Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Commentarii ad Homeri Odysseam i
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-thessalonicensis-pg-135-136" aria-label="More works by Eustathius Thessalonicensis PG 135"> —
⋯
More
Original / primary: Pg Scrape Grc
487.1.1
) Ὅτι κοντὸν ὅπλον οἶδε ναυτικὸν ὁ ποιητὴς, οὐ μὴν πολεμικὸν, καί τοι τῆς λέξεως ἐτυμολογουμένης ἀπὸ τοῦ κεντεῖν. ἀλλὰ τὸ μὲν τοῦ πολέμου δόρυ λέγει. καὶ ξυστόν. καὶ μελίην. καὶ ἐγχείην. καὶ ἔγχος. κοντὸν δὲ, τὸ τοῖς ναύταις χρηστόν. φησὶ γοῦν ὁ Ὁμηρικὸς Ὀδυσσεὺς οὕτως. αὐτὰρ ἐγὼ χείρεσσι λαβὼν περιμήκεα κοντὸν ὅτε δηλαδὴ ἡ ναῦς ἠναγκάσθη πρὸς τῇ γῇ γενέσθαι, ὦσα παρέξ. τουτέστι παρεκτὸς τῆς χέρσου. (ῃερς. 488.) ἑτάροισι δ' ἐποτρύνων ἐκέλευσα ἐμβαλέειν κώπαις ἵν' ὑπ' ἐκ κακότητα φύγοιμεν, κρατὶ κατανεύων. λαλεῖν γὰρ οὐκ ἦν διὰ φόβον. (ῃερς. 490.) οἱ δὲ προπεσόντες ἤτοι κατὰ σπουδὴν ἐπικύπτοντες, ὡς καὶ προεῤῥέθη, ἔρεσσον. Ὅτι δὲ προπεσεῖν ἐνταῦθα τὸ προνεύειν εἴρηται, δηλοῖ Ξενοφῶν ἐν τῷ, διατί ἄλυτοι ἀλλήλοις εἰσὶν οἱ ἐρέται, ἢ, ὅτι ἐν τάξει μὲν κάθηνται ἐν τάξει δὲ προνεύουσιν ἐν τάξει δὲ ἀναπίπτουσιν. Ἔνθα ὅρα τὸ ἀναπίπτουσιν, οὐ ληφθὲν ἐπὶ ψυχικῆς ἀθυμίας ὡς παρὰ Θουκυδίδῃ ἐν τῷ, νικώμενοι ἀναπίπτουσιν, ἀλλ' ἀντὶ τοῦ ἀνακλῶνται καθὰ νοεῖ καὶ Κρατῖνος εἰπὼν, ῥοθιάζει καὶ ἀναπίπτει. (ῃερς. 487.) Δῆλον δὲ ὅτι τὸν ῥηθέντα Ὁμηρικὸν κοντὸν τὸ παρ' ἡμῖν κοντάριον ὑπεκόρισε. καὶ ὅτι (ῃερς. 489.) τὸ ἐμβαλεῖν κώπαις περίφρασίς ἐστι τοῦ ἐρέσσειν, ῥηθὲν ἀντὶ τοῦ χεῖρας ἐπιθεῖναι ἢ ἐπιῤῥίψαι σπουδαίως ταῖς κώπαις. (ῃερς. 492.) Ὅτι παυστικὸν ὑβριστικοῦ ἐρεθισμοῦ τοῦ πρὸς κακόν τινα, τὸ, ἀμφὶ δ' ἑταῖροι μειλιχίοις ἐπέεσσιν ἐρήτυον ἄλλοθεν ἄλλος. σχέτλιε. τίπτ' ἐθέλεις ἐρεθιζέμεν ἄγριον ἄνδρα ὃς καὶ νῦν ἐποίησε τό δέ τι; ἴσως δὲ χρησιμεύσει ἐκ τῶν ἐφεξῆς καὶ τὸ, καὶ δὴ φάμεν αὐτόθ' ὀλέσθαι. (ῃερς. 497.) εἰ δὲ φθεγξαμένου τεῦ ἢ αὐδήσαντος ἄκουσε, σύν κεν ἄραξ' ἡμέων κεφαλάς. (ῃερς. 500.) ὁ δέ γε μὴ πειθόμενος τοῖς οὕτω παραινοῦσιν εἴποι ἂν, ὣς φάσαν. ἀλλ' οὐ πεῖθον ἐμὸν μεγαλήτορα θυμόν. ἀλλά μιν ἄψοῤῥον προσέφην κεκοτηότι θυμῷ. (ῃερς. 497.) Ὅρα δ' ἐν τούτοις διαφορὰν ὑπεμφαινομένης φθογγῆς καὶ αὐδῆς. οὐ γὰρ ἔφη φθεγξαμένου ἠδ' αὐδήσαντος, ἀλλὰ φθεγξαμένου ἢ αὐδήσαντος. καὶ ἴσως μέν τις κἀνταῦθα λήψεται ἀντὶ τοῦ καˉι τὸν ˉη σύνδεσμον ἵνα ἐκ παραλλήλου ταυτὰ εἴη τὸ φθεγξαμένου καὶ τὸ αὐδήσαντος. μάλιστα δὲ αὐδὴν μὲν νοήσει τὴν ἀνθρωπίνην, φθογγὴν δὲ τὴν καὶ ἄλλως ἁπλῶς φωνήν. κατὰ τὸ, αὐτῶν τε φθογγὴν οἰῶν τε καὶ αἰγῶν. (ῃερς. 500.) Τὸ δὲ μεγαλήτορα θυμὸν, οὐ πάνυ ἀπέοικε τοῦ, βόας βουκολεῖν. καὶ οἶνον οἰνοχοεῖν. καὶ τῶν ὁμοίων. δοκεῖ γὰρ ποιητικήν τινα ἔχειν ἀδολεσχίαν καὶ τὸ λέγειν, μεγαλήτορα θυμόν. ὅμοιον ὂν τῷ, ψυχὴν μεγαλόψυχον. (ῃερς. 501.) Τὸ δὲ κεκοτηότι θυμῷ, λύσις ἀπορίας ἐστίν. ὡς γάρ τινος εἰπόντος διατί μὴ ἐπείσθη τοῖς φίλοις εὖ παραινοῦσι; φησὶν ὅτι διὰ κεκοτηότι θυμῷ. ἀγαθὸς δὲ ὁ θυμὸς κατὰ ἀνδρὸς κακοξένου. (ῃερς. 499.) Ἐν τούτοις δὲ καὶ μάρμαρον λίθον ὁ Ὅμηρος πλάττει ἀφεθέντα κατὰ τῆς νηὸς, ἵνα τὸ διὰ πολλὴν πυκνότητα βάρος ἐνδείξηται. τοιοῦτοι γὰρ οἱ μάρμαροι λίθοι, διὸ καὶ στίλβουσιν ὡς πυκνοὶ καὶ λεῖοι. ταυτὸν δ' εἰπεῖν μαρμαίρουσιν, ὅθεν καὶ μάρμαροι λέγονται. ἄλλως δὲ εἴπερ κισσηρώδης τις ἦν ὁ λίθος ἐκεῖνος, οὐκ ἂν ἦν τοσοῦτον αὐτῷ βάρος. φησὶ γοῦν. μαρμάρῳ ὀκριόεντι βαλών. ὁποῖός τις καὶ ἐν τῇ Ἰλιάδι δηλοῦται. Οὗτος δὲ ὁ λίθος δεδίττει τοὺς περὶ Ὀδυσσέα (ῃερς. 498.) μὴ καὶ ἀφεθεὶς ἀράξῃ τὰς αὐτῶν κεφαλὰς καὶ τὴν νῆα, τουτέστι συντρίψῃ ὡς διὰ Ἄρεος ἤτοι σιδήρου. (ῃερς. 499.) τόσσον γάρ φασιν ἵησι τουτέστιν ἀφίησιν ὅθεν καὶ ἥμων γίνεται ὁ ἀκοντιστής. καὶ ἱὸς τὸ βέλος. (ῃερς. 503.) Ὅτι ἐπίγραμμα οἷον τῇ ἐξορύξει τοῦ Κύκλωπος ὀφθαλμοῦ Ὀδυσσεὺς ἐπιγράφει τὸ, Κύκλωψ αἴ κέν τίς σε κατὰ θνητῶν ἀνθρώπων ὀφθαλμοῦ εἴρηται ὅ ἐστιν ἐρωτήσει ἀεικελίην ἀλαωτὴν, φάσθαι Ὀδυσσῆα πτολιπόρθιον ἐξαλαῶσαι, υἱὸν Λαέρτεω, Ἰθάκῃ ἔνι οἰκί' ἔχοντα. τοῦτο δὲ Σωκράτης ὕστερον μιμησάμενος ὁπηνίκα πρός τινος ὑπώπια ἔπαθεν, ἐπέγραψε τῷ μετώπῳ, ὁ δεῖνα ἐποίησε. Λέγει δὲ ἀεικελίην ἀλαωτὴν ἢ τὴν αἰκιστικὴν ἢ τὴν ἀεικῶς γενομένην, ὡς μὴ δέον ὂν τὸν τηλικοῦτον τοιαῦτα ποιεῖν κακὰ ὡς καὶ οὕτω κακῶς ἀντιπαθεῖν. (ῃερς. 502.) Τὸ δὲ κατὰ θνητῶν ἀνθρώπων περιττὴν κἀνταῦθα ἔχει τὴν πρόθεσιν. Τὸ δὲ φάσθαι, φάθι φησὶν ἡ κοινὴ χρῆσις. οὗ τὸ ἀνάπαλιν ἀπόφαθι. κατὰ τὸν εἰπόντα ἢ φάθι ἢ ἀπόφαθι. ἀρέσκει δὲ τοῖς πλείοσιν ἀπὸ τοῦ ἐφάμην μέσου ἀορίστου δευτέρου γενέσθαι. διὸ καὶ παροξυτονεῖσθαι ὡς φύσει βραχέος ὄντος τοῦ παρατελεύτου ˉα. καθὰ δῆλον καὶ ἐκ τοῦ ἔφατο. καὶ φάτο. καὶ φάο. οἷον. ἔπος φαόμενον δ' ἐπίκευθε. ὧν ἀρχὴ, ὁ ἔφην δεύτερος ἐνεργητικὸς ἀόριστος. οὗ μετοχὴ, φὰς φάντος. καὶ φάντες ἐν Ἰλιάδι, ταὐτὸν ὂν τῷ, φάμενοι. καὶ οὕτω μὲν οἱ πλείους. ὁ δὲ βαθὺς Ἡρακλείδης φαίνεται θέλων φύσει τε μακρὰν εἶναι τὴν παραλήγουσαν τοῦ φᾶσθαι καὶ προπερισπᾶσθαι αὐτήν. εἰπὼν γὰρ χρῆναι ἐν τῷ φημὶ τὸ παθητικὸν εἶναι φαμαὶ διὰ τοῦ ἄλφα καὶ ὅμως ἐκλελοιπέναι διὰ τὸ δισυλλαβεῖν. ἐπεὶ οὐδὲν εἰς μαˉι λῆγον παθητικὸν καὶ τῷ ἄλφα παραληγόμενον δισυλλαβεῖ, πάντα γὰρ ὑπὲρ δύο συλλαβάς εἰσιν, ὑποκαταβὰς, λέγει ὅτι καθὰ ἐκ τοῦ τιθῶ πεποίηται τὸ τίθημι καὶ ἱστῶ ἵστημι, οὕτω καὶ τοῦ φῶ φῶμαι δευτέρας συζυγίας, φημί. οὗ παθητικὸν φαμαί. ἄῤῥητον δηλαδή. αὐτοῦ δὲ τὸ ἀπαρέμφατον φᾶσθαι. μετ' ὀλίγα δὲ λέγει καὶ περὶ τοῦ ὡς ἐῤῥέθη Ὁμηρικοῦ φάο τοιαῦτα. τὰ ἐπὶ δευτέρου προσώπου κατὰ παρατατικὸν χρόνον εἰς ˉο λήγοντα ῥήματα παρέσει τῆς παρατατικῆς αὐξήσεως προστακτικὸν ποιεῖ. οἷον. ἐδείκνυσο. δείκνυσο. καὶ τὰ ὅμοια. οὐκοῦν καὶ ἀπὸ τοῦ ἐφάμην εἰ ἔστι τὸ δεύτερον ἔφασο τὸ προστακτικὸν γενήσεται φάσο, ἐνδείᾳ χρόνου ἑνὸς τοῦ κατ' ἀρχήν. εἶτα, φάο κατ' ἔνδειαν τοῦ σίγμα. ἐν τούτοις δὲ γράψας καὶ ὅτι ἀπὸ τοῦ εἰμὶ ἐμαὶ γίνεται τὸ ἤμην οὐ προσλήψει τοῦ ἰῶτα, προκριτέον γάρ φησι τὴν διὰ τοῦ ἦτα γραφὴν, καὶ ἐπαγαγὼν ὅτι τὰ ἐκ δασυνομένου τοῦ ˉε θέματα προσλαμβάνει τὸ ˉι ἐν τῇ κινήσει. οἷον, ἕρπω εἷρπον. ἕλκω εἷλκον. ἕπομαι εἱπόμην, ἐπιφέρει καὶ τὸ, ἔχομαι εἰχόμην. καὶ γάρ φησιν ἐν τῷ ἔχω δασὺ ἦν τὸ ˉε. ἐψιλώθη δὲ διὰ τὴν ἐπιφορὰν τοῦ ˉχ. διὸ ἐδασύνθη ὁ ἔξω μέλλων. διδάσκων, ἀπὸ τῶν αὐτῶν τοῖς ἐνεστῶσι πνευμάτων ἄρχεσθαι τοὺς μέλλοντας. (ῃερς. 507.) Ὅτι οὐ πάντες οἱ Κύκλωπες ἄγριοι, εἰ δὴ καί τις ἦν παρ' αὐτοῖς τῶν πάνυ λόγου ἀξίων, μάντις δηλαδὴ ἀγαθός. φησὶ γοῦν ἐνταῦθα πρὸς Ὀδυσσέα ὁ Κύκλωψ οἰμώξας. (ῃερς. 509.) ἦ μάλα δή με παλαίφατα θέσφαθ' ἱκάνει. ἔσκέ τις ἐνθάδε μάντις ἀνὴρ ἠΰς τε μέγας τε Τήλεμος Εὐρυμίδης, ὅ ἐστιν Εὐρύμου παῖς. ὃς μαντοσύνῃ ἐκέκαστο. καὶ μαντευόμενος κατεγήρα Κυκλώπεσσιν. ὅς μοι ἔφη τάδε (ῃερς. 511.) πάντα τελευτήσεσθαι ὀπίσσω, ἤγουν εἰς τέλος ἐλθεῖν. ποῖα ταῦτα πάντα; χειρῶν ἐξ Ὀδυσσῆος (ῃερς. 512.) ἁμαρτήσεσθαι ὀπωπῆς. Καὶ ὅρα τὸ τυφλωθῆναι περιφραστικῶς ῥηθὲν ἁμαρτήσεσθαι ὀπωπῆς ὡς καὶ εἴπερ ἔφη, ἀστοχῆσαι ὄψεως. ἢ διεκπεσεῖν. ἢ ἀποπλαγχθῆναι. ἢ καὶ ἄλλως, ὀφθαλμοῦ ἀλαωθῆναι. ἐρεῖ γοῦν εὐθὺς μετ' ὀλίγα, ὀφθαλμοῦ ἀλάωσας. (ῃερς. 507.) Τὸ δὲ παλαίφατα θέσφατα, θαυμασία ἐστὶ παρίσωσις καὶ οὐκ ἀξία τοῦ ἀγρίου Κύκλωπος. (ῃερς. 508.) Ὅρα δὲ καὶ ὅτι ἐξ ὑπαρκτικοῦ συνήθως ῥήματος καὶ νῦν Ὅμηρος ἦρκται διηγούμενος. εἰπών. ἔσκέ τις ἐνθάδε μάντις. Ἔνθα ἰστέον ὅτι τὸ ἔσκε δοκοῦν κοινότερον ἀπὸ τοῦ ἔω ἔσω ἔσκω γίνεσθαι Ἡρακλείδης ἄλλως σκευωρεῖ, εἰπὼν οὕτως. ὥσπερ φιλῶ ἐφίλουνἐφίλεις ἐφίλει, καὶ ἐπὶ ἄλλων ὁμοίως, οὕτω καὶ ὦ οὖν εἶς εἶ, τὰ ὑπαρκτικά. τοῦτο δέ φησι πεποίηκε φανερὸν Ὅμηρος διὰ τοῦ ἔσκω Δωρικοῦ ῥήματος. Δωριέων γὰρ, τὰ εἰς εˉι δίφθογγον περαιούμενα ἐν παρατατικῷ χρόνῳ ἐπὶ τρίτου προσώπου κατὰ ἀφαίρεσιν τοῦ ˉι ἐκφερόντων μετὰ προσθέσεως τριῶν στοιχείων. οἷον ἐφίλει ἐφίλεσκεν. ἐνόει ἐνόεσκεν. οὕτω καὶ αὐτὸς ἀπὸ τοῦ προειρημένου εἶ, ἔσκε φησὶν, ἀφελὼν τὸ ἰῶτα καὶ τρία στοιχεῖα προσθεὶς ἤγουν τὸ ˉσ τὸ ˉκ τὸ ˉε. καὶ οὕτω μὲν ὁ Ἡρακλείδης. Τὸ δὲ ἠΰς τε μέγας τε, Κυκλωπικὸν ἴδιον, ὑπερφίαλοι γὰρ ἅπαντες κατὰ τὸ εὐμέγεθες. (ῃερς. 513.) Ἰστέον δ' ἐν τούτοις καὶ ὅτι ὁ μεγάλῳ μὲν ἀντιπάλῳ ἐντυχεῖν ἐλπίσας εὑρὼν δὲ μὴ τοιοῦτον ἐρεῖ ἂν τὸ, ἀλλ' αἰεί τινα φῶτα μέγαν καὶ καλὸν ἐδέγμην ἐνθάδ' ἐλεύσεσθαι, μεγάλην ἐπιειμένον ἀλκήν. εἰ δὲ καὶ βλαβείη τις ὑπὸ τοιούτου, ἁρμόττει καὶ τὸ ἐφεξῆς. (ῃερς. 515.) νῦν δέ μ' ἐὼν ὀλίγος τε καὶ οὐτιδανὸς καὶ ἄκικυς, διέθου τόδε τι κακόν. Κύκλωψ δὲ πρὸς Ὀδυσσέα ταῦτα φησὶν, ἀποκλαιόμενος ὅτι ὀφθαλμοῦ ἀλάωσεν αὐτὸν Ὀδυσσεὺς, ἐπεὶ ἐδαμάσατο οἴνῳ. Καὶ ὅρα ὅπως ὁ παρὰ τοῖς Φαίαξι καὶ μέγας καὶ καλὸς Ὀδυσσεὺς τὸ μηδὲν ἐδόκει τῷ Κύκλωπι, μεγίστῳ δηλαδὴ ὄντι. καὶ ὅτι τὸ ὀλίγος οὐ μόνον ἐπὶ πλήθους, ἀλλ' ἰδοὺ ἐνταῦθα ἐπὶ μεγέθους ληφθὲν τὸν μικρὸν ἐσήμανεν. ὃ φαίνεται καὶ ἐν τῷ, κῦμα οὔτε μέγα οὔτε ὀλίγον. καὶ ἐν τῷ, ὀλίγην τε τράπεζαν. τοιοῦτον δὲ καὶ Ἡσιόδου τὸ, νῆ' ὀλίγην αἰνεῖν ἤγουν μικράν. εὑρεθήσεται δὲ καὶ ἐν τοῖς ἑξῆς, ἰχθὺς ὀλίγος, ὁ μικρός. ὁ καὶ ἄπιχθυς, ὡς ἐν τοῖς ἐκεῖσε κείσεται. πάντως δὲ ταυτὸν ὀλίγον εἰπεῖν καὶ τυτθὸν καὶ μικρόν. καὶ δῆλον αὐτὸ καὶ ἐκ τοῦ Τυδεύς. ὃς ἐκ τοῦ τυτθοῦ ἐτυμολογούμενος μικρὸς ἔην δέμας. εἰ δὲ τὸν τυτθὸν εἴτουν μικρὸν ὑψοῖ ἐπηγμένον τὸ, ἀλλὰ μαχητὴς, ἔστι καὶ ἐνταῦθα φάναι, ὡς Ὀδυσσεὺς ὀλίγος μὲν ἦν τὸ μέγεθος, πολὺς δὲ τὴν ἔμπρακτον σοφίαν, καὶ γοργότερον εἰπεῖν, πολυμήχανος. διὸ καὶ κατεσοφίσατο βλάψας μέγα θηρίον τὸν Κύκλωπα. εἶχε δέ που ὁ Κύκλωψ ἀκοῦσαι λόγον ἐξ Ὀδυσσέως ἐφ' οἷς ἔσκωπται, ὁποῖον καί τίς Αἰγύπτιος βασιλεὺς, ἐξ Ἀγησιλάου τοῦ Λακώνων βασιλεύσαντος. οἷον ὅτι ὁ οὐτιδανὸς ἐγὼ καὶ ὀλίγος καὶ ἄναλκις πολὺς καὶ βριαρὸς ὡς οἷα καί τι θεῖον τέρας ἐπεθέμην σοι. λέγεται γὰρ ὅτι Τάχως μὲν Αἰγύπτιος βασιλεὺς Ἀγησίλαον ἐλθόντα συμμαχῆσαι αὐτῷ βραχὺν τὸ σῶμα ἰδὼν ἔσκωψεν, εἰπὼν τὸ περιᾳδόμενον. ὤδινεν ὄρος, Ζεὺς δ' ἐφοβεῖτο, τὸ δ' ἔτεκε μῦν. Ἀγησίλαος δὲ ἀκούσας ἀντελακώνισε, φάμενος ὡς φανήσομαί σοι ποτὲ καὶ λέων. ὕστερον οὖν φασὶν ἀφισταμένων Αἰγυπτίων μηδὲν τῷ Τάχῳ συμπράξας ἐποίησε φυγεῖν ἐκεῖνον εἰς Πέρσας ἐκπεσόντα τῆς ἀρχῆς. Ὅρα δὲ καὶ ὅτι ὁ Κύκλωψ λίαν πάνυ τεθυμωμένος τῷ Ὀδυσσεῖ ὅμως ἠρκέσθη σκώψας τὸν ἐχθρὸν ἠρέμα, ἴσως μὲν διὰ τὸ ἄγροικον, ἴσως δὲ ὅτι μηδὲ εἶχεν εὐκαιρίαν. παρὰ δέ γε τοῖς ὕστερον ἐπετηδεύθησαν εἰκασίαι σμικροποιοὶ σκωπτικαὶ πολλαί. φησὶ γοῦν τις πρὸς Ἀθηναίους, ὡς ὑμεῖς ἀλλήλους ἀεὶ χλευάζετε. ἂν μὲν γὰρ ᾖ τι σμικρὸν παντελῶς ἀνθρώπιον, καλεῖτε αὐτὸν σταλαγμόν. λιπαρὸς περιπατεῖ; ζωμὸς κατωνόμασται. χαίρει τις αὐχμῶν ἢ ῥυπῶν; κονιορτὸς ἀναπέφηνεν. ὄπισθεν ἀκολουθεῖ κόλαξ τῷ; λέμβος ἐπικέκληται. τὰ πόλλ' ἄδειπνος περιπατεῖ; κεστρῖνος ἐστὶ νῆστις. ὑφείλετ' ἄρνα ποιμένος παίζων; Ἀτρεὺς ἐκλήθη. ἐὰν δὲ κριὸν, Φρίξος. ἐὰν δὲ κωδάριον, Ἰάσων. ἐν τούτοις δὲ, ὅρα ὅτι τε λέμβος φαίνεται εἶναι τὸ μεγάλῃ νηῒ ἐφελκόμενον ἀκάτιον, καὶ ὅτι κεστρῖνος ὁ κεστρεὺς ἐῤῥέθη. ἐπὶ τούτοις ἰστέον καὶ ὅτι ὁ ὡς ἐῤῥέθη ὀλίγος ἄνθρωπος τῷ πολλῷ ἀντίκειται. οὗ χρῆσις ἐν τῷ, πολλὸς γάρ τις ἔκειτο καὶ ἑξῆς ὡς ἡ Ἰλιὰς δηλοῖ. Ἔτι ἰστέον καὶ ὅτι τὸ ὀλίγον ὀλίζον καθ' Ἡρακλείδην Ἴωνες φασὶν οἱ νεώτεροι. τῷ ζῆτα ἀντὶ τοῦ ˉγ χρώμενοι. καὶ τὸ μὲν φύγω, φύζω λέγοντες. τὸ δὲ πέφυγα καὶ πεφυγὼς, πέφυζα καὶ πεφυζώς. ἐρεῖ δέ τις φησὶν οὕτω καὶ ἐκ τοῦ φυγῶ φυγήσω πεφυγηκότες, γενέσθαι τὸ πεφυζότες, ἐξαιρεθείσης τῆς μέσης συλλαβῆς καὶ τοῦ ˉγ τραπέντος εἰς ˉζ. ὃ γίνεται καὶ ἐν τῷ φυγὴ φύζα. ὅθεν φυζινός φασιν ὁ δειλός. εἶτα, φυζακινός. ὡς λεπτὸς λεπτινὸς λεπτακινός. Τούτων δὲ οὕτως ἐχόντων ἰστέον καὶ ὅτι ἐπαναπαύεται ὁ Κύκλωψ οὐτιδανὸν λέγειν τὸν πλαστὸν Οὖτιν Ὀδυσσέα. καὶ ὅτι τὸ ἄκικυς ἐκτείνει τὴν παραλήγουσαν. γράφεται δ' ἔν τισι καὶ ἀεικής. (ῃερς. 517.) Ὅρα δὲ καὶ ὅπως ἄφρων ὁ Κύκλωψ εἰπείσεἱν ἀπὸ τῆς ἄρτι τὸν Ὀδυσσέα ἐλπίζει ἐλθεῖν εἰς αὐτόν. καὶ ὡς πάνυ τεχνίτης μαντικῆς ὁ Τήλεμος πρὸς ὄνομα κατευστοχήσας τοῦ τὸν Πολύφημον τυφλώσαντος. καὶ ὡς οὐ μόνον σοφῶς ἀλλὰ καὶ εὐτυχῶς Ὀδυσσεὺς τὸ Οὖτις ἑαυτῷ πλάττεται ὄνομα. οἷον γὰρ ἂν ἔπαθε κακὸν, μὴ ἐπικρύψας ἑαυτὸν τῷ χρησμὸν ἔχοντι ἀπολωλέναι ὑπὸ τοῦ Ὀδυσσέως. (ῃερς. 519.) Ὅτι ὁ θαῤῥῶν ἐπὶ πατρὶ καὶ ξενίζων τινὰ, δύναταιεἰπεῖν τὸ, ἀλλ' ἄγε δεῦρο ἵνα τοι παρὰ ξείνια θείω, πομπὴν δ' ὀτρύνω δόμεναι τὸν δεῖνα. τοῦ γὰρ ἐγὼ παῖς εἰμὶ, πατὴρ δ' ἐμὸς εὔχεται εἶναι. οὐκ ἠρκέσθη δὲ παῖς εἰπὼν, ἀλλ' ἐπήγαγε καὶ τὸ, πατὴρ δ' ἐμός ἐστι, διὰ τὴν ὁμωνυμίαν τοῦ παῖς. οὐ μόνον γὰρ δουλική ποτε λέξις ἐστὶν ὡς καὶ αἱ παιδίσκαι δηλοῦσιν, ἀλλὰ καὶ τὸν ἁπλῶς νέον δηλοῖ, καὶ τὸν θέσει δὲ υἱόν. εἰ δὲ καὶ δυνατός ἐστιν εἰς βοήθειαν ὁ τοιοῦτος πατὴρ, πρέποι ἂν καὶ τὸ ἐφεξῆς. (ῃερς. 5.) αὐτὸς δ' αἴ κ' ἐθέλῃσιν ἰήσεται, οὐδέ τις ἄλλος θνητῶν ἀνθρώπων. ἀπαγόρευσις δὲ ἀνθρωπίνης ἐπικουρίας τὸ, (ῃερς. 523.) αἲ γὰρ δὴ ψυχῆς τε καὶ αἰῶνος τουτέστι ζωῆς σὲ δυναίμην εὖνιν ποιήσας πέμψαι δόμον Ἄϊδος εἴσω, ὡς οὐχὶ ὁ δεῖνα ἰήσεταί σε. (ῃερς. 524.) λέγει δὲ εὖνιν ὡς ἀπὸ τοῦ εἷς ἑνὸς τὸν μεμονωμένον ἤτοι ἐστερημένον. ὅθεν καὶ εὐνοῦχος ὁ ἐστερημένος ὀχείας. ψιλοῦται δὲ τὸ εὖ, ὡς ἔχον ἀναδραμεῖν εἰς ὁμοιότητα τοῦ ἕκηλος εὔκηλος καὶ τῶν ὁμοίων. (ῃερς. 529.) Οἰκειότητος δὲ λόγος τὸ, εἰ ἐτεόν γε σός εἰμι πατὴρ δ' ἐμὸς ἢ ἑταῖρος ἢ ἀδελφὸς εὔχεαι εἶναι, δὸς μὴ τόδε τι γενέσθαι. (ῃερς. 532.) εἰ δὲ καὶ πρὸς κάκωσιν ἡ ἀξίωσις, οἰκεῖον ἐπαγαγεῖν ποτὲ τὸ, δὸς μὴ τὸν δεῖνα οἴκαδ' ἱκέσθαι. ἀλλ' εἴ οἱ μοῖρ' ἐστὶ φίλους τ' ἰδέειν καὶ ἱκέσθαι οἶκον ἐϋκτίμενον καὶ ἑὴν ἐς πατρίδα γαῖαν, ὀψὲ κακῶς ἔλθοι. Ὅτι οἶδε μὲν Ὀδυσσεὺς ἀπογόνους Ποσειδῶνος τοὺς Κύκλωπας. οὗπερ υἱὸς ὢν ὁ Κύκλωψ πρὸς αἵματος ἦν τοῖς Φαίαξιν. οἶδε δὲ ὅμως καὶ κακῶς διατεθεῖσθαι αὐτοὺς τοῖς Κύκλωψιν. οἵ ποτε σφέας σινέσκοντο. διὸ οὐδὲ ὑποπτεύει βλαβήσεσθαι διηγούμενος παρὰ τοῖς φιλοξένοις μισοκύκλωψι τὴν τοῦ κακοξένου Κύκλωπος τύφλωσιν, τοῦ καὶ κακοῦ καὶ μετὰ κακῶν. εἰ δὲ καὶ φιλίως οὗτοι διέκειντο οἷα πρὸς συγγενῆ ὡς ἐῤῥέθη, ἀλλὰ τὴν ἐκείνου ἀρὰν τελειουμένην ἄρτι προβάλλεται εἰς πειθώ. ὡς ἐκεῖνα πάσχων, ἅπερ ὁ Κύκλωψ εὔξατο. ποῖα ἐκεῖνα; εἰ καὶ μοῖρα ἐστὶν Ὀδυσσῆα πτολιπόρθιον οἴκαδε ἱκέσθαι, ὀψὲ κακῶς ἔλθοι ὀλέσας ἀπὸ πάντας ἑταίρους, νηὸς ἐπ' ἀλλοτρίας, ὁποία νῦν ἡ τῶν Φαιάκων, εὕροι δ' ἐν πήματα οἴκῳ. ὥστε τὰ ἐκεῖνα κατεύγματα γίνονται εἴπερ οἱ Φαίακες αὐτὸν εἰς Ἰθάκην νηῒ πέμψουσι. Προεκθετικὴ δὲ ἀναφώνησις τῶν ἐφεξῆς τοῦ Ὀδυσσέως παθῶν καὶ ταῦτα εἰσί. (ῃερς. 530.) Τὸ δὲ πτολιπόρθιον οὗ πρωτότυπον ὁ πτολίπορθος ὡς τοῦ κάπρος τὸ κάπριος, εἰκῇ παρέῤῥιπται. τί γὰρ ἔδει τὸν Κύκλωπα ἔπαινον Ὀδυσσέως εἰπεῖν; ἴσως δὲ καὶ εἰρωνικῶς αὐτὸ εἶπεν ὁ Κύκλωψ, ὡς τοῦ Ὀδυσσέως πρὸ βραχέων οὕτως ἑαυτὸν καλέσαντος. μονονουχὶ μυκτηρίζων εἴπερ ὁ ὀλίγος καὶ οὐτιδανὸς καὶ ἄναλκις πτολιπόρθιον ἑαυτὸν ἀποκαλεῖ. Ἰστέον δὲ ὅτι τε ἀνάλογα τὸ, πτολιπόρθιος. καὶ τὸ, αἰδοῖος αἰδοίϊος. ὁμοῖος ὁμοίϊος. ὀρθὸς ὄρθιος. λοῖσθος λοίσθιος. καὶ ὅτι πρὸς τοιαύτην ἀκολουθίαν καὶ οἱ Δωριεῖς τὸ ἆσσον ἄσσιον φασὶν, ὡς παραδέδοται, καὶ τὸ αἶψα αἴψιον, καὶ τὸ μᾶλλον μάλλιον. οὕτω δὲ καὶ τὸ ἐγγὺς ἔγγιον. (ῃερς. 543.) Ὅτι ναύσταθμον φράζει τὸ, ἔνθα περ ἄλλαι νῆες ἐΰσσελμοι μένον ἀθρόαι, ἐλλιμενισμὸν δὲ τὸ, νῆα μὲν ἔνθ' ἐλθόντες ἐκέλσαμεν ἐν ψαμάθοισιν. ἐκ δ' αὐτοὶ βῆμεν ἐπὶ ῥηγμῖνι θαλάσσης. τί δὲ τὸ κέλσαι καὶ τίς ὁ ῥηγμὶν, ἀλλαχοῦ δηλοῦται. (ῃερς. 549.) Ὅτι τὰ τοῦ Κύκλωπος μῆλα ἐπίσης ἐδάσαντο κατὰ νῆας οἱ ἀμφὶ τὸν Ὀδυσσέα. ἀρνειὸν δὲ αὐτῷ ἔδοσαν ἔξοχα. ἴσως, τὸν περισωσάμενον αὐτὸν, ὃν καὶ ἔθυσεν ἐπὶ θινὶ Διῒ φυξίῳ ἴσως ἢ καὶ σωτῆρι κατὰ τοὺς ὕστερον Ἀττικούς. (ῃερς. 553.) ὁ δέ φησιν οὐκ ἐμπάζετο ἱρῶν. τουτέστιν οὐκ ἐπεστρέφετο τῆς θυσίας. ὥστε οὐδὲ ἐκαλλιέρει τηνικαῦτα Ὀδυσσεύς. ἀλλ' ὅγε φησὶ μερμήριξεν ὅπως ἀπολοίατο πᾶσαι νῆες καὶ ἐμοὶ ἑταῖροι. (ῃερς. 554.) καὶ τοῦτο δὲ προαναφώνησις τῶν ἐφεξῆς ποιηθησομένων ἐστίν. εἶτα διαφόρων στίχων ῥηθέντων ὡς ἐν τύπῳ κέντρωνος περὶ δαιτὸς καὶ ὕπνου καὶ ἀπόπλου, πολλαχοῦ γὰρ καὶ ἀλλαχοῦ κεῖνται, πληροῦται ἡ ῥαψῳδία. ΥΠΟΘΕΣΙΣ ΤΗΣ Κ. ΟΜΗΡΟΥ ΡΑΨΩΙΔΙΑΣ. Τὰ περὶ τὸν Αἴολον ἀπαγγέλλει τὸν τῶν ἀνέμων φύλακα, ὡς ἔδωκεν Ὀδυσσεῖ οὔριον ἄνεμον τὸν Ζέφυρον, τοὺς ἄλλους ἀνέμους ἐγκαθείρξας ἀσκῷ. ὃν οἱ ἑταῖροι λύσαντες κοιμωμένου Ὀδυσσῆος, ἅτε ἐν αὐτῷ χρυσὸν εἶναι νομίζοντες, ὑπονοστοῦσι πρὸς Αἴολον. οὐ προσιεμένου δὲ τοῦ Αἰόλου τὸν Ὀδυσσέα ἐκεῖθεν ἀποπλέων εἰς Λαιστρυγόνας ἀφικνεῖται. παρ' οἷς ἕνδεκα τῶν νεῶν ἀπολέσας μιᾷ εἰς Αἰαίαν τὴν νῆσον παραγίνεται. καὶ σὺν Εὐρυλόχῳ τοὺς ἡμίσεας τῶν ἑταίρων κλήρῳ λαχόντας ἐκπέμπει πευσομένους τίνες οἱ κατοικοῦντες. μεταμορφωθέντων δὲ ἐκείνων εἰς σύας ὑπὸ τῆς Κίρκης πλὴν Εὐρυλόχου, αὐτὸς ἐπὶ ζήτησιν ἐλθὼν, λαβὼν παρὰ τοῦ Ἑρμοῦ φάρμακον τὸ μῶλυ, οὐδὲν βλάπτεται. ἀλλὰ καὶ ἑταίρων τὴν ἀρχαίαν φύσιν λαβόντων ἐνιαυτὸν παραμείνας παρὰ τῇ Κίρκῃ εἰς Ἅιδου κατέρχεται. ΟΔΥΣΣΕΙΑΣ Κ. ΟΜΗΡΟΥ ΡΑΨΩΙΔΙΑ. Ὅτι τὰ περὶ Αἰόλου καὶ Λαιστρυγόνων καὶ Κίρκης διαλαμβάνουσα ἡ ˉκ ῥαψῳδία οὕτω καὶ ἐπιγράφεται ὑπὸ τῶν παλαιῶν. ἀρχομένη ἐντεῦθεν. (ῃερς. 1.) Αἰολίην δ' ἐς νῆσον ἀφικόμεθα. ὃ ἑρμηνεύων ἐπάγει. ἔνθα δ' ἔναιεν Αἴολος Ἱπποτάδης φίλος ἀθανάτοισι θεοῖσι, πλωτῇ ἐνὶ νήσῳ. εἶτα ἐκφράζων τὸ κατ' αὐτὴν στεῤῥὸν φησί. (ῃερς. 3.) πᾶσαν δέ τέ μιν πέρι τεῖχος χάλκεον ἄῤῥηκτον. (ῃερς. 4.) λισσὴ δ' ἀναδέδρομε πέτρη. καὶ ἴσως τοῦτό ἐστι τὸ χάλκεον τεῖχος, πέτρα δηλαδὴ λεία καὶ δυσανάβατος, περιβόλου δίκην τὴν νῆσον περιθέουσα. ἄλλως γὰρ ἀπίθανόν ἐστι νοῆσαι τεῖχος ὅλον χάλκεον. (ῃερς. 2.) Αἴολοι δέ φασι τρεῖς ἐν ταῖς ἱστορίαις ὀνομαστοὶ, εἷς ὁ Κρηθέως καὶ Ἀθάμαντος καὶ Σισύφου πατὴρ, Ἕλληνος παῖς, ὃν Ἕλληνα γόνῳ μέν φασι Διὸς εἶναι, λόγῳ δὲ Δευκαλίωνος, ἕτερος δὲ Αἴολος, ὁ ἐκ Μελανίππης καὶ Ἱππότου ὁ διατοῦτο νῦν Ἱππωτάδης, τρίτος δὲ ὁ ἐκ Ποσειδῶνος καὶ Ἄρνης. Ἀσκληπιάδης δὲ, ἐπὶ τὸν τρίτον τοῦτον φησὶ τὸν Ὀδυσσέα ἐλθεῖν. Ὅτι δὲ ὁμώνυμολέξις ὁ Αἰόλος οὐκ ἔστιν ἀμφιβαλεῖν. κύριόν τε γάρ ἐστι, σημαίνει δὲ καὶ τὸν ποικίλον καὶ τὸν ταχύν. καὶ ὄνομα δὲ ἰχθύος. ὡς δῆλον ἐκ τοῦ, δύο γένη σκάρων. ὧν ὁ μὲν, ὀνίσκος. ὁ δὲ, αἰόλος. Ὅτι δὲ τοῦ πρώτου Αἰόλου ἤγουν τοῦ Ἑλληνίδου παρώνυμον τὸ τῶν Αἰολέων ἔθνος αἱ ἱστορίαι δηλοῦσιν. ὥσπερ καὶ Δωριεῖς εἴρηνται ἀπὸ Δώρου υἱοῦ Ξούθου, οἳ καὶ Πελοπόννησον ὕστερον ᾤκησαν, συγκατάγοντες τοὺς Ἡρακλείδας, ἡγουμένου αὐτῶν Δύμαντος καὶ Παμφύλου τῶν Αἰγιμιοῦ παίδων. τινὲς δὲ καὶ ἐν Συρακούσαις ᾠκίσθησαν. καὶ οὕτως ἐπλατύνθη τὸ τῶν Δωριέων ἔθνος ἄχρι καὶ ἐς αὐτὴν Βοιωτίαν. ἔσχε δὲ πλάτος καὶ τὸ Δωρικὸν, Αἰόλου φασὶ καταδραμόντος τὴν Θετταλίαν καὶ πάντας ποιήσαντος Αἰολεῖς κληθῆναι. οὗ τῆς θυγατρὸς παῖς, Βοιωτός. ἀφ' οὗ οἱ Βοιωτοί. κἀντεῦθεν ἔσχεν Αἰολεῖς καὶ ἡ Βοιωτία. καὶ ἰδιάζουσα τῇ κατ' αὐτὴν γλώττῃ ὅμως ἐκέκρατο καὶ Δώριδι, ὡς ἐῤῥέθη, διαλέκτῳ, ἔτι δὲ καὶ Αἰολικῇ. εἰ δὲ ἐκ τῶν εἰρημένων Αἰολέων ἢ τοῦ δεδηλωμένου Αἰόλου τοῦ σημαίνοντος τὸν ποικίλον παραιολίξαι εἶπέ τις τὸ ἀπατῆσαι, ζητητέον ἄλλοθεν. (ῃερς. 1.) Ὅρα δὲ τὸ, Αἰολία νῆσος. ὀφεῖλον μὲν κτητικῷ λόγῳ διὰ διφθόγγου ἔχειν τὴν παραλήγουσαν ὡς ἀπὸ τοῦ Αἰόλου ᾧ παρωνυμεῖται. διὰ δὲ τὸ κακομέτρητον, γραφὲν διὰ τοῦ ἰῶτα ὡς ἂν ἀπαρτισθείη μετρικὸς δάκτυλος. Ἰστέον δὲ ὅτι Ὅμηρος μὲν μιᾶς μέμνηται νήσου Αἰολίας. οἱ δὲ παλαιοὶ νήσους Αἰόλου ἑπτὰ ἱστοροῦσι πρὸς τῇ Σικελίᾳ. εἰσὶ δὲ αὗται. Αἰολὶς ἢ μᾶλλον Αἰολία. ἔνθα ἴσως ἦν τὸ τοῦ Αἰόλου βασίλειον. στρογγύλη. Διδύμη. ἱερά. λιπάρα. ἐξ ἧς καὶ σέλας λέγεται παρὰ Θεοκρίτῳ λιπαραῖον διὰ τὰ ἐκεῖ ἀναφυσώμενα πυρά. ἐρεικώδης. καὶ φοινικώδης. καλεῖται δὲ μία τούτων κατά τινας καὶ Ἱκέσιον. λέγονται δὲ καὶ νῆσοι Λιπαραίων ἢ πᾶσαι ἢ τούτων τινὲς διὰ τὸ τῆς Λιπάρας ἐπίσημον. φησὶ γοῦν καὶ ὁ γεωγράφος οὕτω. Λιπαραίων νῆσοι ἑπτά. μεγίστη δὲ Λιπάρα. Κνιδίων ἄποικος. ἐγγυτάτω Σικελίας. μία δέ φησιν αὐτῶν καὶ ἡ Εὐώνυμος καλουμένη οὕτω διὰ τὸ εὐώνυμος κεῖσθαι τοῖς ἐκ Λιπάρας εἰς Σικελίαν πλέουσιν. Ὅμηρος δὲ μιᾶς μέμνηται νήσου. ἥν τινες ἐκτετοπισμένην φασὶν πλάττεσθαι τῷ ποιητῇ, καθὰ καὶ τὴν τῶν Φαιάκων καὶ τὴν τῆς Καλυψοῦς καὶ τοὺς Λωτοφάγους δὲ καὶ τοὺς Κύκλωπας. ἄλλοι δέ γε ἀπεναντίας τούτοις ἰόντες καὶ περὶ Σικελίαν καὶ Ἰταλίαν πεπλανῆσθαι τὸν Ὀδυσσέα εἰπόντες, οὐ μόνον τοὺς Κύκλωπας οἴδασι Λεοντίνους καλουμένους, ἀλλὰ καὶ Λωτοφάγους παρὰ τῷ ποιητῇ φασὶν εἶναι τοὺς νῦν Ἀκραγαντίνους. οἱ δὲ, τοὺς Καμαριναίους. Ἰστέον δὲ καὶ ὅτι Αἰόλειοι μὲν νῆσοι διὰ διφθόγγου παρὰ τοῖς παλαιοῖς αἱ τοῦ Αἰόλου, ἃς ἐν τῷ Τυρηνικῷ πελάγει κεῖσθαι φασί τινες. Αἰολίδες δὲ, αἱ τῶν Αἰολέων περὶ Ἀσίαν. καὶ ἄλλως δὲ αὗται μὲν Αἰόλου νῆσοι. ἐκεῖναι δὲ νῆσοι Αἰολέων. (ῃερς. 2.) Τὸ δὲ Ἱπποτάδης ὅμοιόν ἐστι τῷ Βουτάδης. ὡς γὰρ Βούτης Βούτου Βουτάδης, οὕτως Ἱππότης Ἱππότου Ἱπποτάδης. τοιοῦτος γὰρ ὁ πατρωνυμικὸς τύπος τῶν εἰς ˉηˉς ληγόντων κυρίων ὀνομάτων ὧν εἰς οˉυ ἡ γενική. ὥσπερ καὶ τῶν εἰς ˉας. οἷον Ἀλεύας Ἀλευάδης. καὶ τῶν διὰ τοῦ ˉιος καθαρῶν. οἷον Ἥλιος Ἡλιάδης. τοῦ δὲ Βουτάδου σύνθετον οἱ Ἐτεοβουτάδαι, γένος πολὺ καὶ λαμπρὸν, ἀπό τινος Βούτου. ἀφ' οὗ γένους οἱ ἱερεῖς καθίσταντό φασιν Ἀθήνῃσι. καὶ εἰσὶν Ἐτεοβουτάδαι οἱ ἀληθῶς ἐκτοῦ Βούτου. καθ' ὁμοιότητα τοῦ Ἐτεόκρητες οἱ Ἰθαγενεῖς Κρῆτες. (ῃερς. 3.) Πλωτὴ ἢ κατά τι κύριον ὄνομα ἢ ἡ κειμένη ἐν πλεομένοις τόποις καὶ διὰ τοῦτο γνωριζομένοις. κατ' ἄλλους δὲ φράσαι, ἡ προσπλεομένη ὑπ' ἀνθρώπων. ἢ ἄλλως, ἡ περιπλεομένη κύκλῳ καὶ μὴ κατὰ τὰς ἄλλας οὖσα πλήρης ὑφάλων πετρῶν. Ἀρίσταρχος δέ φασι πλωτὴν λέγει φορητὴν καὶ οἷον παραφερομένην ἢ συνεχείᾳ σεισμῶν ἢ ἄλλως ὁπωσοῦν, ὡς ποτὲ μὲν ἐν δεξιοῖς ὁρᾶσθαι μέρεσι, ποτὲ δὲ ἐν ἀριστεροῖς. ὁποῖον δή τι καὶ περὶ Δήλου ἱστόρηται. ἧς καὶ χωρίον τι ὁ τρέμων παρὰ Λυκόφρονι ἔκ τινος τοιαύτης αἰτίας κληθείς. παρατιθέασι δὲ περὶ τῆς Δήλου οἱ παλαιοὶ ἔπος τοῦτο. ἦν γὰρ τὸ πάροιθε φορητὰ κυμάτεσσι δᾶλος παντοδαπῶν ἀνέμων ῥιπαῖς. καὶ οἱ μὲν περὶ Ἀρίσταρχον φασὶν οἰκειότερον εἶναι οὕτω νοεῖν, ὡς μὴ ἐῤῥιζῶσθαι τὴν τῶν ἀνέμων νῆσον ὧν Αἴολος δεσπόζει. ἕτεροι δέ φασιν, ὡς εἴπερ ἐπέπλει τῇ θαλάσσῃ, οὐκ ἂν εἰς δεύτερον εὗρεν αὐτὴν ὁ Ὀδυσσεὺς, παλίμπλους εἰς αὐτὴν ἐπανελθών. λέγουσι δὲ οὗτοι οὐ πάνυ εὐφυῶς. εἰ γὰρ καὶ πλωτὴ ἦν ἡ νῆσος, ἀλλ' οἱ ἄνεμοι, ὡς εἰς πατρίδα ἐπανιόντες αὐτὴν κατὰ μῦθον, συναπήγαγον πιθανῶς καὶ τὸν Ὀδυσσέα ὅπου περ ἂν καὶ ἦν παρεκπλεύσασα. καινὸν δὲ οὐδὲν τοιοῦτόν τι καὶ τὸν ποιητὴν εἰπεῖν, εἴγε περὶ τὴν Λιβύην ἕτεροι τερατεύονται Διονύσου πόλιν εἶναι, ἣν οὐκ ἐνδέχεται δὶς τὸν αὐτὸν ἐξευρεῖν ὡς μεθισταμένην. καὶ Ἡρόδοτος δὲ ἱστορεῖ ὡς νῆσος πλωτὴ λέγεται περὶ Αἴγυπτον ἐν λίμνῃ βαθείᾳ καὶ πλατείᾳ. ἐκαλεῖτο δὲ ἡ τοιαύτη Ἔχεμις. (ῃερς. 2.) Ὅτι τὸν ῥηθέντα Αἴολον ὁ τῆς ἀλληγορίας λόγος εἰς ἐνιαυτὸν ἀνάγει. διὸ καὶ δίδωσιν αὐτῷ δώδεκα παῖδας τὴν τῶν μηνῶν δωδεκάδα. καὶ τούτων τὰς μὲν θηλείας λέγει, τοὺς καρποφόρους δηλαδὴ μῆνας καὶ κατὰ τὰ θήλεα γεννητικούς. τοὺς δὲ ἄῤῥενας ὅσοι δηλονότι οὐ τοιοῦτοι μὲν συμβάλλονται δὲ ἄλλως τῇ γῇ πρὸς γονημότητα τὴν ἐφεξῆς. ὁποῖοί τινες οἱ πρὸ τοῦ ἔαρος. οὓς δὴ παῖδας τοῦ ἐνιαυτοῦ καὶ συνηρμόσθαι ἀλλήλοις λέγει διὰ τὸ κατὰ τὰς ὥρας οὐ μόνον ἐναμόρνιον, ἀλλὰ καὶ ἀλληλουχούμενον. τὸν δὲ τοιοῦτον Αἴολον Ἱππότου τε υἱὸν εἶναι φησὶ διὰ τὸ ταχὺ τῆς χρονικῆς παραῤῥοῆς, καὶ ταμίαν δὲ ἀνέμων ἐπεὶ καὶ ἄνεμοι καθ' ὥρας τινὰς πνέουσι καὶ κατὰ καιρὸν ὡς τὰ πολλά, οἷον οἱ ἐτησίαι μὲν θέρους, φθινοπώρου δὲ οἱ νῶτοι, καὶ ἔαρος, οἱ λευκόνοτοι. ὁ δὲ ὡς εἰκὸς ἱστορικὸς λόγος ἄνθρωπον συνετὸν καὶ εὔπορον τὰ εἰς βουλὴν καὶ εἰς λοιποὺς λόγους τὸν Αἴολον παραδίδωσι διὰ περιουσίαν φρονήσεως. διὸ καὶ ἡ παροιμία Αἰόλον τὸν ποικίλον καὶ πανοῦργον φησίν. ἀφ' οὗ σύνθετον αἰολοχαίτης ὁ ποικίλας ἔχων τρίχας ἄνθρωπος δηλαδὴ ἢ ἵππος ἢ ἄλλο τι ζῷον. ὅπερ εἰ καὶ πέκεται, λέγοιτ' ἂν καὶ ποικίλον κυρίως. δοκεῖ γὰρ παρὰ τὸν πόκον εἰρεῖσθαι ὁ ποικίλος. δῆλον δὲ ὡς ἡ σύνθεσις τοῦ αἰολοχαίτης κατὰ τὸ κυανοχαίτης. δρομιχαίτης. γλαυκοχαίτης. μελαγχαίτης. ἡ δὲ περὶ τούτων Ὁμηρικὴ φράσις τοιαύτη. τοῦ καὶ δώδεκα παῖδες ἐνὶ μεγάροις γεγάασιν, ἓξ μὲν θυγατέρες, ἓξ δ' υἱέες ἡβώωντες. ἔνθ' ὅγε θυγατέρας (ῃερς. 7.) πόρεν υἱάσιν εἶναι ἀκοίτις κατὰ ἔθος ἀρχαῖον. καθ' ὃ καὶ ὁ Ζεὺς συνῴκει τῇ Ἥρᾳ. ἐδόκει γὰρ τοῖς παλαιοῖς μέγα τι καὶ τὴν ἐκ φύσεως φιλοστοργίαν εἰς ὁμοφροσύνην συμβάλλεσθαι. Ἀλκιβιάδην μέντοι παρεξηυλημένον ἐν τῷ ἄλλως βιοῦν ἐξωλέστερον, ἔσκωψέ φησιν Ἀντισθένης παράνομον εἶναι καὶ εἰς γυναῖκας καὶ εἰς τὴν ἄλλην δίαιταν, συνεῖναι γὰρ καὶ μητρὶ καὶ θυγατρὶ καὶ ἀδελφῇ ὡς τοὺς Πέρσας. (ῃερς. 8.) εἶτα καὶ τὰ ἑξῆς περὶ τῶν παίδων ἐπάγων φησίν. οἵδ' αἰεὶ παρὰ πατρὶ φίλῳ καὶ μητέρι κεδνῇ δαίνυνται. παρὰ δέ σφιν ὀνείατα μυρία κεῖται. κνισσῆεν δέ τε δῶμα περιστεναχίζεται αὐλῇ ἤματα. νύκτας δ' αὖτε παρ' αἰδοίῃς ἀλόχοισιν εὕδουσιν ἔν τε τάπῃσι. (ῃερς. 12.) καὶ ἐν τρητοῖσι λεχέεσσι, καὶ οὕτω διασκευάσας τὰ κατὰ τούτους καὶ τρυφῶντας παραστήσας καὶ ὑπὲρ τὸ δέον ἀναπεπτωκότας ὁποῖοι δή τινες καὶ οἱ Φαίακες οὓς καὶ θεραπεύει τῇ τῶν ὁμοιοπαθῶν ἱστορίᾳ καὶ τὸ τέλος δὲ τῆς διασκευῆς καλλύνας παρίσοις τῷ, ἀλόχοισι, τάπῃσι, τρητοῖσι λεχέεσσιν, οὐδέν τι περὶ τῶν τοῦ Αἰόλου δωμάτων ἐνδιάσκευον εἰπεῖν ἠθέλησεν ἢ περὶ τῆς πόλεως, ἀλλ' ἠρκέσθη μόνον εἰπὼν ὡς καὶ τούτων ἱκόμεθα πόλιν καὶ δώματα καλά. ὀκνεῖ γὰρ χρᾶσθαι κατακόρως ἐκφράσεσι διὸ καὶ μυρίαὀνείατα εἰπὼν οὐδέν τι πλέον οὐδὲ περὶ αὐτῶν προσέθετο. (ῃερς. 10.) καὶ δῶμα δὲ κνισσῆεν φάμενος τὸ κηῶεν καὶ εὔοσμον ἢ τὸ κνίσσης μετέχον ἠρκέσθη ἐς τοσοῦτον εἰπὼν, καὶ μηδέν τι μηδὲ περὶ τῆς ἐνταῦθα κνίσσης παρασημῃνάμενος. Ἰστέον δὲ ὅτι ὁ παραφράσας τὴν Ὀδυσσείαν ῥήτωρ οὕτω γοργῶς μετέβαλε τὰ κατὰ τοὺς παῖδας τοῦ Αἰόλου, πάντες κοινῇ παρ' αὐτῷ δίαιταν εἶχον, πλήν γε δὴ ὅσα νύκτωρ ἀναγκαίως ἐγίνετο. Τὸ δὲ περιστεναχίζεται, ἀντὶ τοῦ περιηχεῖται, ὡς καὶ τοῦ τοιούτου δώματος ἠχήεντος ὄντος. ἢ ἀντὶ τοῦ, στενοχορεῖ τοῖς δαινυμένοις. (ῃερς. 12.) Περὶ δὲ ταπήτων ἀρκεῖ εἰπεῖν ἄρτι, ὅτι ἐοίκασι ταυτόν ποτε εἶναι τάπητες καὶ δάπιδες, ὡς δηλοῖ Παυσανίας ἐν οἷς φησὶ ψιλοδάπιδας, ψιλὰς καὶ μὴ μαλλωτάς, ὡς δηλαδὴ καὶ μαλλωτῶν οὐσῶν δαπίδων ὁποῖοι καὶ οἱ τάτηπες ὡς ἐπιπολύ. (ῃερς. 5.) Τῶν δὲ παίδων Αἰόλου καὶ ὀνόματα ἐκτίθενται οἱ παλαιοί. περὶ ὧν οὐκ ἀναγκαῖον ἐκθέσθαι ἢ μόνον ἐς τοσοῦτον. Αἴολος Τηλεπάτραν τὴν Λαιστρυγόνος ἐγέννησε τοὺς δεῖνα καὶ τὰς δεῖνα. (ῃερς. 14.) Ὅρα δὲ καὶ ὡς οὐκ ἠξίωσεν ὁ ποιητὴς ἱστορῆσαι καθὰ περὶ τῶν Φαιάκων πολλά τινα, οὕτω καὶ περὶ τῶν ἐν τῇ τοῦ Αἰόλου νήσῳ, ἀλλ' ἠρκέσθη τὰ κατὰ τὸν βασιλέα διὰ τοῦ Ὀδυσσέως εἰπεῖν, ἵνα μὴ τὰ τῆς ποιήσεως πάρεργα πλείω τοῦ ἔργου γένηται εἰ περὶ τῶν καθέκαστα ἐμπλατύνεται. διὸ καὶ ἐνδεικνύμενος τὴν τοιαύτην μέθοδον ὁ Ὁμηρικὸς Ὀδυσσεὺς ἐπάγει. μῆνα δὲ πάντα φίλει με καὶ ἐξερέεινεν ἕκαστα, Ἴλιον Ἀργείων τε νέας καὶ νόστον Ἀχαιῶν. ἐξ οὗ φιλομαθῆ καὶ τὸν Αἴολονδηλοῖ. καὶ ἐμφαίνει δύνασθαι μὲν κἀνταῦθα πολλὰ λέγειν μὴ ἐθέλειν δὲ πολυλογεῖν. (ῃερς. 16.) Ὅτι σαφοῦς ἀπαγγελίας τὸ, καὶ μὲν ἐγὼ τῷ πάντα κατὰ μοῖραν κατέλεξα. (ῃερς. 17.) Ὅτι τὸ ἐν ἄλλοις λόγῳ διδαχθὲν ὡς χρὴ ξεῖνον παρεόντα φιλεῖν, ἐθέλοντα δὲ πέμπειν, πραγματικῶς ἐνταῦθα παραδίδοται ἐν τῷ, ἀλλ' ὅτε δὴ καὶ ἐγὼ ὁδὸν ᾔτεον καὶ ἐκέλευον πέμπειν, οὐδέ τι κεῖνος ἀνήνατο. τεῦχε δὲ πομπήν. Ὀδυσσεὺς δὲ τοῦτο λέγει ἐρεθίζων τὸν Ἀλκίνοον εἰς ἔργον ὅμοιον. (ῃερς. 19.) Ὅτι Αἴολος ἐκδείρας ἀσκὸν βοὸς ἐννεώροιο διὰ τὸ στεῤῥόν τε καὶ ἀῤῥαγὲς ἔδωκε τῷ Ὀδυσσεῖ. ἔνθα βυκτάων ἀνέμων κατέδησε κέλευθα. κεῖνον γὰρ ταμίην ἀνέμων ποίησε θεός. νηῒ δ' ἐνὶ γλαφυρῇ κατέδει μέρμιθι φαεινῇ, ἀργυρέῃ, ἵνα μή τι παραπνεύσῃ ὀλίγον περ. αὐτὰρ ἐμοὶ πνοὴν Ζεφύρου προσέηκεν ἀῆναι. ὄφρα φέροι νῆάς τε καὶ αὐτοὺς, τουτέστιν ἡμᾶς. (ῃερς. 26.) ἀφίεται δὲ πνέειν Ζέφυρος, οἷα ἐπιτήδειος πρὸς τὸν ἐς Ἰθάκην πλοῦν. (ῃερς. 22.) Τὸ δὲ ταμίαν ἀνέμων ἑρμηνεύων ὁ ποιητὴς ἐπάγει. ἠμὲν παυέμεναι ἠδ' ὀρνύμεν ὅν κ' ἐθέλῃσι, τουτέστι, τὸν μὲν οἷον ἀποκρύπτειν, τὸν δὲ προβάλλεσθαι. ὁποῖόν τι καὶ οἱ ταμίαι ποιοῦσι, τὰ μὲν προτιθέντες, τὰ δ' ἀποτιθέμενοι. χρήσιμον δὲ εἰς τὸ, ἀνέμους παυέμεναι, καὶ τὸ ἀνεμοκοῖται, γένος ἐν Κορίνθῳ ἀνέμους κοιμίζοντες. εἰς ὅπερ δεξιῶς λέγεται διακεῖσθαι καὶ Ἐμπεδοκλῆς. οὗ καὶ ἡ εἰς αὐτὸ τέχνη ἱστόρηται. (ῃερς. 24.) Πιθανὴ δὲ καὶ ἀστεία καὶ ἡ δι' ἀργύρου δέσις τοῦ ἀσκοῦ, ὡς ἂν ἀπατηθέντες οἱ ἑταῖροι λύσωσι τὸν ἀσκὸν, οἷα χρημάτων πλῆθος εἶναι εἰκάσαντες ἐκ τῆς πολυτελείας τοῦ δεσμοῦ. πρὸς μέντοι τὸ φαινόμενον, ἵνα μή τι παραπνεύσῃ τουτέστιν ἐκπνεύσῃ ἀνέμου. (ῃερς. 23.) ὡς τοῦ ἀργυρέου μίτου, ὃ σύρμα φασὶν οἱ ἰδιωτίζοντες, σφιγκτότερον πιέζοντος ἤπερ ὁ σχοῖνος, καὶ βαθύτερον. ἔστι δὲ καὶ ἄλλως ἀργύρεόν τι σφήκωμα εἰπεῖν τὴν τοιαύτην ἀργυρέαν μέρμιθα. κατὰ τὸ, χρυσῷ τε καὶ ἀργύρῳ ἐσφήκωντο, ὅπερ ἐν Ἰλιάδι κεῖται. (ῃερς. 21.) Ταμίας δὲ ἀνέμων ὁ Αἴολος, οὐ μόνον ἀλληγορικῶς ὡς προείρηται, ἀλλὰ καὶ κατὰ ἱστορίας ἀλήθειαν. σοφὸς δὲ ἀνὴρ παραδίδοται καὶ τιμώμενος οἷα προγνωστικὸς ἀνέμων πνοῆς. ὡς ἐντεῦθεν, πολλοῖς προλέγων ἢ εὔπλοιαν ἢ δυσχέρειαν περὶ τὸν πλοῦν καὶ εὐστοχῶν, φήμην διαδοῦναι ὡς ἄρα καὶ ταμίας ἦν ἀνέμων καὶ δεσμεῖν εἶχεν αὐτοίς. ὥς που καὶ τὸν Ἄτλαντα κατευστοχοῦντα τῶν οὐρανίων κινήσεων ἀνέχειν εἶπεν ὁ μῦθος τὸν οὐρανόν. ἕτεροι δέ φασι καὶ ὅτι ἐκ τῆς διαφορᾶς τῶν βρόμων τῶν ἐν ταῖς νήσοις Αἰόλου οὓς οἱ ἐκεῖ τοῦ πυρὸς κρατῆρες ποιοῦσι καὶ ἐκ τῶν ἀναφυσημάτων καὶ φλογῶν καὶ λιγνύων προσημαίνεται καὶ ὁ εἰς τρεῖς ἡμέρας πνεύσων ἄνεμος. καί τις κατὰ τὸν γεωγράφον ἐν Λιπάρᾳ γενομένης ἀπλοίας προεῖπε τὸν ἐσόμενον πλοῦν καὶ οὐ διεψεύσατο. διὸ καὶ Αἴολος ταμίας ἀνέμων ἐλέχθη, ὡς ἐκ τοιούτων τινῶν τὸν πλοῦν τεκμαιρόμενος καὶ προσημαίνων τοὺς ἔκπλους φησὶν ἐν τοῖς κατὰ τὸν Σικελικὸν πορθμὸν τόποις ἀμφιδρόμοις οὖσι καὶ δυσέκπλοις διὰ τὰς παλιῤῥοίας. Ὅτι δὲ οὐ μόνος Αἴολος ἐτιμήθη διὰ σοφίαν καὶ εὕρεσιν τοῦ χρησίμου ἀλλὰ σὺν ἄλλοις μυρίοις καὶ Δαναὸς ὡς παραδείξας τὰ ἐν Ἄργει ὑδρεῖα, καὶ Ἀτρεὺς τὸν τοῦ Ἡλίου δρόμον ὑπεναντίον τῷ οὐρανῷ, ὁ γεωγράφος λέγει καθὰ καὶ ἕτεροι. (ῃερς. 19.) Τὸν δὲ ἀσκὸν ὅθεν ὑποκοριστικὸν οὐ μόνον ἀσκίον ἀλλὰ καὶ ἀσκίδιον ὡς τὸ, εἰσιᾶσι τινὲς μύρων Βαβυλωνίων ἔχοντες ἀσκίδια, οἱ μὲν οὕτως ἐξεδέξαντο κατὰ τὸ λεγόμενον, γοητείαν τινὰ ὑπονοήσαντες εἶναι. παρ' οἷς καὶ ᾄδεται ὁ ῥηθεὶς τοῦ Αἰόλου ἀσκὸς δελφῖνος εἶναι δέρμα. οἱ δέ τινες ὥσπερ τὸν παρ' Ἡσιόδῳ πίθον οὕτω καὶ νῦν τὸν Ὁμηρικὸν ἀσκὸν εἰς ἀνθρώπειον ἐξελάβοντο σῶμα. ὅπερ οὐ μόνον ἐπὶ νεκροῦ κεῖται κατὰ τὸν εἰπόντα ὡς πολλοὶ ἀπεδάρησαν εἰς ἀσκὸν, ἀλλὰ καὶ ἐπὶ ζῶντος καὶ ὑγιοῦς κατὰ τὸ, ἀσκοῦ με τὸν προὔχοντα μὴ λῦσαι πόδα. τῷ δὴ τοιούτῳ ἀσκῷ λέγοιντο ἂν ἐνδεδέσθαι ἄνεμοι διὰ τὸ τὸν σοφὸν Ὀδυσσέα τοιοῦτον περικείμενον σῶμα πρόνοιαν ἔχειν ἐκείνων καὶ δεσμεῖν αὐτοὺς, ἐξ Αἰόλου ὡς εἰκὸς μαθόντα. Ἐρατοσθένης μέντοι φασὶ παίζων πρός τε τὸν μῦθον καὶ τὸ ἀπίθανον τῆς Ὀδυσσέως πλάνης τότε ἂν εὑρεῖν τινὰ λέγει ποῦ πεπλάνηται Ὀδυσσεὺς, ὅτ' ἂν εὕρηται τὸν σκυτέα τὸν συῤῥάψαντα τὸν τῶν ἀνέμων ἀσκόν. ἔστι δ' ἐνταῦθα εἰπεῖν οὐκ ἔξω ἀστειότητος καὶ ὅτι καθάπερ πίθος ἐλπίδων παρ' Ἡσιόδῳ, οὕτω καὶ νῦν παρ' Ὁμήρῳ ἀσκὸς ἐλπίδων οὗτος τῷ Ὀδυσσεῖ εὐέλπιδι ἐπὶ τοῖς ἀνέμοις ὄντι. ἀλλ' Ἡσίοδος μὲν ἐγκλειομένην ἐᾷ τῷ πίθῳ τὴν ἐλπίδα ἥ τίς ποτε ἐκείνη ἐστίν. ἐνταῦθα δὲ ἐξορμᾷ τοῦ ἀσκοῦ καὶ ἀνέμοις φέρεται. (ῃερς. 47.) οὐκ ἂν δὲ εὐτραπελίας εἴη μακρὰν, καὶ ἀσκῷ τῷ κατὰ τὸν Ὀδυσσέα εἰκάσαι τὸν ἐλπίδας κενάς τισιν ὑποτείνοντα, καὶ ἐπὶ ψευδέσιν ὄντα φυσίγναθον. ἐφ' οὗ οἰκεῖον εἰπεῖν τοὺς ἠπατημένους καὶ τὸ, ἀσκὸν μὲν ἔλυσαν, ἄνεμοι δ' ἐκ πάντες ὄρουσαν. αὐτὸ δὲ καλὸν εἰπεῖν καὶ περί τινος ἢ ἄλλως ἀπαίδευτα πνέοντος, ἢ πρὸς ἀπεραντολόγον καὶ οἷον ἐρυγγάνοντα τὸ παραπεσὸν ἀλαζονικῶς ἢ ἑτεροίως ὁπωσοῦν. Ὅτι δὲ ἀσκοὶ οὐ μόνον οἱ συνήθως ἐξ αἰγῶν καὶ βοῶν ἀλλὰ καὶ ἐξ ἑτέρων, δῆλόν ἐστι. δελφῖνός τε γὰρ ὁ ῥηθεὶς ἀσκὸς τετελεσμένος εἴτουν γεγοητευμένος καὶ ἀνθρώπου δέ. οὗ τὸ δέρμα εἴπου καινῶς ἀποδαρείη, ἀνθρωπείη τε λέγεται καθ' Ἡρόδοτον καὶ ἀσκὸς δὲ, ὡς ἔστι γνῶναι ἐκ τοῦ ἱστοροῦντος ἀποδαρῆναι τὸν Μαρσύαν εἰς ἀσκόν. καὶ κυνὸς δὲ καὶ λύκου ἀσκοὶ παραδέδονται. πεπείραται δὲ καὶ καμήλου ἀσκὸς διὰ συῤῥαφῆς, καὶ μὴν καὶ παρδάλεων. ἐν γοῦν τοῖς τοῦ Ἀθηναίου πομπή τις λαμπροτάτη κατ' Ἀλεξάνδρειαν ἱστόρηται, τετράκυκλον ἔχουσα πολυμήκη ἅμαξαν. ἐφ' ἧς ἦν ἀσκὸς τρισχιλίους ἔχων μετρητὰς ἐκ τῶν παρδάλεων δερμάτων ἐῤῥαμμένος, γέμων οἴνου, καὶ ῥέων κατὰ μικρὸν ἐν τῷ ἀνίεσθαι κατὰ πᾶσαν τὴν ὁδόν. ὅτι δὲ καὶ πάχους τοῦ κατὰ σῶμα γίνεται σκῶμμα ὁ ἀσκὸς, δηλοῖ Ἀθήναιος, εἰπὼν ὅτι παχύν τινα ἐξ οἰνοφλυγίας γενόμενον ἀσκὸν ἐκάλουν οἱ ἐπιχώριοι. ὁ δ' αὐτὸς καὶ περί τινος ἰσχνοῦ κατὰ σῶμα ἱστορῶν λέγει ὅτι Φιλιππίδης ἰσχνότατος ἐκωμῳδεῖτο καὶ εἶναι ὡς οἷα καὶ νεκρὸς ἐλέγετο. διό τινος εἰπόντος ὡς ἐν ἡμέραις τρισὶ τὸν δεῖνα ἰσχνότερον Φιλιππίδου ἀποφανῶ, ἔφη τις οὕτως. ἐν ἡμέραις ὀλίγαις νεκροὺς ποιεῖς. ὅθεν Ἄλεξις τὸν Φιλιππίδην συγκόψας ἤγουν συγκοπὴν ποιήσας τοῦ τοιούτου ὀνόματος πεφιλιππῶσθαι εἶπε τὸ λελεπτύνθαι, οὐ κατά τινα Φίλιππον δηλαδὴ ἀλλὰ κατὰ τὸν συγκοπέντα Φιλιππίδην. ἐνταῦθα δὲ μνηστέον καὶ παροιμίας εἰπούσης τὸ, ἀεί ποτε εὖ μὲν ἀσκὸς εὖ δὲ θύλακος ἀνθρώποις ἐστί. δι' ἧς ἔοικε δηλοῦσθαι τὸ τοῦ βίου ἐπαμφοτερίζον. ἀσκοῦ δὲ παράγωγα σὺν ἄλλοις καὶ ὁ ἀσκίτης ὕδερος. ἴσως δὲ καὶ τὸ ἐθνικὸν οἱ Ἀσκίται. καὶ τὸ ἄσκωμα οὗ μέμνηται ὁ κωμικὸς ἐν τῷ, ἀσκώματα καὶ λίνα καὶ πίτταν. καὶ τὸ ἀσκωλιάζειν. ὅ πέρ ἐστι κατὰ κυριολεξίαν μὲν ἐν ἀσκῷ λιάζειν. ᾧ πεφυσημένῳ ἐμπηδῶντες οἱ βουλόμενοι ἔν τινι ἑορτῇ οὐκ ἀμφοῖν ποδοῖν ἀλλὰ ἑνὶ καὶ ὡς εἰκὸς οὐκ εὐστοχοῦντες ἀλλά που καὶ καταπίπτοντες, ὑπεκίνουν γέλωτα τοῖς θεωμένοις. ἄλλως μέντοι παρὰ τοῖς ὕστερον ἀσκωλιάζειν ἑρμηνεύεται, τὸ ἑνὶ ποδὶ ἅλλεσθαι. ὅτι δέ τινες πειρῶνται καὶ τὸ ἀσκεῖν ἀθλητικῶς ἐκ τοῦ ἀσκοῦ παράγειν ἐς τοσοῦτον μόνον εἰρήσθω. (ῃερς..) Βύκται δὲ ἄνεμοι, ἢ κατὰ ὀνοματοποιΐαν οἱ ἠχητικοί. ἢ οἱ σφοδροὶ καὶ κατὰ βυθοῦ ἀϊκτοί. ἢ καὶ ὡς ἀπὸ ἀῤῥήτου ῥήματος τοῦ βύσσω ἤγουν εἰς βυθὸν κατάγω. Τὸ δὲ κατέδησε κέλευθα, καιριώτερον ἐνταῦθα ἐγράφη ἤπερ πρὸ τούτων ἐν τῷ, ἀνέμων κατέδησε κελεύθους. νῦν γὰρ καὶ αἰσθητὸς δεσμὸς τῶν ἀνέμων μυθεύεται καταδεσμουμένων μέρμιθι φαεινῇ, ὅ ἐστι μίτῳ λαμπρᾷ διὰ τὸ ἀργύρεον. ἢ λεπτῇ. ἔτι δὲ μέρμις μέρμιθος ὡς ὄρνις ὄρνιθος, μήρινθος ἢ μίτος λεπτή, γινομένη παρὰ τῷ εἴρω ἔρμις καὶ μέρμις ἡ δυναμένη διείρεσθαι διὰ λεπτότητα. τῶν ἅπαξ δὲ εἰρημένων παρὰ τῷ ποιητῇ καὶ ἡ λέξις αὕτη ἐστίν. (ῃερς.

Intertext edge

Open linked passage

Note