Commentarii ad Homeri Odysseam i
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-thessalonicensis-pg-135-136" aria-label="More works by Eustathius Thessalonicensis PG 135">
—
⋯
Original / primary: Pg Scrape Grc
467.1.1
) Τὸ δὲ μή μ' ἄμυδις στίβη καὶ ἑέρση δαμάσῃ, ἐλλειπτικῶς εἴρηται. λείπει γὰρ τὸ δείδω ἤ τι τοιοῦτον. διὸ ἐντελῶς ἔχει τὸ, εἰ δὲ ἐς κλιτὺν ἀναβὰς καταδράθω, δείδω μὴ θήρεσσιν ἕλωρ καὶ κῦρμα γένωμαι. ἅπερ κεῖται καὶ ἐν τῇ ˉγ ῥαψῳδίᾳ. ἔνθα ὁ σώφρων ἀοιδὸς ἐν νήσῳ ἐρήμῃ κατελείφθη οἰωνοῖσιν ἕλωρ καὶ κῦρμα γενέσθαι. Στίβη δὲ ὥς που καὶ ἐν τοῖς ἑξῆς, ἡ ἑωθινὴ πάχνη. παρὰ τὸ στείβω τὸ καταπατῶ καὶ πυκνοποιῶ. ὅθεν καὶ στίβος ἡ ἐν τῷ καταπατεῖσθαι πυκνουμένη ὁδός. πυκνοῦται γὰρ ἡ δρόσος παχνουμένη. Ἑέρση δὲ μετὰ δασέος πνεύματος Ἀττικῶς, ἡ δρόσος. ὡς ἐν τῇ Ἰλιάδι δεδήλωται ἱκανῶς. ἡ λεγομένη καὶ δισυλλάβως ἔρση, ὡς δηλοῖ τὸ, λωτόν θ' ἱρσήεντα. Θῆλυς δὲ, ἡ θρεπτικὴ τῶν φυτῶν. ἐκ μεταφορᾶς τῶν ζῴων ἐν οἷς τὰ θήλεα θρεπτικά εἰσι τῶν νεογνῶν, μᾶλλον ἤπερ τὰ ἄῤῥενα. ποιητικῶς δὲ εἶπε τὸ θῆλυς ὁμοίως τῷ, πουλὺν ἐφ' ὑγρήν. τοιοῦτον καὶ τὸ, θῆλυν τε μέλαιναν. καὶ τὸ, θῆλυς ἀϋτμή. (ῃερς. 469.) Τὸ δὲ ἠῶθι πρὸ, ἀντὶ τοῦ πρὸ ἠοῦς ὅ ἐστι πρωΐας. (ῃερς.