Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Commentarii ad Homeri Odysseam i
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-thessalonicensis-pg-135-136" aria-label="More works by Eustathius Thessalonicensis PG 135"> —
⋯
More
Original / primary: Pg Scrape Grc
473.1.1
) Ἰστέον δὲ ὅτι ἀποσεμνύνων καὶ πάλιν ἑαυτὸν Ὀδυσσεὺς ἐπὶ τῇ εἰς Ἅιδην καθόδῳ καὶ ἄλλως δὲ εἰπεῖν ἐνδεικνύμενος ὁ ποιητὴς, καθὰ καὶ αὐτὸ προεῤῥέθη, ὡς πάντῃ τολμηρῶς ἡ τοῦ Ὀδυσσέως ἐπλάσθη κάθοδος, ποιεῖ τὸν Ἀχιλλέα ἐρωτῶντα· Διογενὲς Λαερτιάδη πολυμήχαν' Ὀδυσσεῦ, σχέτλιε, τίπτ' ἔτι μεῖζον ἐνὶ φρεσὶ μήσεαι ἔργον; πῶς ἔτλης Ἄϊδόσδε κατελθέμεν, ἔνθα τε νεκροὶ ἀφραδέες ναίουσι βροτῶν εἴδωλα καμόντων; Ὅρα δὲ τὸ σχέτλιε, ὡς οὔτε τὸν ἄδικον δηλοῖ· τί γὰρ ἠδίκησεν Ὀδυσσεὺς εἰς Ἅιδου ἐλθών; ἀλλ' οὐδὲὅλως ἐπὶ ὕβρει τέθειται. οὐ γὰρ ἂν τὸν διογενῆ καὶ πολυμήχανον φίλον εἰκῇ οὕτως ἔσκωψε. (ῃερς. 475.) σημαίνει δὲ κἀνταῦθα συνήθως ἡ λέξις τὸν σφοδρὸν καὶ ὁρμητίαν καὶ ἄξιον σχέσθαι καὶ τλῆναι. διὸ καὶ ἐπήγαγε· πῶς ἔτλης Ἄϊδόσδε κατελθεῖν. Ἀφραδέες δὲ νεκροὶ κατὰ τοὺς παλαιοὺς, οἱ ἄφραστοι καὶ ἀθεώρητοι, ἢ οἱ ἀσώματοι, τουτέστι φρένας μὴ ἔχοντες, αἵ εἰσι κρεμαστῆρες τοῦ ἥπατος, κατὰ τὸ, ὅθι τε φρένες ἧπαρ ἔχουσι. καὶ ἄλλως δὲ ἀφραδέες νεκροὶ ὡς πρὸς σύγκρισιν τοῦ Τειρεσίου ὃς μόνος ἐπέπνυτο. πῶς δὲ εἴδωλα καμόντων οἱ ἐν Ἅιδου νεκροὶ, προγέγραπται. (ῃερς. 478.) Ὅτι χρέος οὐ μόνον ἐπὶ ὀφειλῆς, ὃ καὶ ἐξέτεινον οὐκ ὀλίγοι τῶν παλαιῶν, ὡς προεῤῥέθη, ἀλλὰ καὶ τὸ χρειῶδες πρᾶγμα καὶ αὐτὴ ἡ χρεία. οἷον· ἦλθον Τειρεσίαο κατὰ χρέος. τινὲς δὲ τὸ Τειρεσίαο κατὰ χρέος ἀντὶ τοῦ χρησμώδημα φασίν. (ῃερς. 480.) Ὅτι ὁ πατρίδος ἐπὶ πολὺ ἀποδημῶν ἐρεῖ ἄν· οὐ γάρ πω σχεδὸν ἦλθον τῆς δεῖνος χώρας, οὐδέ πω ἐμῆς γῆς ἐπέβην, ἀλλ' αἰὲν ἔχω κακά. (ῃερς. 487.) Ὅτι φιλόζωος ἐνταῦθα πλάττεται Ἀχιλλεὺς, ὃς ἐξ Ὀδυσσέως ἀκούσας, μὴ χρῆναι ἀκαχίζεσθαιαὐτὸν ἐπεὶ μέγα κρατεῖ νεκύεσσι, προκρίνει τοῦ εὐκλεῶς οὕτω ζῆν τὴν τυχοῦσαν βιοτὴν, καὶ ταῦτα ἐν Τροίᾳ, τὸν ὀλιγοχρόνιον ἔντιμον βίον τοῦ μὴ τοιούτου ἀνθαιρούμενος. φησὶ γάρ· μὴ δή μοι θάνατόν μοι παραύδα φαίδιμ' Ὀδυσσεῦ. βουλοίμην κ' ἐπάρουρος ἐὼν θητευέμεν ἄλλῳ ἀνδρὶ παρ' ἀκλήρῳ ᾧ μὴ βίοτος πολὺς εἴη ἢ πᾶσι νεκύεσσι καταφθιμένοισιν ἀνάσσειν. (ῃερς. 494.) τοῦτο δὲ πᾶς ἂν εἴποι ὁ μὴ θέλων οὐδαμινῶν καὶ ἀχρείων τινῶν ἄρχειν, ἀλλὰ τῆς τοιαύτης τιμῆς ἔλαττόν τι προστιθέμενος. ὡς φιλοπάτωρ δέ φασιν Ἀχιλλεὺς ταῦτα αἱρεῖται, φιλότιμος καὶ νῦν ὢν καὶ διὰ τὴν τοῦ πατρὸς τιμὴν τοιαῦτα αἱρούμενος, οἷα στοχαζόμενος, ἀτιμάζεσθαι ὡς εἰκὸς τὸν πατέρα, ἐπεὶ μὴ ἔχει ἀρωγὸν κατ' αὐτόν. διὸ καὶ ἐρωτήσας τὸν Ὀδυσσέα περὶ τοῦ πατρὸς εἰ ἔχει τὴν βασιλικὴν τιμὴν ἐν τοῖς Μυρμιδόσιν, ἤ μιν ἀτιμάζουσιν ἀν' Ἑλλάδα τε Φθίην τε οὕνεκά μιν κατὰ γῆρας ἔχει χεῖράς τε πόδας τε, ἐπάγει· οὐ γὰρ ἐγὼν ἐπαρωγὸς ὑπ' αὐγὰς ἠελίοιο τοῖος ἐὼν οἷός ποτε ἐν Τροίᾳ πέφνον λαὸν ἄριστον, ἀμύνων Ἀργείοισιν. εἰ τοῖος δ' ἔλθοιμι, μίνυνθά περ ἐς πατέρος δῶ, τῷ κέ τεῳ στύξαιμι μένος καὶ χεῖρας ἀάπτους, (ῃερς. 501.) οἳ κεῖνον βιόωνται ἐέργουσί τ' ἀπὸ τιμῆς, τουτέστιν, εἴπερ ἀνεβίων ἔχων τὴν πάλαι ἀνδρίαν, στυγητὸν ἂν καὶ φρικτὸν ἐποίησα τὸ ἐμὸν μένος καὶ τὰς ἀπροσπελάστους χεῖρας τινὶ τῶν βιαζομένων τὸν Πηλέα. Καὶ ὅρα τὸ τέῳ ἀντὶ τοῦ τινὶ πλεονασμὸν ἔχον τοῦ ˉε, ὁμοίως τῷ ὁτέοισι καὶ τοῖς τοιούτοις ἃ προγέγραπται. καὶ ὅτι τὸ στύξαιμι οὐ μόνον αὐτοπαθῶς ἀντὶ τοῦ φρίξαιμι καὶ μισήσαιμι, ἀλλ' ἰδοὺ νῦν καὶ ἀλλοπαθῶς ἀντὶ τοῦ, εἰς μῖσος καὶ ἔκπληξιν ἀγάγοιμι. σημειωτέον δ' ἐνταῦθα τὸ στύξαιμι διπλόην ἐμφαῖνον κινήσεως κανονικῆς. ἢ γὰρ ἀπὸ ἀσυνήθους βαρυτόνου κανονίζεται θέματος τοῦ στύγω στύξω, ἢ ἴσως ἀπὸ τοῦ στυγῶ στυγήσω γίνεται κατὰ ἀπέλευσιν τοῦ ˉη τῆς παραληγούσης στύγσω, καὶ τροπῇ τοῦ ˉγ εἰς ˉκ διὰ τὸ εὐφωνότερον στύκσω. εἶτα τροπῇ τοῦ ˉκ καὶ ˉσ εἰς ˉξ, ὃ γίνεται καὶ ἐπὶ τοῦ δοκήσω δόκσω δόξω, ἀποτελεῖται τὸ στύξω. ἐξ οὗ τὸ ἔστυξα καὶ τὸ στύξαιμι. ὡς δὲ φιλίως ἔχει τὸ ˉγ καὶ τὸ ˉκ, δηλοῖ καὶ ἡ τοῦ ˉκ εἰς τὸ ˉγ μεταχώρησις ἐν τῷ ἔοιγμεν ἀντὶ τοῦ ἐοίκαμεν, ὃ κεῖται παρὰ Σοφοκλεῖ. ὅτι δὲ εἰ καὶ τὸ στυγέω στυγῶ περισπώμενον τέτριπται, οἷον, στυγέει δὲ καὶ ἄλλος, ὅθεν καὶ τὸ στυγερὸν καὶ ὁ στυγητὸς, ὅμως ἔχει χώραν εἶναι καὶ βαρύτονον στύγω στύξω, δῆλον καὶ ἐκ τοῦ στὺξ, ὃ πάντως ἐκ τοῦ στύξω παρῆκται. τοιούτου δὲ ἴσως θέματος καὶ τὸ, κατὰ δ' ἔστυγον αὐτήν. δοκεῖ γὰρ εἶναι ἀπὸ τοῦ στύγω στύξω ἔστυγα ἔστυγον, εἰ μή που ἄρα, ὥσπερ ἐκ τοῦ ἐδούπησα καὶ ἐκτύπησα γίνεται τὸ ἔδουπον καὶ ἔκτυπον, οὕτω καὶ ἐκ τοῦ ἐστύγησα τὸ ἔστυγον. καὶ οὕτω μὲν ταῦτα. (ῃερς. 487.) Παραυδᾶν δὲ, τὸ παραμυθεῖσθαι. ὡς γὰρ ἐκ τοῦ μυθεῖσθαι καὶ φάσκειν καὶ ἀγορεύειν καὶ αἰνεῖν γίνεται τὸ παραμυθεῖσθαι καὶ τὸ παραιφάσκειν καὶ τὸ παρηγορεῖσθαι καὶ τὸ παραινεῖν, οὕτω καὶ ἐκ τοῦ αὐδᾶν ἰσοδυνάμου ἐκείνοις ῥήματος τὸ παραυδᾶν. οὐ μὴν οὕτως καὶ ἐκ τοῦ λέγειν καὶ τοῦ ἐκεῖθεν λόγου παραμυθίαν δηλοῖ καὶ τὸ παραλογίζεσθαι ἀλλ' αὐτὸ ἐπὶ κατασοφισμοῦ καὶ ἀπάτης τινὸς τίθεται. (ῃερς. 488.) Τὸ δὲ βουλήμην κ' ἐπάρουρος διττὴν ἔχει γραφήν. ἢ γὰρ ἐπάρουρος ὁ γῆν ἐργαζόμενος εἴτε καὶ ἁπλῶς ἐπίγειος, ἢ τρισυλλάβως πάρουρος ὁ εἰς φυλακήν τινα τεταγμένος μισθωτικῶς. οὖρος γὰρ καὶ ὁ φύλαξ, ὁ καὶ ἐπίουρος. Ἄκληρος δὲ ἀνὴρ ὁ ὀλιγόκληρος. διὸ ἑρμηνεύων ἐπήγαγεν, ᾧ μὴ βίοτος εἴτουν κλῆρος πολύς. (ῃερς.

Intertext edge

Open linked passage

Note