Commentarii ad Homeri Odysseam i
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-thessalonicensis-pg-135-136" aria-label="More works by Eustathius Thessalonicensis PG 135">
—
⋯
Original / primary: Pg Scrape Grc
483.1.1
) διὸ ἐν μὲν τῇ πρώτῃ βολῇ οὐκ εὐνόητόν ἐστι πῶς ὁ λίθος ὁ πεσὼν ἔμπροσθεν ἔνθα ὁ πλοῦς ἦν τῆς πρώρας καὶ κλύσας οὕτω τὴν θάλασσαν ὀλίγον ἐδέησεν ἱκέσθαι εἰς ἄκρον οἰήϊον, ἤγουν καθικέσθαι τοῦ οἰακίου τοῦ περὶ τὴν πρύμναν. ἐν δὲ τῇ δευτέρα βολῇ πάνυ καλῶς κεῖται. ὀπίσω γὰρ πεσὼν ὁ λίθος βραχὺ ἐδέησεν ἱκέσθαι κατὰ τοῦ πηδαλίου. διὸ ἐν μὲν τοῖς πρώτοις στίχοις, τὸ τυτθὸν ἐδεύησεν οἰήϊον ἄκρον ἱκέσθαι, ἀστέρα ἔχει μετὰ ὀβελοῦ. ὡς ἄριστον μὲν ἔπος ὂν ἐκεῖθεν δὲ ὀβελιζόμενον. ἐν δὲ τοῖς δευτέροις στίχοις ἀστέρα μόνον ἔχει ὡς ἐκεῖ ἄριστα κείμενον. οἱ δὲ παλαιοὶ ἐνταῦθα φασὶ ὅτι νοητέον ὡς στρέψας Ὀδυσσεὺς τὴν νῆα καὶ ἀνακωχεύσας ἐβόησεν. ἔχων πρὸς μὲν τῇ γῇ τῶν Κυκλώπων τὴν πρώραν. πρὸς δὲ τῇ ἀντικρὺ νήσῳ τῇ λαχείᾳ, τοὺς οἴακας. διὸ καὶ ὁ λίθος ὑπερβληθεὶς βραχύ τι ἐδέησε καθικέσθαι τοῦ ἀναστραφέντος οἴακος. καὶ ἡ ναῦς ἐξώσθη αὖθις πρὸς τῇ γῇ τῶν Κυκλώπων παλιῤῥόθιος. ἵνα καὶ ἐν τῇ πρώτῃ βολῇ καὶ ἐν τῇ δευτέρᾳ δὲ ἄλλως μέντοι καὶ ἄλλως κινδυνεύσῃ βληθῆναι ὁ οἴαξ τῆς νηὸς, τὸ πρῶτον μὲν ἐν τῷ στραφῆναι, τὸ δεύτερον δὲ, ἐν τῷ κατευθὺ πλέειν. (ῃερς. 537.) Ἐν τούτοις δὲ σημείωσαι καὶ ὡς ἐπέτεινε τὴν ἰσχὺν ὁ Κύκλωψ, πολὺ μείζονα λᾶαν βαλών. καὶ αὐτὸν, ἐκ διαστήματος διπλασίονος. ἡ γὰρ δευτέρα τοῦ Ὀδυσσέως βοὴ οὐκ ἐκ τοῦ αὐτοῦ γέγωνε τόπου, ἀλλ' ὅτε δὶς τόσον ἅλα πρήσσοντες ἀπῆσαν οἱ περὶ αὐτόν. καὶ ἔστι νοεῖν, ὅτι καὶ Ὀδυσσεὺς ἐπέτεινε καὶ αὐτὸς τὴν φωνήν. καὶ τὴν μὲν ἀρχὴν ἐβόησεν εἰς ὅσον ἀκουσθῆναι. καὶ δὶς δὲ τόσον ἀπελθὼν πάλιν βοήσας ἠκούσθη. οὐ γὰρ ποσότητα δηλοῖ φωνῆς ἐν τούτοις ὡς τοσοῦτον καὶ μόνον τοῦ Ὀδυσσέως βοᾶν δυναμένου, ἀλλὰ μέτρον ἁπλῶς ἀκοῆς λαμβάνει. καὶ τοῦτο, οὐκ ἐστενοχωρημένης ἀλλὰ δυναμένης ἀκοῦσαι εἰ καὶ τριπλάσιόν τις κεκράξεται τὴν φωνὴν ἐκτείνας. καὶ καινὸν οὐδὲν εἴπερ καὶ ἐν τῇ λαχείᾳ ὄντες οἱ περὶ τὸν Ὀδυσσέα ἤκουον τὴν τῶν Κυκλώπων φθογγήν. εὐρύφωνος δὲ ὡς εἰκὸς ὁ Ὀδυσσεὺς, ὃς καὶ ἐν Ἰλιάδι ὄπα λέγεται μεγάλην ἀπὸ στήθεος ἱέναι. (ῃερς. 486.) Ἰστέον δὲ ὅτι τὸ θέμωσεν οὐ μόνον ἀντὶ τοῦ ἠνάγκασεν, ὡς ἐῤῥέθη, ἀλλὰ καὶ ἀντὶ τοῦ ἐποίησε κατὰ τοὺς παλαιοὺς, παρὰ τὸ θεῖναι τουτέστι ποιῆσαι. (ῃερς. 483.) Οἰήϊον δὲ ποιητικώτερον, τὸ οἰάκιον, ὅ ἐστι πηδάλιον, περὶ ὧν προγέγραπται. (ῃερς. 484.) Τὸ δὲ ἐκλύσθη, ἀρίστη λέξις. ἀφ' ἧς καὶ ὁ κλύδων. (ῃερς. 485.) Παλιῤῥόθιον δὲ, τὸ παλίῤῥουν. καὶ προείρηται τί δηλοῖ Ὁμηρικῶς τὸ ῥόθιον. ἑρμηνεύει δὲ τὸ παλιῤῥόθιον ὁ ποιητὴς μετ' ὀλίγα ἐν τῷ, πόντονδε βαλὼν βέλος ἤγαγε νῆα αὖτις ἐς ἤπειρον. ἔστι γὰρ τὸ αὖτις ἐς ἤπειρον ἤγαγε ταυτὸν τῷ, παλιῤῥόθιον φέρεν. (ῃερς. 495.) Ἔστι δ' ἐνταῦθα ἰδεῖν καὶ ὡς βέλος ἔφη τὴν τοῦ ὄρους κορυφὴν, ὅπερ ὁ Κύκλωψ κουφίσας ἀφῆκε. δῆλον δὲ ὡς βέλος λέγεται ἅπαν τὸ μήκοθεν ἀφιέμενον. (ῃερς. 486.) Τὸ δὲ πλημυρὶς τινὲς τῶν παλαιῶν προπαροξύνουσι καὶ δι' ἑνὸς δὲ ˉμ γράφουσιν ὡς ἀπὸ τῆς πλήμης. πλῆμαι δέ εἰσι πάθη θαλάσσης κυρίως ἐναντία ταῖς ἀμπώτεσι, γινόμενα μάλιστα περὶ τὸν Ὠκεανόν. ἀφ' ὧν ἡ πλημύρα παρωνόμασται. ἡ δὲ χρῆσις τῆς πλήμης καὶ παρὰ Στράβωνι. κῦμα δὲ ὅ ἐστι θαλάσσης κύκημα καὶ πλημυρίς. διὸ κῦμα ἐνταῦθα εἰπὼν ἐπήγαγε τὸ, πλημυρίς, δηλῶν καὶ ὅτι οὐκ ἐξ ἀνέμου τὸ τοιοῦτον ἦν κῦμα, ἀλλ' ἐκ πλημυρίδος ἣν ὁ λίθος ἐκύκησεν. Ὅτι δὲ ταυτὸν πλημυρίδα εἰπεῖν καὶ ῥόθιον καὶ κῦμα παλιῤῥόθιον, δῆλον ἐκ τῶν παλαιῶν. παρ' οἷς εὕρηταί που κῦμα καὶ τὸ κύημα. ὡς δηλοῖ καὶ Εὐριπίδης ἐν Κερκυόνι, οὗ τὴν θυγατέρα γέμειν ἔφη κύματος θεοσπόρου, τοῦ ἐκ Ποσειδῶνος δηλαδή. Ἐν δὲ τοῖς ῥηθεῖσιν, ὅρα καὶ τὸ (ῃερς. 481.) ἀποῤῥήξας κορυφὴν ὄρεος. οὐ γὰρ κειμένην ἁπλῶς ἀνείλετο, ἀλλὰ συνεχῆ οὖσαν διασείας ἀπέῤῥηξεν. ὁ δὲ πλάσας καὶ μῆλα συναφεθῆναι οἷα ἐπὶ τῆς τοιαύτης τυχόντα νέμεσθαι κορυφῆς, τὴν Ὁμηρικὴν τερατείαν ψυχρῶς ὑπερήλασεν. (ῃερς.