δι' ἧς ἔγνω τὸν Ἀγαμέμνονος θάνατον, καὶ ὡς Ὀδυσσεὺς παρὰ Καλυψοῖ εἴη. βουλὴδὲ γίνεται τῶν μνηστήρων περὶ τοῦ τὸν Τηλέμαχον ἀνελεῖν. παραμυθεῖται δὲ ἡ Ἀθηνᾶ δι' ὀνείρου τὴν Πηνελόπην ἐπὶ τῇ τοῦ παιδὸς ἀποδημίᾳ δυσχεραίνουσαν, διὰ εἰδώλου ὁμοιωθεῖσα Ἰφθίμῃ τῇ τῆς Πηνελόπης ἀδελφῇ. ΟΔΥΣΣΕΙΑΣ Δ. ΟΜΗΡΟΥ ΡΑΨΩΙΔΙΑ. (ῃερς. 1. σθθ.) Ὅτι ἐπιγραφὴ τοῦ γράμματος τούτου, αὕτη. Τηλεμάχου ἄφιξις εἰς Σπάρτην. Ὅτι κοίλην τὴν Λακεδαίμονα καλεῖ καὶ κητώεσσαν. ἐκεῖνο μὲν, διὰ τὸ κύκλῳ μακροῖς ὄρεσι περιειλῆφθαι, ὥσπερ καὶ ἡ κοίλη Συρία δι' ὁμοίαν αἰτίαν τὴν τοιαύτην κλῆσιν εἴληχε. κητώεσσαν δὲ, ὡςμεγάλην. παρὰ τὸ κῆτος. τινὲς δὲ ὧν καὶ Ζηνόδοτος, καιετάεσσαν γράφουσιν. ὅθεν παρὰ Καλλιμάχῳ τὸ, ἵππους καιετάεντας ἀπ' Εὐρώταο κομίσεαι. ποταμὸς δὲ Λακωνικὸς ὁ Εὐρώτας ὡς καὶ ὁ περιηγητὴς δηλοῖ. εἰ δὲ καί τι μόριον σώματος εὐρώτας λέγεται, δηλοῖ ὁ γράψας ἐλεγεῖον τὸ, οὐχ' ὅλον εὐρώταν ἀλλ' ὅσον ἠδύνατο. φασὶ δὲ λέγεσθαι καιετάεσσαν, τὴν καλαμινθώδη, ἢ τὴν πολλοὺς ἔχουσαν καιετοὺς, ὅ ἐστι σχισμὰς καὶ ῥωχμοὺς ἀπὸ σεισμῶν. εὔσειστος γὰρ ἡ Λακωνική. ἀπὸ δὲ τῆς τοιαύτης λέξεως, καὶ δεσμωτήριόν τι σπηλαιῶδες παρὰ Λάκωσιν ὁ καιέτας, ἢ διὰ τοῦ ˉα καιάτας. οἱ δὲ, κώους φασὶ καλεῖσθαι τὰ τοιαῦτα κοιλώματα. ὅθεν καὶ τὸ, φηρσὶν ὀρεσκῴοις παρ' Ὁμήρῳ εἰρῆσθαι οἴονται. ὁ δὲ τὰ ἐθνικὰ γράψας, ἱστορεῖ ὅτι κῶς, ὄρυγμα ἐν Κορίνθῳ, ὅπου φῶρας καὶ δραπέτας καθείργνυον. καὶ οἱ ἐν αὐτῷ τραφέντες, κῶες ἐλέγοντο. κώους γὰρ, τὰ κοιλώματα τῆς γῆς καὶ πᾶν σπήλαιον ἔλεγον. Ἰστέον δὲ ὅτι παρὰ τὸ κῶ τὸ κεῖμαι γίνεται οὐ μόνον τὸ προσεχῶς ῥηθὲν ὄρυγμα, ἀλλὰ καὶ ὁ καιέτας καὶ ὁ κῶος. οὗτος μὲν, κατὰ πρόσληψιν συλλαβῆς, ὡς τὸ, ζῶ ζῷον. ἐκεῖνος δὲ, ἀπὸ τοῦ κῶ καίω ὡς κλῶ κλαίω. ἵστανται μὲν γὰρ, τὰ ὑπερκείμενα. κεῖνται δέ πως, τὰ κάτω καὶ ταπεινά. (ῃερς. 3.) Ὅτι εὐτυχῶς καταλύει Τηλέμαχος παρά τε Νέστορι θύοντα ἐκεῖνον ἐφευρηκῶς, παρά τε Μενελάῳ, ὃν εὗρε δαινῦντα γάμον πολλοῖσιν ἔτῃσιν υἱέος ἠδὲ θυγατρός. τῆς Ἑρμιόνης δηλαδή. ὧν τὴν μὲν, τῷ τοῦ Ἀχιλλέως υἱῷ ἔπεμπεν ἔνθ' ἵπποισι καὶ ἅρμασι Μυρμιδόνων προτὶ ἄστυ. ὡς ἐν Τροίᾳ πρῶτον οὐχ ἁπλῶς ὑπέσχετο ἀλλὰ καὶ κατένευσε δώσειν. τοῖσι δὲ θεοὶ γάμον ἐξετέλειον. τῷ υἱῷ Μεγαπένθει Σπάρτηθεν Ἀλέκτορος ἤγετο κούρην. ἐγχωρίαν δηλαδή. οὐκ ἂν οὐδὲ τὴν Ἑρμιόνην πέμψων εἰς Μυρμιδόνας, εἰ μὴ φθάσας ὑπέσχετο καὶ κατένευσε. λέγει δὲ καὶ ὡς ὁ Μεγαπένθης, τηλύγετος αὐτῷ ἐκ δούλης ἐγένετο. Ἑλένῃ δὲ, θεοὶ γόνον οὐκ ἔτ' ἔφαινον ἐπειδὴ τοπρῶτον ἐγείνατο παῖδα ἐρατεινὴν Ἑρμιόνην. ἵνα φασὶν ἐπὶ πλέον ἀκμάζῃ μὴ δαπανωμένη πρὸς τέκνων τροφήν. ἢ καὶ ἵνα ἐξ Ἀλεξάνδρου παῖδα μὴ σχῇ πρὸς ἐπιγονὴν ἀναμνηστικὴν τῆς ἁρπαγῆς. καὶ οὕτω μὲν ὁ ποιητής. οἱ δὲ ὕστερον, καὶ υἱὸν τῷ Μενελάῳ γενεαλογοῦσι, Νικόστρατον. καὶ Ἀλεξάνδρου καὶ Ἑλένης, Κόριθόν φασιν υἱὸν ἢ Ἕλενον. γέγραπται δέ τι περὶ τούτων, καὶ ἐν τοῖς εἰς τὴν Ἰλιάδα. οἱ δὲ παλαιοὶ, γράφουσι καὶ τοιαῦτα. Ἀγαμέμνονος Ἀχιλλεῖ θυγατέρα ὑποσχομένου ἐν ταῖς λιταῖς, διέπεσεν ὁ γάμος ἀποθανόντων ἀμφοτέρων. συνέπεσε δὲ ἄλλως τὸ πρᾶγμα, Ἑρμιόνης τῆς Μενελάου εἰς γάμον ἐκδοθείσης Νεοπτολέμῳ τῷ τοῦ Ἀχιλλέως υἱῷ. Σοφοκλῆς δέ φασιν ἐν Ἑρμιόνῃ ἱστορεῖ, ἐν Τροίᾳ ὄντος ἔτι Μενελάου, ἐκδοθῆναι τὴν Ἑρμιόνην ὑπὸ τοῦ Τυνδάρεω τῷ Ὀρέστῃ. εἶτα ὕστερον ἀφαιρεθεῖσαν αὐτοῦ, ἐκδοθῆναι τῷ Νεοπτολέμῳ κατὰ τὴν ἐν Τροίᾳ ὑπόσχεσιν. αὐτοῦ δὲ Πυθοῖ ἀναιρεθέντος ὑπὸ Μαχαιρέως ὅτε τὸν Ἀπόλλω τινύμενος τὸν τοῦ πατρὸς ἐξεδίκει φόνον, ἀποκαταστῆναι αὖθις αὐτὴν τῷ Ὀρέστῃ. ἐξ ὧν γενέσθαι τὸν Τισαμενόν. φερωνύμως οὕτω κληθέντα, παρὰ τὴν μετὰ μένους τίσιν. ἐπεὶ ὁ πατὴρ Ὀρέστης ἐτίσατο τοὺς φονεῖς τοῦ Ἀγαμέμνονος. (ῃερς. 9.) Ὅρα δὲ καὶ ἐν τῷ ῥηθέντι χωρίῳ τὸ ἐπαινετικὸν εἶδος. ἐν ᾧ περικλυτὸν μὲν λέγει τὸ τῶν Μυρμιδόνων ἄστυ, ὅ ἐστιν ἴσως, ἡ Φθία. κρατερὸν δὲ, τὸν Μεγαπένθην. τὴν δὲ Ἑρμιόνην, οὐ μόνον ἀμύμονα, ἀλλὰ καὶ περικαλλεστάτην. φησὶ γάρ. ἡ εἶδος ἔσχε χρυσῆς Ἀφροδίτης. (ῃερς. 8.) Τὸ δὲ πέμπειν, πρωτότυπόν ἐστι τῆς θριαμβικῆς πομπῆς. καιρία δὲ ἡ λέξις. διὸ καὶ δὶς αὐτὴν ἐνταῦθα εἶπεν ὁ ποιητής. πρῶτον μὲν, ἁπλῶς εἰπὼν τὴν μὲν ἔπεμπεν. εἶτα καὶ περιφραστικῶς, ἐν ἵπποισι καὶ ἅρμασι πέμπε νέεσθαι. ὃ καὶ μάλιστά ἐστι πομπή. Ἔνθα καὶ ὅρα τὸ νέεσθαι, οὐ νόστον δηλοῦν ἀλλὰ πορείαν ἁπλῶς. (ῃερς. 7.) Τὸ δὲ θεοὺς τὸν γάμον ἐκτελεῖν, σύνηθες ἐπὶ εὐδαιμόνων γάμων τῷ μύθῳ, οὕτω γὰρ καὶ οἱ τοῦ Πηλέως γενέσθαι μυθεύονται. Καὶ ὅρα ὅτι τὸ ἐξετέλειον, τελετὴν εἶναί τινα καὶ τὸν γάμον ἐμφαίνει. (ῃερς. 10.) Ὁ δὲ ῥηθεὶς Ἀλέκτωρ, Ἀργείου γενεαλογεῖται τοῦ Πέλοπος καὶ Ἡγησάνδρας τῆς Ἀμύκλα. θυγάτδ' αὐτοῦ, Ἰφιλόχη φασὶν ἢ Ἐχέμηλος. Ἰστέον δὲ ὅτι τὸ ἀλέκτωρ, ἐπὶ ὀρνέου οὐκ ἔστιν εὑρεῖν παρὰτῷ ποιητῇ. ἐπὶ δὲ ἡλίου, δοκεῖ αὐτὸ εἰδέναι μετὰ ἐκτάσεως τῆς ἀρχούσης. Ἠλέκτωρ γάρ. δῆλον δ' ἐκ τῶν παλαιῶν, ὅτι τοῦ ἀλέκτωρ ὁ ὄρνις ὃς οὕτω λέγεται διὰ τὸ ἐκ τοῦ λέκτρου ἡμᾶς ἐγείρειν, ἔστι καὶ θηλυκὸν ἡ ἀλεκτορίς. ἤδη δὲ καὶ ἡ ἀλεκτρύαινα ὡς ἐμφαίνει ὁ κωμικός. καὶ ὅτι καθὰ ὁ ὄρνις καὶ ἡ ὄρνις διγενῶς, οὕτω διχῶς καὶ ἀλεκτρυών. καὶ τοῦ μὲν ἀρσενικοῦ, χρήσεις πολλαί. τοῦ δὲ θηλυκοῦ, αὗται παρὰ τῷ Ἀθηναίῳ. πολλαὶ τῶν ἀλεκτρυόνων ὑπηνέμια τίκτουσι. καὶ, αἱ δ' ἀλεκτρυόνες ἅπασαι καὶ τὰ χοιρίδια τέθνηκεν. Ἴων δὲ ὁ τραγικὸς, ἀλέκτορα τὸν αὐτὸν εἶπε, διὰ τὸ ἡδύ. οὗ χάριν, οὐκ ἔχει ὁ ἀκροατὴς λέγεσθαι ἤγουν κοιμᾶσθαι. ἄλλῳ δὲ λόγῳ, ἀλέκτωρ καὶ ἡ ὁμόλεκτρος καθὰ καὶ ἀγάστωρ, ὁ ὁμογάστριος. ἄλλως δὲ πάλιν, παρθένος ἀλέκτωρ, ἡ μὴ πειραθεῖσα λέκτρου. κατὰ τὸ, γενέθλιός ἐστι τῆς ἀλέκτορος Ἀθηνᾶς καὶ ἄδικος, ἡ τῆτες ἡμέρα. γριφώδεις δὲ λέξεις αὗται, δριμύτητος ἰδέαν ὑποκοριζόμεναι. διὸ οὔτε τὸ, ἀλέκτωρ Ἀθηνᾶ τέτριπται, οὔτε τὸ, ἄδικος ἡμέρα καθ' ἣν οὐ κροτεῖται δίκη. τοιοῦτον δὲ καὶ τὸ, ἐκ Δελφῶν ἐπανῆκεν ἄχρηστος. ἤγουν μὴ λαβὼν χρησμόν. καὶ τὸ, ναῦται δὲ, μηρύσαντο νηὸς ἰσχάδα. ἤγουν ἄγκυραν δι' ἧς ἴσχεται ἡ ναῦς. πρὸς ὅπερ ὁμόστοιχον, καὶ τὸ εἰπεῖν τὰς ἀγκύρας, Ἕκτορας πλημυρίδος ἤγουν κυμάτων ἐφεκτικάς. τούτων δὲ γλυκύτερον, τὸ εἰπεῖν ἰοχέαιραν, τὴν ἀσπίδα τὸ ζῷον. καὶ ταῦτα μὲν οὕτω εἰρήσθω. μνηστέον δὲ καὶ Ἀδαίου ὃς περιώνυμος ἦν ἐν τοῖς Φιλίππου ξένοις, ὅτι ἀλεκτρυὼν ἐπεκαλεῖτο. περὶ οὗ Ἡρακλείδης ὁ κωμικὸς παίζων ὡς περὶ ὄρνιθος, λέγει ὅτι ἀλεκτρυόνα τὸν τοῦ Φιλίππου λαβὼν ἀωρὶ κοκκύζοντα καὶ πλανώμενον, κατέκοψεν, οὐ γὰρ εἶχεν οὐδέ πω λόφον. κἆτα κόψας, μάλα συχνοὺς ἐδείπνισε Χάρης Ἀθηναίους. ὅτε δηλαδὴ ὁ τοιοῦτος Χάρης τοὺς Ἀθηναίους ἐν τῇ ἀγορᾷ εἱστίασε, θύσας ἐπινίκια μάχης τῆς πρὸς τοὺς Φιλίππου ξένους, ὧν ὁ ῥηθεὶς Ἀδαῖος ἡγεῖτο. ἔστι δὲ τὸ μὲν ἀωρὶ κοκκύζειν τὸν Ἀδαῖον ἀλεκτρυόνα, τὸ παρὰ καιρὸν ἐπιβαλεῖν τῇ μάχῃ. τὸ δὲ μήπω λόφον ἔχειν, τὸ ἄοπλον ἔτι ὄντα περιπεσεῖν κινδύνῳ. ὡς δὲ τὸ ὄρνεον ὁ ἀλεκτρυὼν, καὶ Ἄρεϊ ἀνέκειτο ὥς που καὶ ἐν τοῖς ἑξῆς φανεῖται, καὶ ὡς ἐν ἱεροῖς ἀνετίθετο, οἱ παλαιοὶ δηλοῦσιν. ἱστορεῖται δὲ καὶ ὅτι ἀλεκτρυὼν εἰσιὼν οἱανδή τινα θύραν, ἐπικλίνει τὸν λόφον. οὗ δὴ ἀλέκτορος καθὰ καὶ ἀλεκτρυόνος, καὶ παρ' ἄλλοις μὲν πολλοῖς χρῆσις. καὶ παρὰ Κρατίνῳ δέ φασιν ἐν τῷ, κοκκύζειν τὸν ἀλεκτρυόνα οὐκ ἀνέχονται. ἤγουν ᾄδειν ὡς αὐτῷ ἔθος. ἐξ οὗ δὴ κοκκύζειν, καὶ ὁ παρ' Ἡσιόδῳ κόκκυξ. καὶ ἐπίῤῥημα κόκκυ παρὰ τῷ κωμικῷ. ὑποβάλλει δὲ τοιοῦτον νοῦν καὶ Σοφοκλῆς φασὶν ἐν τῷ, κοκκοβόας ὄρνις. ἐναργέστερον δὲ, Δίφιλος ἐν τῷ καὶ νὴ Δί' ὄντως εὐθὺς ἐξέπεμπέ με ὀρθριόκοκκυξ ἀρτίως ἀλεκτρυών. καὶ Πλάτων δὲ ἐμφανῶς φασὶν ὁ κωμικὸς ἐν τῷ, σὲ δὲ κοκκύζων ἀλέκτωρ προκαλεῖται. Ὅρα δὲ ὅτι τῶν ἐκ τοῦ λέγω τὸ κοιμῶμαι γεγονότων, ἐνεργητικοῦ μὲν παρακειμένου, τὸ λέχος διὰ ˉε καὶ ἡ λεχώ. διὰ δὲ τοῦ ˉο, ἡ ἄλοχος καὶ τὸ λοχεύειν. παθητικοῦ δὲ τρίτου προσώπου, τὸ λέκτρον καὶ ὁ ἀλέκτωρ ἴσως δὲ καὶ ἡ Ἠλέκτρα. καὶ ὁ ἀλεκτρυὼν δέ. Τὸ δὲ ἤγετο κούρην, πάνυ σύνηθες ἐπὶ γάμου λέγεσθαι. τοιοῦτον γὰρ καὶ τὸ, ἠγαγόμην γυναῖκα. εἰς τὸ πᾶν δὲ εἰπεῖν, τὸ ἄγειν καὶ τὰ ἐξ αὐτοῦ, σεμναὶ λέξεις εἰσίν. εἰ δὲ ψεκτὸν ὄνομα ὁ προαγωγὸς ἔτι δὲ καὶ τὸ προαγωγεύειν, πάντως γὰρ οὐκ ἐπαινετὰ ταῦτα εἰσὶν, ἀλλ' αὐτὸ τὸ προάγειν, σεμνότητα ἔχει. ὥσπερ καὶ ἡ προαγωγή. τιμὴν γὰρ αὐτὴ δηλοῖ. οἷον. ὑποδραμὼν τὸν βασιλέα, τῶν φίλων ἐγένετο μεγίστης τυχὼν προαγωγῆς. (ῃερς. 11.) Περὶ δὲ τοῦ τηλύγετος, ἱκανῶς ἡ Ἰλιὰς δηλοῖ. νῦν δὲ εἰς τοσοῦτον ῥητέον. ὡς τηλύγετος παῖς παρὰ τοῖς παλαιοῖς, οὐ μόνον μεθ' ὃν οὐκ ἔστι τεκνώσασθαι, ἢ ὁ μόνος υἱὸς ὡς ὁ Μεγαπένθης ἐνταῦθα τῷ Μενελάῳ, ἀλλὰ καὶ ὁ τῆλε ὄντι τῷ πατρὶ γεννηθεὶς, ἢ καὶ αὐξηθεὶς μετὰ γέννησιν. παράδειγμα τοῦ πρώτου, Τηλέγονος ὁ ἐκ Κίρκης τῆλέ που γεννηθεὶς τῷ Ὀδυσσεῖ. ὅθεν καὶ τοὔνομα ἔσχε. τοῦ δὲ δευτέρου, Ὀρέστης τε ὁ Ἀγαμεμνονίδης καὶ ὁ τοῦ Ὀδυσσέως Τηλέμαχος. ᾧ τοὔνομα οὕτως ἔπεσεν, ἐπειδὴ τῆλε μαχομένου τοῦ πατρὸς ἐτράφη. (ῃερς. 12.) Ἰστέον δὲ ὡς ἐπειδὴ τῇ Ἑλένῃ γεννησαμένῃ τὴν Ἑρμιόνην οὐκ ἔτι γόνος ἐφαίνετο, εἴη ἂν καὶ αὐτὴ τηλυγέτη τοῖς τεκοῦσιν, οἷα μόνη θυγάτηρ. ὡς καὶ ὁ Μεγαπένθης, μόνος υἱός. Ἔτι ἰστέον, καὶ ὡς ἐν τούτοις καινόσχημόν ἐστι κατὰ σύνταξιν τὸ, υἱέϊ δὲ ἤγετο κούρην ὅς οἱ τηλύγετος γένετο κρατερὸς Μεγαπένθης. τὸ γὰρ κοινῶς ἀκόλουθον ἦν, υἱέϊ κρατερῷ Μεγαπένθει. ὁ δὲ, καινότερον ἀπέδωκεν αὐτὸ πρὸς τὸ, ὃς τηλύγετος γένετο. Τὴν δὲ διαληφθεῖσαν δούλην, Ζευξίππου τέ τινος εἶπον θυγατέρα, καὶ κύριον αὐτῆς ἐξέθεντο ὄνομα. οὗ τὸ ἀκριβὲς, ἀφανὲς ἐν τοῖς παλαιοῖς ὑπομνήμασιν. καὶ ὁ τῶν νόστων δέ φασι ποιητὴς, κύριον ὄνομα λέγει τὸ, δούλης. διὰ τὸ μηδέ ποτε λέγειν τὸν ποιητὴν δούλας τὰς θεραπαίνας, ἀλλὰ δμωὰς ἢ δμωΐδας. διὸ καὶ τὸ, εἰσόκέ σε ἢ ἄλοχον ποιήσεται ἢ ὅγε δούλην, ἀθετεῖται κατὰ τοὺς παλαιούς. (ῃερς.
414.1.2
) εἰλαπίνῃ τεθαλυίῃ, κτείνονται δηλαδή. (ῃερς. 415.) εἶτα σαφηνίζων τὸ τοῦ πάθους τραγῳδικὸν καὶ οἴκτιστον ἐπιφέρει· ἤδη μὲν πολέων φόνῳ ἀνδρῶν ἀντεβόλησας (ῃερς. 416.) μουνὰξ κτεινομένων ἤγουν καταμόνας ἐν μονομαχίᾳ καὶ αὖ πάλιν ἐνὶ κρατερῇ ὑσμίνῃ, ἤγουν τῇ ὁμιλαδὸν μάχῃ. ἀλλά κε κεῖνα μάλιστα ἰδὼν ὀλοφύραο θυμῷ, ὡς ἀμφὶ κρητῆρα τραπέζας τε πληθούσας κείμεθ' ἐνὶ μεγάρῳ. δάπεδον δ' ἅπαν (ῃερς. 419.) αἵματι θῦεν, ἤγουν, ὡς καὶ ἐν ἄλλοις ἐῤῥέθη, ἐθύετο καὶ περιεῤῥεῖτο αἵματι, ἢ φαντασίαν εἶχε τοῦ θύειν ὅ ἐστιν ὁρμᾶν καὶ κινεῖσθαι διὰ τὸ ἐπ' αὐτοῦ ῥέον αἷμα. (ῃερς. 4.) ἐφ' οἷς ἐπάγων καὶ τὰ οἰκτρότερα φησίν· οἰκτροτάτην δ' ἤκουσα ὄπα Πριάμοιο θυγατρὸς Κασσάνδρης, ἣν κτεῖνε Κλυταιμνήστρα δολόμητις ἀμφ' ἐμοί. αὐτὰρ ἐγὼ ποτὶ γαίῃ χεῖρας ἀείρων βάλλον ἀποθνήσκων περὶ φασγάνῳ. ἡ δὲ κυνῶπις νοσφίσατο, οὐ δέ μοι ἔτλη ἰόντι περ εἰς Ἀΐδαο χερσὶ κατ' (ῃερς. 425.) ὀφθαλμοὺς ἑλέειν ἤγουν καθελεῖν καὶ συγκλεῖσαι, σύν τε στόμα ἐρεῖσαι, ὅ ἐστιν ἁρμόσαι χάριν εὐπρεπείας ὡς μὴ διαχάσκειν. (ῃερς. 426.) εἶτα διακόπτων τὸ τῆς φράσεως ἀφηγηματικὸν καὶ ὕπτιον ἐπάγει γνωμικόν· ὡς οὐκ αἰνότερον καὶ κύντερον ἄλλο γυναικὸς, ἥτις δὴ τοιαῦτα μετὰ φρεσὶν ἔργα βάληται. (ῃερς. 428.) καὶ οὕτω γνωματεύσας εὐθὺς, οὐ γὰρ ἔδει πλείω φιλοσοφεῖνἐν λόγῳ πενθίμῳ, γίνεται τῶν ἐφεξῆς, καὶ φησίν· οἷον δὴ καὶ κείνη ἐμήσατο ἔργον ἀεικὲς, κουριδίῳ τεύξασα πόσει φόνον. ἤτοι ἔφην γε ἀσπάσιος τοῖς ἐμοῖς οἴκαδ' ἐλεύσεσθαι. ἡ δ' ἔξοχα λυγρὰ εἰδυῖα ἑαυτῇ τε κατ' αἶσχος ἔχευε καὶ ἐσσομένῃσιν ὀπίσσω θηλυτέρῃσι γυναιξὶ, καὶ ἣ ἂν εὐεργὸς ἔῃσι, τουτέστιν ἀγαθή. (ῃερς. 413.) ἀληθῶς γὰρ ἐκ τῆς Κλυταιμνήστρας καὶ τῶν κατ' αὐτὴν αἱ γυναῖκες ἅπασαι σκώπτονται. οἴδασι γὰρ καὶ ἐκ τῶν ἅπαξ ποτὲ γενομένων οἱ ῥήτορες ὥσπερ ἐπαίνους οὕτω καὶ ψόγων τόπους πορίζεσθαι. καὶ τοιαύτη μὲν ἡ κατὰ τὸν Ἀγαμέμνονα ἠθοποιΐα, ὃς ἐρεῖ καί τινα ἕτερα ἐν τοῖς ἐφεξῆς. (ῃερς. 4.) Ἰστέον δὲ ὅτι σεμνῶς ἔφη ὡς βοῦν ἐπὶ φάτνῃ τὸν βασιλέα φονευθῆναι, ὃν ἐν ἄλλοις καὶ βοῒ ταύρῳ εἴκασεν ἐκπρεπεστάτῳ ἐν ἀγέλῃ. τοὺς μέντοι ἑταίρους οὐκ ἐσέμνυνε μὲν, οἰκτρῶς δὲ θανεῖν ἔφη κατὰ σύας. ἔχει δὲ οἶκτον πρὸς τῷ σεμνῷ, καὶ εἰ μὴ ἐργαζομένῳ βοῒ ὁ βασιλεὺς παραβάλλεται οὐδὲ μαχομένῳ πρὸς ἀντίπαλον οὐδ' ἄλλο τι ποιοῦντι γενναίου βοὸς ἄξιον, ἀλλὰ πρὸς τῇ φάτνῃ ἀναγκαίως ὄντι καὶ κρύφα πεσόντι, μὴ καὶ αἰσθόμενος ἀμύνηται τοὺς φονευτάς. Τὸ δὲ περὶ βοὸς τοῦτο ῥητὸν ἐχρησίμευσεν ὕστερον εἰς ἀστειότητα ἣν ἱστορεῖ Ἀθήναιος. μεθυσθεὶς γάρ τις ὑπὸ ψάλτου κακοῦ καὶ πεσὼν εἰς βαρὺν ὕπνον, εἶτα ἔξοινος γεγονὼς, καὶ ἐρωτηθείς τί πάθοι, ἔφη ὡς ὁ ἐπίβουλος καὶ ἐναγὴς ψάλτης ὡς βοῦν ἐπὶ φάτνῃ δειπνίσας ἀπέκτεινέ με. Ἐνταῦθα δὲ ὅρα καὶ ὅτι φθάσας ἐν δυσὶ στίχοις γοργῶς διηγήσασθαι τὸν τοῦ βασιλέως θάνατον ἐν τῷ δηλῶσαι, ὡς Αἴγισθος αὐτὸν ἔκτα σὺν οὐλομένῃ ἀλόχῳ, νῦν καὶ ἐν τοῖς ἑξῆς αὐξάνει καὶ πλατύνει τὸ ἁπλῶς ἤδη καὶ συντόμως διηγηθέν. (ῃερς. 414.) περὶ δὲ γάμου καὶ ἐράνου καὶ εἰλαπίνης ἱκανῶς προείρηται, ἔνθα καὶ παρεσημάνθη καὶ ὡς ὁ ἐνταῦθα ἔρανος οὐκ ἐκ ταπεινῆς εἶναι φαίνεται συμβολῆς ἀλλὰ πολυτελής ἐστιν ὡς ὑπὸ ἀφνειοῦ τινὸς γεγονώς. (ῃερς.