Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Commentarii ad Homeri Odysseam i
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-thessalonicensis-pg-135-136" aria-label="More works by Eustathius Thessalonicensis PG 135"> —
⋯
More
Original / primary: Pg Scrape Grc
445.1.1
) ὕστατος ἀρνειὸς μήλων ἔστειχε θύραζε λαχμῷ στεινόμενος καὶ ἐμοὶ πυκινὰ φρονέοντι. ᾧ ἀντίκειται κατὰ τοὺς παλαιοὺς ὁ χαῦνος, ὃς δι' αὐτὸ καὶ ἀραιὰς φρένας ἔχοιτ' ἄν. εἰ δὲ τὸ ἀρεὸν πλείονα δοκεῖ τόπον κατέχειν τοῦ τὴν αὐτὴν ὁλκὴν ἔχοντος πυκνοῦ, καὶ διατοῦτο καὶ πεπληθύνθαι δοκεῖ, τάχ' ἂν ἐντεῦθεν δόξοι ληφθῆναι παρ' Ἡσιόδῳ τὸ φρένας ἀφνειὸν εἰπεῖν τὸν μωρὸν ἀντιφραστικῶς, οἷα μὴ πυκινὸν ἀλλὰ χαῦνον καὶ ἀραιὸν καὶ οὕτω δοκοῦντα πληθύνεσθαι πλατικώτερον. Λέγει δὲ νῦν λαχμὸν τὴν ἐκ τῆς λάχνης λασιότητα. λαμβάνεται δέ ποτε ἡ λέξις καὶ ἐπὶ τοῦ λαχάνειν. οἱ δὲ παλαιοὶ φασὶ κάλλιον ἐνταῦθα γράφειν λάχνῳ κατὰ Ἡρῳδιανὸν ἀπὸ παρωνυμίας τοῦ λάχνη, ὃ δηλοῖ τὴν τρίχωσιν καὶ δασύτητα. (ῃερς. 446.) Εἶτα δεικνὺς ὁ ποιητὴς ὡς πρώτῳ αὐτῷ κατώρθωται διαλέγεσθαι τοῖς ἀλόγοις ζῴοις ὡς φρονοῦσι ποιεῖ τὸν Κύκλωπα προσλαλοῦντα κατὰ ἠθοποιΐαν τῷ μεγάλῳ ἀρνειῷ, εἰπών. τὸν δ' ἐπιμασσάμενος προσεφώνει κρατερὸς Πολύφημος. κριὲ πέπον, τί μοι ὧδε διὰ σπέος ἔσσυο μήλων ὕστατος; οὔτι πάρος γε λελειμμένος ἔρχεαι οἰῶν, ἀλλὰ πολὺ πρῶτος νέμεαι τέρενα ἄνθεα ποίης μακρὰ βιβάς. πρῶτος δὲ ῥοὰς ποταμῶν ἀφικάνεις. πρῶτος δὲ σταθμόνδε λιλαίεαι ἀποναίεσθαι ἑσπέριος. νῦν αὖτε πανύστατος, ἢ σύ γ' ἄνακτος ὀφθαλμὸν ποθέεις, τὸν ἀνὴρ κακὸς ἐξελάωσε σὺν λυγροῖς ἑτάροισι δαμασσάμενος φρένας οἴνῳ, Οὖτις; ὃν οὔπω φημὶ πεφυγμένον εἶναι ὄλεθρον εἰ δὴ ὁμοφρονέοις ποτιφωνήεις τε γένοιο, εἰπεῖν ὅππῃ κεῖνος ἐμὸν μένος (ῃερς. 457.) ἠλασκάζει. ὅ ἐστιν ἀλᾶται. ἀλυσκάζει. ἐκφύγει. τῷ καί οἱ ἐγκέφαλός γε ποτὶ σπέος ἄλλυδις ἄλλῃ θεινομένου ῥαίοιτο πρὸς οὔδει. κὰδ δ' ἐμὸν κῆρ λωφήσειε κακῶν, (ῃερς. 460.) τά μοι οὐτιδανὸς πόρεν Οὖτις. ὅπερ ἔοικε σκωπτικῇ παρηχήσει. ὡς τοῦ κατὰ τὸν Ὀδυσσέα Οὔτιδος, παρονομαζομένου τῇ οὐτιδανότητι. ὁποῖόν τι καὶ τὸ, Οὖτις ὃν οὔπω φημὶ πεφυγμένον εἶναι ὄλεθρον. ἐχρῆν γὰρ εἰπεῖν πεφυγμένον εἶναι ὀλέθρου. κατὰ τὸ, οὐδ' ἔνθα πεφυγμένος ἦεν ἀέθλων. (ῃερς. 442.) Τὸ δὲ νήπιος οὐκ ἐνόησε, σημειοῦται καὶ αὐτὸ σὺν τοῖς προλεχθεῖσι τὴν τοῦ Πολυφήμου ἀφροσύνην. ὃς δέον ὂν ἀκριβῶς ψηλαφᾶν τὰ μῆλα, ὁ δὲ, μόνα τὰ νῶτα ἠρεύνα ἐπιμαιόμενος ὡς ἐῤῥέθη. ὅπερ ὅμοιόν ἐστι τῷ ἐπιμασσάμενος. (ῃερς. 444.) Τοῦ δὲ ὕστατος ἐπίτασις τὸ πανύστατος. (ῃερς. 445.) τὸ δὲ λαχμῷ στεινόμενος πάλιν πολλὴν εἶναι καὶ τὴν τοῦ ἀρνειοῦ δηλοῖ τρίχωσιν ὡς καὶ στενοχωρεῖν ἐκεῖνον. διὸ καὶ μόνος αὐτὸς εἶχε πιθανῶς φέρειν τὸν Ὀδυσσέα στρεφθέντα περὶ αὐτόν. Τὸ δὲ καὶ ἐμοὶ πυκινὰ φρονέοντι, ἔχει τι ἀστεϊσμοῦ. ὡς τοῦ κριοῦ, τῷ πυκινῷ τε λαχμῷ στεινομένου, καὶ τῷ πυκινῷ Ὀδυσσεῖ. οὗ περίφρασίς ἐστι τὸ, πυκινὰ φρονέοντι. ὅπερ ἁπλοϊκῶς κεῖται εἰς ἔπους ἀναπλήρωσιν καὶ προσωπικὴν σύστασιν. (ῃερς. 446.) Τὸ δὲ ἐπιμασσάμενος, ἀπὸ ἐνεστῶτος γίνεται τοῦ μῶ μάσω. ἐξ οὗ παράγωγον τὸ, ἐπεμαίετο νῶτα. (ῃερς.

Intertext edge

Open linked passage

Note