Commentarii ad Homeri Odysseam i
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-thessalonicensis-pg-135-136" aria-label="More works by Eustathius Thessalonicensis PG 135">
—
⋯
Original / primary: Pg Scrape Grc
482.1.1
) Τὸ δὲ ἐπαμήσατο χερσὶ φίλῃσιν, ἀντὶ τοῦ συνέλεξεν. ἐκ μεταφορᾶς τῶν ἀμώντων. οὕτω καὶ κόνιν τις ἐπαμᾶται χερσὶ καὶ τέφραν. κεῖται δὲ καὶ ἐν Ἰλιάδι ἡ λέξις. φέρεται δὲ αὐτῆς χρῆσις καὶ ἐν τῷ συμβολικῷ τοῦ Ἱπποκράτους, τοιαύτη. δοκὸς ἐπὶ στέγει τεθησομένη, κακόν. τεθεῖσα γὰρ γῆν ἐπαμᾶται. ὅ ἐστι συνάγει. τοιαῦτα γὰρ τὰ λεγόμενα δώματα ὡς καὶ νῦν φαίνεται. δηλοῖ δὲ τὸ ἐκτεθειμένον ἱπποκράτειον ῥητὸν, ὡς ἰατρῷ ἀπιόντι ἔς τινα δεινῶς ἀῤῥωστοῦντα, κακοῦ σύμβολόν ἐστι τὸ ἅμα ἰδεῖν δοκὸν ἐπιτιθεμένην κατασκευῆ δώματος. σημαίνει γὰρ ἡ θέα, ὅτι ταφήσεται ὅσον οὐκ ἤδηὁ ἐπισκεφθησόμενος. καὶ οὕτω καλυφθήσεται χώματι, καθὰ μικρὸν ὅσον καὶ ἡ εἰρημένη δοκός. τὸ δὲ χερσὶ φίλῃσι καὶ τὸ, φύλλων γὰρ ἔην χύσις, δοκεῖ παρηχεῖν κατὰ τό, Φυλέα φίλον μακάρεσσι θεοῖς. ὁποῖα τοιαῦτα ἐν τοῖς ἑξῆς που ἐκτεθήσεται. μάλιστα δὲ τοῦτο ἐμφανὲς ἐν τῷ, εὗδον ἐν φύλλοισι φίλον τετιημένος ἦτορ. (ῃερς. 485.) Τὸ δὲ χαλεπαίνειν, ἀφελῶς καὶ γλυκέως ἐῤῥέθη ἐπὶ χειμερίας ὥρας ὡς εἴπερ καὶ αὐτὴ ἔμψυχος ἦν. (ῃερς. 487.) Τὸ δὲ χύσιν ἐπεχεύατο, ἐτυμολογικῶς ἐστι τρόπος. δὶς δὲ εἶπε τὸ, φύλλων χύσις, διὰ τὸ καίριον τῶν λέξεων. (ῃερς. 488.) Ὅτι τὴν ἐν τοῖς ῥηθεῖσι φύλλοις κατάκρυψιν τοῦ Ὀδυσσέως διὰ παραβολικῆς ἐνεργείας ὁ ποιητὴς διαζωγραφῶν, φησίν. ὡς δ' ὅτε τις δαλὸν σποδιῇ ἐνέκρυψε μελαίνῃ ἀγροῦ ἐπ' ἐσχατιῆς, ᾧ μὴ πάρα γείτονες ἄλλοι, σπέρμα πυρὸς σώζων ἵνα μή ποθεν ἄλλοθεν αὔοι, ὣς Ὀδυσσεὺς φύλλοισι καλύψατο. καὶ ἔστιν ἀστεία ἡ παραβολή. τὸν γὰρ ἤδη λειποψυχοῦντα καὶ βραχὺ ἔχοντα τὸ ζωτικὸν καὶ οἷον σβεννύμενον, ζωπύρῳ εἰκάζει καὶ σπινθῆρι τῷ κατὰ σποδίαν. ἐξ οὗ οἷα καὶ σπέρματος, πολὺ καρπούμεθα πῦρ. Αἰσχύλος δὲ Προμηθεῖ, τὸ τοιοῦτον καὶ πυρὸς εἶπε πηγήν. ὡς οἷον ἀρχήν. καλῶς δὲ οὐ σπινθῆρα ἤ τι τοιοῦτον εἶπεν ὁ ποιητὴς τὸ ἐν τῇ σποδιᾷ κρυπτόμενον ἀλλὰ δαλὸν, διὰ τὸ σεμνότερον, ἵνα μὴ τοιαύτῃ τινὶ λέξει κατασμικρύνῃ τὸν ἐν τοῖς φύλλοις ἥρωα. Περιεκτικὴ δέ τις λέξις ἡ σποδιὰ καθὰ καὶ ἀχυρμιά. εἰ δὲ μὴ κατακόρως βαθὺ τὸ τῆς σποδιᾶς μέλαν, ὅμως δοκεῖ καὶ τὰ τεφρώδη καὶ τὰ φαιὰ, ὑπὸ τὸ μέλαν ἀνάγεσθαι. οὕτω δὲ γενικῶς καὶ γῆ μέλαινα λέγεται, καὶ αἷμα μέλαν τὸ καὶ ἐρυθρόν. ὁμοίως δὲ καὶ οἶνος μέλας. καὶ ὕδωρ δὲ μέλαν τὸ κατ' ἄλλον λόγον, λευκόν. (ῃερς. 489.) Τὸ δὲ ᾧ μὴ πάρα γείτονες ἄλλοι, πρὸς πιθανότητα παραβολικὴν κεῖται. οἱ γὰρ τοιοῦτοι ζωπυροῦσιν ἀναγκαίως τὴν κρύψιν τοῦ δαλοῦ. ἴσως δὲ διὰ τοὺς τοιούτους, καὶ σπέρμα ἔφη πυρὸς τὸ ζώπυρον. ἀγροτικὸν γὰρ ἡ τῶν σπερμάτων σύγκρυψις. (ῃερς. 490.) Τὸ δὲ σπέρμα πυρὸς σώζων ἵνα μή ποθεν ἄλλοθεν αὔοι, ἐχρησίμευσέ τινι τῶν καθ' ἡμᾶς διδασκάλων, εἰς εὐχὴν τὴν περὶ τοῦ μαθητοῦ ἰθαγενοῦς. εὐξαμένῳ συντηρεῖσθαι αὐτῷ οἰκείους μαθητὰς ἵνα μὴ ἀλλοτρίων χρῄζοι ποθέν. Ἰστέον δὲ ὅτι ὥσπερ ἐνταῦθα τροπικῶς ἐῤῥέθη σπέρμα πυρὸς, οὕτω τέτραπται καὶ τὸ σπερμολογεῖν, ἐπὶ τῶν ἀλοζονευομένων ἀμεθόδως ἐπὶ μαθήμασιν ἔκ τινων παρακουσμάτων. καθὰ ἐμφαίνειν Εὔπολις λέγεται τὸν φυσικὸν Πρωταγόραν διακωμῳδῶν ἐν τῷ, ὃς ἀλαζονεύεται μὲν ἀλιτήριος περὶ τῶν μετεώρων, τὰ δὲ χθαμᾶθεν ἐσθίει. ὁ δὲ κυρίως φασὶ σπερμολόγος καὶ σπερμονόμος, εἶδός ἐστιν ὀρνέου λωβώμενον τὰ σπέρματα. ἐξ οὗ οἱ Ἀττικοὶ σπερμολόγους ἐκάλουν τοὺς περὶ ἐμπόρια καὶ ἀγορὰς διατρίβοντας, διὰ τὸ ἀναλέγεσθαι τὰ ἐκ τῶν φορτίων φασὶν ἀποῤῥέοντα καὶ διαζῆν. ἐκ τούτων δὲ, τὴν αὐτὴν ἐλάγχανον κλῆσιν, καὶ οἱ οὐδενὸς λόγου ἄξιοι. Αὔειν δὲ κυρίως, τὸ καίειν. ὅθεν καὶ βάναυσος ὁ αὔων τὸν ἐν ἄλλοις ῥηθέντα βαῦνον. ἐξ οὗ καὶ ὁ κρίβανος. ἵνα ᾖ βαύνασος, καὶ δι' εὐφωνίαν, βάναυσος. ἐκ δὲ τοῦ τοιούτου αὔειν, καὶ αὖον φασὶ, τὸ καὲν καὶ ἀφθὲν ξύλον. καὶ τὸ ὀπτῆσαι. ἐξαῦσαι. Πλάτων ἑορταῖς. ὁ δὲ, τὸν ἐγκέφαλόν τις ἐξαύσας, καταπίνει. ἐκεῖθεν δὲ καὶ αὐστηρὸν, τὸ ξηρὸν καὶ αὐχμηρόν, λέγει δὲ καὶ Ἀλκμάν. τὰν μοῦσαν καταύσεις. ἀντὶ τοῦ ἀφανίσεις. εἰ δὲ τὸ μὲν αὗσαι δασύνεται φασὶ τὸ δὲ καταῦσαι ψιλῶς προφέρεται, πολλὰ καὶ οὕτως ἐκφέρουσιν οἱ Ἀττικοί. Ὅτι δὲ τὸ αὕειν δασύνεται, προδεδήλωται. ὡς δηλοῖ καὶ τὸ ἀπαφαυαίνειν παρὰ τῷ κωμικῷ. δῆλον δὲ ὅτι αὖσαι κατὰ τοὺς παλαιοὺς, καὶ τὸ θιγεῖν καὶ ἅψασθαι. ὅθεν καὶ χραῦσαι τὸ τοῦ χροὸς αὖσαι. ἀπὸ δὲ τοῦ ἑτέρου αὔειν, καὶ πυραύστης. ζωύφιον πτηνὸν ἐναλλόμενον τῷ φωτὶ καὶ ῥᾷον κατακαιόμενον. ὅθεν καὶ παροιμία ἐπὶ τῶν ἑκοντὶ καὶ ῥᾳδίως θνησκόντων, τὸ, πυραύστου μόρος. ἐκεῖθεν δὲ καὶ πύραυνος κατὰ τοὺς παλαιοὺς, ὁ πῦρ ἐναυόμενος. (ῃερς. 488.) Τὸ δὲ ἐγκρύπτειν δαλὸν σποδιᾷ καὶ τὸ, Ὀδυσσέα φύλλοις καλύψασθαι, ταυτὸν εἶναι δηλοῖ τὸ κρύψαι καὶ τὸ καλύψαι. δῆλον δὲ καὶ ὡς ἐκ τοῦ Ὁμηρικοῦ ἐγκρύπτειν, ὁ ἐγκρυφίας ἄρτος παρῆκται. (ῃερς. 492.) Ὅτι ἔπαινος ὕπνου τὸ, ὕπνον ἐπ' ὄμμασι χεῦεν ἵνα μιν παύσειε τάχιστα δυσπονέος καμάτοιο φίλα βλέφαρ' ἀμφικαλύψας. σωματικῶς δὲ ἐπὶ ὕπνου ἐτέθη τὸ, ἀμφικαλύψας βλέφαρα. ὀφθαλμὸς μὲν γὰρ βλεφάροις καλύπτεται. βλέφαρα δὲ ὕπνῳ ἐπιπεπτωκότι αὐτοῖς, σωματοειδῶς μυθικώτερον. δύναται δὲ τὸ, βλέφαρα ἀμφικαλύψας, νοηθῆναι καὶ ἀντὶ τοῦ, κάλυμμα τοῖς ὀφθαλμοῖς τὰ βλέφαρα θέμενος. (ῃερς. 493.) Εἰ δὲ δυσπονέος καμάτοιο παύει ὁ ὕπνος, εὐφυῶς ἄρα ἐτυμολογοῦσιν αὐτὸν τινὲς, παρὰ τὸ λύειν πόνους ἵνα ᾖ λύπονός τις καὶ ἀφαιρέσει καὶ συγκοπῇ, ὕπνος. εὐθεῖα δὲ τοῦ δυσπονέος ἀσυνήθης, ὁ δυσπονής. ὡμοίωται δὲ πρὸς τὸ ἀτερπής. ὡς γὰρ ἄτερπος ἀτερπὴς, οὕτω καὶ δύσπονος δυσπονής. τοιοῦτον δὲ καὶ τὸ πρὸ ὀλίγων ἄελπος ἀελπής. ΥΠΟΘΕΣΙΣ ΤΗΣ Ζ. ΟΜΗΡΟΥ ΡΑΨΩΙΔΙΑΣ. Ἀθηνᾶ ἐπιστᾶσα ὄναρ Ναυσικάᾳ τῇ Ἀλκινόου θυγατρὶ κελεύει αὐτῇ τὴν ἐσθῆτα ἐπὶ ποταμὸν ἀγαγούσῃ πλύνειν, πλησίον γὰρ αὐτῇ εἶναι τὸν γάμον. ἡ δὲ, τὸ κελευσθὲν ποιεῖ. ἔπειτα παίζει μετὰ τῶν θεραπαίνων. ἀκούσας δ' αὐτῶν ὁ Ὀδυσσεὺς ἐξυπνίζεται, καὶ δεηθεὶς Ναυσικάας ἐσθῆτα καὶ τροφὴν παρ' αὐτῆς λαβὼν ἕπεται αὐτῇ εἰς τὴν πόλιν. ΟΔΥΣΣΕΙΑΣ Ζ. ΟΜΗΡΟΥ ΡΑΨΩΙΔΙΑ. Ὅτι Ὀδυσσέως μὲν ἄφιξις εἰς Φαίακας, ἡ ζῆτα ῥαψῳδία ἐπιγέγραπται. πλάττει δ' ἐνταῦθα ὁ ποιητὴς τὴν βασιλικὴν θυγατέραν Ναυσικάαν γενομένην ἐπὶ μεγάλῳ ἀγαθῷ τοῦ Ὀδυσσέως, οὐκ ἄνευ Ἀθηνᾶς. καὶ ἔστιν εἰπεῖν οὐκ ἀφυῶς τὸν Ὀδυσσέα ὥσπερ φιλογύναιον διὰ τὴν ἄλοχον Πηνελόπην, οὕτως ἄλλον τρόπον γυναικοφίλαν, ὡς τοιούτοις προσώποις φιλούμενον, καὶ ὑπ' αὐτῶν ὠφελούμενον. οὐ μόνον γὰρ πρὸς αὐτοῦ ἐστι Κίρκη καὶ Καλυψὼ ἐρωτικῶς, ἀλλὰ καὶ ἡ Ἀθηνᾶ τρόπον ἕτερον κηδεμονικῶς, διὰ τὸ χαίρειν τῷ ὁμοίῳ οἷα συνετῷ καὶ σοφῷ. ἔχει δέ τι καὶ τῆς Ἑλένης ἐν Τροίᾳ ἀπονάμενος ὁ Ὀδυσσεύς. καὶ νῦν δὲ, εἰς τὰ μέγιστα συντελέσει αὐτῷ ἡ Ναυσικάα ὡς φανήσεται. ἡ δὲ Πηνελόπη ὅτι ἔπαθλον αὐτῷ κεῖται τῶν μυρίων ἀγώνων, ἐκδηλότατον. (ῃερς. 2.) Ὅτι συλληπτικὸν ἐνταῦθα σχῆμα τὸ, καθεῦδε πολύτλας Ὀδυσσεὺς, ὕπνῳ καὶ καμάτῳ ἀρημένος, καμάτου γὰρ βλάπτοντος, ὁ δὲ, συνέβαλε καὶ τὸν ὕπνον ὡς τοιοῦτον. τινὲς δὲ, στίξαντες τελείαν ἐν τῷ ὕπνῳ, φασὶν ὡς ἐκάθευδεν ὑπνῶν καί τοι καμάτῳ παρεθείς. ἕτεροι δὲ δασύναντες τὸ ἁρημένος, νοοῦσιν ἀντὶ τοῦ, ὕπνῳ καὶ καμάτῳ κεκρατημένος. Πάνυ δὲ προσφυῶς ἐνταῦθα (ῃερς. 3.) πολύτλαν ἔφη τὸν τοσαῦτα κακὰ τλάντα προσεχῶς Ὀδυσσέα. ἵνα λέγῃ ὡς ὁ πολλὰ τλὰς, μόλις νῦν ὑπνῶν ἀναπαύεται. Διατί δὲ τὸ καθεῦδε προπερισπᾶται, ἐν ἄλλοις εἴρηται. Ὅτι τῇ φρονήσει Ἀθηνᾷ τὰ κατὰ τὴν ῥηθεῖσαν Ναυσικάαν ὁ ποιητὴς ἀνατίθησιν, ὡς πάνυ σοφῶς αὐτὸς καὶ συνετώτατα τὸ τοιοῦτον πλάσμα μεταχειρισάμενος. ἦν μὲν γὰρ αὐτῷ καὶ ἄλλως πως ἐνδῦσαι τὸν γυμνὸν Ὀδυσσέα ἐν τῇ ἐσχατιᾷ, διὰ ὑλοτόμου τυχὸν ἢ ἀγρότου ἢ ἁλιέως ἢ ὁπωσοῦν ἑτέρως. ὁ δὲ, τὸ ἐνδοξότατον ἐπελέξατο, τὸ διὰ τῆς βασιλικῆς νεάνιδος τοῦτο ποιῆσαι. ὑφ' ἧς καὶ εἰς τὰ βασίλια δώματα ποδηγηθήσεται. καὶ οὕτω τὸ πλάσμα εὐοδώτερον ἔσται καὶ πιθανώτερον. ἔσται δὲ ἡ τῆς καθ' Ὅμηρον Ἀθηνᾶς μέθοδος, ὄνειρος ἐρεθίζων εἰς ἔργα τὴν Ναυσικάαν ὡς ἐν τοῖς ἐφεξῆς δηλωθήσεται. (ῃερς. 4.) Ὅτι οἱ Φαίακες πρὶν μέν ποτ' αἴνεον ἐν εὐρυχόρῳ Ὑπερείῃ, ἀγχοῦ Κυκλώπων, ἀνδρῶν ὑπερηνορεόντων. οἵ σφεας σινέσκοντο. βίῃ δὲ φέρτεροι ἦσαν. ἔνθεν ἀναστήσας, ἄγε Ναυσίθοος θεοειδής. εἷσεν δ' ἐν Σχερίῃ, ἑκὰς ἀνδρῶν ἀλφηστάων. ἀμφὶ δὲ τεῖχος ἔλασσε πόλει καὶ ἐδείματο οἴκους. καὶ νηοὺς ποίησε θεῶν, καὶ ἐδάσσατ' ἀρούρας. ἀλλ' ὁ μὲν, ἤδη Κηρὶ δαμεὶς, Ἄϊδόσδε βεβήκει. Ἀλκίνοος δὲ τότ' ἦρχε. (ῃερς. 12.) θεῶν ἄπο μήδεα εἰδώς. ἤγουν θεόσοφος. καὶ νῦν μὲν, ἁπλῶς οὕτω Ναυσιθόου καὶ Ἀλκινόου ἐμνήσθη. προϊὼν δὲ, γενεαλογήσει ἀκριβέστερον. καταμερίσας καὶ τὴν ἱστορίαν ταύτην διὰ ποικιλίαν, τόποις διαφόροις. (ῃερς. 1.) Ὅρα δὲ ὡς κοιμίσας τὸν Ὀδυσσέα μετὰ τὸν οὕτω πολὺν κίνδυνον εἶτα τῶν ἐφεξῆς γινόμενος, ἱστορίαν παρενέπλεξεν, οὐκ ἀναγκαίαν μὲν ἄλλως, ὅμως δὲ γοργῶς ποικίλλουσαν καὶ ἐξαιροῦσαν τὸ τῆς γραφῆς μονοειδές. ἔστι δὲ καὶ χρήσιμος ἡ ἱστορία καὶ ἀξία μαθεῖν. (ῃερς. 4.) Τὴν δὲ ῥηθεῖσαν Ὑπέρειαν, πόλιν Σικελίας τινές φασι τὴν ὕστερον Καμαρίναν. οἱ δὲ, νῆσον πλησίον τῆς τῶν Κυκλώπων χώρας. εἰ δὲ καὶ εὐρύχορος αὕτη οἶδεν ἡ Ὁμηρικὴ Μοῦσα. Ἀεὶ δὲ παρ' Ὁμήρῳεὐρύχορος, συστέλλει τὴν παραλήγουσαν. ἔνθα δηλαδὴ ἔστιν εὐρὺ χορεύειν. ἵνα ᾖ χώρας εὐδαίμονοςἐπίθετον τὸ οὕτως εὐρύχορον. τὸ δέ γε παρὰ τοῖς ὕστερον εὐρύχορον, πλάτος μόνον χώρας δηλοῖ. (ῃερς. 5.) Σημείωσαι δὲ ὅτι οὐ συντρέχειν δοκοῦσι τῷ ποιητῇ οἱ τὴν Ὑπέρειαν νῆσον λέγοντες. πῶς γὰρ ἂν νησιῶται ὄντες οἱ ἐν αὐτῇ, ὑπὸ Κυκλώπων ἐβλάπτοντο οἷς νῆες οὐκ ἦσαν κατὰ τὴν Ὁμηρικὴν ἱστορίαν; ἐν δὲ τῷ, ἀγχοῦ Κυκλώπων, θεωρεῖταί τι ἀστεῖον. τό δέ ἐστιν, ὡς ἀγχίθεοι ὄντες οἱ Φαίακες, καλῶς ἔφυγον τὸ ἀγχοῦ Κυκλώπων εἶναι τῶν ἀθεμίστων. οἳ καὶ ὡς ὑπερήνορες ἦσαν, δηλώσει τὰ ἐφεξῆς. (ῃερς. 6.) Τὸ δὲ οἳ σφέας σινέσκοντο, ἀσαφὲς μὲν κατὰ τὸ, τίνες τίνας ἐσίνοντο. ἐκ δὲ τοῦ ὑπερηνορεόντων δῆλον ὡς οἱ Κύκλωπες τοὺς Φαίακας ἐλύπουν. ὑπερηνορεόντων γὰρ ἀνδρῶν τὸ οὕτω ποιεῖν. Δῆλον δὲ ἐκ τοῦ σινέσκοντο, ὅτι δύνανται σίντιες καὶ σίνται λέγεσθαι καὶ οἱ Κύκλωπες. ὃ δὴ οὐ λῃστῶν μόνον κλῆσις, ἀλλὰ καὶ κλεπτῶν. ὡς δηλοῖ καὶ Ὀππιανὸς ἐν τῷ, σίντῃσι μέγαν πόνον, ὅ ἐστι τοῖς κλέπταις. Τὸ δὲ βίῃ δὲ φέρτεροι ἦσαν, μαλθακοὺς ἐμφαίνει τοὺς Φαίακας εἶναι τὰ εἰς μάχην, ἐπεὶ καὶ τοιοῦτοι οἱ ἐν τρυφαῖς. (ῃερς. 7.) Τὸ δὲ ἀναστήσας, νῦν μὲν, ἀντὶ τοῦ ἀπαναστήσας, μετοικίσας. δηλοῖ δέ ποτε καὶ τὸ ἁπλῶς ἀναστατῶσαι. (ῃερς. 8.) Τὸ δὲ εἷσεν ἐν Σχερίῃ, ἀντὶ τοῦ, ἵδρυσεν. ἀπὸ τοῦ ἕω ἐξ οὗ καὶ τὸ ἕξω καὶ τὸ ἕδος. περὶ δὲ Σχερίης ἐγράφη οὐ πρὸ πολλῶν· ἀλλαχοῦ δὲ, καὶ περὶ ἀλφηστῶν ἀνδρῶν. Τὸ δὲ ἑκὰς ἀνδρῶν ἀλφηστάων, ἐκτοπισμόν τινα τῆς Σχερίας παραλαλεῖ ὡς εἴπερ μὴ ἦν ἡ νῦν Κέρκυρα ἡ γνωριζομένη, ἀλλά τις ἄγνωστος κατὰ τὴν Ὠγυγίαν. Ὅτι δὲ τοιοῦτόν τι βούλεται καὶ περὶ τῆς φαιακικῆς Σχερίας ὁ ποιητὴς, ἐν τοῖς ἐφεξῆς δηλωθήσεται σαφέστερον. ὅς γε, φασὶν, οὐδὲ ὠνόμασε Κέρκυραν τὴν Σχερίαν, ἵνα μὴ ἐλέγχοιτο ῥᾳδίως ὅτε τῆς καθ' ἡμᾶς οἰκουμένης ἔξω πλάττει αὐτήν. (ῃερς. 9.) Σημείωσαι δὲ καὶ ὅτι ἐν μὲν Ἰλιάδι πόλεως ἀφανισμὸν ἐξέφρασεν ἐν δυσὶν ἔπεσιν. ἐνταῦθα δὲ, τοὐναντίον ἐν διστίχῳ φράσει πόλεως ἐδήλωσε κατασκευὴν ἐντελῆ. εἰπών. ἀμφὶ δὲ τεῖχος ἔλασσε πόλει καὶ ἑξῆς ὡς προσεχῶς γέγραπται. Ἔνθα ὅρα τήν τε ἐν τοῖς ῥήμασι καίριον εὐπορίαν, καὶ τὴν τῶν λέξεων ὁμοιοκαταληξίαν καθ' ὑπαλλαγὴν, τὸ ἔλασε καὶ ἐποίησε. καὶ τὰ ὑποτεταγμένα τούτοις, τὸ ἐδείματο καὶ ἐδάσσατο. ἔστι δὲ τὸ ἤλασεν, ἀντὶ τοῦ περιέτεινε. μετενεχθὲν ἀπὸ τοῦ ἐλαυνομένου ἵππου ἢ σιδήρου. (ῃερς. 10.) Τὸ δὲ ἐδάσσατο ἀρούρας, ἀνάδασμον γῆς εἰπεῖν ἐχορήγησε τοῖς ὕστερον. (ῃερς. 12.) Τὸ δὲ θεοῦ ἄπο μήδεα εἰδὼς ὥσπερ καὶ τὸ θεοειδὴς, θείου τινὸς καὶ σοφοῦ ἀνδρὸς ἔπαινός ἐστιν. (ῃερς. 15.) Ὅτι κυριολεκτῶν καὶ ἐνταῦθα τὸν θάλαμον ὃς ἦν κοιτὼν ἐνδοτάτω, φησί. βῆ δ' ἴμεν ἐς θάλαμον πολυδαίδαλον ᾧ ἔνι κούρη κοιμᾶτο. ἡ τοῦ Ἀλκινόου δηλαδὴ θυγάτηρ. ἣν καὶ ἀθανάτῃσι φυὴν καὶ εἶδος ὁμοίαν ἱστορεῖ. (ῃερς.