Commentarii ad Homeri Odysseam i
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-thessalonicensis-pg-135-136" aria-label="More works by Eustathius Thessalonicensis PG 135">
—
⋯
Original / primary: Pg Scrape Grc
443.1.1
) αὐτὸς νῦν ἴδε πῶμα ὅ ἐστι τὸ σκέπασμα τῆς χηλοῦ. θοῶς δ' ἐπὶ δεσμὸν ἴηλον. μήτις καθ' ὁδὸν δηλήσεται, ὁπότ' ἂν εὕδῃσθα γλυκὺν ὕπνον ἰὼν ἐν νηῒ μελαίνῃ. ἀκούσας δὲ Ὀδυσσεὺς, αὐτίκα ἐπήρτυε πῶμα, θοῶς δ' ἐπὶ δεσμὸν ἴηλε ποικίλον. ὅν ποτέ μιν (ῃερς. 448.) δέδαε φρεσὶ πότνια Κίρκη. τουτέστιν ἐδίδαξεν. ὥς που καὶ ἐν Ἰλιάδι Ἄρτεμις δέδαέ τινα κυνηγετεῖν. ἀσφαλὴς δὲ ὡς εἰκὸς ἦν ὁ τοιοῦτος δεσμός. καὶ δύναται καὶ εἰς παροιμίαν κεῖσθαι ὁ τοῦ Ὀδυσσέως δεσμὸς, ἐπὶ τῶν σφραγιζομένων ἀσφαλῶς. παλαιὸν δέ φασιν ἔθος ἦν, κατασφαλίζεσθαι δεσμοῖς. ἡ κλεὶς γὰρ, νεωτέρων. καὶ Λακώνων εὕρημα. καὶ ἔστιν ἀσφαλέστερον δεσμοῦ ποικίλου, τὸ κλειδίον. καὶ μάλιστα τὸ κακοηθέστατον. ὃ μισοῦσιν αἱ παρὰ τῷ κωμικῷ δειπνολόχοι γυναῖκες. (ῃερς. 395.) Ὅρα δὲ ὡς πάνυ ἐφολκὸν ἡ τῆς ἐλπίδος ἔκβασις. διὸ καὶ ὁ βασιλεὺς Ἀλκίνοος οὐκ ἀφίησι τὸν ξένον ἐλπίζειν, ἀλλ' εἰς ὄψιν ἄγει τὰ δῶρα ἵνα ἰδὼν χαίρῃ. (ῃερς. 393.) Τὸ δὲ ἐνεῖκε καὶ τὸ ἐνείκατε καὶ τὰ τοιαῦτα, δίχα μὲν προθέσεως, ἐπὶ τοῦ φέρειν καὶ κομίζειν λέγεται. μετὰ δὲ προθέσεων γίνονταί τινες ἐν τούτοις διαφοραί. οἷον. συνενεγκεῖν μὲν λέγεται, τὸ λυσιτελεῖν. συνδιενεγκεῖν δὲ, τὸ συνδιαβαστάσαι φορτίον ἢ καὶ φροντίδα τινά. διενεγκεῖν δὲ, τὸ διαφέρειν. περιενεγκεῖν δὲ, τὸ κύκλῳ ἀγαγεῖν. μετενεγκεῖν δὲ, τὸ μετακομίσαι. παρενεγκεῖν δὲ, τὸ παραγαγεῖν. τὸ δ' αὐτὸ καὶ ἐπαγαγεῖν. ὑπενεγκεῖν δὲ, τὸ ὑπομεῖναι. ὑπερενεγκεῖν δὲ, τὸ ὑπερτερῆσαι καὶ ὑπέρθεν φέρεσθαι. εἰσενεγκεῖν δὲ, τὸ εἴσω ἀγαγεῖν. οὗ ἀνάπαλιν τὸ ἐξενεγκεῖν. τὸ μέντοι ἀνενεγκεῖν, ἔχει πλείω τινὰ διατριβήν. ὅτι μὲν γὰρ ἀνενεγκεῖν λέγεται καὶ τὸ ἀναγαγεῖν τι καὶ τὸ ἀναβῆναι, δηλοῖ τὸ, εἰς τὸ κωρύκιον ἀνενείκαντο, ἤγουν ἀνέβησαν. καὶ τὸ, ἐς σπάρτην ἀνενείκαντο καὶ αὐτοὶ ἀνέβησαν. Ὅτι δὲ καὶ ἀντὶ τοῦ ἀνέπνευσε κεῖται κατὰ Παυσανίαν, δηλοῖ Θεόπομπος. εἰπών. ἄφωνος ἐγένετο. ἔπειτα μέντοι πάλιν ἀνηνέχθη. καὶ Ἡρόδοτος. ἐκπλαγεὶς δὲ τούτοισιν, ἐπὶ χρόνον ἄφθογγος ἦν. μόγις δέ τε ἀνενεχθεὶς, εἶπε. καὶ πάλιν. ἀνενεγκάμενόν τε καὶ ἀναστενάξαντα ἐκ πολλῆς ἡσυχίας. κατὰ ταυτὸν τῷ, μνησάμενος δ' ἀνενείκατο φώνησέν τε. οἱονεὶ ἀνέπνευσε καὶ ἀνεστέναξε. λέγεται δέ τις καὶ ἐκ νόσου ἀνενεγκεῖν, καὶ ἐκ παραφροσύνης. ὃ καὶ ἀναφέρειν λέγεται. ἡ δὲ ἐν τῷ ἀνενείκατο ἀνηνέγκατο τροπὴ τοῦ ˉι εἰς ˉν, καὶ ἐπὶ ἄλλων ἐφάνη γίνεσθαι. ὡς καὶ ἐπὶ τοῦ αἰεὶ αἰέν. φαεινὸν φαεννόν. κλεεινὸν κλεεννόν. οὕτω δὲ καὶ ἐπὶ τοῦ κτείνω κτέννω. οὗ χρῆσις καὶ ἐν τῷ, τὸ παλαιὸν λύκους ἀπέκτεννον ἐν τῇ Ἀττικῇ καὶ, νόμος ἦν λυκοκτοννεῖν. καὶ τῷ κτείναντι μὲν τέκνον λύκου τάλαντον δίδοσθαι. τῷ δὲ τέλειον, δύο. (ῃερς. 424.) Ἡ δὲ χηλὸς ὅτι καὶ λάρναξ λέγεται κατὰ πολυωνυμίαν καὶ κιβωτὸς, δεδήλωται καὶ ἀλλαχοῦ. οἱ δὲ παλαιοὶ φασὶ καὶ ὅτι ζύγαστρον, ἡ κιβωτός. καὶ ζυγῶσαι, τὸ συναρμόσαι. καὶ κεῖται ἡ τοῦ ζυγάστρου λέξις καὶ παρὰ Λυκόφρονι. ἕτεροι δέ φασιν, ὅτι ξυλίνη σορὸς τὸ ζύγαστρον, παρὰ τὸ ζυγῶσθαι, δόξοι δ' ἂν ἴσως ἐκ τῆς κατὰ Λατίνους χρήσεως ἧς πολλοὶ πεπείρανται μὴ ἐξανάγκης ξύλινον εἶναι τὸ ζύγαστρον, ἀλλὰ καὶ τὸ κατὰ παραφθορὰν λεγόμενον σίγιστρον, καλούμενον ἴσως οὕτω, διὰ τὸ κατὰ ζυγοῦ ἰσότητα φορτίζεσθαι. δοχεῖον ὂν καὶ αὐτὸ, κρυπτικὸν τῶν ἔσω. πολλὰ δὲ καὶ ἄλλα τῶν πάλαι χρηστῶν λεκτῶν παρέφθαρται. ὧν ἔστι καὶ τὸ ἰδιωτικῶς λεγόμενον σπαρτζίον. σπαρτίον ὀφεῖλον λέγεσθαι κατὰ τὴν ἀνέκαθεν χρείαν. εὑρέθη γάρ ποτε τοῖς λουομένοις, ἀντὶ σπόγγων πλέγμα τι ἀπὸ σπάρτων ὡς εἰκός. καὶ λέγεται Ἀριστοφάνης παραδηλοῦν αὐτὸ, ἐν δράματι καλουμένῳ ἀναγύρῳ. (ῃερς. 440.) Τὸ δὲ ἥτις ἀρίστη, ἐφερμηνευτικόν ἐστι τοῦ ἀριπρεπέα, ὥσπερ καὶ τὸ περικαλλέα. Ἐσθῆτα δὲ, ἑνικῶς καὶ νῦν, τὰ πολλὰ περιβλήματα λέγει τὰ ἐκ τῶν βασιλέων δηλαδή. (ῃερς.
443.1.2
) Τὸ δὲ ἐπὶ δεσμὸν ἴηλον, τέτραπται καὶ αὐτὸ κατὰ τὸ ἐπὶ χεῖρας ἴηλαν. (ῃερς.