Commentarii ad Homeri Odysseam i
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-thessalonicensis-pg-135-136" aria-label="More works by Eustathius Thessalonicensis PG 135">
—
⋯
Original / primary: Pg Scrape Grc
432.1.1
) Τὸν μέντοι δεδηλωμένον ἀρνειὸν μήλων ἁπάντων ὄχα ἄριστον λέγει, πιθανευόμενος τὸ δι' ἑνὸς καὶ μόνου αὐτοῦ σωθῆναι τὸν Ὀδυσσέα. τοῦτον δὲ τὸν ἀρνειὸν καὶ λαχμῷ στείνεσθαι μετ' ὀλίγα ἐρεῖ. καὶ μακρὰ βιβάντα διὰ τὸ μέγεθος. ὁποῖον δή τί που καὶ ἐν Ἰλιάδι περὶ τοῦ Αἴαντος ἔφη. (ῃερς. 435.) Ὅρα δὲ καὶ ὅτι ὄϊες ἐνταῦθα οὐ θηλυκῶς κατὰ Ἴωνας, ἀλλὰ πρὸς γένος ἀρσενικὸν ἐγράφη. ὡς δηλοῖ τὸ, καλοί τε μεγάλοι τε. καὶ τὸ, τοὺς ἀκέων συνέεργον. τοὺς μέντοι λύγους θηλυκῶς προήγαγεν. ὡς δῆλον ἐκ τοῦ, ἐφ' αἷς Κύκλωψ εὗδε. (ῃερς. 427.) Λύγος δὲ, ὡς καὶ ἐν Ἰλιάδι, φυτὸν εὔστροφον. καὶ ὡς ἀπ' αὐτοῦ ἐκείνου εἰπεῖν, εὐλύγιστον. ὃ δὴ καὶ ἄγνος λέγεται παρ' Ἀττικοῖς. φησὶ γοῦν Αἴλιος Διονύσιος. ἄγνον ἀρσενικῶς, οὐ λύγον καλοῦσιν Ἀττικοί. φέρει δὲ καὶ χρῆσιν Πλάτωνος ταύτην. ἥ, τε γὰρ πλάτανος αὕτη μάλα ἀμφιλαφὴς καὶ ὑψηλὴ καὶ τοῦ ἄγνου τό τε ὕψος καὶ τὸ σύσκιον πάγκαλον. δοκεῖ δὲ καὶ τὸ λυγρὸν ἀπὸ τοῦ τοιούτου γίνεσθαι λύγου, ὡς μετ' ὀλίγα ῥηθήσεται. λύγου δὲ πάντως παράγωγον καὶ τὸ λυγίζειν καὶ ὁ ἐξ αὐτοῦ λυγισμός. ἐξ οὗ τέτραπται καὶ ὁ κατὰ τὰς ὀρχήσεις. οὗ χρῆσις παρὰ τῷ κωμικῷ. (ῃερς. 425.) Οὐ ζατρεφέας δὲ ὄϊας λέγει ἀλλ' εὐτρεφέας, φώκαις γὰρ ἀπενεμήθη τὸ ζατρεφές. ἴσως δὲ καὶ ἐπίτηδες ὁ ποιητὴς ἀντέφρασε παρηχητικῶς διὰ γλυκύτητα τοῖς εὐστρεφέσι λύγοις τὰς εὐτρεφέας ὄϊς. (ῃερς. 427.) Ὅτι δὲ κλώσματος εἶδος τὸ στρέφειν ἐνταῦθα, δηλοῖ καὶ ὁ εἰπὼν στρεψίμαλλον ὄϊν τὴν ὡς εἰπεῖν κλωστόμαλλον. ὅθεν στρεψιμάλλους ἐκάλουν οἱ παλαιοὶ τοὺς περιλαλοῦντας καὶ κακοσχόλως φράζοντας, λαβόντες τὸ σκῶμμα ἀπὸ ἐρίων συνεστραμμένους μαλλοὺς ἐχόντων καὶ οὕτω δυσλύτων. Τὸ δὲ δασύμαλλον καὶ εὐτραφὲς καὶ τὸ μακρὰ βιβάντα μεταλαμβάνων ὁ ποιητὴς καὶ ταναΰποδα καὶ πίονα δημῷ καὶ καλλίτριχα τὰ τοῦ Κύκλωπος μῆλα φησίν. (ῃερς. 429.) Ὅτι δὲ ὁ πέλωρ καὶ πέλωρος λέγεται καὶ πελώριος φαίνεται μυριαχοῦ. (ῃερς. 428.) Τὸ δὲ σύντρεις, Ἀττικὸν, καθὰ καὶ τὸ σύνδυο. σὺν τρεῖς δὲ εἰπεῖν τῆς κοινῆς ἔστι φράσεως. οὕτω δὲ μετὰ τῆς σˉυν προθέσεως λαλεῖται καὶ τὸ οὐδὲ ξυνεείκοσι φωτῶν. (ῃερς. 430.) Τὸ δὲ ἕτερος ἑκάτερθεν ἴτην δηλοῖ φανερῶς ὡς ἐπὶ δύο μὲν λέγεται τὸ ἑκάτερος, ἐν δὲ τῷ ἕτερος ἐκ τῶν δύο δηλοῦται τὸ ἕν. ἔστι δὲ ταυτὸν εἰπεῖν ἕτερος ἑκατέρωθεν καὶ δύο ἑκατέρωθεν. (ῃερς. 431.) ἤγουν εἷς ἔνθεν καὶ εἷς καὶ ἐκεῖθεν. τοῦτο δὲ ὅμοιον ὡς εἰ καὶ εἶπεν ὅτι οἱ δὲ δύο ἑκατέρωθεν ἢ ἑκάτερος ἑκατέρωθεν ἐπορεύοντο. τὸ γὰρ ἕτερος ἑκατέρωθεν δύο πάντως δηλοῖ. ἔστι δὲ πάντων τούτων σαφεστέρα ἡ Ὁμηρικὴ φράσις καὶ κρείττων τριχῇ ἐστραμμένη. ἁπλούστερον μὲν γὰρ τὸ, σύντρεις αἰνύμενος. διασαφητικὸν δὲ τούτου τὸ, ἕτερος ἑκάτερθεν τοῦ μέσου ἴτην. αὐτοῦ δὲ πάλιν ἐφερμηνευτικὸν τὸ, τρεῖς δὲ ἕκαστον ἔφερον. ἵνα εἷς μὲν εἴη ὁ μέσος, δύο δὲ ὁ ἕτερος ἑκάτερθεν. (ῃερς. 439.) Ὅτι ἐν τῷ, θήλειαι δὲ μέμηκον ἀνήμελκτοι περὶ σηκοὺς, συλληπτικῶς τὸ μηκᾶσθαι καὶτὰς ὄϊς δηλοῖ, ἐφ' ὧν τὸ βληχᾶσθαι κυριολεκτεῖται. τὸ γάρ τοι μηκᾶσθαι κυρίως ἐπὶ αἰγῶν λέγεται. Τὸ δὲ ἀνήμελκτοι, ἐκ τοῦ ἀνάμελκτοι ἐμηκύνθη κατὰ τροπήν. ὡς καὶ ἐκ τοῦ ἀλέγω τὸ ἀπηλεγέως γίνεται. (ῃερς. 440.) Ἰστέον δὲ ὡς λυπεῖ τὰ ὡς ἐῤῥέθη ἀνήμελκτα ζῷα ὁ τοῦ γάλακτος πλεονασμὸς διατείνων τοὺς μαστούς. ὡς δηλοῖ καὶ τὸ, οὔθατα γὰρ σφαραγεῦντο. περὶ οὗ πρὸ βραχέων εἴρηται. (ῃερς. 441.) Ὅτι Κύκλωψ ὀδύναις κακαῖς τειρόμενος πάντων ὀΐων ἐπεμαίετο νῶτα, ὅ ἐστιν ἐζήτει χερσὶ δηλαδὴ ψηλαφῶν ὡς προεῤῥέθη, ὀρθῶν ἑσταότων. τὸ δὲ, (ῃερς. 442.) νήπιος οὐκ ἐνόησεν, ὡς ὑπ' εἰροπόκων ὀΐων στέρνοισι δέδεντο, ἐξιόντων δηλαδὴ τοῦ σπηλαίου πρὸ τοῦ Ὀδυσσέως (ῃερς. 444.) ὃς οὕτω φιλεταῖρος ἦν, ὡς ἐν ὑστέρῳ τῶν φίλων τὸ αὐτοῦ τίθεσθαι ἀσφαλές. διὸ καὶ πρώτους ἐκείνους ὑπεξαγαγὼν τοῦ σπηλαίου εἶτα ὕστερος ἐξῆλθε. φησὶ γοῦν. (ῃερς.