Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Commentarii ad Homeri Odysseam i
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-thessalonicensis-pg-135-136" aria-label="More works by Eustathius Thessalonicensis PG 135"> —
⋯
More
Original / primary: Pg Scrape Grc
472.1.1
) Ὅτι προτρεπτικὸν εἰς ἐπάνοδον τὸ, δαιμόνιε ἤδη νῦν μιμνήσκεο πατρίδος αἴης εἴ τοι θέσφατόν ἐστι σαωθῆναι καὶ ἱκέσθαι οἶκον ἐς ὑψόροφον καὶ σὴν ἐς πατρίδα γαῖαν. (ῃερς. 474.) τὸ δὲ ὑψόροφον οἶκον ἀλλαχοῦ ὑψηρεφὲς διὰ τοῦ ˉη δῶμα λέγει, καὶ ὑψερεφὲς δὲ διὰ τῶν δύο ˉεˉε. (ῃερς. 483.) Ὅτι προκλητικὸν εἰς φιλικὴν προπομπὴν τὸ, ὁ δεῖνα τέλεσόν μοι ὑπόσχεσιν ἥν περ ὑπέστης ἤγουν ὑπέσχου, οἴκαδε πεμψέμεναι. θυμὸς δέ μοι ἔσσυται ἤδη ἠδ' ἄλλων ἑτάρων. (ῃερς. 489.) ὁ δὲ ἕτοιμος πέμπειν τοὺς τοιούτους ἐρεῖ ἂν τὸ τῆς Κίρκης πρὸς τὸν Ὀδυσσέα· μηκέτι νῦν ἀέκοντες ἐμῷ ἔνι μίμνετε οἴκῳ. (ῃερς. 490.) εἰ δὲ καὶ εἰς δεινόν τι πρόσωπον ἡ ὁδὸς, οἰκεῖον εἰπεῖν καὶ τὸ, ἀλλ' ἄλλην χρὴ πρῶτον ὁδὸν τελέσαι καὶ ἱκέσθαι εἰς Ἀΐδαο δόμους (ῃερς. 491.) καὶ ἐπαινῆς Περσεφονείης ἤγουν Φερσεφονείης. Ἔστι δὲ ἐπαινὴ Περσεφόνη, ἢ αἰανὴ, τουτέστιν ἐν σκότει διάγουσα, ἢ μᾶλλον αἰνὴ, ἡ δεινὴ, πλεοναζούσης καὶ νῦν προθέσεως ὡς καὶ ἐν ἄλλοις. Περσεφόνεια δὲ ἡ Περσεφόνη Ἰωνικῶς, ὁμοίως τῷ, Βερενίκη Βερενίκεια καὶ τοῖς τοιούτοις. πρωτότυπον δὲ τῆς ὕστερον Περσεφόνης ἡ ῥηθεῖσα Φερσεφόνη. λέγεται δὲ ἡ αὐτὴ καὶ Περσέφασσα καθ' ὁμοιότητα τινὰ τοῦ πρόφασσα. ἐκεῖνο μὲν ἐκ τοῦ φρῶ φράζω φράσω, τοῦτο δὲ ἐκ τοῦ φῶ φάζω φάσω τὸ φονεύω. δῆλον γὰρ ὅτι οὐ μόνον ἐκ τοῦ φέρω φέρσω ἡ Φερσεφόνη, ἀλλὰ καὶ μᾶλλον ἐκ τοῦ φθείρω φθέρσω Αἰολικοῦ καὶ αὐτοῦ ῥήματος. τοῦτο δὲ διὰ τὴν τῶν κατοιχομένων φθορὰν, ἧς μέρος καὶ τὰ ἐκ φόνου κακὰ, ἵνα πιθανῶς ἡ καταχθόνιος δαίμων ἐκ δύο ταυτοσήμων λέξεων εἴη συγκειμένη, τοῦ τε φθέρσω, καὶ τοῦ φένω φόνος, καθ' ὁμοιότητα τοῦ δάπεδον καὶ τῶν ἄλλων, ἃ καὶ ἐν τῇ Ἰλιάδι κεῖται. (ῃερς. 484.) Τὸ δὲ θυμός μοι ἠδ' ἄλλων ἑτάρων, καινῶς μὲν συντέτακται. θεραπεύεται δὲ ὡς ἀντίπτωσις, οἷον, θυμὸς ἐμοῦ καὶ τῶν ἄλλων, ἢ ἐμοὶ καὶ τοῖς ἄλλοις. (ῃερς. 489.) Ἰστέον δὲ ὅτι τὸ μηκέτι νῦν ἀέκοντες μίμνετε, λόγου ἤρτηται τοῦ παραινοῦντος ξεῖνον παρεόντα μὲν φιλεῖν, ἐθέλοντα δὲ πέμπειν. (ῃερς.

Intertext edge

Open linked passage

Note