Commentarii ad Homeri Odysseam i
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-thessalonicensis-pg-135-136" aria-label="More works by Eustathius Thessalonicensis PG 135">
—
⋯
Original / primary: Pg Scrape Grc
435.1.1
) θεσπεσίοιο διὰ τὸ καὶ δασὺ καὶ ἁπαλὸν, νωλεμέως στρεφθεὶς ἐχόμην τετληότι θυμῷ. ἦν γὰρ ἀληθῶς ἀνδρὸς τλήμονος, οὕτως εἰληθέντα καὶ τοῦ μαλλοῦ ἀπαιωρηθέντα μένειν ἐχόμενον. ἀναγκαίως δὲ γίνεται τοῦτο, ἵνα τε εἴη ὁ λύσων τοὺς ἑταίρους ἐκ τῶν δεσμῶν αὐτὸς ἄδετος ὢν, καὶ ὅτι οὐδὲ εἶχεν αὐτὸς ἕτερον τὸν συνδήσοντα. ἀλλὰ τοῦτο μὲν ἐσαύριον πρωΐ. τότε δέ φησι, στενάχοντες ἐμείναμεν ἠῶ δῖαν. (ῃερς. 425.) Εὐτρεφέες δὲ ὄϊες ἐνταῦθα καὶ καλοὶ καὶ μεγάλοι πλάττονται, ἐπεὶ καὶ τοιούτων χρεία τῷ Ὀδυσσεῖ, ἵνα σύντρεις λαμβάνων τοιούτους καὶ συνείργων λύγοις, σώζῃ τῷ μέσῳ ἕκαστον τῶν περισεσωσμένων ἑταίρων. (ῃερς.
435.1.2
) Ὅτι διακόψαντος Ὀδυσσέως τοὺς τοῦ Ἀγαμέμνονος λόγους, καὶ εἰπόντος· ὢ πόποι, ἦ μάλα δὴ γόνον Ἀτρέος Ζεὺς ἐκπάγλως ἤχθηρε γυναικείας διὰ βουλὰς, ἐξ ἀρχῆς. ὃ δύναταί ποτε παρῳδηθῆναι εἴ τις ἀνέκαθεν ὑπὸ γυναικῶν βλάπτοιτο. καὶ προσθεμένου ὡς δι' Ἑλένην μὲν ἀπωλόμεθα πολλοὶ, σοὶ δὲ Κλυταιμνήστρη δόλον ἤρτυε τηλόθι ἐόντι, ἔνθα συννοητέον καὶ τὴν τοῦ Ἀτρέως γυναῖκα Ἀερόπην, δι' ἣν καὶ αὐτὴν μοιχευθεῖσαν ὑπὸ Θυέστου πολλὰ ἐγένετο δεινὰ, φησὶν ὁ ἐν Ἅιδου Ἀγαμέμνων παραινετικῶς τῷ Ὀδυσσεῖ ταῦτα διὸ νῦν μή ποτε (ῃερς. 440.) καὶ σὺ γυναικίπερ ἤπιος εἶναι, ἤγουν ἔσο. μὴ δέ οἱ μῦθον ἅπαντα (ῃερς. 441.) πιφασκέμεν ἤγουν φάσκε ὃν ἂν εὖ εἰδῇς, ἀλλὰ τὸ μὲν φάσθαι, (ῃερς. 442.) τὸ δὲ κεκρυμμένον εἶναι, ἤγουν τὸ μὲν εἰπὲ διὰ τὴν κατὰ βίον κοινωνίαν, τὸ δὲ ἐπίκρυψον δι' ὑπόνοιαν ἀπιστίας. καὶ ὅρα τὸ κεκρυμμένον εἶναι ἐλλειπτικῶς ῥηθὲν ἀντὶ τοῦ ἐθέλησον κεκρυμμένον εἶναι, ἢ καὶ ἄλλως ἀντὶ τοῦ κεκρυμμένον ἔστω. (ῃερς. 443.) ἐπεὶ δὲ ἦν ὁ Φαίαξ βασιλεὺς ἕτοιμος ἐπέχειν τῷ Ὀδυσσεῖ τὴν πομπὴν, εἰ οὕτως ἔχει τὰ κατὰ τὴν γυναῖκα ὑπόπτως, ἐπάγει· ἀλλ' οὐ σοί γ' Ὀδυσσεῦ φόνος ἔσται ἔκ γε γυναικὸς, εἰ καὶ τυχὸν ἄλλοθέν ποτε κεῖταί σοι δηλαδὴ τοιοῦτον κακόν. (ῃερς. 444.) λίαν γὰρ πινυτή τε καὶ εὖ φρεσὶ μήδεα οἶδεν. ὃ δὴ ἔπαινός ἐστι σώφρονος γυναικός. (ῃερς. 446.) εἶτα καὶ ἱστορῶν εὐμεθόδως τὰ κατ' ἐκείνην φησίν· ὡς νύμφην μὲν αὐτὴν νέην κατελείπομεν ἡμεῖς ἐρχόμενοι (ῃερς. 447.) πόλεμόνδε τὸν εἰς Τροίαν δηλαδή. πάϊς δέ οἱ ἦν ἐπὶ μαζῷ νήπιος. (ῃερς. 448.) ὅ που νῦν γε μετ' ἀνδρῶν ἵζει ἀριθμῷ, τουτέστι συντιμᾶται τοῖς ἀνδράσι ἢ ἐν ἀνδράσι τελείοις τέτακται αὐξηθείς. ὄλβιος, ἦ γὰρ τόν γε πατὴρ φίλος ὄψεται ἐλθὼν, καὶ κεῖνος πατέρα προσπτύξεται, ᾗ θέμις ἐστί. (ῃερς.