Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Commentarii ad Homeri Odysseam i
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-thessalonicensis-pg-135-136" aria-label="More works by Eustathius Thessalonicensis PG 135"> —
⋯
More
Original / primary: Pg Scrape Grc
417.1.1
) εἶτα ἐπιφέρουσα τὸ μάλιστα ὀλοφώϊον τοῦ γέροντος, φησί, πάντα δὲ γινόμενος πειρήσεται, ὅσσ' ἐπὶ γαῖαν ἑρπετὰ γίνονται. καὶ ὕδωρ. (ῃερς. 418.) Καὶ θεσπιδαὲς πῦρ. ἤγουν καιόμενον καὶ λάμπον κατὰ τὸ θεόθεν πεσόν. ὅ ἐστι κατὰ τὸ κεραύνιον πῦρ ὃ καὶ θεείου ὄζειν λέγεται. ὑμεῖς δ' ἀστεμφέως ἐχέμεν, μᾶλλόν τε πιέζειν. ἀλλ' ὅτε κεν δή σ' αὐτὸς ἀμείβηται ἐπέεσσι, τοῖος ἐὼν οἷόν κε κατευνηθέντα ἴδῃσθε. καὶ τότε δὴ, σχέσθαί τε βίης, λῦσαί τε γέροντα. εἴρεσθαι, καὶ τὰ ἑξῆς. (ῃερς. 416.) Καὶ ὅρασυχνὰ ἀπαρέμφατα ληφθέντα ὡς προστακτικά. τὸ κάδδ' ἔχειν ἀντὶ τοῦ κατέχετε. καὶ ἐφεξῆς ὁμοίως, τὸ ἀστεμφέως ἐχέμεν. τὸ πιέζειν. τὸ σχέσθαι. τὸ λῦσαι. καὶ τὸ εἴρεσθαι. (ῃερς. 400.) Τὸ δὲ ἦμος δ' ἠέλιος, ἢ τὸν δˉε σύνδεσμον ἀντὶ τοῦ δὴ ἔχει, ἢ ὥσπερ τῆμος τῆμοσδε, οὕτω καὶ ἦμος ἦμοσδε. ὁμοίως τῷ τηνίκα τηνικάδε καὶ ἔνθα ἐνθάδε. κεῖται δὲ ὁ τοιοῦτος στίχος καὶ ἐν Ἰλιάδι. (ῃερς. 401.) Τὸ δὲ γέρων ἅλιος νημερτὴς, εἰποῦσα καὶ ἀνωτέρω ἡ Εἰδοθέα, ὅμως λέγει καὶ νῦν. οὐ θέλουσα τοῦ πατρικοῦ ἐπαίνου ἀποσχέσθαι. (ῃερς. 402.) Τὸ δὲ μελαίνῃ φρικὶ καλυφθεὶς, ἔοικε δηλοῦν, ἢ ἐν σχήματι νηχομένου ἐξιέναι τὸν Πρωτέα εἰς αἰγιαλὸν, ἢ ὡς οἷα νέφει τινὶ καλυπτόμενον ἐν ἀγκάλῃ κύματος. ἐνταῦθα δὲ, καὶ σέμνωμά τι ἐστὶ τοῦ ζεφύρου ὡς τοῦ Πρωτέως αὐτῷ χαίροντος. περὶ δὲ φρικὸς, ἔχει σαφήνειαν τά τε τῆς Ἰλιάδος καὶ τὰ τοῦ περιηγητοῦ. (ῃερς. 404.) Προοίμιον δὲ ἡ φρίξ. Αἱ δὲ φῶκαι ὅτι μὲν χρήσιμοι πρὸς μαγικὰς γοητείας, φασὶν οἱ σχολιασταί. διὸ καὶ τὸν Πρωτέα χαίρειν αὐταῖς. Νέποδες δὲ αὗται, οὐ κατὰ τοὺς ἰχθύας ὡς ἄποδες, ἀλλ' ὡς ὀλιγόποδες ἤτοι μικρόποδες καὶ διατοῦτο ἐγγὺς ἀπόδων. καὶ ἐπιπολάζει τοιοῦτον στερήσεως εἶδος καὶ παρὰ τοῖς Λυκίοις μέχρι καὶ νῦν. οἳ χελιδόνας τινὰς ἃς οἱ ἰδιῶται πετροχελιδόνας φασὶν, ἐκεῖνοι καλοῦσιν ἄποδας, οὐ διὰ παντελῆ στέρησιν ποδῶν ἀλλ' ὀλιγότητα ἤτοι σμικρότητα. δῆλον δὲ ὅτι τὸ ˉα καὶ ἐπὶ ὀλιγότητος λέγεται. τινὲς δὲ νέποδας φώκας φασὶ, παρὰ τὸ ποσὶ νέειν ὅ ἐστι νήχεσθαι. ἵνα εἶεν φῶκαι νηξίποδες. Περὶ δὲ Ἁλοσύδνης, γέγραπται μὲν καὶ ἐν τῇ ˉδ τῆς Ἰλιάδος. ῥητέον δὲ καὶ νῦν ὅτι ὁ μῦθος, μίαν οἶδε ταύτην τῶν Νηρηΐδων. διὸ καὶ καλὴν αὐτὴν λέγει προσωπικῶς. ἄλλως μέντοι καλὴ Ἁλοσύδνη, ὡς καὶ ὕδωρ ἀγλαὸν λέγεται. ἕτεροι δὲ, Ἀμφιτρίτης ἐπίθετον αὐτὸ νοοῦσι. καὶ οὐδὲ παρὰ τὸ ὕδωρ ἐτυμολογοῦσι τὴν λέξιν, ἀλλὰ παρὰ τὸ ἐν ἁλὶ σύεσθαι ὅ ἐστιν ὁρμᾶν. ἄλλοι δὲ, καὶ πληθυντικῶς φασὶν Ἁλοσύδναι. ὅ ἐστιν ἐν ἁλὶ δευόμεναι. ἢ εἰς ἅλα δύνουσαι. Ἰστέον δὲ καὶ ὅτι ὡς κτῆμα τῆς Ἁλοσύδνης αἱ φῶκαι πλάττονται. εἴτε φώκας Ἁλοσύδνης αὐτὰς ἀναγνώσει τις, εἴτε νέποδας Ἁλοσύδνης. διὸ καὶ ἔφη τὸν Πρωτέα ἐν μέσαις αὐταῖς κεῖσθαι, ὡς νομέα ἐν πώεσι μήλων. ἃ δὴ καὶ αὐτὰ, ἀνδρῶν κτήματα. τινὲς δὲ ἠρέσθησαν, τρόπῳ συγγενικῷ οὕτω φρασθῆναι. νέποδες γάρ φασι θαλάσσης αἱ φῶκαι, ὅ ἐστι τέκνα. νέπους γὰρ κατά τινα γλῶσσαν, ὁ ἀπόγονος. (ῃερς. 406.) Τὸ δὲ πικρὸν ὀδμὴν, Ἀττικῶς ἐῤῥέθη. ὡς μετ' ὀλίγα τὸ, φωκάων ὀλοώτατος ὀδμή. μυρία δὲ καὶ ἄλλα τοιαῦτα παρεσημειώθη πολλαχοῦ. ὧν ἐστι καὶ τὸ, πάντων δὲ χαλεπώτατον, στρατιὰν ἀργὸν τρέφειν. ὅτι δὲ ἀργαλέον ἡ φώκη ὄζει, δηλώσει σαφέστερον ὁ ποιητὴς ἐν τοῖς ἑξῆς. (ῃερς. 408.) Τὸ δὲ κρίνασθαι καὶ τὸ κρινάμενος, Ἀττικώτερα. εὕρηται δὲ πολλαχοῦ καὶ ἐνεργητικῶς. ὅθεν καὶ τὸ ἐπικρίνειν. καὶ τὸ, κρίν' ἄνδρας. καὶ, κρίνας τ' ἀνὰ δῆμον ἀρίστους. (ῃερς. 410.) Ὀλοφώϊα δὲ κυρίως, τὰ ὀλεθρευτικὰ φωτῶν ἤτοι ἀνδρῶν. ἢ ἅπερ ὄλλυσιν ἐν τῷ φανῆναι. νῦν δὲ ἄλλως, ἀντὶ τοῦ, δεινὰ καὶ ἐκφοβητικά. ἦ γὰρ, οὐκ ἂν ἐξεφόβει ὁ Πρωτεὺς ὅτε πῦρ καὶ λέοντα ἐφάνταζε καὶ δράκοντα καὶ ἕτερά τινα φοβερά. (ῃερς. 411.) Τὸ δὲ ἔπεισιν, ἐνεστώς ἐστιν ἀντὶ μέλλοντος τοῦ ἐπελεύσεται. οὕτω γὰρ ἀπαιτεῖ ἡ σύμφρασις τοῦ, ἀριθμήσει. (ῃερς.

Intertext edge

Open linked passage

Note