Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Commentarii ad Homeri Odysseam i
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-thessalonicensis-pg-135-136" aria-label="More works by Eustathius Thessalonicensis PG 135"> —
⋯
More
Original / primary: Pg Scrape Grc
481.1.1
) Οἴμας δὲ καὶ νῦν τὰς ᾠδὰς λέγει. ὡς καὶ πρὸ ὀλίγων. Τὸ δὲ ἐφίλησε φῦλον ἀοιδῶν ὡς ἔχει τι παρηχήσεως, οὐκ ἄδηλόν ἐστιν. ὥσπερ καὶ μετ' ὀλίγα τὸ, Ἐποιὸς ἐποίησε σὺν Ἀθήνῃ. (ῃερς. 474.) Σημείωσαι δὲ ὅτι δεξίωσίς τις ἐνταῦθα πρὸς τὸν Δημόδοκον ἡ δόσις τοῦ κρέατος, ὡς ἐν τοῖς ἑξῆς πρὸς Ἀρήτην ἡ δόσις τοῦ ποτηρίου. (ῃερς. 487.) Τὸ δὲ αἰνίζομαι καὶ ὁ ἥμισυς τῶν ἐνταῦθα στίχος οὗτος κεῖται καὶ ἐν Ἰλιάδι. (ῃερς. 488.) Τὸ δὲ ἢ Μοῦσα ἐδίδαξεν ἢ Ἀπόλλων, οὐ διὰ μόνην ποιητικὴν ἄλλως σοφίαν ἐῤῥέθη, ἀλλὰ καὶ διὰ τὸ κατ' Ἀπόλλωνα μαντικόν. τοιοῦτοι γὰρ οἱ ποιηταὶ ὡς ἐδηλώθη πολλαχοῦ, οἳ καὶ τοῖς μέλλουσι μαντικῶς ἐπιβάλλουσι. καὶ τὰ πρὸ αὐτῶν δὲ καὶ τὰ κατ' αὐτοὺς οἴδασι μήτε παρόντες αὐτοὶ μήτε ἀκούσαντες. καὶ οἴκοθεν εἰδότες ᾄδουσι, θεόθεν μαθόντες. ὡς δηλοῖ καὶ τὸ, ὅ δ' ὁρμηθεὶς θεοῦ, ἤρχετο. ἤγουν ὑπὸ θεοῦ κινηθείς. θυμόσοφος γὰρ καὶ αὐτοδίδακτος, ἢ θεόσοφος κατὰ τοὺς τοιούτους καὶ ὁ Δημόδοκος πλάττεται. ἃ δὴ πᾶσιν ἐνθεωρεῖσθαι τοῖς σοφοῖς ἀοιδοῖς ἀριδήλως ἐν τοῖς ἑξῆς που καὶ πάνυ σαφῶς ἅμα καὶ σεμνῶς δηλώσει ὁ Ἰθακήσιος Φήμιος. Καὶ σημείωσαι κἀνταῦθα τὸν τερατευόμενον ἐκτοπισμὸν τῆς τῶν Φαιάκων γῆς. αὐτοῦ γὰρ προσυποκειμένου, καλῶς ἂν νομίζοιτο Δημόδοκος πρὸς μηδενὸς μαθεῖν ἢ ἀκοῦσαι τὰ κατὰ τὸν Ὀδυσσέα. ὡς εἴγε μὴ ἐκτετόπισται κατὰ τὸ πλάσμα τῆς ποιήσεως ἡ τῶν Φαιάκων νῆσος ἀλλὰ πρὸς τῇ Ἠπείρῳ ἐστὶ καὶ αὐτὴ κατὰ τὴν ἄρτι φαινομένην Κέρκυραν, πῶς ἂν πιθανῶς ἔχοι νομίσαι τὸν σοφὸν Ὀδυσσέα ὡς ἀδίδακτος ὁ Δημόδοκος καὶ οὐδ' ἐξ ἀκοῆς ποθὲν παρέλαβε τὰ λεγόμενα, εἰκὸς ὂν, ἐκ τῶν πέριξ καὶ ἐγγυτάτω εἰδέναι αὐτά, καὶ ἄλλως οὐδὲ μακρὰν τῶν καθ' ἱστορίαν Φαιάκων τῆς Ἰθάκης οὔσης; τέως γε μὴν, λέγει ἐν τούτοις Ὅμηρος, ὡς οἱ κυρίως ἀοιδοὶ ἐν οἷς καὶ αὐτὸς, οὐδὲν εἰδότες ἐξ ἀνθρώπων ᾄδουσι. διὸ Μοῦσαν ἐπικαλούμενοι ἐνέπουσιν. ὡς ἐντεῦθεν, καὶ μάντεις αὐτόθεν εἶναι, λαλοῦντας ἐξ ἐπιπνοίας Μουσῶν. ὅθεν Μοῦσα μὲν αὐτοὺς διδάσκει, ὡς σοφούς. Ἀπόλλων δὲ ὡς μαντικούς τε καὶ ὡς ᾠδικούς. (ῃερς. 489.) Τὸ δὲ κατὰ κόσμον, τὸ εὔτακτον καὶ εὐμέθοδον τῆς ἱστορίας λέγει. οὐ γὰρ ἄνω κάτω τὰ πράγματα φύρει ἀλλὰ κοσμεῖ τὴν γραφὴν ὁ κατὰ τέχνην ἢ ἀείδων ἢ γράφων ἢ καὶ λέγων. (ῃερς. 490.) Οἶτον δὲ, οὐ θάνατον ἀλλὰ κακοπάθειαν ἐνταῦθα λέγει. διὸ ἑρμηνεύων ἐπάγει. ὅσσ' ἔπαθόν τε καὶ ὅσσ' ἐμόγησαν. ὅ πέρ ἐστιν οἶτος. οὐ γὰρ ἐμνήσθη ἐνταῦθα θανάτου. Τὸ δὲ ἔρξαντ' ἔπαθόν τε πρὸς ἀλήθειαν ἱστορίας ἐγράφη. ἄμφω γὰρ ἐπισυνέβη τοῖς Ἀχαιοῖς. (ῃερς. 492.) Τὸ δὲ καὶ ἵππου κόσμον ἄεισον, παρῳδήσας τῶν τις μεγάλων σοφῶν ἔγραψεν. ἀλλ' ἄγε δὴ μετάβηθι καὶ ἄλλον κόσμον ἄεισον. ὃ δὴ παροιμιωδῶς λέγεται ἐπὶ τῶν εὖ ἐξαλλασσόντων τὰ διηγήματα. Καὶ ὅρα τὸ, κόσμον, τὸ κόσμιον καὶ πάλιν δηλοῦν καὶ εὔτακτον τῆς ἀοιδῆς. καὶ ἄλλως δὲ ἵππου κόσμος, ἡ εὔκοσμος ἐπίνοια καὶ μέθοδος καὶ ἡ ἔνδον αὐτοῦ ἡρωϊκὴ διάταξις, καὶ ὡς εἰπεῖν στρατηγιτική. ὁποίαν κοσμήτορες ἂν ἀνδρῶν τεχνάσαιντο εἴγε δι' αὐτῆς Ἴλιον Ἀργεῖοι ἐξαλάπαξαν. (ῃερς. 493.) Δουράτεον δὲ ἵππον τὸν ξύλινον λέγει, τὸν κοινότερον δούρειον. γίνεται δὲ ὁ δούρειος μὲν ἐκ τοῦ δουρός, ἐκ τοῦ δούρατος δὲ ὁ δουράτειος. καὶ ἀπελεύσει τοῦ ˉι, δουράτεος διὰ μέτρου χρησιμότητα. τοῦτον δὲ, καὶ κοῖλον δόρυ τουτέστι ξύλον, μετ' ὀλίγα φησὶν, ἐπεὶ καὶ δούρειος ἐντεῦθεν καλεῖται καὶ δουράτεος. τὸν δ' αὐτὸν, καὶ δόλον. καὶ κοῖλον λόχον. κρείττω δὲ τἄλλα τοῦ κοῖλον δόρυ. αὐτὸ γὰρ καὶ σκάφην καὶ πλοῖον δηλώσοι ἄν. Ὅτι δὲ τοῦ τοιούτου δόλου τέκτων ὁ Ἐπειὸς ὁ δειλὸς μὲν, ἄριστος δὲ τήν τε πυγμικὴν καὶ τὴν τεκτονικὴν, αἱ ἱστορίαι δηλοῦσιν. ἐν αἷς καὶ ὑδροφόρος τῶν βασιλέων ὁ Ἐπειὸς εἶναι λέγεται. ἐξ οὗ καὶ αἴνιγμα ὁ Σιμωνίδης ἐποίησεν εἰς ὄνον ὑδροφοροῦντα ὃν ἐπειὸν ὠνόμασεν ὡς ὁ Ἀθήναιος ἱστορεῖ. Δῆλον δ' ὅτι δουρὸς μὲν, προϋπάρχει τὸ δόρυ. ὡς γὰρ γόνυ γόνυος καὶ μεταθέσει γουνὸς, οὕτω καὶ δόρυ δόρυος δουρός. τοῦ δὲ δούρατος, εὐθεῖα σεσιγημένη τὸ δοῦρας. ὥσπερ καὶ τοῦ γόνατος, τὸ γοῦνας. τοιαῦτα δὲ πάντως καὶ τὸ, ὕδατος ἐκ τοῦ ὕδας. καὶ τὸ, φρέατος ἐκ τοῦ φρέας. ὃ μέχρι καὶ νῦν παραλαλεῖται τοῖς Ἀττικοῖς. (ῃερς. 495.) Τὸ δὲ ἐμπλήσας, Ὅμηρος μὲν, ἀσφαλῶς καὶ σωφρόνως εἶπε διὰ τὴν πολλὴν ἔνδον τοῦ ἵππου κενότητα. ἕτερος δέ τις οὐκ ἂν εἰπεῖν φείσαιτο τὴν λέξιν ὡς ἐπὶ δῆθεν οἷον ἐγκυμονοῦντος τοῦ τοιούτου ἵππου τεθῆναι. κατὰ τὸ, πλήσας δὲ νηδὺν, ὅπερ Εὐριπίδης ἐν Κερκυόνι φησὶν, ἀντὶ τοῦ ἐγκύμονα ποιήσας. (ῃερς. 496.) Τὸ δὲ κατὰ μοῖραν, ταυτόν ἐστι τῷ, κατὰ κόσμον ὅπερ ἀνωτέρω αὐτοῦ εἴρηται. (ῃερς. 497.) Τὸ δὲπᾶσι μυθήσομαι, ὑπερβολικῶς εἴρηται. οὐ γὰρ δήπου δύναται πᾶσι ἀνθρώποις ὁ Ὀδυσσεὺς δηλῶσαι τὰ κατὰ τὸν Δημόδοκον. ὥσπερ οὐδὲ οἱ κατὰ τὴν μῆνιν τοῦ Ἀχιλλέως ἐν Τροίᾳ πεσόντες ἑλώρια οἰωνοῖς ἅπασι γένοιντ' ἄν. ἄλλως δὲ μαντικῶς εἴρηται τῷ ποιητῇ τὸ, πᾶσι μυθήσομαι, ὡς τῆς αὐτοῦ ποιήσεως παγκοίνου ἐσομένης διὰ τὴν κατ' αὐτὸν ἔμμουσον ᾠδικήν. πολλαχόθεν δὲ δῆλον, ὡς ἐχρῆν καὶ μαντικοὺς εἶναι τοὺς ποιητάς. (ῃερς. 499.) Τὸ δὲ ὁρμηθεὶς θεοῦ, ἀντὶ τοῦ, κινηθεὶς ὑπὸ Μούσης. κάτοχοι γὰρ Μούσαις ἐδόκουν οἱ ἀοιδοί. καθὰ καὶ οἱ μαχόμενοι Ἄρει κάτοχοι. καὶ οἱ μάντεις, Ἀπόλλωνι. ἀμέλει κἄν τις τὸν μάντιν παυσάμενον τοῦ λέγειν ἤρετο τί ἐλάλει, ὁ δὲ, οὐδέν τι εἶχεν εἰπεῖν. διὸ καὶ οἱ ταχυγραφοῦντες καὶ τὰ μαντικὰ ἔπη μεταλαμβάνοντες, εἴ που ἐνελείφθη τι τοῦ ἔπους εἶτα ἑαυτοῦ γεγονότα τὸν μάντιν ἀνηρώτων ἐθέλοντες ἀποδοῦναι τὸ τοῦ στίχου πλῆρες, οὐκ εἶχεν ἐκεῖνος ἄρτιον ποιῆσαι τὸ ἔπος, οἷα μὴ μεμνημένος τῶν τοῦ θεοῦ. Τὸ δὲ θεοῦ ἄρχεσθαι καὶ ἐφερμηνευτικὸν ἔστι πως τοῦ, θέσπιν ἀοιδήν. ἣν δηλαδὴ ἐκ θεοῦ τις ἔπει ὅ ἐστι λαλεῖ. ἢ, ἣν θεὸς ὀπάζει. κατὰ τὸ, θεὸς ὤπασε θέσπιν ἀοιδήν. ἵνα εἴη καὶ τοῦτο ἐτυμολογικὸς τρόπος. (ῃερς. 499.) Τὸ δὲ φαῖνε δ' ἀοιδὴν, ἀντὶ τοῦ, ἐξ ἐνδιαθέτου καὶ κρυπτοῦ εἰς προφορὰν ἐξέφαινε. σκεψάμενος πρῶτα εἶτα ἐκφῄνας. ἢ καὶ ἄλλως, ἔφαινεν ἀοιδὴν, ἀντὶ τοῦ σαφῶς ᾖδεν, ἀπὸ τοῦ φαίνω τὸ λάμπω. φῶς γὰρ λόγου ἡ σαφήνεια. ὅτι δὲ οἱ ὕστερον Ἀττικοὶ οὐκ ἀγαθὴν λέξιν εἶχον τὸ φαίνειν, δηλοῖ καὶ ὁ συκοφάντης. καὶ ὁ παρὰ τῷ κωμικῷ Φανὸς ὑπογραφεὺς δικῶν. ἐν τοῖς τοιούτοις δὲ χωρίοις κεῖται καὶ τὸ ἥρῳ κατὰ δοτικήν. φησὶ γάρ. ἐν χερσὶν ἔθηκεν ἥρῳ Δημοδόκῳ. ὅπερ ἢ ἀποκοπὴν ἔπαθεν ἐκ τοῦ ἥρωϊ, ἢ ἀπὸ κλίσεως ἰσοσυλλάβου ἐστὶν, ὁ ἥρως τοῦ ἥρω. τοιούτου λόγου καὶ τὸ, γέλω ἔθανον. καὶ μετ' ὀλίγα δὲ ἐν τῷ, οἷος δόμος Ἀλκινόοιο ἥρως, δοκεῖ τισὶ τὸ ἥρως μὴ κλητικὴν ἀλλὰ γενικὴν εἶναι, συγκοπεῖσαν ἐκ τοῦ ἥρωος. (ῃερς. 499.) Ὅτι Δημόδοκος θεοῦ ἀρξάμενος ἔφαινεν ὡς ἐῤῥέθη ἀοιδήν. ἔνθεν ἑλὼν, ὡς οἱ μὲν ἐϋσσέλμων ἐπὶ νηῶν βάντες ἀπέπλειον πῦρ ἐν κλισίῃσι βαλόντες Ἀργεῖοι. τοὶ δ' ἤδη ἀγακλυτὸν ἀμφ' Ὀδυσσῆα εἵατ' ἐνὶ Τρώων ἀγορῇ κεκαλυμμένοι ἵππῳ. αὐτοὶ γάρ μιν Τρῶες ἐς ἀκρόπολιν ἐρύσαντο, ὣς ὁ μὲν εἱστήκει. τοὶ δ' ἄκριτα πόλλ' ἀγόρευον, ἥμενοι ἀμφ' αὐτόν. τρίχα δέ σφισιν ἥνδανε βουλή. ἠὲ διατμῆξαι κοῖλον δόρυ νηλέϊ χαλκῷ. ἢ κατὰ πετράων βαλέειν ἐρύσαντας ἐπ' ἄκρας. ἠὲ ἐᾶν μέγ' ἄγαλμα θεῶν θελκτήριον εἶναι. τῇ περ δὴ καὶ ἔπειτα τελευτήσεσθαι ἔμελλεν. αἶσα γὰρ ἦν, ἀπολέσθαι ἐπὴν πόλις ἀμφικαλύψῃ δουράτεον μέγαν ἵππον ὅθι εἵατο πάντες ἄριστοι Ἀργεῖοι Τρώεσσι φόνον καὶ κῆρα φέροντες. ἤειδεν δ' ὡς ἄστυ διέπραθον υἷες Ἀχαιῶν ἱππόθεν ἐκχύμενοι, κοῖλον λόχον ἐκπρολιπόντες. ἄλλον δ' ἄλλῃ ἄειδε πόλιν κεραϊζέμεν αἰπήν. αὐτὰρ Ὀδυσσῆα ποτὶ δώματα Δηϊφόβοιο βήμεναι ἠΰ τ' Ἄρηα σὺν ἀντιθέῳ Μενελάῳ. κεῖθι δὴ αἰνότατον πόλεμον φάτο (ῃερς. 5.) τολμήσαντα νικῆσαι δι' Ἀθήνην. ἔοικε γὰρ φρονήσει κατορθῶσαι καὶ τὴν τοιαύτην σὺν Μενελάῳ μάχην ὁ Ὀδυσσεύς. Καὶ ὅρα ὡς οὐδὲ ἡ κατὰ δόλον ἅλωσις αὕτη ἔξω ἀγῶνος ἦν τοῖς Ἀχαιοῖς εἰς τὸ παράπαν, εἴγε πόλεμος αἰνότατος (ῃερς. 517.) ἐν τοῖς τοῦ Δηϊφόβου γέγονε δώμασιν, ἀνδρείου τε ὡς εἰκὸς ὄντος, καὶ κινδυνεύοντος διὰ τὴν Ἑλένην. ἣν αὐτῷ φασὶν ἔχεσθαι θανόντος τοῦ Πάριδος. Σημείωσαι δὲ καὶ ὅτι τὸ συνοπτικὸν τῆς γραφῆς εἶδος καὶ τὸ ὡς εἰπεῖν παρεκβολικὸν πρῶτος Ὅμηρος ἐνταῦθα ὑπέδειξε. Δημόδοκος μὲν γὰρ πλατεῖαν ἐκθέσθαι δοκεῖ ἀοιδήν, Ὅμηρος δὲ, ὡς ἐν τύπῳ παρεκβολῆς τὴν μακρὰν ῥῆσιν εἰς βραχυτέραν συνελεῖν, ὡς δῆλον ἐκ τοῦ, (ῃερς. 514.) ἤειδεν ὡς ἄστυ διέπραθον. ἤγουν τὸν τρόπον τῆς Τρωϊκῆς ἁλώσεως ὅπερ ἐνταῦθα οὐκ ἐκπεφώνηται. καὶ ἐκ τοῦ, (ῃερς. 516.) ἄλλον ἄλλῃ ἄειδε κεραΐζειν τὴν πόλιν. ὅπερ οὐδ' αὐτὸ ἐνταῦθα κεῖται. οὐ γὰρ λέγει τίνες που ἐκεράϊζον, ἐνέφῃνε γοῦν ὁ ποιητὴς ἔχειν ἐκ τούτων ὕλην πολλὴν ποιήσεως. δι' ἧς καὶ ὅλον ἂν ἀπαρτισθείη βιβλίον, ὁποῖα ἐπραγματεύσαντο οἱ τὴν Τρωϊκὴν ἅλωσιν γράψαι πραγματευσάμενοι. ὧν καὶ ὁ Τρυφιόδωρος. (ῃερς. 521.) ἐπὶ δὲ τοῖς ῥηθεῖσιν ἐπάγει ὁ ποιητὴς ἕνα στίχον συμπληρωτικῷ σχήματι, τοιοῦτον. ταῦτ' ἂρ ἀοιδὸς ἄειδε περικλυτός. ἐτυμολογικὸν τρόπον ποιήσας ἐν τῷ, ἀοιδὸς ἄειδεν. (ῃερς. 501.) Ὅτι δὲ ἀπέπλευσαν Ἕλληνες δόλῳ ἐκ Τροίας καὶ ὡς πῦρ ἐν κλησίῃσιν ἔβαλον, καὶ τὰ κατὰ τὸν δούρειον ἵππον, καὶ ὡς ἐπορθήθη ἡ Τροία ἐλεεινῶς τά τε ἄλλα καὶ διὰ τὸν τηνικαῦτα ἐμπρησμὸν, καὶ ὅσα δὲ ἐπὶ τούτοις γέγονε, δηλοῖ ἐνδιασκεύως καὶ ἡ τοῦ Κοΐντου ποίησις. Σημείωσαι δὲ καὶ (ῃερς. 500.) ὅτι τὸ ἔνθεν ἑλὼν ἄλλο πλάτος γραφῆς εἶναι δηλοῖ πρὸ τῆς ἀοιδῆς τοῦ Δημοδόκου. ὅπερ ὀφείλων αὐτὸςδηλῶσαι, ὅμως παραδραμὼν αὐτὸ, ᾄδει ὅπερ ἀπῄτησεν Ὀδυσσεὺς, ἔνθεν ἑλών. τουτέστιν ἐάσας μὲντἆλλα. μνησθεὶς δὲ τῶν κατὰ τὸν δούρειον ἵππον, ἐξ ὅτου μετὰ πολλὰ τὰ φθάσαντα εἰς Τροίαν ἀνειλκύσθη. Καταστατικὴ δὲ ἔννοια τὸ ἔνθεν ἑλὼν, ᾗ χρῶνται καὶ οἱ μεθ' Ὅμηρον ὁπηνίκα λόγου ἀφηγηματικοῦ κατάρχονται. (ῃερς. 501.) Τὸ δὲ πῦρ βαλόντες, ἀντὶ τοῦ, πῦρ θέντες ῥίψαντες. ταῦτα δὲ, ἀντὶ τοῦ ἐμπρήσαντες. (ῃερς. 502.) Τὸ δὲ οἱ ἀμφ' Ὀδυσσῆα, λοχαγὸν ὑποβάλλει νοεῖν τὸν Ὀδυσσέα τοῖς ἐντὸς τοῦ δουρείου. (ῃερς. 503.) Ἀγορὰν δὲ Τρώων λέγει τὴν ἐντὸς τῆς Ἰλίου ἄθροισιν τῶν πολιτῶν, (ῃερς. 504.) Τὸ δὲ ἐς ἀκρόπολιν ἐρύσαντο, ἀντὶ τοῦ διὰ μηχανῆς εἵλκυσαν. ὅθεν καὶ ῥυτοὶ λίθοι οἱ μὴ φορητοὶ ἀλλὰ ἑλκυστοί. τοιοῦτον δὲ καὶ τὸ, ἐρύσαντας ἐπ' ἄκρας. Τὴν δὲ ἀκρόπολιν, ἄκρην πόλιν Ἰωνικώτερον ἐν Ἰλιάδι διαλύσας λέγει ὁ ποιητής. ὁποῖα καὶ ἄλλα αὐτός τε ποιεῖ, καὶ οἱ μιμούμενοι αὐτόν. ὁποῖον καὶ τὸ, ζῷα γραψάμενος ἀντὶ τοῦ ζωγραφήσας. καὶ ἕτερα μυρία. (ῃερς. 505.) Τὸ δὲ ὣς ὁ μὲν εἱστήκει ἢ ἑστήκει, γράφεται γὰρ διχῶς, καταστατικῶς καὶ αὐτὸ κεῖται. οὐ μὴν κατὰ τὸ, ὣς οἱ μὲν, ἀπέπλεον. ἐκεῖνο γὰρ καταρκτικὴ τοῦ διηγήματος ἔννοιά ἐστι. (ῃερς. 507.) Τὸ δὲ ἄκριτα πόλλ' ἀγόρευον, ποσότητα μὲν δηλοῖ διὰ τοῦ πολλά. ποιότητα δὲ, διὰ τοῦ ἄκριτα. οὐ γὰρ ἦν διακρῖναι οἷον ἦν τὸ κρεῖττον ἐκ τῶν πολλῶν. (ῃερς. 508.) τρία δὲ ἦσαν τὰ πολλὰ ταῦτα, τὸ ἢ διατμῆξαι ἢ κατὰ ἄλλην γραφὴν διαπλῆξαι πελέκεσι τὸν ἵππον ἵνα φανείη τί ἔνδον κρύπτει, (ῃερς. 509.) ἢ ῥῖψαι κατὰ πετρῶν ἑλκύσαντας ἐπί τινος ἄκρους τοῦ τείχους, ἢ ἐάσαι εἰς ἱλαστήριόν φασι τοῖς θεοῖς. (ῃερς. 505.) Ἰστέον δὲ ὅτι τὸ ἄκριτα πολλὰ ἀγορεύειν ταυτὸν ὂν τῷ, ἄκριτα πολλὰ μυθεῖσθαι, διασαφητικόν ἐστι τοῦ, Θερσίτ' ἀκριτόμυθε. ἔστι γὰρ ἀκριτόμυθος, ὁ ἄκριτα μυθούμενος ἤτοι ἀγορεύων. (ῃερς. 506.) Τὸ δὲ ἥμενοι ἀμφ' αὐτὸν, ἀντὶ τοῦ, κύκλωθεν τοῦ ἵππου. περὶ Τρώων γὰρ ὁ λόγος. Τὸ δὲ ἥνδανε βουλὴ, δύναται καὶ κατ' εὐθεῖαν καὶ κατὰ δοτικὴν συντάσσεσθαι. καθὰ καὶ ἐν Ἰλιάδι τὸ, Διός δ' ἐτελείετο βουλή. (ῃερς. 509.) Ἄγαλμα δὲ συνήθως τῷ ποιητῇ καὶ νῦν τὸ ἥδυσμα καὶ ἀγαλλίαμα, καὶ ὡς ὁ ποιητὴς ἐπάγει θελκτήριον, ὡς ταυτὸν ὂν ἀγαλλιᾶσθαι εἰπεῖν καὶ θέλγεσθαι. Μνηστέον δ' ἐνταῦθα καὶ τοῦ φαμένου τοὺς ἀστέρας, ἀγάλματα νυκτός. οὕτω δὲ καὶ ὄρνισιν ἄγαλμα ἦεν ἂν τὰ πτερὰ οἷς πέτονται. κατὰ τὸ, ἀγαλλόμεναι πτερύγεσσι. Τὸ δὲ θελκτήριον, ἢ συντακτέον μετὰ τοῦ θεῶν, ἢ καὶ ἁπλῶς ῥητέον θελκτήριον. ἵνα ᾖ ἐκστατικὸν τῶν θεωμένων διὰ τὸ ἐπ' αὐτῷ θαῦμα. οὐ γὰρ ἁπλῶς οὕτω θελκτήριον οὐδ' ἐνταῦθα τὸ εὐφραῖνον, ἀλλὰ τὸ μετά τινος θαύματος καὶ ἐκπλήξεως. (ῃερς. 510.) Τὸ δὲ τῇ περ δὴ τελευτήσεσθαι ἔμελλεν, ἀντὶ τοῦ ὅπου δὴ καὶ ἔμελλε στῆναι αὐτοῖς τὰ τῆς βουλῆς, κατὰ θεομηνίαν δηλαδή. ἀγαθαὶ μὲν γὰρ αἱ πρῶται δύο βουλαὶ τὸ διατμῆξαι τὸν ἵππον καὶ τὸ κατὰ πετρῶν βαλεῖν. ἐνίκησε δὲ κἀνταῦθα τὸ χέρειον. (ῃερς. 511.) Ἐν δὲ τῷ, αἶσα γὰρ ἦν ἀπολέσθαι, εἰ δὲ καὶ ἀσαφῶς αὐτὸ ἔχει, οὐ γὰρ δηλοῖ τίνας αἶσα ἦν ἀπολέσθαι, ἀλλὰ τὰ ἐφεξῆς δηλοῦσι, τὸ Τρώεσσι δηλαδὴ κῆρα φέρεσθαι, καὶ τὸ κεραϊσθῆναι τὴν πόλιν, καὶ τὰ τοιαῦτα. Τὸ δὲ πόλις ἀμφικαλύψει, ἀντὶ τοῦ, ἐντὸς περιέξει. καὶ ἔστιν ὅμοιον τῷ, ὅθ' ἑὸς δόμος ἀμφεκάλυψε. (ῃερς. 503.) Τοιοῦτόν τι καὶ ἀνωτέρω τὸ, κεκαλυμμένοι ἵππῳ. αὐτὸ μέντοι κρυπτικὴν ἐδήλου περιοχήν. (ῃερς. 512.) Τὸ δὲ μέγαν ἵππον, πιθανὸν ποιεῖ τὸν ἐντὸς αὐτοῦ λόχον ὑπὸ τῶν ἀρίστων. (ῃερς. 513.) Τὸ δὲ φόνον καὶ κῆρα οὐκ ἂν ἔχοι διαφορὰν τῶν ὀνομάτων πρὸς ἄλληλα. Τὸ δὲ ἱππόθεν ἐκχύμενοι, ταυτὸν μέν ἐστι τῷ, κοῖλον λόχον ἐκπρολιπόντες. ἀστείως δὲ πέφρασται ὥσπερ ἂν εἰ καὶ ἐξ ἵππου ζῶντος εἴποι τις χυθῆναι τὰ ἐντός. καὶ οὐκ ἂν φράσοι τις τούτου κρεῖττον τὸ πρᾶγμα. ἔχει δὲ καὶ σπουδῆς πολλῆς ἔνδειξιν τὸ, ἐκχύμενοι, ὡς εἰ καὶ διερῷ ποδὶ ἐκδραμεῖν εἶπεν αὐτούς. καὶ ἔχει ἔμφασιν ἡ λέξις καθὰ καὶ τὸ, εἰς ἵππον κατεβαίνομεν, ὡς ἐν τοῖς μετὰ ταῦτα φανεῖται. (ῃερς. 516.) Τὸ δὲ κεραΐζειν, ὅτι κυρίως μὲν ἐπὶ φθορᾶς τῆς ἐκ τῶν ζῴων κερασφόρων λέγεται καὶ ἄλλως δὲ ἐπὶ πολιορκίας καὶ λείας πολεμικῆς, ἐν Ἰλιάδι δεδήλωται. (ῃερς. 522.) Ὅτι τοῦ ἀοιδοῦ Δημοδόκου τὰ κατὰ τὸν δούρειον ἵππον ᾄδοντος ἐν οἷς καὶ Ὀδυσσέως ἦν μνήμη, ἀκούων Ὀδυσσεὺς τήκετο. εἶτα ἑρμηνεύων τὸ τήκετο, ἐπάγει. δάκρυ δ' ἔδευεν ὑπὸ βλεφάροισι παρειάς. ἐγκρατέστερον δὲ τοῦτο δάκρυον τοῦ ἀπὸ βλεφάρων χαμάδις βαλλομένου ὅτε Τηλέμαχος ἐν Πύλῳ ἔκλαιεν ἐπὶ τῷ πατρί. ἐχρῆν γὰρ ἑαυτοῦ τὸν φιλόσοφον Ὀδυσσέα κρατεῖν, ὡς καὶ μετρίως δακρύειν. (ῃερς. 523.) εἶτα παραβολικῶς ἄλλως δεικνύων τὸ πολὺ τοῦ πένθους, φησίν, ὡς δὲ γυνὴ κλαίῃσιφίλον πόσιν ἀμφιπεσοῦσα, ὅστε ἑῆς προπάροιθεν πόλιος λαῶν τε πέσῃσιν, ἄστεΐ τε καὶ τεκέεσσιν ἀμύνων νηλεὲς ἦμαρ. ἡ μὲν τὸν, θνήσκοντα καὶ ἀσπαίροντ' ἐσιδοῦσα, ἀμφ' αὐτῷ χυμένη λίγα κωκύει. οἱ δέ τ' ὄπισθεν κόπτοντες δούρεσσι μετάφρενον ἠδὲ καὶ ὤμους, εἴρερον εἰσανάγουσι πόνον τ' ἐχέμεν καὶ ὀϊζύν. τῆς δ' ἐλεεινοτάτῳ ἄχεϊ φθινύθουσι παρειαὶ, ὣς Ὀδυσσεὺς (ῃερς. 531.) ἐλεεινὸν ὑπ' ὀφρύσι δάκρυον εἶβεν. οὐ μὴν ἐλεεινότατον μετὰ τὴν κάρτα φίλοικτον γυναῖκα. ἔδει γὰρ ὡς προσεχῶς ἐῤῥέθη, κατ' ἄνδρα κλαίειν τὸν ἥρωα Ὀδυσσέα, καὶ οὐ γυναικώτερον. Ἴσως δὲ καὶ ἶσον ἐστὶ τὸ, ὣς ἐλεεινὸν δάκρυον εἶβε, πρὸς τὸ ἐλεεινότατον. εἰ γὰρ ἡ γυνὴ μὲν ἐλεεινότατον ἐδάκρυεν, Ὀδυσσεὺς δὲ ὣς ἐλεεινὸν δάκρυον εἶβε, δακρύει ἂν καὶ αὐτὸς ἐλεεινότατον. Ὅρα δὲ ὡς ἡ ῥηθεῖσα πλατεῖα παραβολὴ πρὸς αὐτὸ δὴ τοῦτο καὶ μόνον ἐλήφθη τὸ ἐλεεινὰ κλαίειν τὸν Ὀδυσσέα. ἄλλως δὲ ἀνδρὸς ἀριστίαν ὑποδεικνύει φιλοπατρίδος καὶ φιλοικείου, καὶ γυναικὸς φιλανδρίαν, καὶ πολεμίων ὠμότητα. Δῆλον δὲ ὡς αὔξει τοῖς οἰκείοις τὸ πένθος, ἀνὴρ καὶ φιλόπολις καὶ πεσὼν ἐν τῷ ἀμύνειν τοῖς ἑαυτοῦ. (ῃερς. 522.) Τὸ δὲ τήκετο, κυρίως ἐπὶ χιόνος. τίθεται δὲ καὶ ἐπὶ κηροῦ καὶ πίσσης καὶ τοιούτων. καὶ νῦν μὲν οὕτω ψιλῶς ἐῤῥέθη. ἐν δὲ τοῖς ἑξῆς που ἐρεῖ τήκεσθαί τινα δακρύοις ὡς ὅτε χιὼν τὸ τοιοῦτον πάσχει πάθος. (ῃερς.

Intertext edge

Open linked passage

Note