Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Commentarii ad Homeri Odysseam i
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-thessalonicensis-pg-135-136" aria-label="More works by Eustathius Thessalonicensis PG 135"> —
⋯
More
Original / primary: Pg Scrape Grc
428.1.1
) Ὅτι πορφύρειν, τὸ βαθέως διαλογίζεσθαι. ἢ κυμαίνεσθαι διαλογισμοῖς, ὡς ἀπὸ θαλάσσης. ἐφ' ἧς καὶ τὸ πορφύρειν, καὶ τὸ ἰοδνεφὲς καὶ τὸ μέλαν καὶ τὰ τοιαῦτα, λέγονται. τὸ δ' αὐτὸ, καὶ καλχαίνειν. ἀπὸ τῆς κάλχης ὃ πορφύραν δηλοῖ. φησὶ γοῦν καὶ νῦν καὶ μετ' ὀλίγα, πολλὰ δέ μοι κραδίη πόρφυρε κιόντι. τουτέστι διενοεῖτο. ἐταράττετο. οὐκ ἀεὶ δὲ βαθὺν ταραγμὸν τὸ πορφύρειν σημαίνει, ἀλλά ποτε καὶ ἠρεμαῖον, ὡς δηλοῖ τὸ, εὔδια πορφύροντα. (ῃερς. 429.) Ὅτι ναυτικῆς εὐτελοῦς διαίτης τὸ, ἐπεὶ ἐπὶ νῆα κατήλυθον ἠδὲ θάλασσαν δόρπον θ' ὁπλισάμεσθα ἐπί τ' ἤλυθεν ἀμβροσίη νὺξ, δὴ τότε κοιμήθημεν ἐπὶ ῥηγμῖνι θαλάσσης. Καὶ ὅρα ὡς διασαφεῖται κἀνταῦθα ὁ δόρπος ἐν τῷ, ἐπῆλθεν ἀμβροσία νύξ. τὸ γὰρ τηνικαῦτα ἔμβρωμα, δόρπος λέγεται. (ῃερς. 434.) Ὅτι τρεῖς ἑταίρους κατὰ τὸν τῆς Εἰδοθέας λόγον εἰς τὸν τοῦ Πρωτέως λόχον Μενέλαος ἑταιρισάμενος, ἦγεν. οἷς μάλιστα πεποίθει πᾶσαν ἐπ' ἠθύν. ὅ ἐστιν ἐπὶ πᾶσαν ὁρμὴν πράξεως, Καὶ ὅρα οἵους εἶναι χρὴ τοὺς εἰς λόχον ἐπικρινομένους. (ῃερς. 437.) Ὅτι νεόδαρτα τέσσαρα φωκάων ἐκ πόντου δέρματα Εἰδοθέη ἐνεγκοῦσα, καὶ εὐνὰς ἐν ψαμάθοισι διαγλάψασα, ἧστο μένουσα τοὺς περὶ τὸν Μενέλαον. ἐλθόντας δὲ, ἑξείης εὔνησε, βάλεν δ' ἐπὶ δέρμα ἑκάστῳ. ἔνθά κεν αἰνότατος λόχος ἔπλετον, τεῖρε γὰρ αἰνῶς φωκάων ἁλιτρεφέων ὀλοώτατος ὀδμή. τίς γὰρ ἂν εἰναλίῳ παρὰ κήτεϊ κοιμηθείη; ἢ πάντως οὐδεὶς δηλαδή. ἀλλ' αὐτὴ ἐσάωσε καὶ ἐφράσσατο μέγ' ὄνειαρ. ἀμβροσίην ὑπὸ ῥῖνα ἑκάστῳ θῆκε φέρουσα, ἡδὺ μάλα πνείουσαν. ὤλεσσε δὲ κήτεος ὀδμήν. εἴη δὲ ἂν ἀμβροσία ἐνταῦθα, ἡ ἀγαθὴ ἐλπίς. τὸ διὰ τοῦ τοιούτου λόχου ἐλπίζειν εἰς τὴν πατρίδα ἐπανελθεῖν. μυθικῶς δέ γε, νῦν οὐ θρεπτικὸν ἀλλ' εὐῶδές τι ἡ τοιαύτη ἀμβροσία. (ῃερς. 437.) Ὅρα δὲ καὶ ἐνταῦθα σχῆμα τὸ κατὰ τὸ σιωπώμενον. ὡς μὲν γὰρ νεόδαρτα ἦσαν τὰ δέρματα, λέγει. τίς δὲ αὐτὰ ἐξέδειρεν, οὐ λέγει. Σημείωσαι δὲ καὶ ὅτι νῦν μὲν, φωκάων δέρματα ἔφη ἐντελῶς. μετ' ὀλίγα δὲ, φώκας αὐτὰ εἶπεν ἐν τῷ, φωκάων ὀλοώτατος ὀδμή. τῷ τοῦ ὅλου ὀνόματι τὸ μέρος καλέσας. ὡς καὶ ὅτε ἐλέφαντος λέγει ὀστοῦν, καὶ βοῦν δὲ, τὴν βύρσαν. Εὐνὰς δὲ, τὸν τόπον φησὶν ἔνθα ἔστιν εὐνασθῆναι. Γλάφειν δὲ ὅτι τὸ κοιλαίνειν δηλοῖ καὶ ὡς λειότερόν ἐστι τοῦ γράφειν κατὰ τὴν ἐκφώνησιν, ἐδηλώθη καὶ ἀλλαχοῦ. καὶ ὅτι ἐπὶ λογικῆς τινος γραφῆς ἔστιν ὅτε τίθεται, ὡς δηλοῖ παρὰ Παυσανίᾳ τὸ, τὸν ἄνδρ' ἀπωσάμην τε κ' ἀπεγλαψάμην. οἱονεὶ, ἀπέξεσα καὶ ἀπήλειψα ὡς ἀπὸ βιβλίου. δῆλον δὲ καὶ ὅτι ἀπὸ τοῦ τοιούτου ῥήματος γίνεται τὸ γλαφυρὸν σπήλαιον. καὶ τὸ, γλάφυ πετρῆεν. ἤδη δὲ καὶ αὐτὸ τὸ γλύφειν. μᾶλλον μὲν οὖν, ὥσπερ προϋπόκειται τὸ γρῶ τοῦ παραγώγου γράφω, οὕτω καὶ τὸ γλῶ, τοῦ γλάφω τε καὶ τοῦ γλύφω. ἔστι δὲ ὁμοιότητα τῆς τοῦ γράφω καὶ γλάφω, τοῦ μὲν τραχυφωνίας, τοῦ δὲ λειότητος, εὑρεῖν καὶ ἐν τῷ κρώζειν καὶ κλώζειν. τραχύτερον γὰρ ὁ κρωγμὸς τοῦ κλωγμοῦ. ὧν, κρωγμὸς μέν ἐστιν, ὁ τῆς κορώνης ἦχος. κλωγμὸς δὲ κατὰ τοὺς παλαιοὺς, ὁ ἐν θεάτρῳ διὰ στόματος πρὸς τὸν οὐρανίσκον ἀποτελουμενός φασι ψόφος. ᾧ πρὸς τὰς ἐκβολὰς ἐχρῶντο τῶν ποιητῶν. καὶ κλώζειν, τὸ οὕτω ἐκβάλλειν ἐκ τῶν θεάτρων. καὶ ἔστιν ἕτερονσυριγμοῦ ὁ κλωγμὸς, ὡς δηλοῖ καὶ τὸ περικλώζεσθαι καὶ περισυρίττεσθαι. τὸ μέντοι ἐρηρέδαται καὶ ἐληλέδαται, ἑτεροῖον μέν τι φανήσεται ἐν τοῖς ἑξῆς. λειότερον δὲ ὅμως καὶ ἐκεῖ τὸ ἐληλέδαται. (ῃερς. 439.) Τὸ δὲ ἧστο μένουσα, εὐεργετικὸν ἦθος ὑπογράφει. οὐ γὰρ οἱ περὶ Μενέλαον, προλαβόντες ἀνέμενον. ἀλλ' ἡ Εἰδοθέα, ἐκείνους. ἡ καὶ τὰς εὐνὰς φθάσασα διαγλάψαι. (ῃερς. 441.) Τὸ δὲ ἔνθα αἰνότατος λόχος, ἀντὶ τοῦ, ἐνταῦθα περὶ τὴν τῶν δερμάτων ἐπιβολήν. τὰ γὰρ ἄλλα ἡδὺς ὢν, τοῦτό γε αἰνότατος ἦν διὰ τὴν ὀλοώτατον καὶ πικρὸν ὀδμήν. (ῃερς. 441.) Ὅρα δὲ ὅτι διγενὲς καὶ τὸ ὀλοώτατος. οὐ γὰρ μόνον κοινότερον ἀρσενικὸν, ἀλλὰ καὶ θηλυκὸν ἰδοὺ Ἀττικῶς. ὡς δὲ πολλὰ καὶ ἄλλα τοιαῦτα, πολλαχοῦ παρεσημάνθη. ὧν καὶ τὸ, ἡ πηλὸς κατὰ τὸν γραμματικὸν Διόδωρον. καὶ τὸ, ἡ λιμός. καὶ τὸ, ἡ σκώληξ. καὶ τὸ, ἡ μαργαρίτις λίθος. καὶ τὸ, ἡ χοῦς παρὰ Στράβωνι καὶ ἑτέροις. Τὸν δὲ λόχον, καὶ δόλον προέφη ἐν τῷ, δόλον δ' ἐπεμήδετο πατρὶ ἐπαινετὸν δηλαδή. Τῆς δὲ κατὰ Δωριεῖς ὀδμῆς, προϋπάρχει τὸ ὄζειν. ἐξ οὗ κατὰ παλαιὰν μὲν ἐκφώνησιν, ὀζμὴ διὰ τοῦ ˉζ. κατὰ δὲ ὑστερογενῆ προφορὰν, ὀσμὴ διὰ τοῦ ˉσ. τούτων δὲ, τῆς μὲν ὀδμῆς, οὐδέν τι πρόεισιν εἰς παραγωγήν. τῆς δὲ ὀσμῆς, παράγωγόν ἐστι τὸ ὀσμηρόν. Νίκανδρος. σισύμβριον ὀσμηρόν. καινότερον δὲ τούτου τὸ, ὕδωρ νοσηρόν. ἐκεῖνο γὰρ, ἀναλογεῖ τῷ, ζωὴ ζωηρόν. (ῃερς. 443.) Τὸ δὲ εἰναλίῳ κήτεϊ, περιφραστικῶς φώκην δηλοῖ, οὐ μὴν τὸ ἁπλῶς κῆτος. (ῃερς. 446.) Τὸ δὲ ὤλεσε κήτεος ὀδμὴν, ἀντὶ τοῦ ἠλλοίωσεν ἢ ὀλίγωσεν. οὐ γὰρ ἦν αὐτὴν ἄλλως ἀπολωλέναι τέλεον. (ῃερς. 447.) Ὅτι ἐν τῷ, πᾶσαν ἠοίην μένομεν τετληότι θυμῷ, ἠοίαν λέγει, τὴν ἀπὸ πρωΐας ἕως ἕκτης ὥρας ἡμέραν. ὁμοίως τῷ ὄφρα μὲν ἠὼς ἦν καὶ ἀέξετο ἱερὸν ἦμαρ. ταυτὰ γὰρ ἐκεῖ τὸ ἠὼς καὶ ἐνταῦθα τὸ ἠοίη. πλὴν ὅσον ἐκεῖνο μὲν, πρωτότυπον καὶ ἀνελλιπές. τοῦτο δὲ, παράγωγον καὶ κατ' ἔλλειψιν νοούμενον. ἀπὸ γὰρ τοῦ ἠὼς ἠόος, γίνεται ἠοῖος ὁ πρωϊνός. ὡς τὸ, πρωΐ δ' ὑπ' ἠοῖοι. ἔτι δὲ καὶ ὁ ἀνατολικός. ὡς τὸ, οἴχονται πρὸς τοὺς ἠοίους τῶν λιβύων. καὶ ἠὲ, πρὸς ἠοίων ἢ ἐσπερίων ἀνθρώπων. ἐκ δὲ τοῦ ἠοῖος, ἠοίη ἐλλειπτικῶς, ἡ τῆς ῥηθείσης ἠοῦς κατάστασις ἢ αὔξησις ἤτι τοιοῦτον. Ὅτι κατὰ τὸν Πρωτέα οὕτω φράζει. ἔνδιος δ' ὁ γέρων ἦλθ' ἐξ ἁλός. εὗρε δὲ φώκας ζατρεφέας. πάσας δ' ἂρ ἐπῴχετο λέκτο δ' ἀριθμόν. ἐν δ' ἡμέας πρώτους λέγε κήτεσσιν. οὐδέ τι θυμῷ ὠΐσθη δόλον εἶναι. ἔπειτα δὲ λέκτο καὶ αὐτός. (ῃερς. 454.) ἡμεῖς δ' ἰάχοντες ἐπεσσύμεθα, διὰ τὸ φοβερώτερον, ἀμφὶ δὲ χεῖρας βάλλομεν. οὐδ' ὁ γέρων δολίης ἐπελήθετο τέχνης. ἀλλ' ἤτοι πρώτιστα, λέων γένετ' ἠϋγένειος. αὐτὰρ ἔπειτα δράκων καὶ πάρδαλις ἠδὲ μέγας σῦς. γίνετο δ' ὑγρὸν ὕδωρ, καὶ δένδρεον ὑψιπέτηλον. περὶ ὧν προεῤῥέθη τὸ κατὰ τόπον ἀρκοῦν. (ῃερς. 450.) Ἐνταῦθα δὲ, προσθετέον εἰπεῖν, ὅτι καθάπερ ἐκεῖ τὸ τοῦ μύθου καχεκτοῦν εὗρέ τι θεράπευμα, οὕτω καὶ τὰ ἐκεῖσε παραπεπηγότα τέρατα τὸ πολυκέφαλον τὸ μυριόφθαλμον καὶ τὸ τῶν ἑκατογχείρων, ἔχουσι καὶ αὐτὰ τοὺς θεραπεύοντας. ὁποῖοί τινες, ὁ Παλαίφατος. ὁ Ἡράκλειτος οὐχὶ ὁ σκοτεινὸς ἀλλ' ἕτερός τις ὁ τοῖς ἀπίστοις προθέμενος ἐμφῆναι πίστιν. ὁ Χάραξ. καὶ ἄλλοι, καὶ οἱ μὲν πολλοῖς ὀφθαλμοῖς βλέπον τοῖς διὰ παντὸς δηλαδὴ σώματος, ὀξυωπίᾳ σεμνύνεται. καὶ περιέργου δὲ ὄψεως ἁλίσκεται. ὁ δὲ χερσὶ πολλαῖς πεπλουτισμένος, εἰς πολυδύναμον ἢ καὶ ἄλλως πρακτικώτατον ὑπενοήθη καθὰ καὶ ἡ Ἰλιὰς ἔδειξεν. ἡ δὲ τῶν πολυκεφάλων θεραπεία, πλατεῖαν τὲ φιλαρχίαν ὑποβάλλει νοεῖν, καὶ τὸ ἐν σκέμμασι πολύβουλον. καὶ τὸ ποικίλον ἐν μηχαναῖς. καὶ μάλιστά φασι ταῖς κακοποιοῖς. φαντάζει δέ που, καὶ κόλακας ἐπιτρίπτους. οἳ ὅσα καί τινες κεφαλαί φασιν ἀρχικαὶ, τοῖς αὐτῶν ἡττωμένοις ἐπίκεινται. τοιοῦτον γάρ τι ὡς εἰκὸς, ὁ τυφὼς καὶ ἡ ὕδρα. καθὰ τὰ ἐς πολυμορφίαν, εἰς ὅμοιον ἥκουσι Πρωτεύς τε καὶ Ἔμπουσα. Ἑρμῆς δὲ τρικέφαλος, ἄλλως τὸ τριττὸν τοῦ φιλοσόφου λόγου αἰνίττεται. δοκοῦσι δὲ πολυκέφαλοι, καὶ οἱ μεθύοντες καὶ οἷον πολλὰ βλέποντες τῇ συγχήσει τῆς ὁράσεως. ἔμπορος γοῦν τις μέθυσος παρὰ Μενάνδρῳ παίζει κατὰ τὴν ἱστορίαν τοῦ Ναυκρατίστου σοφοῦ, οὕτως. ὅλην ἐπίνομεν τὴν νύκτα. καὶ σφόδρα ἄκρατόν μοι δοκῶ. ἀνίσταμαι γοῦν τέσσαρας κεφαλὰς ἔχων. ὅτι δὲ τὰς ὄψεις ὁ οἶνος πλανᾷ ὥς φησι Τίμων, δειχθήσεταί που ἐν τοῖς ἑξῆς. καὶ οὕτω μὲν καὶ ταῦτα. (ῃερς. 460.) Ὅμηρος δὲ τὴν τοῦ Πρωτέως δολίαν τέχνην δι' ὀλίγων φράσας, εἶτα ἐπάγει καὶ ὡς ἐπεὶ ἀστεμφέως εἶχον αὐτοὶ καὶ ὁ γέρων ἀνίαζε, καὶ τότε δὴ γνοὺς μαντικῶς τὸν λοχήσαντα, ἀνείρετο. τίς δή τοι Ἀτρέος υἱὲ θεῶν συμφράσατό φησι βουλὰς, ὄφρά μ' ἕλοις ἀέκοντα λοχησάμενος; ὅπερ δύναται παρῳδῆσαι εἰς ἑαυτὸν, ὁ πρός τινος ἐπιβουλευθείς. (ῃερς. 463.) Καὶὅρα τὸ, τίς συμφράσατο, οὐ δι' ἄγνοιαν ἐρωτηθέν. οὐ γὰρ εἰκὸς ἀγνοεῖν τὸν μαντικώτατον Πρωτέα τίς ὁ συμφρασάμενος τὸν ἐπ' αὐτῷ λόχον, ἀλλ' ἁπλῶς οὕτω κατὰ θάμβος ῥηθέν. εἰ δὲ καὶ μὴ προέγνω ἐλλοχώμενος, καινὸν οὐδὲν εἶναι δοκεῖ, οὐ γὰρ προεσκέψατό φασιν. οὐκ ἂν οὖν εἴη μὴ εἰδὼς ὁ προειπὼν υἱὸν Ἀτρέος τὸν λοχήσαντα Μενέλαον ὃν οὔπω εἶδε. διὸ καὶ ὁ Μενέλαος φησίν. οἶσθα γέρον. οὕτω καὶ ἡ Θέτις ἐν Ἰλιάδι γινώσκουσα, ὅμως ἐρωτᾷ τὸν υἱὸν Ἀχιλλέα. καὶ αὐτὸς, οἶσθα φησί. (ῃερς. 450.) Τὸ δὲ ἔνδιος, δηλοῖ μὲν τὸν μεσημβρινὸν, ἤτοι τὸν ἐλθόντα περὶ μεσημβρίαν, ὥραν ταύτην θερμὴν, ὅτέ ἐστιν ἰδίειν ὅ ἐστιν, ἱδροῦν ἡλίου καίοντος, ἵνα εἴη ἔνδιος, ὁ οἱονεὶ ἐνίδιος. ὅθεν καὶ ἴδος φασὶ τὸ θερινὸν κατάστημα. οἷον, ἴδει ἐν αἰνοτάτῳ. καὶ καῦμα ἰδάλιμον. ὅτι δὲ ἔνδιος ὁ μεσημβρινὸς, ἐδήλωσεν αὐτὸς Ὅμηρος. προειπὼν, ὅτι ἦμος ὁ Ἥλιος μέσον οὐρανὸν ἀμφιβαίνει, τότε ἁλὸς εἶσιν ὁ γέρων. εἶσι δὲ ἀμφὶ μέσον οὐρανὸν Ἥλιος, περὶ μεσημβρίαν. ὅτι δὲ ἔνδιον οὐδετέρως λέγεται καὶ ἡ διατριβὴ, δηλοῖ Ὀππιανὸς, ἔνδια πέτρης εἰπὼν τὰς διατριβάς. οὐκ ἂν δὲ ἀπᾴδοι, ἔνδιον ἑρμηνεῦσαι καὶ τὸν ὡς εἰπεῖν ἐναέριον. ἵνα ἦ ὁ Πρωτεὺς, ἐνάλιος μὲν, τὰ πρῴην. ἔνδιος δὲ, τὰ περὶ μεσημβρίαν, ὡς τηνικαῦτα ἐνδιὸς ἤτοι ἀέρος ἐλθὸν, Ἀττικῶς φάναι. διὸ καὶ ἔνδια οὐχ' ἁπλῶς αἱ ὅπου δήποτε διατριβαὶ, ἀλλ' αἱ πρὸς γῆν καὶ τὸν κατ' αὐτὴν ἀέρα. ἔνθα μυθικῶς ἡ ἀρχὴ κεκλήρωται τῷ Διΐ. ὥστε, ἀντιθετικῶς ἔχει πρὸς ἄλληλα τὸ ἐξ ἁλὸς καὶ τὸ ἔνδιος. ἵνα λέγῃ ὅτι ἐξ ἁλίου εἴτουν ἐναλίου, ἔνδιος γέγονεν. ἀναλογεῖ οὖν τὸ ἔνδιος, πρὸς τὸ εὔδιος εἴτουν εὐαέριος. οὗ θηλικὸν εὐδία ὅ ἐστιν εὐαερία. ἐν τούτοις δὲ, φασὶν οἱ παλαιοὶ καὶ ὅτι δεῖ τὸν σοφὸν τεταγμένῃ διαίτῃ χρᾶσθαι καὶ μὴ ἄλλοτε ἄλλῃ. ὡς καὶ Πρωτεὺς ποιεῖ φασὶν εἰς τὸν αὐτὸν τόπον ἰὼν καὶ φώκας μετρῶν συνήθω καὶ συναναπίπτων. Ὅρα δὲ ὅτι τὸ λέκτο δὶς ἐνταῦθα κείμενον, διττὴν ἑρμηνείαν ἔχει. τὸ μὲν γὰρ λέκτο δ' ἀριθμὸν, ἀντὶ τοῦ ἠρίθμησε. τὸ δὲ λέκτο καὶ αὐτὸς ἀντὶ τοῦ εὐνάσθη ὡς εἰς ὕπνον. (ῃερς. 454.) Τὸ δὲ ἡμεῖς δ' ἰάχοντες ἐπεσσύμεθα ἕως τοῦ, ἐπελύθετο τέχνης, οἰκεῖον ῥηθῆναι ἐπὶ γέροντος ἀτρέστου ἐν τοῖς δεινοῖς. (ῃερς. 456.) Τὸ δὲ ἠϋγένειος, οὐ πρός τι φοβερὸν ἀλλ' ὡς λέοντος ἁπλῶς ἴδιον ἐκπεφώνηται. καθὰ καὶ τὸ, φώκας ζατρεφέας, αἷς πολλὴ πιμελή. (ῃερς. 457.) Τὸ δέ γε μέγας σῦς, καὶ τὸ δένδρεον ὑψιπέτηλον, διὰ πιθανότητα ἐῤῥέθη. ἵνα μὴ πρὸς μικρά τινα εἰκάζῃ ἑαυτὸν ὁ θέλων ἐκφοβεῖν. (ῃερς. 468.) Τὸ δὲ ὑγρὸν ὕδωρ, οὐ μόνον ἀφελῶς οὕτω, ἀλλὰ καὶ πρὸς διαστολὴν εἰρῆσθαι δόξει τοῦ παγετοῦ. ὃς ῥηθείη ἂν τολμηρῶς, ὕδωρ ξηρόν. καθὰ καὶ ὁ τυρὸς, γάλα ξηρόν. (ῃερς. 457.) Ὅτι δὲ ἡ μὲν πάρδαλις διφορεῖται, λέγεται γὰρ καὶ πόρδαλις, ἡ δὲ παρδαλέη ἀεὶ διὰ τοῦ ˉα, δηλοῖ καὶ ἡ Ἰλιάς. (ῃερς. 465.) Ὅτι τὸ οἶσθα γέρον, τί με ταῦτα παρατροπέων ἀγορεύεις, λεχθήσεταί ποτε πρὸς ἄνδρα συνετὸν ἐθέλοντα παραλογίζεσθαι. τοιοῦτον γάρ τι δηλοῖ τὸ παρατροπέων. ὃ παρῆκται μὲν καθ' ὁμοιότητα τοῦ, περιτροπέων ἐνιαυτός. κεῖται δὲ ἀντὶ τοῦ παρατρέπων καὶ οἷον παραπλανῶν. (ῃερς. 466.) Ὅτι ὁ ἐν τόπῳ ἀκουσίως βραδύνων, εἴποι ἂν τὸ, ὡς δὴ δηθὰ ἐν νήσῳ τυχὸν ἢ πόλει ἢ ὁπουδήποτε ἐρύκομαι, οὐδέτι τέκμωρ εὑρεῖν δύναμαι, μινύθει δέ μοι ἔνδοθεν ἦτορ. Μενελάου δὲ ταῦτα λόγοι ἐφ' οἷς ἐπλανᾶτο. (ῃερς. 473.) Ὅτι ἀναβαίνειν καὶ ἐνταῦθα, τὸ ἐκ τοῦ λιμένος ἀνάγεσθαι ὅ ἐστιν ἀναπλέειν. φησὶ γάρ. ἀλλὰ μάλ' ὤφελες ῥέξας ἱερὰ κάλ' ἀναβαινέμεν, ὄφρα τάχιστα σὴν ἐν πατρίδα ἵκοιο πλέων. (ῃερς. 474.) Καὶ νῦν μὲν, πατρίδα εἶπεν ἁπλῶς. εὐθύς δ' ἐν τοῖς ἑξῆς ἐντελέστερον ὡς καὶ ἐν ἄλλοις, πατρίδα γαῖαν ἐρεῖ, εἰπών. (ῃερς. 476.) οὐ γάρ τοι πρὶν μοῖρα φίλους τ' ἰδέειν καὶ ἱκέσθαι οἶκον ἐϋκτίμενον καὶ σὴν ἐς πατρίδα γαῖαν ὅπερ εἰκὸς εἰπεῖν ἐπὶ τοῦ μήπω εὐοδουμένου ἐπανελθεῖν οἴκαδε. (ῃερς. 477.) Ὅτι διϊπετῆ ποταμὸν λέγει, τὸν Αἴγυπτον ἤγουν τὸν ὡς προεῤῥέθη Νεῖλον. καὶ φασὶν οἱ παλαιοὶ, τὸ διϊπετὲς προσαρμόττειν τῷ Νείλῳ, εἴπέρ τῳ ἄλλῳ. χειμάῤῥων γάρ φασιν ἐπίθετον τὸ διϊπετές. τοιοῦτος δέ πως καὶ ὁ Νεῖλος ἐξ ὄμβρων δοκῶν θερινῶν πληροῦσθαι ὥς τινες ἐδόξαζον. ὅτι δὲ τοιοῦτος ὁ διϊπετὴς δηλοῖ καὶ ὁ γεωγράφος ὅτε λέγει ὡς χλιαινομένου τοῦ ὕδατος τοῖς ἡλίοις τοῦ τ' ἐκπίπτοντος ἐκ τοῦ Διὸς, καὶ τοῦ ποταμίου, δῆλον γὰρ ὡς τὸ ἐκπίπτον ὕδωρ ἐκ Διὸς ὅ ἐστιν ἀέρος, ποιεῖ διϊπετῆ ποταμόν. παρὰ δὲ τοῖς παλαιοῖς, φέρεται καὶ ὅτι πολλῶν εἰπόντων περὶ τῆς Νείλου ἀναβάσεως, Ὅμηρος πρῶτος τὸ ἀληθὲς εἶπε, διϊπετῆ προσαγορεύσας αὐτόν. ὅ ἐστιν ὑετῷ πληρούμενον. ἐκ γὰρ τῶν ἐν Αἰθιοπίᾳ γινομένων θέρους σφοδρῶν ὑετῶν, πληροῦται ὡς καὶ Ἀριστοτέλης καὶ Εὔδοξός φασι. λέγοντες πεπύσθαι τοῦτο, ἀπὸ τῶν ἐν Αἰγύπτῳ ἱερέων. (ῃερς. 480.) Ὅτι πρόῤῥησις εἰς εὐοδίαν τὸ, καὶ τότε τοι δόσει ὁδὸν θεὸς ἣν σὺ μενοινᾷς. ἀνδρὸς δὲ δυσχεραίνοντος ἐπὶ ὁδῷ μακρᾷ, λόγος τὸ, αὐτὰρ ἔμοιγε κατεκλάσθη φίλον ἦτορ, οὕνεκά με αὖθις ἄνωγεν ἰέναι δολιχὴν ὁδὸν ἀργαλέην τε. τοιαύτην δὲ ὁ Ὁμηρικὸς Μενέλαος λέγει τὴν εἰς τὸν Αἴγυπτον. τοιάνδε οὖσαν ὡς ὁ γεωγράφος ἱστορεῖ, διὰ τὸ ἄξενον καὶ ἀλίμενον. μὴ δὲ γὰρ τὸν ὄντα φησὶ λιμένα τὸν πρὸς τῇ Φάρῳ, ἀνεῖσθαι. φρουρεῖσθαι δὲ ὑπὸ βουκόλων λῃστῶν, ἐπικειμένων τοῖς προσορμιζομένοις. (ῃερς. 485.) Ὅτι πειθὼ δηλοῖ τὴν πρός τινα ἔντιμον, τὸ ταῦτα μὲν οὕτω δὴ τελέω γέρον, ὡς σὺ κελεύεις. (ῃερς. 489.) Ὅτι καὶ ἐνταῦθα ὄλεθρος ἀδευκὴς, οὐ μόνον ὁ ἀγλευκὴς, ἀλλὰ καὶ ὁ ἀδόκητος, ἐκ τοῦ δέκω πλεονασμῷ τοῦ ˉυ. οὐ φιλητέα δὲ τοῖς μὴ ἡρωΐζουσιν ἡ λέξις. (ῃερς. 492.) Ὅτι ὁ τῷ ἐρωτῶντι μέλλων εἰπεῖν τινὰ δυσχερῆ, ἐρεῖ ἂν, τί με ταῦτα διείρεαι; οὐδέ τί σε χρὴ ἴδμεναι οὐδὲ δαῆναι ἐμὸν νόον. οὐδέ σε φημὶ δὴν ἄκλαυτον ἔσεσθαι ἐπὴν εὖ πάντα πύθηαι. (ῃερς. 494.) Καὶ ὅρα τὸ ἄκλαυτον, οὐ πάθος δηλοῦν ἀλλ' ἐνέργειαν. λέγει γὰρ, οὐ συνήθως τὸν μὴ κλαιόμενον κατὰ τὸ, ἄκλαυτος, ἄθαπτος. ἀλλὰ τὸν μὴ κλαίοντα. Τὸ δὲ ἴδμεναι καὶ τὸ δαῆναι, διαφέρει. ἴδμεναι μὲν γὰρ, τὸ οἴκοθεν εἰδέναι. δαῆναι δὲ, τὸ ἑτέρωθεν. (ῃερς. 495.) Ὅτι τὸ πολλοὶ μὲν τούτων ἔθανον πολλοὶ δὲ λίποντο, μέθοδός ἐστι, πλάτος περιποιουμένη τῇ γραφῇ. ὡς τοῦ ποιητοῦ δυναμένου ἂν πολλὰ περὶ τοῦ νόστου τῶν Ἑλλήνων εἰπεῖν, εἰ δέον αὐτὸ ἐνταῦθα ἔκρινεν. (ῃερς. 496.) Ὅτι ἐν τῷ νόστῳ, δύο μόνοι ἀρχοὶ ἀπώλοντο λόγου δηλαδὴ τοῦ νῦν ἄξιοι. καὶ μακρὰν τριβὴν ἔχοντες διηγήματος καὶ αὐτοὶ, καθὰ καὶ ὁ εἷς ὁ ἔτι περιών. φησὶ γάρ. (ῃερς. 498.) εἷς δ' ἔτι που ζωὸς κατερύκεται εὐρέϊ πόντῳ. ῥηθήσεται δ' ἐν τοῖς ἑξῆς, Ὀδυσσεὺς οὗτος εἶναι. ἄλλως γὰρ, τί ἔδει διατρίβειν ἀκριβολογούμενόν φασι περὶ ἀδόξων ἀνδρῶν; (ῃερς. 496.) τίνες δὲ ἀρχοὶ; ὁ Ἀγαμέμνων μὴ φθάσας τὸν οἶκον ἰδεῖν μὴ δὲ τοῦ υἱοῦ ἐμπλησθῆναι. καὶ ὁ Λοκρὸς Αἴας. ὃς ταῖς γυραῖς πέτραις πελάσας καὶ τέως περισωθεὶς, εἶτα ἀπώλετο. φησὶ γὰρ ὅτι γυρῇσί μιν πρῶτα Ποσειδάων ἐπέλασε πέτρῃσι μεγάλῃσι καὶ ἐξεσάωσε θαλάσσης. καὶ δὴ ἂν ἔκφυγε κῆρα καὶ ἀχθόμενός περ Ἀθήνῃ, εἰ μὴ ὑπερφίαλον ἔπος ἔκβαλε καὶ μέγ' ἀάσθη. φῆ ῥ' ἀέκητι θεῶν φυγέειν μέγα λαῖτμα θαλάσσης. τοῦ δὲ Ποσειδάων μεγάλ' ἔκλυεν αὐδήσαντος. (ῃερς. 506.) Αὐτίκ' ἔπειτα τρίαιναν ἑλὼν χερσὶ στιβαρῇσιν, ἣν ἀεὶ δοκεῖ φέρειν ἐν χερσὶν, ἤλασε γυραίην πέτρην. ἀπὸ δ' ἔσχισεν αὐτήν. καὶ τὸ μὲν, αὐτόθι μεῖνε. τὸ δὲ τρύφος, ἔμπεσε πόντῳ. τῷ, Αἴας τὸ πρῶτον ἐφεζόμενος, μέγ' ἀάσθη. τόν δ' ἐφόρει κατὰ πόντον ἀπείρονα κυμαίνοντα. (ῃερς.

Intertext edge

Open linked passage

Note