Commentarii ad Homeri Odysseam i
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-thessalonicensis-pg-135-136" aria-label="More works by Eustathius Thessalonicensis PG 135">
—
⋯
Original / primary: Pg Scrape Grc
429.1.1
) δαιτί τε τέρπηται καὶ ἀοιδῆς ὕμνον ἀκούων. ἦν γὰρ εἰπεῖν, δαιτί τε τέρπηται καὶ ἀοιδῇ. ὁ δὲ ποιητὴς καινοτέρον κατὰ περίφρασιν ἐσχημάτισεν. Ὕμνον δὲ ἀοιδῆς περιφραστικῶς τὴν ᾠδὴν λέγει. ἐξ οὗ λαβὼν καὶ Πίνδαρος ὁμοίως φράζει πολλαχοῦ. (ῃερς. 449.) Ὅτι ἐν τῷ, αὐτόδιον δ' ἄρα μιν ταμίη λούσασθαι ἄνωγεν, οἱ μὲν αὐτόδιον φασὶν ἀντὶ τοῦ παραχρῆμα, ἐξ αὐτῆς ὁδοῦ, οὐκ ἀλλαχοῦ που χωρισθέντα, οἱ δὲ ἀντὶ τοῦ, αὐτοδίως ἤγουν αὐτίκα μετὰ τὸ δῆσαι τὴν κιβωτόν. ἔδησε γὰρ ὡς προεδηλώθη τὴν χηλὸν μή πως οἱ ξένοι ἐπιβουλεύσωσι λύσαντες καθά ποτε καὶ οἱ ἑταῖροι τὸν τοῦ ἀσκοῦ δεσμὸν περὶ ὃν οἱ ἄνεμοι ἐγκεκλεισμένοι ἦσαν. Ἅπαξ δὲ εἴρηται καὶ ἡ λέξις αὕτη. καὶ εἴπερ δηλοῖ τὸ ἐξ αὐτῆς ὁδοῦ, Ἰωνικῶς ἐγράφη καθὰ καὶ τὸ ἐπίστιον, καὶ ὁ ἀπηλιώτης. καὶ λοιπὰ τὰ προγραφέντα. ἄλλως γὰρ αὐθόδιον κοινῶς γραφῆναι ὤφειλεν. (ῃερς. 450.) Ὅτι ἀσπασίως ἴδε θυμῷ θερμὰ λοετρὰ Ὀδυσσεὺς, ἐπεὶ οὔτι κομιζόμενός γε θάμιζεν ἐπειδὴ λίπε δῶμα Καλυψοῦς. τόφρα δέ οἱ κομιδή γε θεῷ ὣς ἔμπεδος ἦεν. Ἡδέα δὲ καὶ μάλιστα τοῖς ἐκ καμάτου τὰ θερμὰ λοετρὰ, καθὰ δηλοῖ καὶ τὰ Ἡράκλεια λουτρὰ, θερμὰ ὄντα κατὰ τὸν κωμικὸν, οἷς ὁ πολύτλας Ἡρακλῆς ἔχαιρε. (ῃερς. 451.) Τὸ δὲ κομιζόμενος, ἀντὶ τοῦ κομιδὴν ἔχων καὶ ἐπιμέλειαν, διὸ ἐπάγει. τόφρα δέ οἱ κομιδή, ἤγουν ἕως ἦν παρὰ τῇ Καλυψοῖ. (ῃερς. 453.) Θαμίζειν δὲ, τὸ ἁπλῶς ἔργῳ τινὶ συχνάκις παρεῖναι. διδασκάλοις τε γοῦν θαμίζει τις, καὶ θερμοῖς λοετροῖς, καὶ νηΐ, καὶ ἑτέροις ἔργοις οἷς χαίρει. Τὸ δὲ θεῷ ὣς, ἀλληγορικῶς ὑποβάλλει νοεῖν οἵαν ἀθανασίαν ἡ σωματικὴ Καλυψὼ τῷ φιλοσόφῳ ὑπισχνεῖτο Ὀδυσσεῖ, τὴν σωματικὴν δηλαδὴ ἄνοσον εὐκτικὴν ἐπιμέλειαν ὡς καὶ πρὸ ὀλίγων δεδήλωται. (ῃερς. 456.) Ὅτι τοὺς συμποσιαστὰς ἄνδρας οἰνοποτῆρας λέγει, τὴν δὲ περικαλλῆ Ναυσικάαν, (ῃερς. 457.) θεῶν ἄπο κάλλος ἔχουσαν, διὰ τὸ θεόσδοτον καὶ τὸ κάλλος εἶναι. κατὰ τὸ, οὔτοι ἀπόβλητα θεῶν ἐρικυδέα δῶρα. (ῃερς.