Commentarii ad Homeri Odysseam i
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-thessalonicensis-pg-135-136" aria-label="More works by Eustathius Thessalonicensis PG 135">
—
⋯
Original / primary: Pg Scrape Grc
449.1.1
) καὶ ὅρα ὡς ὄλβιον εἶπεν υἱὸν ἐνταῦθα, ὃς ἂν ἀξιωθῇ ἀγαθὸς ὢν ἀγαθῷ συνεῖναι πατρί. (ῃερς. 451.) ὃ μὴ σχὼν ὁ Ἀγαμεμνονίδης Ὀρέστης εἴη ἂν ἄνολβος. φησὶ γοῦν, ἡ δ' ἐμὴ οὐδέ περ υἷος ἤγουν τοῦ υἱοῦ ἐμπλησθῆναι ἄκοιτις ὀφθαλμοῖσιν ἔασε, πάρος δέ με πέφνε καὶ αὐτόν. (ῃερς. 453.) οἷς πάλιν ἐπιπλέκων παραίνεσιν καὶ τῷ παθητικῷ εἴδει τοῦ λόγου συγκεραννὺς βουλὴν φησίν· ἄλλο δέ τοι ἐρέω, σὺ δ' ἐνὶ φρεσὶ βάλλεο σῇσι, κρύβδην μὴ δ' ἀναφανδὰ φίλην ἐς πατρίδα γαῖαν νῆα κατισχέμεναι, ἤτοι κάτισχε καὶ ἐλλιμένιζε, ἐπεὶ οὐκέτι πιστὰ γυναιξί. (ῃερς. 455.) τοῦτο δὲ ὡς οἷον γνωμικῶς ῥηθὲν ἐλλειπτικῶς πέφρασται, ἵνα λέγῃ ὅτι οὐκέτι πιστὰ ἐστὶ τὰ τῶν γυναικῶν, ὃ ταυτόν ἐστι τῷ, οὐκέτι πιστευτέον γυναιξί, μηδὲ συγχωρητέον αὐταῖς ἐξονυχίζειν ὃ δὴ λέγεται, πάντα τὰ προσπίπτοντα τοῖς ἀνδράσιν. ἔχει δὲ ὁ λόγος καὶ προαναφώνησιν τῶν εἰσέπειτα, ὡς τοῦ Ὀδυσσέως μὴ παῤῥησιασομένου τὴν οἴκοι ἔλευσιν. (ῃερς. 457.) εἶτα καὶ ἐρωτᾷ ὁ ἐν Ἅιδου Ἀγαμέμνων ὡς εἰκὸς περὶ τοῦ υἱοῦ, εἴ που ἔτι ζῶν ἐκεῖνος ἀκούεται, ἤ που ἐν Ὀρχομενῷἢ ἐν Πύλῳ ἤ που παρὰ Μενελάῳ ἐν Σπάρτῃ. οὐ γάρ που φησὶ τέθνηκεν ἐπὶ χθονὶ δῖος Ὀρέστης, ὃ πρὸ τούτων ἔφη τις ἐπὶ Ὀδυσσέως. λέγει δὲ ὁ Ἀγαμέμνων οὕτως οὐ μαντευόμενος. Τειρεσίᾳ γὰρ τοῦτο καὶ μόνῳ δέδοται, ὃς οἶος ἐν Ἅιδου πέπνυται, ἀλλ' ὅτι οὐκ οἶδε τὸν υἱὸν ἔτι αὐτὸς ἐν Ἅιδου, διὸ οἶδε ζῆν ἐκεῖνον. (ῃερς.