Commentarii ad Homeri Odysseam i
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-thessalonicensis-pg-135-136" aria-label="More works by Eustathius Thessalonicensis PG 135">
—
⋯
Original / primary: Pg Scrape Grc
458.1.1
) Ὅτι παραστᾶσα τῷ συμποσίῳ ἡ βασιλικὴ κόρη κατ' ἔθος ἀρχαῖον τὸ καὶ προδηλωθὲν θαύμαζεν Ὀδυσσῆα ἐν ὀφθαλμοῖσιν ὁρῶσα, καὶ χαῖρε ξεῖνε εἶπεν. ἵνα καί ποτ' ἐὼν ἐν πατρίδι γαίῃ μνήσῃ ἐμοῖο ὅτι μοι (ῃερς. 462.) πρώτῃ ζωάγρια ὀφέλλεις, ἀνθ' οὗ σε δηλαδὴ ζωὴν ἀγεῖραι τουτέστιν ἀθροῖσαι πεποίηκα. αὐτὴ γὰρ ὀλιγοδρανέοντα τὸν Ὀδυσσέα περιεσώσατο, ζωὴν ὀλιγηπελέοντι αὐτῷ ἀγείρασα, ὃ καὶ θυμὸν ἀγείρειν λέγεται. ὅθεν καὶ ὁ θυμηγερέων. καὶ ἔστιν ἄλλο τοῦτο ζωάγριον παρὰ τὸ ἐν πολέμῳ, ὃ γίνεται παρὰ τὸ ζῶντας τινὰς ἀγρεύεσθαι. καὶ οὕτω μὲν ἡ κόρη. (ῃερς. 467.) Ὀδυσσεὺς δὲ ὑπεραναβαίνων τὴν αὐτῆς ἀξίωσιν ὡς θεῷ αὐτῇ εὔχεσθαι φησὶ οἴκοι ἐλθών. εἰπών. (ῃερς. 468.) οὕτω νῦν θεὸς θείη, οἴκαδέ τ' ἐλθέμεναι καὶ νόστιμον ἦμαρ ἰδέσθαι. τῷ κέν τοι κἀκεῖθι θεῷ ὣς εὐχετοῴμην αἰεὶ ἤματα πάντα, σὺ γάρ με βιώσαο κούρη. ἤγουν ζῆν πεποίηκας. καὶ ὡς δεξιῶς κολακεύει καὶ νῦν ὁ ἥρως τὴν κόρην. εἰ γὰρ καὶ τὰ μέγιστα συνεβάλετο, ἀλλ' οὐκ ἐβιώσατο τὸν Ὀδυσσέα αὐτή. (ῃερς. 462.) Ὅρα δὲ κἀνταῦθα τὸ, μνήσῃ ἐμεῖο, ὡς τῆς εἰσέπειτα διηνεκοῦς ἀγαθῆς μνήμης ἐφετῆς οὔσης καὶ παρὰ τοῖς Φαίαξιν ὡς καὶ προδεδήλωται. (ῃερς. 466.) Τὸ δὲ οἴκαδε ἐλθεῖν καὶ νόστιμον ἦμαρ ἰδεῖν τῆς αὐτῆς σημασίας εἰσίν. ὥσπερ καὶ τὸ αἰεὶ καὶ τὸ ἤματα πάντα. (ῃερς. 467.) Τοῦ δὲ εὐχετοῴμην οὗ ἡ κλίσις κατὰ τὸ, βοαοίμην βοῴμην, τὸ θέμα εὐχετάω εὐχετῶ. ἀφ' οὗ εὐχετῴμην, καὶ πλεονασμῷ τοῦ ˉο μικροῦ, εὐχετοῴμην. τοιοῦτον δέ που καὶ τὸ ὁράοιτε ὁρῷτε, καὶ ἐπενθέσει τοῦ ˉο ὁρόῳτε ἀντὶ τοῦ, βλέποιτε. (ῃερς. 468.) Ὅρα δὲ καὶ τὸ, σύ με βιώσαο κούρη, ἀλλοπαθῶς ῥηθὲν ἀντὶ τοῦ, ἔζησάς με, ἤγουν ζῆν με πεποίηκας, (ῃερς. 470.) Ὅτι εἰλαπινατικὸν τὸ, οἵδ' ἤδη μοίρας ἔνεμον, κερόωντό τε οἶνον. Καὶ ὅρα ὅτι μοίρας τὰς μερίδας φησὶ, κοινότερον γράψας. (ῃερς.
458.1.2
) Ἰστέον δὲ ὅτι ἐν Πύλῳ μὲν στοχάζεται κατὰ τὸ εἰκὸς εἶναι τὸν Ὀρέστην ὁ πατὴρ διὰ τὴν τοῦ φιλοβασιλέως Νέστορος φιλίαν. (ῃερς. 459.) παρὰ δὲ Μενελάῳ διὰ τὴν ἀδελφικὴν συγγένειαν, ἐν Ὀρχομενῷ δὲ διὰ τὸ πάνυ ἀσφαλὲς τοῦ τόπου καὶ ἄσυλον. ἔνθα καὶ τὰ τῶν πέριξ πόλεων ἀπετίθεντο χρήματα ὡς καὶ ἡ Ἰλιὰς ἐδήλωσε. τῷ ὄντι γὰρ ἐχρῆν τὸν Ὀρέστην ἢ παρὰ γνησίῳ συγγενεῖ φυλάττεσθαι, ἢ παρὰ φίλῳ ἀγαθῷ, ἢ παρὰ ἀλλοτρίῳ ἐν τόπῳ ἐχυρῷ, οἷος καὶ ὁ Ὀρχομενός. καὶ τοῦτο μὲν κατὰ φύσιν ἐνταῦθα ἐγράφη. Ὅμηρος δὲ προτάσσει μὲν τὸν Ὀρχομενὸν, δεύτερον δὲ τίθησι τὴν Πύλον, τρίτην δὲ τὴν τοῦ Μενελάου Σπάρτην, οὕτω δόξαν αὐτῷ διὰ τὸ καινότερον. Ἰστέον δὲ ὡς εἰ καὶ πιθανῶς ἐνταῦθα στοχάζεται ὁ βασιλεὺς, ἀλλ' οὐχ' εὑρίσκει τὸ ἀληθὲς, οἷα σκιά τις ἀΐσσωνκαὶ αὐτός. ὁ γάρ τοι Ὀρέστης ἐν τῇ πατρίδι ἐστὶν, ἀνύσας ἅπερ ἤθελεν. (ῃερς. 462.) Ὀδυσσεὺς δὲ μηδὲν εἰδὼς μήδ' αὐτὸς φησὶν, ὡς οὔ τι οἶδα, ζῴει ὅ γε ἢ τέθνηκε, τουτέστιν ὡς καὶ ἀλλαχοῦ κεῖται, ἢ ζῇ ὁ Ὀρέστης ἢ τέθνηκεν. (ῃερς. 463.) ἀπὸ κοινοῦ γὰρ νοητέον τὸ ἢ καὶ ἐν τῷ ζῴει. τοιοῦτόν τι καὶ παρὰ Σοφοκλεῖ ἐν Φιλοκτήτῃ τὸ, ἑκόντα μήδ' ἄκοντα, ἤγουν μήτε ἑκόντα μήτε ἄκοντα. καὶ ἐκεῖ γὰρ ἐκ τοῦ δευτέρου καὶ εἰς τὸ πρῶτον μεθείλκυσται τὸ μὴ, κατὰ τὸ ἀπὸ κοινοῦ σχῆμα. ὅμοιόν τι καὶ ἐν τοῖς ἑξῆς τὸ, ἁλὸς ἢ ἐπὶ γῆς, ἤγουν ἢ ἐπὶ ἁλός. εἶτα ἐπαγαγὼν Ὀδυσσεὺς γνωμικὸν σύνηθες τὸ, κακὸν δ' ἀνεμώλια βάζειν, περαιοῖ τὸ κατὰ τὸν Ἀγαμέμνονα. (ῃερς. 464.) ἐν τούτοις δὲ κεῖται καὶ ἔπος στυγερὸν, οὔτε τὸ μισητὸν οὔτε τὸ φρικτὸν, ἀλλὰ τὸ στυγνόν. φησὶ γὰρ Ὀδυσσεὺς, ὅτι ἡμεῖς μὲν ἱστάμεθα, ἐπέεσσιν ἀμειβόμενοι στυγεροῖσιν. ὃ καὶ ἐφερμηνεύων ἐπάγει· ἀχνύμενοι, (ῃερς. 465.) θαλερὸν κατὰ δάκρυ χέοντες, ἃ δὴ οἰκεῖα ἐπὶ λυπουμένων λέγεσθαι. (ῃερς. 466.) Ὅτι πλάττει ὁ ποιητὴς ἐμφανισθῆναι τῷ Ὀδυσσεῖ μετὰ τὸν Ἀγαμέμνονα ἥρωας, τὸν Ἀχιλλέα, τὸν Πάτροκλον, τὸν Ἀντίλοχον, καὶ τὸν Αἴαντα. καὶ περὶ μὲν Ἀχιλλέως, ὃν Ὅμηρος φιλεῖ ἐπιμάλιστα, ὡςἡ Ἰλιὰς ἐδήλωσε, διηγεῖται πλείονα. περὶ δὲ Πατρόκλου καὶ Ἀντιλόχου οὐδὲν οὐδόλως, ἀλλ' ἀρκεῖται εἰπὼν ἀορίστως καὶ παραλειπτικῶς τὸ, αἱ δ' ἄλλαι ψυχαὶ ἔστασαν ἀχνύμεναι, εἴροντο δὲ κήδεα ἑκάστη, τουτέστιν ἔλεγον εἴτε τοῦ Ὀδυσσέως ἐρωτῶντος, εἴτε καὶ ἄλλως μὴ ἐρωτώμεναι. τὸν Αἴαντα δὲ πλάττει προσφωνούμενον μὲν, μὴ ἀπαμειβόμενον δὲ, διὰ τὸ πρὸς τὸν Ὀδυσσέα μῖσος περὶ Τροίαν ἐπὶ τῇ τῶν ὅπλων κρίσει. εἰ δὲ ὁ Αἴας μισῶν οὐ προσφθέγγεταί τι, πιθανῶς ἄρα ὁ ποιητὴς οὐ πλάττει ψυχὴν Τρωϊκὴν ἐπιφανεῖσαν τῷ Ὀδυσσεῖ, ὃς ἐπὶ τῷ τῆς Τροίας ἀφανισμῷ ἔσχε πτολίπορθος λέγεσθαι. ἐν δὲ τοῖς ῥηθεῖσι προσώποις Πατρόκλου μὲν πρὸς μόνον ὄνομα ἐμνήσθη, τὸν δὲ Ἀντίλοχον ἀμύμονα ἔφη, καθὰ καὶ τὸν Ἀχιλλέα μετ' ὀλίγα. (ῃερς. 468.) τὸν δὲ Αἴαντα ἐπαινῶν λέγει· ὃς ἄριστος ἔην εἶδός τε δέμας τε τῶν ἄλλων Δαναῶν μετ' ἀμύμονα Πηλείωνα, ὃν εὐθὺς καὶ ποδώκη Αἰακίδην φησὶν, ἀνωτέρω Πηληϊάδην Ἀχιλλέα εἰπών. καὶ νῦν μὲν οὕτω τὸν Αἴαντα ὑπήγαγε τῷ Ἀχιλλεῖ, ἄριστον εἶναι εἰπὼνπάντων μετὰ τὸν Ἀχιλλέα. προϊὼν δὲ καὶ πάλιν εἰπών· ὃς πέρι μὲν εἶδος πέρι δ' ἔργα τέτυκτο τῶν ἄλλων Δαναῶν μετ' ἀμύμονα Πηλείωνα, εἶτα καὶ ἶσον μετ' ὀλίγα φησὶν αὐτὸν τῷ Ἀχιλλεῖ, κατά γε τιμὴν, οὐ μὴν κατὰ εἶδος καὶ ἔργα, ἐν τῷ, τοῖος γάρ σφιν πύργος ἀπώλετο. σεῖο δ' Ἀχαιοὶ ἶσον Ἀχιλλῆος κεφαλῇ ἀχνύμεθα φθιμένοιο διαμπερὲς, ἔνθα καὶ ἐπὶ κακῷ τῶν Ἀχαιῶν ὑποδηλῶν γενέσθαι τὸν τοῦ Αἴαντος θάνατόν φησιν, ὡς ἐκπάγλως ἤχθηρε Ζεὺς Δαναοὺς, καὶ διατοῦτο σοὶ ἐπὶ μοῖραν ἔθηκε, τὴν τοῦ θανάτου δηλαδή. καὶ οὕτω τὸν Αἴαντα σεμνύνας ὁ Ὀδυσσεὺς μειλιχίοις ὅμως οὐκ ἐξίσχυσε πεῖσαι τὸν βαρύμηνιν ὁμιλῆσαι αὐτῷ, οὐδὲ ἀκούσας δάμασον μένος καὶ ἀγήνορα θυμὸν ἐπείσθη. σημείωσαι δ' ἐν τοῖς ῥηθεῖσι περὶ Αἴαντος καὶ ὅτι τὸ, πέρι μὲν εἶδος πέρι δ' ἔργα τέτυκτο, καλλίων ἔπαινος τοῦ, ἄριστος ἔην εἶδός τε δέμας τε. τοῦτο γὰρ οὐ βλάπτει καὶ πράξεων ἀρετήν. καὶ τοιαῦτα μὲν τὰ κατὰ τὸν Αἴαντα. (ῃερς. 477.) τὸν μέν τοι Ἀχιλλέα σεμνολογῶν διὰ τοῦ Ὀδυσσέως ὁ ποιητὴς, ὦ Ἀχιλλεῦ μέγα φέρτατέ φησιν Ἀχαιῶν. καὶ, σεῖο δ' Ἀχιλλεῦ οὔτις ἀνὴρ προπάροιθε μακάρτατος, (ῃερς. 482.) οὔτ' ἂρ ὀπίσσω, ἤγουν εἰς τὸ μέλλον, βραχὺν τοῦτον ἔπαινον τοῦ τηλικούτου εἰπὼν, ὅτι μηδὲ ἦν καιρὸς πλείω λαλεῖν. (ῃερς. 483.) εἶτα καὶ τὸν τοιοῦτον στίχον κατασκευάζων καὶ ἅμα ἐπισυνείρων καὶ παραμυθητικὴν ἔννοιαν, φησί· πρὶν μὲν γάρ σε ζωὸν ἐτίομεν ἶσα θεῷ Ἀργεῖοι. νῦν αὖτε μέγα κρατέεις νεκύεσσι, διὸ μή τι θανὼν ἀκαχίζευ Ἀχιλλεῦ. καὶ τοιόνδε μὲν καὶ τὸ ὑπὲρ Ἀχιλλέως. τὸν μέντοι υἱὸν αὐτοῦ πλατὺ ἐγκωμιάσει, ὡς μετ' ὀλίγα εἰρήσεται. (ῃερς.