Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Commentarii ad Homeri Odysseam i
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-thessalonicensis-pg-135-136" aria-label="More works by Eustathius Thessalonicensis PG 135"> —
⋯
More
Original / primary: Pg Scrape Grc
426.1.1
) Τὸ δὲ δρύπτεσθαι καὶ ἀράσσεσθαι ὡς τὸ μὲν ἀπὸ τοῦ δόρυ, τὸ δὲ ἀπὸ τοῦ Ἄρης γίνεται, ἀλλαχοῦ δηλοῦται. εἰσὶ δὲ οἳ καὶ ταῦτα ὠνοματοπεποιῆσθαι φασί. τραχύφωνα δὲ οἰκείως τῷ παρόντι τόπῳ, καὶ τὸ ἐδρύφθη, καὶ τὸ ἐδρύφθη, καὶ τὸ ἀράχθη. (ῃερς. 430.) Παλιῤῥόθιον δὲ κῦμα, τὸ ῥοθοῦν καὶ κατὰ τὴν παλίῤῥοιαν. ἦν μὲν γὰρ ἐκεῖνο ῥόθιον, καὶ ὅτε ἐπιδραμὸν παρῆλθε τὸν Ὀδυσσέα. γέγονε δὲ παλιῤῥόθιον, ὅτε διαύλου τρόπον εἰς θάλασσαν αὖθις ἐκ τοῦ αἰγιαλοῦ ἀποκαθίστατο. οὕτω δὲ σφοδρὸν ἦν, ὥστε τῆς πέτρας ἀποσπάσαν τὸν Ὀδυσσέα οὐχ' ἁπλῶς ἔφερεν ἔσω θαλάσσης, ἀλλὰ τηλοῦ ἔβαλε πόντῳ. τοῦτο δὲ πρὸς ἀγαθοῦ γέγονε τῷ Ὀδυσσεῖ. ἐκεῖθεν γὰρ πλαγίως νηχόμενος εὗρε τόπον ἀκίνδυνον τὸν πρὸς τῷ ποταμῷ. (ῃερς. 432.) Ὁ δὲ πολύπους, μεμέτρηται μὲν τοὺς πόδας εἴπερ ὀκτάπους καλεῖται κοινότερον, δόξαν δὲ οὕτω τοῖς ὀνοματοθέταις, πολύπους λέγεται. καθὰ καὶ ἡ τρίαινα, πολυγλώχιν. ἐν ἄλλοις δὲ, τὸ ἀνάπαλιν γίνεται. ἤγουν ἀντὶ τῆς κατὰ τὸ πολὺ ἀοριστίας, ὡρισμένος τις ἐκφωνεῖται ἀριθμός. Κρήτη γοῦν ἑκατόμπολις ἐν τοῖς ἑξῆς ῥηθήσεται, ἀντὶ τοῦ πολύπολις καθά τινές φασιν. οὕτω δὲ καὶ τῇ τῆς Ἀθηνᾶς αἰγίδι, ἑκατὸν θύσανοι προσυφαίνονται, ἤγουν πολλοί. ὁμοίως καὶ ἑκατὸν δούρατ' ἀμάξης Ἡσίοδος ἔφη. καὶ ἑκατὸν ἔτεα παῖδα παρὰ μητρὶ ἀτιτάλλεσθαι. σὺν ἄλλοις δὲ, καὶ ὁ Ὁμηρικὸς ἑκατόγχειρ τοιαύτην ἔννοιαν ὑποβάλλει. ἵνα ᾖ ἑκατόγχειρ, ὁ πολύχειρ. Ἡ δὲ κατὰ τὸν πολύποδα παραβολὴ, ἐναντιότητα δοκεῖ ἔχειν πρὸς τὸ προκείμενον πρᾶγμα. ὁ μὲν γὰρ πολύπους τῆς θαλάσσης ἐξελκόμενος, ἀνασπᾷ λάϊγγας ὅ ἐστι λιθίδια πρὸς ταῖς κοτυληδόσιν ἐχόμενα. Ὀδυσσεὺς δὲ ἀφῆκέ τι τοῦ σώματος πρὸς ταῖς πέτραις. φασὶ γοῦν οἱ παλαιοὶ, ὅτι ἡ παραβολικὴ ἐνταῦθα ὁμοίωσις πρὸς μόνον γίνεται τὸ στεῤῥὸν τῆς ἀντοχῆς. ὡς γὰρ ὁ πολύπους αἴρει τι τῶν λίθων ἀντεχόμενος, οὕτως Ὀδυσσεὺς ἀφίησί τι τοῦ κατὰ τὰς χεῖρας ῥινοῦ πρὸς τῇ πέτρᾳ. καὶ μία αἰτία ἀμφοῖν τοῦ τε ἀφεῖναί τι πρὸς ταῖς πέτραις, καὶ τοῦ ἀποσπασαί τι ἀπ' αὐτῶν, ἡ βιαία δηλαδὴ ἀντοχὴ τῶν κοτυληδόνων καὶ τῶν χειρῶν. δῆλον δ' ἐκ τῶν παλαιῶν, καὶ ὡς δύσριγον ὁ πολύπους. καὶ ὡς ἀντέχεται τῆς οἰκείας θαλάμης, ἵνα θερμαίνων, ἀντιθάλπηται ὑπ' αὐτῆς κατά τινα φερωνυμίαν. ἐπειδὴ ἀπὸ τοῦ θάλπειν δοκεῖ γίνεσθαι ἡ θαλάμη καθὰ καὶ ὁ θάλαμος. Ὅρα δὲ ὡς ἐν τοῖς κατὰ τὸν Ὀδυσσέα ἐφιλοτιμήσατο δι' ἐνέργειαν ταῖς παραβολαῖς ὁ ποιητής. τέσσαρες γὰρ ἐν τοῖς εἰρημένοις κεῖνται παραβολαί. Τὸν δὲ πολύποδα, πούλυπον μὲν Ἀττικοί φασιν ὡς ἐν ῥητορικῷ εὕρηται λεξικῷ, καὶ πολύπουν. Ἴωνες δὲ καὶ Δωριεῖς καὶ Αἰολεῖς, πώλυπον. ὅτι δὲ καὶ πώλυψ ὁ αὐτὸς παρὰ τοῖς τοιούτοις, ἐδηλώθη καὶ ἀλλαχοῦ. ὅτι δὲ καὶ ἀμφίβιος ὁ πολύπους, καὶ ὅτι καὶ τῇ ἐλαίᾳ χαίρει, καὶ συκέαις δὲ φιληδεῖ προσπεφυκυίαις θαλάσσῃ, καὶ ὡς ἐφωράθησαν πολύποδες καὶ τῶν σύκων ἐσθίοντες, δῆλον ἐκ τῶν παλαιῶν. παρ' οἷς κεῖται, καὶ ὅτι νόμος παρὰ Τροιζῆνα, οὔτε τὸν ἱερὸν καλούμενον πολύπουν οὔτε τὸν κωπηλάτην πολύπουν θηρεύειν. ἀπεῖπον γάρ φασι, τούτων τε καὶ τῆς θαλαττίας χελώνης μὴ ἅπτεσθαι. πολλῶν δὲ ὄντων ἃ φέρεται περὶ πολύποδος, ἐκεῖνα ἐπιτμητέον, ὅτι ὁ ποὺς μὲν, οὐκ ἔχει μονοσύλλαβον αἰτιατικὴν κατὰ τὸν βοῦν καὶ τὸν νοῦν, τὸ δὲ σύνθετον ἔχει, τὸν πολύπουν γάρ φαμεν, καὶ τὸν Οἰδίπουν καὶ τὸν τρίπουν λέβητα παρ' Αἰσχύλῳ. καὶ ὅτι τὸν ὡς ἐῤῥέθη Αἰολικὸν καὶ Δωρικὸν διὰ τοῦ ˉω μεγάλου πώλυπον, παρὰ Ἐπιχάρμῳ ἔστιν εὑρεῖν. ἔστι γάρ φασι παρ' ἐκείνῳ παθητικὸν πώλυποι. παρὰ δὲ Σιμωνίδῃ τὸ, πώλυπον διζήμενος. καὶ ὅτι τὰ μὲν ἄλλα μαλάκια, εὔθετα πρὸς ἡδονὴν ἁπλῶς καὶ ἀφροδίσια, μάλιστα δὲ οἱ πολύποδες. καὶ ὅτι θολὸν καὶ ὁ πολύπους ἔχει ἐν τῷ λεγομένῳ μήκωνι, οὐ μέλανα κατὰ τὴν σηπίαν, ἀλλ' ὑπένυθρον. καὶ ὅτι ὁ ῥηθεὶς μήκων ὃν καὶ σηπία, ἔχει. ὅρα δὲ τὸ, ὁ μήκων ἀρσενικὸν, κεῖται ἐπάνω τῆς κοιλίας, οἱονεὶ κύστις. καὶ ὅτι λέγεται ἂν ἀπορήσῃ τροφῆς, αὐτὸν κατεσθίειν. ὅθεν εἴρηται τὸ, ἔδωδ' ἐμαυτὸν ὡς πολύπους. καὶ ὅτι τοῦτο φασί τινες ψεῦδος εἶναι. ὑπὸ γὰρ τῶν γόγγρων διωκόμενον, ἀδικεῖσθαι τοὺς πόδας. καὶ ὅτι λέγεται ὡς εἴ τις ταῖς θαλάμαις αὐτοῦ ἅλας σπείρῃ, εὐθέως ἔξεισι. καὶ ὅτι φεύγων, μεταβάλλει φόβῳ τὰς χρόας, ἐξομοιούμενος τοῖς τόποις ἐν οἷς κρύπτεται. διὸ Κλέαρχός τις ἔφη. πουλύποδός μοι τέκνον ἔχων νόον Ἀμφίλοχ' ἥρως, τοῖσιν ἐφαρμόζου ὧν κεδῆμον ἵκηαι. ὁ δὲ τοιοῦτος νοῦς τὸν πολύτροπον πολύποδα σκώπτει. καὶ ὅτι εἴπερ ἱστορεῖται ὁ πολύπους λίαν ἀνόητος εἶναι, διωκόμενος τε γὰρ ἔστιν ὅτε οὐ φεύγει, καὶ πρὸς τὴν χεῖρα δὲ τῶν διωκόντων βαδίζει. ὅθεν εἴρηται τὸ εἶναί τινα ἠλίθιον νοῦν τε πολύποδος ἔχοντα, οὐκ ἄρα τὴν συνεξομοίωσιν τὴν πρὸς τοὺς τόπους φρονίμως αὐτὸς ποιεῖ, ἀλλ' ὁ φόβος ἀληθῶς αὐτὸν ἀλλοιοῖ. καὶ ὅτι λέγεται μηδὲ γίνεσθαι πολύποδας περὶ Ἑλλήσποντον. κατὰ δέ τινας, μηδὲ περὶ τὸν Εὔξεινον. ψυχρὰ γάρ φασιν ἡ θάλασσα αὕτη καὶ ἧττον ἁλμυρά. ταῦτα δ' ἄμφω, πολέμια πολύποδι. καὶ ὅτι ὁ τραγικὸς Ἴων μεμφόμενος τὸ τοῦ πολύποδος εὐμετάβλητον, ἀκολούθως δ' αὐτῷ καὶ τὸν παλίμβολον ἄνθρωπον, λέγει. τὸν πετραῖον πλεκτάναις ἀναίμονα στυγῶ μεταλλακτῆρα πολύπουν, χροός. Ὅρα δὲ τὸ, θαλάμης ἐξελκομένου, τότε γὰρ ἀντέχεται ὁ πολύπους μάλιστα. ὡς εἰ καί τις πατρίδος βιαίως ἀπάγοιτο ἢ οἴκου. δῆλον δὲ, ὡς θάλαμος μὲν, ἐπὶ λογικῶν. θαλάμη δὲ, ἐπὶ ἀλόγων. ὅτι δὲ θαλάμη μὲν, ἀεὶ βαρυτόνως ὡς παλάμη, τὸ δὲ πληθυντικὸν αὐτῆς πρὸς διάφορον σημασίαν ὠξυτονήθη, δηλοῖ ὁ ἱστορήσας θαλαμὰς ἐν ὀξείᾳ τάσει. καὶ εἰπὼν ὅτιθαλαμὰς ὡς ἀγαθὰς, Διοσκούρων ἱερὸν σημαίνει. θαλάμας δὲ βαρυτόνως ὡς μεγάλας, καταδύσεις μηνύει. Μνηστέον δ' ἐνταῦθα καὶ ὅτι θαλάμη οὐ τῷ πάλαι καὶ Ὁμηρικῷ ἀλλὰ τῷ παρὰ τοῖς ὕστερον νυμφικῷ, παρωνόμασται ὁ ἐπιθαλάμιος λόγος. περὶ οὗ γράφεται ὅτι ἐπιθαλάμιον μὲν, τὸ ἐπὶ θαλάμῳ τῆς γαμουμένης γραφέν. γαμήλιον δὲ, ὃ οὐ περιώρισται χρόνῳ. τάττεται δὲ ἡ λέξις φασὶ, καὶ ἐπὶ δωρεᾶς ἐν γάμῳ διδομένης. ὅτι δὲ θαλάμου παρώνυμος καὶ ὁ τριηρικὸς θαλάμαξ, οἶδεν ὁ μαθών. Κοτυληδόνες δὲ αἱ τοῦ πολύποδος πλεκτάναι, ἀπὸ μέρους τουτέστιν ἀπὸ τῶν βραχυτάτων κοτυληδόνων αἳ πρανεῖς ταῖς πλεκτάναις ὑπόκεινται, ὅμοιαι οὖσαι κοτυλιδίοις κοίλοις ἀφ' ὧν καὶ παρονομάζονται. δῆλον δ' ὅτι ταύταις ὁ πολύπους ἀντέχεται τῶν πετρῶν κρατερῶς. ὧν ἑκάστη συσπῶσα ἑαυτὴν καὶ προσφυομένη τῇ τῆς πέτρας ἐπιφανείᾳ κολλητικῶς, ἔχεσθαι ποιεῖ τὸν πολύποδα τοῦ ὑποκειμένου, ὅσα καὶ κισσὸν δρυὸς ἤ τινος ἄλλου. (ῃερς. 434.) Θρασείας δὲ χεῖρας νῦν τὰς τοῦ Ὀδυσσέως ἔφη, διὰ τὸ οὕτω τλῆμον καὶ θαῤῥαλέον αὐτοῦ. (ῃερς. 438.) Τὸ δὲ κύματος ἐξαναδὺς ἃ ἐρεύγεται εἰς ἤπειρον, καινῶς μὲν ἐσχημάτισται, ἐχρῆν γὰρ εἰπεῖν, ὃ ἐρεύγεται. πλὴν οὐκ ἦν ἄλλως εἰπεῖν. εἰ γὰρ καὶ ἑνὸς κύματος ἐξανέδυ Ὀδυσσεὺς, ἀλλ' οὐχ' ἓν κῦμα ἔξω ἠρεύγετο. ἔχει γοῦν τὸ σχῆμα ἐλλιπῶς. τὸ δὲ τέλειον, οὕτως. κύματος ἐξαναδὺς ἐκείνου ἑνὸς τῶν πολλῶν ἃ ἐρεύγεται ἤπειρόν δέ. (ῃερς. 439.) Τὸ δὲ νῆχε παρὲξ, ἀντὶ τοῦ, οὔτε πάνυ πόῤῥω τῆς γῆς, δέδιε γὰρ μήπως αὐτὸν αὖθις ἀναρπάξῃ θύελλα. οὔτε αὖθις ἐν χρῷ τῆς γῆς, ἵνα μὴ ταῖς πέτραις προσαραχθῇ. καὶ δηλοῖ συνήθως κἀνταῦθα ἡ μὲν πˉαρα, ἐγγύτητα τὴν πρὸς τῇ γῇ. ἡ δὲ ˉεξ ἄπωσιν τὴν ἐν θαλάσσῃ. Ὅρα δὲ ὅτι παρὲξ ἔφη, μὴ συντάξας τὸ ἐπίῤῥημα πτώσει τινὶ ὡς ἐν ἄλλοις ἐποίει. οἷον παρὲξ ἅλα. καὶ, παρὲκ νόον. (ῃερς. 455.) Τὸ δὲ ᾤδεε χρόα, ἀντὶ τοῦ, ἐξώγκωτο. ἐκ τοῦ οἰδέω οἰδῶ. εὕρηται δὲ ἐν παλαιοῖς βιβλίοις καὶ ἀντὶ τοῦ ὤζεεν, ὡς ἀπὸ τοῦ ὀζῶ τροπῷ συνήθει τοῦ ˉζ εἰς ˉδ. τοῦ δὲ ὀζῶ κοινῶς μὲν, ὁ μέλλων διὰ τοῦ ˉε, ὀζέσω γάρ. ὁ δὲ κωμικὸς ἐν ταῖς σφηξὶν, ὀζήσω φησὶ διὰ τοῦ ˉη. Τὸ δὲ θάλασσα κήκιεν, ἀντὶ τοῦ, ὕδωρ θαλάσσιον κατέῤῥεν. ὥσπερ καὶ ἐν Ἰλιάδι, ἱδρὼς κήκιε. (ῃερς. 457.) Τοῦ δὲ ὀλιγηπελέων, ἔστι καὶ ὄνομα ἐν τοῖς ἑξῆς ἡ ὀλιγηπελία, ὅ ἐστιν ὀλιγοψυχία. ἔστι γὰρ ὀλιγηπελέειν, τὸ ὀλίγον τινὰ πέλειν. ἢ ὀλιγοῦσθαι τὸ εἶναι διά τι πάθος φθοροποιόν. ὁποῖον καὶ ὁ αἰνὸς κάματος. (ῃερς. 299.) Ὅτι καταποικίλλων πανταχοῦ πολυειδῶς καὶ τὴν ποίησιν ταύτην Ὅμηρος παραπλέκει τῷ τοῦ Ὀδυσσέως κινδύνῳ καὶ ἠθοποιΐας τινάς. φησὶ γοῦν ἐν προοιμίοις τοῦ κακοῦ, ὅτι ὀχθήσας δ' ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν. ᾤμοι ἐγὼ δειλός. τί νύ μοι μήκιστα γένηται. λέγει δὲ καὶ δεδιέναι μὴ νημερτέα ἡ Καλυψὼ εἴπῃ, φαμένη ἐν πόντῳ αὐτὸν πρὶν εἰς τὴν πατρίδα ἐλθεῖν, ἄλγε' ἀναπλήσειν. ἐκφοβεῖ δὲ αὐτὸν καὶ τὸ νέφεσι περιστέφεσθαι (ῃερς. 303.) τὸν οὐρανὸν ἤτοι τὸν ἀέρα ὡς προγέγραπται. καὶ τὸ ταράσσεσθαι τὸν πόντον. καὶ τὰς ἀέλλας τῶν ἀνέμων ἐπισπέρχειν. καὶ φησί. (ῃερς. 305.) νῦν μοι σῶς αἰπὺς ὄλεθρος. ὃ κεῖταί που καὶ ἐν Ἰλιάδι. καὶ ὅτι τρισμάκαρες Δαναοὶ καὶ τετράκις, οἳ τότ' ὄλοντο Τροίῃ ἐν εὐρείῃ χάριν Ἀτρείδῃσι φέροντες. καὶ δὴ ἔγωγ' ὄφελον θανέειν καὶ πότμον ἐπισπεῖν ἤματι τῷ, ὅτε μοι (ῃερς. 310.) πλεῖστοι χαλκήρεα δοῦρα Τρῶες ἐπέῤῥιψαν περὶ Πηλείωνι θανόντι. ὅτε δηλαδὴ Ὀδυσσεὺς, μὲν, ἐβάστασε τὸν Ἀχιλλέα νεκρὸν, Αἴας δὲ ὑπερήσπιζεν. οὕτως ἂν ἔλαχόν φησι κτερέων, καί μευ κλέος ἦγον Ἀχαιοί. νῦν δέ με (ῃερς. 312.) λευγαλέῳ θανάτῳ ὅ ἐστιν ὀλεθρίῳ παρὰ τὸν λοιγὸν ἢ θανασίμῳ παρὰ τὸ λέγω τὸ κοιμίζω εἵμαρτο ἁλῶναι. ὁποῖος δηλαδὴ σὺν ἄλλοις καὶ ὁ ἐν θαλάσσῃ. Ὅρα δὲ τὸ, πρὸς ὃν μεγαλήτορα θυμόν. τὸ γὰρ ἐναγώνιον, οὐκ ἐδίδου καὶ ἐκλαλεῖσθαι τὰ κατὰ θυμόν. ἡ μέντοι Ὁμηρικὴ Μοῦσα οἶδεν αὐτὰ κἂν εἰ μὴ ἐξεβοῶντο. ἐν δὲ τοῖς ἑξῆς τὸ, εὔξατο ὃν κατὰ θυμὸν, ἄλλον ἔχει λόγον. ἐκεῖ γὰρ καὶ τὸ ὕδωρ προσπελάζον τοῖς χείλεσιν, οὐκ ἀφίησι προφορικῶς εὔχεσθαι. πρὸ δὲ τούτων ὁ Ποσειδῶν μυθικῶς κινήσας τὴν κεφαλὴν προστί ὃν μυθήσατο θυμὸν; διὰ τὸ μόνος εἶναι καὶ μὴ ἔχειν τινὰ ᾧ ἂν μυθήσεται. (ῃερς. 299.) Τὸ δὲ ᾤμοι ἐγὼ δειλὸς, καινότερον ἐσχημάτισται. τὸ γὰρ κοινὸν καὶ οὐδὲ ἔμψυχον, ᾤμοι τῷ δειλῷ. Τὸ δὲ τί νύ μοι μήκιστα γένηται, ἀντὶ τοῦ, τίνα μοι κακὰ μείζω γενήσεται. εἰ δὲ γράφεται μήχιστα, ἐρωτᾷ τί ἄν μοι γένοιτο μῆχος ἤτοι μηχανή. (ῃερς. 302.) Τὸ δὲ ἄλγε' ἀναπλήσειν, ἀντὶ τοῦ ἐντελῶς παθεῖν καὶ πληρέστατα. γράφεται δὲ καὶ ἀνατλήσειν. (ῃερς. 306.) Τὸ δὲ καὶ τετράκις, ἀφελῶς εἴρηται καὶ πρὸς οὐδὲν μέγα. ἐν γὰρ τῷ τρισμάκαρες, καὶ τὸ τετράκις καὶ τὰ ἐφεξῆς νοοῦνται. οὐ γὰρ ὥρισται τὸ τρισμάκαρες, ἀλλ' ἀντὶ τοῦ πολυμάκαρες λέγεται. εἰ μὴ ἄρα κατὰ Πινδαρικὴν ἔννοιαν οἱ ἐξηγηταὶ δηλοῦσιν ἐκεῖ, τὸ τρισμάκαρες καθὰ καὶ τὸ τρισάθλιοι, τριαδικὸν αὐτὸ δὴ τοῦτο μόνον δηλοῦσιν ἀριθμόν. εἰ δὲ καὶ τοῦτο, ἀφελῶς πάλιν εἴρηται τὸ τετράκις καὶ οὐδέν τι μεγαλεῖον ἔχει, οἷα ἐν κινδύνῳ ἀσκέπτως ῥηθέν. μεῖζον γὰρ ἦν, πεντάκις ἢ δεκάκις ἢ τοιοῦτόν τι εἰπεῖν. Σημείωσαι δὲ καὶ ὅτι ἀπὸ συνθέτου τοῦ, τρισμάκαρες, ἰδίᾳ λαβὼν ἔθετο τὸ, καὶ τετράκις. ὡς εἴπερ καὶ ἐκεῖ τὸ τρὶς μὲν ἰδίᾳ ἔκειτο ἰδίᾳ δὲ αὖθις τὸ μάκαρες. ὅμοιόν τι καὶ ἐν τοῖς ἑξῆς τὸ διοθανέες ὅτε ἅπαξ θνήσκουσ' ἄνθρωποι. Σημείωσαι δ' ἐν τῷ τρισμάκαρες, οὕτω δὲ καὶ ἐν τῷ, νῆσοι μακάρων, καὶ τῷ, μακάρεσι θεοῖσιν, ὅτι τὸ μάκαρ, οὐκ ἔσχεν ἀποκοπὴν ἐκ τοῦ μακάριος. οὐ γὰρ ἂν ἀποκοπὲν ἐκλίνετο. τὰ γὰρ οὕτω παθόντα μένουσι τοῦ λοιποῦ ἀμετάβατα εἰς κλίσιν, ὡς οἷα ποδῶν ἐκοπέντα τῶν ἐν αὐτοῖς τελευταίων συλλαβῶν αἷς αἱ μεταβάσεις τῶν κλίσεων γίνονται. τὸ γοῦν δῶ καὶ τὸ κρῖ καὶ ὁ παρὰ τῷ γεογράφῳ ἧλ δαιμόνιος ἀποκεκομμένα ἐκ τοῦ δῶμα καὶ κρίμνον καὶ ἧλος, οὐκέτι κινοῦνται. οὕτω δὲ καὶ τὸ νίφα καὶ σκέπα τὰ τοῦ Ἡσιόδου καὶ τἄλλα. οὔκουν ὁ μάκαρ ἀπεκόπη ἐκ τοῦ μακάριος, ἀλλὰ πρωτότυπον αὐτὸ ἐκείνου ἐστί. διὸ ὡς Καίσαρ καίσαρος καισάριος, οὕτω μάκαρ μάκαρος μακάριος. ἐξ οὗ κατὰ συγκοπὴν ὁ μάκαρς, πρὸς ὁμοιότητα τοῦ ἃλς ὁ ἐκ θαλαττίου ὕδατος συμπαγεὶς, οὗ προϋπάρχει ὁ ἅλιος. διὸ καὶ κλίνεται ὥσπερ ὁ ἃλς τοῦ ἁλτὸς, καὶ ἐξωθήσει τοῦ ˉτ ἁλὸς διὰ κανόνα γραμματικὸν, οὕτω καὶ μάκαρς μάκαρος. ἀφ' οὗ μακάρτατος μακαριώτατος. εἰ μή τι ἄρα καὶ αὐτὸ ἐκ τοῦ μακαριώτατος συγκέκοπται. Τὸ δὲ οἳ τότ' ὄλοντο, πολὺν μὲν ἔχει νοῦν. γοργότατα δὲ εἴρηται. πότε γὰρ τότε; ὅτε πάντως Ἑλένη μὲν ἡρπάγη. Ἀχαιοὶ δὲ ἔπλευσαν. καὶ τὰ, καὶ τὰ ἐγένετο. ἐν οἷς καὶ τὸ τοῦ Ἀχιλλέως πτῶμα καὶ τὰ ἐπ' αὐτῷ. αἴτιον δὲ καὶ τῆς γοργότητος ταύτης ὁ κινδυνώδης καιρὸς, οὐκ ἐφιεὶς πολυλογεῖν. Σημείωσαι δὲ ὁποῖόν τι ὁ ἄνθρωπος ἐν τοῖς κατὰ τὸν βίον. καὶ ὡς πρὸς τὰς τύχας, τὰς φρένας κέκτηται. Ὀδυσσεὺς γὰρ ὁ ἐν Τροίᾳ ἐξ ἅπαντος τρόπου ζωὴν ἑαυτῷ περιποιούμενος, μακαρίους ἐνταῦθα ἡγεῖται τοὺς ἐκεῖ θανόντας ὅθεν αὐτὸς ἐῤῥύσθη. μυρία δὲ καὶ ἄλλα ὁσημέραι τοιαῦτα παλίντροπα ἤθη παραφαίνονται κατὰ τὸ πάντῃ ἀναγκαῖον. οὕτω καὶ Πτολεμαίου τοῦ βασιλέως περιᾴδεται τὸ, ὦ τάλας ἐγὼ τὸ μὴ δὲ τούτων ἕνα γενέσθαι με. εἶπε δὲ τοῦτο ἐκεῖνος, ὅτε ποδαγρῶν καὶ ἰδὼν Αἰγυπτίους περὶ τὸν ποταμὸν ἐπὶ τῆς ἄμμου ἐῤῥιμμένους ἀριστοποιουμένους ὥς φησιν Ἀθήναιος καὶ τὰ τυχόντα προσφερομένους, ἐπαθήνατο. Καὶ σημείωσαι τὸ σχῆμα τοῦ βασιλικοῦ λόγου. ὅπερ ἐστι, τὸ μὴ δὲ τούτων ἕνα γενέσθαι. ἤγουν ὅτι μὴ δὲ τούτων εἷς ἐγενόμην. ληφθὲν ἐκ τοῦ κωμικοῦ εἰπόντος ἐν νεφέλαις. τὸ δὲ μὴ κυνῆν ἐλθεῖν ἐμὲ τὸν ταπεινὸν ἔχοντα. ἤγουν ὅτι μὴ ἦλθον ἔχων οἴκοθεν σκέπασμα κεφαλῆς. καὶ ἔστιν ἐλλειπτικόν. οἷον λέγῃ ὁ μὲν βασιλεὺς, ὡς δυστυχὲς γέγονέ μοι τὸ μὴ δὲ τούτων ἕνα γενέσθαι. ὁ δὲ τῆς κωμῳδίας ἄνθρωπος, ὅτι ἀπρομήθευτόν μοι συνέβη τὸ μὴ φέρειν κατακάλυμμα κεφαλῆς ἐπὶ ὑετῷ. Ἰστέον δὲ ὅτι αἱ συνθέσεις τοῦ τρὶς ἐπιῤῥήματος, ποτὲ μὲν ὡς καὶ ἀλλαχοῦ ἐδηλώθη, αὐτόχρημα τριάδα δηλοῦσιν, ὡς ἐν τῷ τρισμάκαρες καὶ τετράκις καθὰ εἴρηται. ποτὲ δὲ, πλῆθος σημαίνουσιν. ὡς ἐν τῷ, τρισγαρμύριοί εἰσι παρ' Ἡσιόδῳ. καὶ ἐν τῷ, ἀλλ' ὦ τρισκεκορημένε Σμερδίῃ παρὰ Ἀνακρέοντι. ἤγουν πολλάκις ἐκσεσαρωμένε. καὶ Θάσον δὲ τὴν τρισοιζυρὴν πόλιν παρὰ Ἀρχιλόχῳ. ἤτοι τὴν λίαν ὀϊζυράν. οὕτω δὲ καὶ ὁ γράψας ὅτι στίχων καὶ πέδων δοῦλος ὁ στιγματίας. καὶ πεδήτης παρὰ Ἀριστοφάνει. μετ' ὀλίγα λέγει ὅτι τριπαίδων, ὁ τρίδουλος. καὶ ὥς που προεγράφη, τρίπρατος. Ἱππώναξ δὲ ὑπεραναβὰς τοῦτο, φησὶν ἀφέω τοῦτον τὸν ἑπτάδουλον. τοῖς δὲ ἀνωτέρω ῥηθεῖσιν, ὅμοιον καὶ τὸ τρισεξώλης. ὅτι δὲ τὸ αὐτὸ τρὶς, οὐκ ἀεὶ φυλάσσει τὸ σίγμα συντεθὲν ἀλλ' ἀποβάλλει αὐτὸ, δῆλον ἐκ τοῦ τρίπαλαι. καὶ τρίπους. καὶ τρίδουλος. καὶ ἄλλων μυρίων. (ῃερς.

Intertext edge

Open linked passage

Note