Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Commentarii ad Homeri Odysseam i
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-thessalonicensis-pg-135-136" aria-label="More works by Eustathius Thessalonicensis PG 135"> —
⋯
More
Original / primary: Pg Scrape Grc
452.1.1
) Τὸ δὲ ἐξαλάωσε, περιττὴν ἔχει τὴν πρόθεσιν. ἀλλαχοῦ γὰρ ὃν ὀφθαλμοῦ ἀλάωσεν ἔφη. (ῃερς. 453.) Λυγροὺς δὲ ἑταίρους, τοὺς κακοὺς, ὅ ἐστι δειλούς. κυρίως δὲ τὸ λυγρὸν χαλεπόν ἐστι. καὶ, ὡς εἰπεῖν, ψυχρὸν καὶ θανάσιμον. ὡς καὶ σίδηρος ψυχρὸς ὁ θανατοποιός. καὶ γίνεται ἡ λέξις παρὰ τὸν πρὸ ὀλίγων ῥηθέντα λύγον, ἵνα ᾖ λυγηρὸν. λύγος δὲ ὡς ἐῤῥέθη ὁ ἄγνος, φυτὸν ψυχρὸν καὶ ἐκ τῆς ἀγονίας ἄγνος λεγόμενον κατὰ συγκοπήν. διὸ καὶ οἱ ἁγνεύειν ἐν θεσμοφορίοις ἐθέλοντες ὑπεστρώνυον ἑαυτοῖς τῶν τοῦ ἄγνου κλάδων ἵνα μένοιεν ἄφυσοι. ὥσπερ δὲ κατὰ τὴν ποίησιν ᾠκείωται τοῖς κάτω ἡ ἰτέα διὰ ὠλεσίκαρπον, οὕτω καὶ ἄγνος ἤγουν ὁ λύγος διὰ τὸ ψυχρὸν καὶ ἐντεῦθεν ἄγονον. ἴσως δ' ἐκ τοῦ τοιούτου λύγου καὶ λυγαλέον καὶ πλεονασμῷ, λευγαλέον τὸ ὀλέθριον. (ῃερς. 455.) Τὸ δὲ ποτιφωνήεις γένοιο ἀντὶ τοῦ αὐδήεις εἴρηκε, γενικῶς εἰπών. πᾶσα μὲν γὰρ αὐδὴ καὶ φωνή ἐστιν. οὐ μὴν καὶ πᾶσα φωνὴ αὐδὴ λεχθείη ἄν. ἡ γοῦν τοῦ κριοῦ αὐδὴ μὲν οὐκ ἂν εἴη, φωνὴ δέ ἐστι. διὸ καὶ πρὸς ἑρμηνείαν τοῦ ποτιφωνήεις ἐπάγει τὸ, εἰπεῖν ὅππῃ κεῖνος ἠλασκάσκει, δηλῶν οὕτως ὅτι φωνήεντα νῦν ἔφη τὸν αὐδήεντα καὶ λόγῳ χρησάμενον προφορικῷ. καθ' ἣν ἔννοιαν καὶ προσφωνεῖν τις λέγεταί τινα. καὶ τέχνη δὲ παραδέδοται λογογραφίας προσφωνητικῆς. χρῆσις δὲ σημασίας τοιαύτης καὶ παρ' Ὁμήρῳ ἐν τῷ, ἀμείβετο φώνησέν τε. τουτέστιν, εἶπεν. ἐλάλησεν. αὐδῇ ἐχρήσατο. ἐφθέγξατο γὰρ εἰπεῖν, οὐ πάνυ προσφυὲς, εἴγε φθόγγον καὶ φθέγγεσθαι καὶ ἐπὶ ἀλόγων τίθησί που ὁ ποιητής. ἔτι χρῆσις ὁμοία καὶ ἐν τῷ, οὐδέ τί μιν προσεφώνεον οὐδ' ἐρέοντο. οὕτω καὶ Πίνδαρος βέλη φωνεῦντα, ὅ πέρ ἐστι φωνέοντα, τοὺς ἑαυτοῦ λόγους εἶπε, λαβὼν καὶ αὐτὸς τὸ φωνῆσαι ἀντὶ τοῦ εἰπεῖν ὁμοίως Ὁμήρῳ. (ῃερς. 458.) Τὸν δὲ ἐγκέφαλον καὶ ἔγκαρον λέγεσθαι, ὁ Λυκόφρων δηλοῖ. (ῃερς. 460.) Τὸ δὲ λωφᾶν ὅτι κατ' ἔκτασιν γίνεται ἀπὸ τοῦ κατὰ τὸν τράχηλον λόφου, ἀλλαχοῦ δηλοῦται. (ῃερς. 447.) Σημείωσαι δὲ καὶ ὅτι ὥσπερ ἐνταῦθα ὁ Κύκλωψ τῷ κριῷ, οὕτω καὶ ἐν Ἰλιάδι Ἕκτωρ καὶ Ἀχιλλεὺς τοῖς κατ' αὐτοὺς ἵπποις προσδιαλέγονται. Καὶ ὅτι ὁμοφρονῆσαι θέλειαὐτῷ τὸν κριὸν ὁ βοσκηματώδης Κύκλωψ, ὅμοιος ὁμοίῳ φασί. Καὶ ὅτι οὐκ ἠξίωσεν ἐνταῦθα τὸν κριὸν αὐδήεντα γενέσθαι ὁ ποιητὴς ὡς ἐν Ἰλιάδι αὐδήεντα ἵππον ἡ Ἥρα ἔθετο, οὐδὲ γὰρ ἐχρῆν, τά τε ἄλλα καὶ ὅτι οὐδὲ ἔχοι ἂν ἀλληγορίαν ἡ τοιαύτη αὐδή. καὶ οὐδὲ φυκτὰ ἦν ἔτι τῷ Ὀδυσσεῖ. (ῃερς. 441.) Ὅρα δὲ καὶ ὡς νῦν μὲν οὐτιδανὸν ὁ Κύκλωψ τὸν Ὀδυσσέα ἔφη. προϊὼν δὲ ὀλίγον ἐρεῖ καὶ οὐτιδανὸν καὶ ἄκικυν ἢ ἄναλκιν. (ῃερς. 462.) Ὅτι σολοικοειδὲς τὸ, ἐλθόντες δ' ἠβαιὸν ἀπὸ σπείους τε καὶ αὐλῆς, πρῶτος ὑπ' ἀρνειοῦ λυόμην, ὑπέλυσα δ' ἑταίρους. δῆλον γὰρ ὅτι σολοικοφανὲς τὸ, ἐλθόντες ἐποίησα τόδε. αἴτιον δὲ, ὅτι οὐδ' ἐνταῦθα σχεδιάζων εἶχεν ἀποδοῦναί τι ἓν ῥῆμα περὶ ἑαυτοῦ τε καὶ τῶν ἑταίρων, ἐν τῷ, ἐλθόντες. οὐδὲ γὰρ μία διάθεσις ἀμφοτέρων, εἴγε ὁ μὲν ὑπέλυεν, οἱ δὲ ὑπελύοντο. εἰκὸς δὲ καὶ διὰ ψυχῆς ἀγωνίαν γενέσθαι τὸ καινοπρεπὲς τοῦ σχήματος καὶ τὸ τῆς συντάξεως ἀκατάλληλον, οἷα καὶ τὰ τοιαῦτα μιμουμένου τοῦ ποιητοῦ. ὅθεν καὶ πρὸ ὀλίγου ἔγραψε τὸ, ἡμῖν δὲ κατεκλάσθη φίλον ἦτορ δεισάντων φθόγγον βαρύν. (ῃερς. 463.) Τὸ δὲ ὑπέλυσα, διαφορὰν ἔχει πρὸς τὸ ἁπλῶς λύειν. δηλοῖ γὰρ τὸ, ὑποκάτωθεν ἐκ τῶν στέρνων λύειν. ἐν τούτοις δὲ καὶ περιτροπέειν φησὶ τὸ περιτρέπειν ἤτοι περιάγειν. οὐχ' ἁπλῶς μέντοι ἀλλὰ πειρατικώτερον. εἰπών. μῆλα ταναΰποδα πίονα δημῷ, πολλὰ περιτροπέοντες ἐλαύνομεν. καὶ ἔχει ὁμοιότητα ἡ λέξις τινὰ πρὸς τὸ, περιτροπέων ἐνιαυτός. τὸ δέ γε περιτροπέων, ἄλλο τι δηλοῖ. Σημείωσαι δὲ ὡς τὸ μὲν θαμὰ τρωπῶσα ἐκτείνει τὴν ἄρχουσαν, ῥῆμα ὂν συζυγίας δευτέρας τῶν περισπωμένων. τὸ δὲ περιτροπέων, συστέλλει τὴν τρˉο συλλαβὴν, τῇ πρώτῃ τε συζυγίᾳ τῶν περισπωμένων ὑποπίπτον, καὶ οὐδὲ ἁπλοῦν ὂν ἀλλὰ σύνθετον. διὸ καὶ ἐν Ἰλιάδι τὸ παλιντροπάασθαι, εἰ καὶ δευτέρας συζυγίας ῥῆμα ἐστὶν, ἀλλὰ διὰ μικροῦ ˉο γράφεται οἷα σύνθετον. φέρεται δὲ εἰς ἑρμηνείαν τῆς ῥηθείσης λέξεως καὶ ταῦτα. περιτροπέειν, τὸ περιτρέπειν καὶ παρακινεῖν τῆς εὐθείας ὡς καὶ βολὴ περιτρέπεταί τινι κατὰ τὴν τοῦ Λιβανίου χρῆσιν. οἱ δὲ παλαιοὶ καὶ ἀντὶ τοῦ περικλείοντες τὴν λέξιν λαμβάνουσιν. (ῃερς. 464.) Ταναΰποδα δὲ λέγει, οὐ τὰ μακρόποδα μόνον, ἀλλὰ καὶ τὰ τεταμένως τοῖς ποσὶ βαδίζοντα. ταυτὸν δ' εἰπεῖν, μακρὰ βιβάντα. (ῃερς. 466.) Ὅτι φυγὴν ἐκ κινδύνου φράζει τὸ, ἀσπάσιοι δὲ φίλοις ἑτάροισι φάνημεν οἳ φύγομεν θάνατον. τοὺς δὲ, στενάχοντο γοῶντες. εἰ δὲ καὶ ἐν γῇ πολεμίᾳ ὁ γόος γίνεται, ἁρμόττει καὶ ἐφεξῆς τὸ (ῃερς. 468.) ἀλλ' ἐγὼ οὐκ εἴων. ἀνὰ δ' ὀφρύσι νεῦον ἑκάστῳ κλαίειν. (ῃερς. 469.) ἤγουν ἀνένευον ταῖς ὀφρύσι διὰ τὸ μὴ τολμᾶν λαλεῖν. καὶ νῦν μὲν ὁ ταῦτα λέγων Ὀδυσσεὺς ἀνανεύει ταῖς ὀφρύσι κλαίειν. προϊὼν δὲ κρατὶ κατανεύει, προπεσόντας ἐρέσσειν τοὺς ἑταίρους, οὐδὲ τότε τολμῶν φθέγγεσθαι, ἀλλὰ τῇ κατανεύσει κελεύων ἐμβαλέειν κώπῃσι. λέγει δὲ προπεσεῖν, τὸ ἐπικύψαι κατὰ σπουδὴν τῇ κωπηλασίᾳ. (ῃερς. 473.) Ὅτι ἀποπλεύσας ἐκ τῆς τῶν Κυκλώπων γῆς Ὀδυσσεὺς οὐκ ἠνέσχετο μὴ κέρτομα πρὸς τὸν Κύκλωπα φθέγξασθαι, αἱρετισαμένου τοῦ ποιητοῦ τριβήν τινα τῷ λόγῳκἀντεῦθεν χαρίσασθαι. φησὶ γοῦν, ἀλλ' ὅτε τόσσον ἀπῆν ὅσσον τε γέγωνε βοήσας, καὶ τότ' ἐγὼ Κύκλωπα προσηύδων κερτομίοισι, Κύκλωψ, οὐκ ἂρ ἔμελλες ἀνάλκιδος ἀνδρὸς ἑταίρους ἔδμεναι ἐν σπῆϊ γλαφυρῷ κρατερῇφι βίῃφι. καὶ λίην σέ γ' ἔμελλε κιχήσεσθαι κακὰ ἔργα. σχέτλι'. ἐπεὶ ξείνους οὐχ' ἅζεο σῷ ἐνὶ οἴκῳ ἐσθέμεναι. τῷ σε Ζεὺς τίσατο καὶ θεοὶ ἄλλοι. τούτων δὲ τὰ πλοίῳ παρῳδηθέντα παραπλακήσονται εἰς ψόγον κακοξένου ἀνδρός. Ὅτι δὲ τὸ γέγωνε βοήσας, ἀντὶ τοῦ ἠκούσθη ἐστὶ καὶ ἐγνώσθη προείρηται. δῆλον δὲ καὶ ὅτι ἐν τῷ γέγωνε βοήσας λείπει ὄνομα ἢ ἄρθρον, ἵνα λέγῃ, ὅσον γέγωνέ τις βοήσας ἢ ὅσον γέγωνεν ὁ βοήσας. ὁ δὲ καλὸς παραφραστὴς Δημοσθένης οὕτω μετέβαλεν. ὡς δὲ ἀφειστήκει τοσοῦτον ἡ ναῦς ὅσον ἐξακοῦσαι φθεγξαμένου ἐδύνατο ὁ Κύκλωψ. ἑρμηνεύσας μὲν ἐκεῖνος καλῶς, οὐκ ἀκολούθως δὲ τῇ εἰρημένῃ Ὁμηρικῇ συντάξει. (ῃερς. 475.) Τὸ δὲ ἀνάλκιδος ἀνδρὸς, πρὸς τὰ τοῦ Κύκλωπος ἀποτείνεται. ὃς φθάσας οὐτιδανὸν ἔφη τὸν Ὀδυσσέα. (ῃερς. 477.) Τὸ δὲ ἔμελλέ σε κιχήσεσθαι κακὰ ἔργα, καινότερον πέφρασται διὰ σχεδιασμόν. οὐ γὰρ τὰ κακὰ ἔργα ἐκιχήσατο, ἀλλ' ἡ τῶν κακῶν ἔργων τίσις ἤγουν ποινὴ τὸν Κύκλωπα. (ῃερς. 478.) Τὸ δὲ σῷ ἐνὶ οἴκῳ τουτέστι σῷ ἐν σπηλαίῳ, εὔλογον ποιεῖ τὸ εἰπεῖν ὡς ἀπέπεμπεν ὁ Κύκλωψ τὸν κριὸν θύραζε. οἴκου γὰρ καὶ αἱ θύραι, καὶ τὸ θύραζε γενέσθαι. (ῃερς. 499.) Τὸ δὲ ἐσθέμεναι, ἡ σφοδρότης ἐστὶ τοῦ κακοῦ. οὐ γὰρ ἐλύπει τοὺς ξένους. οὐκ ἀπεστέρει. οὐκ ἄλλως ἀδικῶν ἦν. ἀλλ' οὐδὲ λῃστρικῶς γοῦν ἔκτεινε μόνον, ἀλλὰ καὶ κατήσθιεν. (ῃερς. 480.) Ὅτι Ὀδυσσέως φωνήσαντος καθὰ προσεχῶς ἐῤῥέθη, χολωσάμενος κηρόθι μᾶλλον ὁ Κύκλωψ ἧκεν ἀποῤῥήξας, ὡς καὶ προεδηλώθη, κορυφὴν ὄρεος μεγάλοιο. κὰδ δ' ἔβαλε προπάροιθε νεὼς κυανοπρώροιο. τυτθὸν ἐδεύησε δ' οἰήϊον ἄκρον ἱκέσθαι. ἐκλύσθη δὲ θάλασσα (ῃερς. 484.) κατερχομένης ὑπὸ πέτρης ἤγουν κατελθούσης. χρόνος γὰρ καὶ νῦν εἴληπται ἀντὶ χρόνου. τὴν δὲ, ἐς ἤπειρον παλιῤῥόθιον φέρε κῦμα, πλημυρὶς ἐκ πόντοιο. (ῃερς. 486.) θέμωσε δὲ χέρσον ἱκέσθαι. τουτέστιν ἠνάγκασεν ἔπεισεν ἐγγίσαι εἰς γῆν. γίνεται δὲ ἡ λέξις ἐκ τοῦ θέμις. ὅθεν θεσμὸς ὁ νόμος, ᾧ ἐξ ἀνάγκης πειθόμεθα, ἵνα ᾖ θεσμῶσαι τὸ ὡς εἰπεῖν δικαιῶσαι. κεῖται δὲ καὶ μετ' ὀλίγα ἡ λέξις ἔνθα ὁ Κύκλωψ μετὰ δευτέραν λαλιὰν τοῦ Ὀδυσσέως πολὺ μείζονα λᾶαν ἀείρας, (ῃερς. 538.) ἧκεν ἐπιδινήσας ἤγουν συστρέψας. ἐπέρεισε δὲ ἶνα ἀπέλεθρον, ἤγουν ἐπεστήριξε τῷ λίθῳ διὰ ἐπιδινήσεως δύναμιν πολυπέλεθρον, ὃ καὶ ἐν Ἰλιάδι κεῖται. (ῃερς. 539.) κὰδ δ' ἔβαλεν, οὐκέτι προπάροιθε τῆς νηὸς ἵνα εἰς τὴν τῶν Κυκλώπων γῆν ἐπανέλθῃ ἡ ναῦς, ἀλλὰ μετόπισθεν αὐτῆς τυτθόν. καὶ τὰ ἑξῆς ὡς ἐνταῦθα κεῖται δίχα τοῦ, πρόσω δὲ φέρε κῦμα. ἡ μὲν γὰρ πρώτη βολὴ πρόσθεν τῆς νηὸς πεσοῦσα ἔστρεψεν ἐκείνην παλίμπλουν, ἡ δὲ δευτέρα κατόπιν γενομένη εἰς τὴν τοῦ πέραν νησιδίου χέρσον θέμωσεν ἱκέσθαι τὴν ναῦν. ὥσπερ ἐκ προστάγματος κἀκεῖνο καὶ τοῦτο ποιήσασα, ὁποῖα τὰ τερατώδη τῆς ποιήσεως. (ῃερς.

Intertext edge

Open linked passage

Note