Commentarii ad Homeri Odysseam i
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-thessalonicensis-pg-135-136" aria-label="More works by Eustathius Thessalonicensis PG 135">
—
⋯
Original / primary: Pg Scrape Grc
491.1.1
) Ὅτι τὸν Ὀδυσσέα ἡ Κίρκη πρὸ τοῦ εἰς τὴν πατρίδα πλόου χρῆναι φησὶν εἰς Ἅιδην ἐλθεῖν. καὶ αὐτὴ μὲν ποιεῖ τοῦτο, ἵνα ἐκεῖ ἐκ τοῦ μάντεως Τειρεσίου μαθὼν ὅτι θάνατος δέ σοι ἐξ ἁλὸς ἔσται ἢ ὀκνήσῃ πρὸς τὸν ἀπόπλουν ἢ ἀποπλεύσας ἐκ τῆς Κίρκης μηδὲ τῇ Καλυψοῖ πεισθείη ὕστερον ἀθανασίαν ὑπισχνουμένῃ. αὐτὴ μὲν ἡ Κίρκη οὐ προλέγει φασὶ τὰ ἐσόμενα τῷ Ὀδυσσεῖ δυσχερῆ, ἵνα μὴ ἀπιστηθῇ ὡς δι' ἔρωτα τερατευομένη καὶ φοβερὸν πλαττομένη τὸν πλοῦν. καὶ τοιοῦτον μὲν τὸ τῆς Κίρκης. ὁ δὲ Ὁμηρικὸς νοῦς τοῦ τὸν Ὀδυσσέα εἰς Ἅιδου ἐλθεῖν μέθοδός ἐστι τῶν ἐφεξῆς δηλωθησομένων μύθων τε καὶ ἱστοριῶν καὶ λοιπῶν, ἐκ τῆς τοιαύτης πλάσεως. στέλλει δὲ κατὰ τὸν ποιητὴν τοὺς περὶ τὸν Ὀδυσσέα ἡ Κίρκη ἐς Ἅιδου ψυχῇ χρησομένους Θηβαίου Τειρεσίαο, μάντιος ἀλαοῦ, τοῦ τε φρένες ἔμπεδοί εἰσι. τῷ καὶ τεθνειῶτι νόον (ῃερς. 494.) πόρε Περσεφόνεια οἴῳ πεπνύσθαι. τοὶ δὲ σκιαὶ ἀΐσσουσι. (ῃερς. 495.) τοῦτο δέ ποτε ἁρμόττει ἐπιλέγεσθαί τινι διαφέροντι τινῶν κατὰ νοῦν, ὃ καὶ δέεται τότε ἀκροατοῦ ἀπράγμονος. οὐ γὰρ ἁπλῶς οἰκεῖον τοῦτο ἐπὶ πάνυ συνετοῦ τινὸς λέγεσθαι, εἰ μὴ κατά τινα παρεκδοχὴν ἐννοίας. Ὅμηρος μὲν γὰρ τὸ οἱ δὲ ἐπὶ νεκρῶν φησὶν, ὁ δὲ ἄλλως εἰπὼν ἐν ἐπαίνῳ περί τινος ὡς οἶος πέπνυται, οἱ δὲ σκιαὶ ἀΐσσουσι, πάντως οὐ περὶ νεκρῶν ποιεῖται τὸν λόγον, ἀλλὰ ζῶντά τινα συγκρίνει πρὸς ζῶντας, λέγων ὡς οἱ ἄλλοι ζῶντες σκιαὶ ὥσπερ ἀΐσσουσι. Σκιὰς δὲ τὰς τῶν τεθνεώτων λέγει ψυχὰς, οἷα τοιάσδε τινὰς ἐπιφαινομένας ἐν ταῖς ψυχαγωγίαις. ὡς γὰρ ἡ σκιαγραφία ζωγραφίας ἀτελεστέρα, οὕτω καὶ ἡ τῶν τοιούτων ἐπιφάνεια τῆς ἐμφανείας τῶν ζώντων. Ἰστέον δὲ ὅτι ὁ παρῳδὸς Μάτρων κέντρωνος λόγῳ συμφορήσας ἐν μεταποιήσει καὶ ἐκ τῶν κατὰ Τειρεσίαν εἴς τινα Κλεόνικον σοφὸν ἄνδρα ἔγραψεν οὕτως· οἱ μὲν δὴ πάντες ὅσοι πάρος ἦσαν ἄριστοι Εὔβοιός τε καὶ Ἑρμογένης δῖοί τε Φίλιπποι, οἱ μὲν δὴ τεθνᾶσι καὶ εἰν Ἀΐδαο δόμοισιν. ἔστι δέ τις Κλεόνικος ὃν ἀθάνατον λάχε γῆρας, οὔτε ποιητάων ἀδαήμων οὔτε θεάτρων, ᾧ καὶ τεθνειῶτι λαλεῖν πόρε Περσεφόνεια, διὰ τῶν αὐτοῦ δηλαδὴ βιβλίων καὶ τῶν ἐν αὐτοῖς λόγων. τοῦτο δὲ καὶ σκῶμμα ἔσται ποτὲ λάλου ἀνδρός. Ἰστέον δὲ ὅτι ἐν τῷ, οὔτε ποιητάων, ὃ ἀνωτέρω ἐγράφη, ὡς βραχεῖα ἐλήφθη ἡ ἄρχουσα, λόγῳ κοινῆς συλλαβῆς. οὕτω δὲ καὶ ἐν τῷ, Ἴστρος τοιαύτας παρθένους μνηστεύεται, ἡ δευτέρα χώρα βραχεῖαν ἔχει τὴν κατάρχουσαν λέξιν. (ῃερς. 492.) Χρησομένους δὲ λέγει τοὺς μαντευσομένους, ὅθεν καὶ ὁ χρησμὸς, καὶ τὸ χρηματίζεσθαι. χρήσασθαι γὰρ τὸ χειρὶ δέξασθαι ὑστερογενής ἐστι λέξις. Ὅτι δὲ Θηβαῖος ὁ Τειρεσίας, καὶ ὡς παρὰ τὸ εἴρειν ἐτυμολογεῖται, ἢ παρὰ τὰ τείρεα ὅ ἐστιν ἄστρα, καὶ ὡς τυφλὸς ἦν, λέγουσιν οἱ παλαιοί. φέρεται δὲ περὶ αὐτοῦ μυθικὸς λόγος, ὅτι δράκοντας ἐν Κιθαιρῶνι μιγνυμένους ἰδὼν καὶ τὴν θήλειανἀνελὼν μετέπεσεν εἰς γυναῖκα. εἶτα συγκατενεγκὼν μετὰ καιρὸν καὶ τὸν ἄῤῥενα τὴν οἰκείαν φύσιν ἀπέλαβε. τοῦτον Ζεὺς καὶ Ἥρα διαφερόμενοι κριτὴν εἵλοντο οἷα πεπειραμένον ἑκατέρας φύσεως, εἰ ἄρα μᾶλλον τὸ ἄῤῥεν ἢ τὸ θῆλυ ἐνεργοῦντα γέγηθεν. ὃ δ' ἐγνωμάτευσέ πως ἐμμέτρως ὡς εἴπερ ἐν δέκα μοιράων εἴη τὰ τῆς τερπωλῆς, τὰς ἐννέα ἐμπίπλησι γυνὴ τέρπουσα νόημα. ἐφ' ᾧ Ἥρα μὲν ὀργισθεῖσα ἐκτυφλοῖ αὐτὸν, Ζεὺς δὲ δωρεῖται τὴν μαντικὴν, ὡς ἔχειν οὕτω καὶ αὐτὸν ἀγαθόν τε κακόν τε, τὸ μὲν τὴν μαντοσύνην, τὸ δὲ καὶ ἀλαωτήν. Καλλίμαχος δὲ λέγει τὸν Τειρεσίαν ἰδόντα γυμνὴν λουομένην τὴν Ἄρτεμιν περί που τὴν Βοιωτίαν πηρωθῆναι. Σώστρατος δὲ ἐν Τειρεσίᾳ, ποίημα δέ ἐστιν ἐλεγειακὸν, φησὶ τὸν Τειρεσίαν θήλειαν τὴν ἀρχὴν γεννηθῆναι καὶ ἐκτραφῆναι ὑπὸ Χαρικλοῦς. καὶ ἑπτὰ ἐτῶν γενομένην ὀρειφοιτεῖν. ἐρασθῆναι δὲ αὐτῆς τὸν Ἀπόλλωνα. καὶ ἐπὶ μισθῷ συνουσίας διδάξαι τὴν μουσικήν. τὴν δὲ μετὰ τὸ μαθεῖν μηκέτι ἑαυτὴν ἐπιδιδόναι τῷ Ἀπόλλωνι κἀκεῖνον ἀνδρῶσαι αὐτὴν, ἵνα πειρῷτο Ἔρωτος. καὶ αὐτὴν ἀνδρωθεῖσαν κρῖναι Δία καὶ Ἥραν ὡς ἀνωτέρω ἐῤῥέθη. καὶ οὕτω πάλιν γυναικωθεῖσαν ἐρασθῆναι Κάλλωνος Ἀργείου ἀφ' οὗ σχεῖν παῖδα κατὰ χόλον Ἥρας τὰς ὄψεις διεστραμμένον. διὸ καὶ κληθῆναι Στράβωνα. μετὰ δὲ ταῦτα τοῦ ἐν Ἄργει ἀγάλματος τῆς Ἥρας καταγελῶσαν εἰς ἄνδρα μεταβληθῆναι ἀειδῆ, ὡς καὶ πίθωνα λέγεσθαι. ἐλεηθεῖσαν δὲ ὑπὸ Διὸς εἰς γυναῖκα μορφωθῆναι αὖθις ὡραίαν καὶ ἀπελθεῖν εἰς Τροιζῆνα, ὅπου ἐρασθῆναι αὐτῆς Γλύφιον ἐγχώριον ἄνδρα καὶ ἐπιθέσθαι αὐτῇ λουομένῃ. τὴν δὲ ἰσχύϊ περιγενομένην τοῦ μείρακος πνίξαι αὐτόν. Ποσειδῶνα δὲ οὗ παιδικὰ ἦν ὁ Γλύφιος ἐπιτρέψαι ταῖς μοίραις δικάσαι περὶ τούτου. καὶ αὐτὰς εἰς Τειρεσίαν αὐτὴν μεταβαλεῖν καὶ ἀφελέσθαι τὴν μαντικήν. ἣν αὖθις μαθεῖν ὑπὸ Χείρωνος καὶ δειπνῆσαι ἐν τοῖς Θέτιδος καὶ Πηλέως γάμοις. ἔνθα ἐρίσαι περὶ κάλλους τήν τε Ἀφροδίτην καὶ τὰς Χάριτας αἷς ὀνόματα, Πασιθέη, Καλὴ, καὶ Εὐφροσύνη. τὸν δὲ δικάσαντα κρῖναι καλὴν τὴν Καλὴν, ἣν καὶ γῆμαι τὸν Ἥφαιστον, ὅθεν τὴν μὲν Ἀφροδίτην χωλωθεῖσαν μεταβαλεῖν αὐτὸν εἰς γυναῖκα χερνῆτιν γραῖαν, τὴν δὲ Καλὴν χαῖτας αὐτῇ ἀγαθὰς νεῖμαι καὶ εἰς Κρήτην ἀπαγαγεῖν, ἔνθα ἐρασθῆναι αὐτῆς Ἄραχνον, καὶ μιγέντα αὐχεῖν τῇ Ἀφροδίτῃ μιγῆναι. ἐφ' ᾧ τὴν δαίμονα ὀργισθεῖσαν τὸν μὲν Ἄραχνον μεταβαλεῖν εἰς γαλῆν, Τειρεσίαν δὲ εἰς μῦν, ὅθεν καὶ ὀλίγα φησὶν ἐσθίει ὡς ἐκ γραὸς, καὶ μαντικός ἐστι διὰ τὸν Τειρεσίαν. ὅτι δὲ μαντικόν τι καὶ ὁ μῦς, δηλοῦσιν ὅ τε χειμὼν οὗ σημεῖον ἐν καιρῷ οἱ τῶν μυῶν τρισμοὶ, καὶ αἱ ἐκ τῶν οἰκιῶν φυγαὶ, ἃς διαδράσκουσιν, ὅτε κινδυνεύοιεν καταπεσεῖν. τούτου δὲ τὸ διγενὲς δηλοῖ σὺν ἄλλοις καὶ ὁ Λυκόφρων, παρ' ᾧ φέρεται τὸ, τὸν Τειρεσίαν ἀνδρῶν γυναικῶν εἰδέναι ξυνουσίας. ὁποῖόν τινα καὶ τὸν Καινέα γενέσθαι φασί. καὶ τοιαῦτα μὲν ταῦτα. ὁ δὲ ποιητὴς οὐ μόνον μαντικώτατον ἐνταῦθα τὸν Τειρεσίαν ἐμφαίνει ὡς τοιοῦτον ὄντα ὑπὲρ τὰς ἄλλας ψυχὰς, ἀλλὰ καὶ στερέμνιόν τι ἔχοντα, εἴπερ αὐτῷ μὲν φρένες ἔμπεδοι νοοῦντι (ῃερς. 495.) καὶ πεπνυμένῳ θειότερον. οἱ δὲ σκιαὶ ἀΐσσουσι. τουτέστιν οἱ περὶ τὸν Ἅιδην. ὃ καὶ σημείωσαι. μὴ προειπὼν γάρ τινας ὅμως ἐπήγαγε τὸ, τοὶ δὲ σκιαὶ ἀΐσσουσι. Σημείωσαι δὲ ὅτι περὶ Σειρήνων μὲν καὶ Σκύλλης καὶ Χαρίβδεως καὶ Ἡλίου βοῶν ἐρεῖ πρὸς Ὀδυσσέα ἡ Κίρκη ὡς γειτνιῶσα φασὶ, καθὸ Τυρσηνικὴ, τοῖς κατὰ τὸν Σικελικὸν πορθμὸν μέρεσι, περὶ ὧν οὐδὲν ὁ Τειρεσίας ἐρεῖ. περὶ δὲ τῶν λοιπῶν ἐπιτρέπει τῷ μάντει ὡς ἂν μὴ ἀπιστηθῇ, καθὰ καὶ προεγράφη, οἷα ὑπὲρ ἑαυτῆς τὰ τοιαῦτα εἰποῦσα. Σημείωσαι δὲ καὶ ὅτι ἡ πρὸς Ἅιδην κάθοδος τοῦ σοφοῦ Ὀδυσσέως αἰνίττεται ὡς οὐδὲ τὰ κάτω γῆς τὸν τοιοῦτον ἄνδρα διαπέφευγεν, ἀλλὰ τῇ κατὰ σκέψιν βαθύτητι γενόμενος ὑπὸ γῆν ἐντυγχάνοι καὶ τοῖς ἐκεῖ, τί τέ ἐστι ψυχὴ ἐμβαθύνων, καὶ τί ποτε δρᾷ ἢ πάσχει λυθεῖσα τοῦ σώματος, καὶ οἷα τὰ ὑπὸ γῆν, καὶ ἄλλα ὅσα τοιαῦτα διασκοπεῖσθαι εἰκός. τινὲς δὲ νεκυομαντίαν τεχνήσασθαι τὸν Ὀδυσσέα φασὶ Κίρκης ὑπαγορευσάσης πρὸς δυσμαῖς Ἡλίου γενόμενον ὡς ἐν τοῖς ἑξῆς φανεῖται, ἃς δὴ τόπον Ἅιδου ἡ ποίησις ὑπονοεῖ, καὶ τὴν τοιαύτην ψυχαγωγίαν καὶ πρὸς τοὺς κατοιχουμένους ὁμιλίαν, κάθοδον εἰς Ἅιδου φασίν. ἄλλως μέντοι ὁ ποιητὴς τὴν τοιαύτην εἰς Ἅιδου κάθοδον πλάττει πρὸς χορηγίαν γραφῆς πλείονα ὡς καὶ προδεδήλωται. Ἡ δὲ τοῦ πεπνύσθαι τὸν Τειρεσίαν πλάσις δοκεῖ γενέσθαι παρὰ τὸ, αὐτὸν μάλιστα ὑπὲρ τὰς ἄλλας ψυχὰς ἐν ταῖς νεκυομαντικαῖς ἀνακαλεῖσθαι ψυχαγωγίαις διὰ τὸ ἐν τοῖς ζῶσι μαντικὸν αὐτοῦ. Ὅτι λύπης πολλῆς παραστατικὸν τὸ, αὐτὰρ ἔμοιγε κατεκλάσθη φίλον ἦτορ. ὃ καὶ ἀλλαχοῦ κεῖται. κλαῖον δ' ἐν λεχέεσσι καθήμενος. οὐδέ τι θυμὸς ἤθελ' ἔτι ζώειν καὶ ὁρᾶν φάος ἠελίοιο. (ῃερς.