Commentarii ad Homeri Odysseam i
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-thessalonicensis-pg-135-136" aria-label="More works by Eustathius Thessalonicensis PG 135">
—
⋯
Original / primary: Pg Scrape Grc
495.1.1
) Ὅρα δὲ καὶ ὅτι πόλις καὶ ἐνταῦθα ἡ Ἑλλὰς ὑπὸ τῷ Πηλεῖ οὖσα καθὰ καὶ ἡ Φθία. λαμπραὶ δὲ ἄμφω καὶ περιώνυμοι. διὸ καὶ Ὀδυσσεὺς εὐρὺ κλέος ἔχειν ἐῤῥέθη που
495.2.1
Ἑλλάδα καὶ μέσον Ἄργος. καὶ Εὐριπίδης δὲ ἐν τῷ ἀπορεῖν περί που τὰ τῆς Ἑκάβης εἰ Δωρίδαγῆν ἀφίξεται ἢ Φθίαν ὁ ἐκεῖσε χορὸς, τὴν αὐτὴν δηλοῖ ἔννοιαν τὸ
495.3.1
Ἑλλάδα καὶ μέσον Ἄργος ἐν διαφόροις λέξεσι. Δωριεῖς τε γὰρ οἱ περὶ τὸ Ἄργος ἤτοι τὴν Πελοπόννησον, καὶ ἡ Φθία δὲ Θετταλικὴ καθὰκαὶ ἡ Ἑλλάς. ὡς γοῦν μεγάλων τμημάτων ἐν Ἀχαιοῖς ἡ ποίησις μνημονεύει τῶν τε κατὰ Θετταλίαν, τῶν τε κατὰ Πελοπόννησον. (ῃερς. 496.) Τὸ δὲ γῆρας κατέχει χεῖρας καὶ πόδας, δίδωσιν ἀστείως τὸ γῆρας δεσμὸν φύσεως εἰπεῖν. (ῃερς. 499.) Τὸ δὲ οἷος ποτὲ ἐν Τροίᾳ ἔπεφνον λαὸν ἄριστον τὸ τοῦ Ἀχιλλέως δηλοῖ φιλότιμον μεμνημένου ὧν ἠρίστευσεν, ἔτι δὲ καὶ τὸ ἀνδρεῖον, ὡς μὴ λαὸν ἁπλῶς φονεύοντος, ἀλλὰ καὶ ἄριστον. (ῃερς. 505.) Ὅτι ὁ ἐφ' οἷς ἠρωτήθη ἀληθευτικῶς ἐρεῖ τὸ, πᾶσαν ἀληθείην μυθήσομαι ὥς με κελεύεις. Ἰστέον δὲ ὅτι ἐνθυμούμενός τις Ἀχιλλέα καὶ Αἴαντα καὶ Νεοπτόλεμον, ἤδη δὲ καὶ Πάτροκλον, τοὺς ἀνέκαθεν Αἰγινήτας, εὔξαιτ' ἂν εἴπερ εὐροεῖ τὰ κατὰ βίον καὶ ἄριστα τύχης ἔχει, μὴ ἀκοῦσαι παροιμιωδῶς πρὸς τῷ τέλει τοῦ βίου τό· ταπρῶτ' ἀρίστους παῖδας Αἴγιν' ἐκτρέφει. καὶ γάρ τοι καὶ οἱ ῥηθέντες ἥρωες ἀκμαῖοι μὲν ἔθαλλον, ὕστερον δέ φασιν ἐπὶ τὸ χεῖρον μετέβαλλον, ὡς αἱ κατ' αὐτοὺς ἱστορίαι δηλοῦσιν. (ῃερς. 507.) Ὅτι τὸν Νεοπτόλεμον Ὀδυσσεὺς ἤγαγεν εἰς Τροίαν ἀπὸ Σκύρου, ἢ τῆς νήσου κατά τινας ὧν εἷς καὶ ὁ Σοφοκλῆς, ἢ καθ' ἑτέρους ἀπό τινος πόλεως Δολόπων Σκύρου καλουμένης. (ῃερς. 510.) τὸν δὲ Νεοπτόλεμον τοῦτον ὃς καὶ Πύῤῥος ἐκαλεῖτο, καθὰ καὶ ἀλλαχοῦ ἐδηλώθη, ἐγκωμιάζων ὁ Ὁμηρικὸς Ὀδυσσεὺς φησίν· ὅτε ἀμφὶ πόλιν Τρώων φραζοίμεθα βουλὰς, αἰεὶ πρῶτος ἔφραζε καὶ οὐχ' ἡμάρτανε μύθων. (ῃερς. 511.) Νέστωρ ἀντίθεος καὶ ἐγὼ νικάσκομεν οἴω, τουτέστι μόνοι, αὐτὰρ ὅτ' ἐν πεδίῳ Τρώων μαρνοίμεθα χαλκῷ, οὔτε ποτ' ἐς πληθὺν μένεν ἀνδρῶν οὐδ' ἐν ὁμίλῳ, ἀλλὰ πολὺ προθέεσκεν, ἑὸν μένος οὐδενὶ εἴκων. πολλοὺς δ' ἄνδρας ἔπεφνεν (ῃερς. 515.) ἐν αἰνῇ δηϊοτῆτι, τουτέστι, πολλοὺς ἀνεῖλε μαχόμενος. πάντας δ' οὐκ ἂν ἐγὼ μυθήσομαι οὐδ' ὀνομῄνω ὅσσον λαὸν ἔπεφνεν ἀμύνων Ἀργείοισιν, ἀλλ' οἷον τὸν Τηλεφίδην κατενήρατο χαλκῷ ἥρω' Εὐρύπυλον. πολλοὶ δ' ἀμφ' αὐτὸν ἑταῖροι Κήτειοι κτείνοντο γυναίων εἵνεκα δώρων. κεῖνον δὴ κάλλιστον ἴδον μετὰ Μέμνονα δῖον. αὐτὰρ ὅτ' εἰς ἵππον κατεβαίνομεν ὃν
495.4.1
Ἐπειὸς Ἀργείων οἱ ἄριστοι, ἐμοὶ δ' ἐπὶ πάντ' ἐτέταλτο, ἠμὲν ἀνακλῖναι πυκινὸν λόχον ἠδ' ἐπιθεῖναι. ἔνθ' ἄλλοι Δαναῶν ἡγήτορες ἠδὲ μέδοντες (ῃερς. 526.) δάκρυά τ' ὠμόργνυντο, οἷα δηλαδὴ δακρύοντες, τρέμεν δ' ὑπὸ γυῖα ἑκάστου, κεῖνον δ' οὔ ποτε πάμπαν ἐγὼν ἴδον ὀφθαλμοῖσιν οὔτ' ὠχρήσαντα χρόα κάλλιμον, οὔτε παρειῶν (ῃερς. 529.) δάκρυ' ὀμορξάμενον, ὅ πέρ ἐστι περίφρασις τοῦ δακρύσαντα. ὁ δέ με μάλα πόλλ' ἱκέτευεν (ῃερς. 530.) ἱππόθεν ἐξίμεναι, ὅ ἐστιν ἐξελθεῖν. ξίφεος δ' ἐπεμαίετο κώπην, καὶ δόρυ χαλκοβαρὲς, οὐ κατ' ἐμοῦ δηλαδὴ τοῦ λοχαγοῦ ὡς κωλύοντος αὐτὸν, ἀλλὰ κατὰ τῶν Τρώων, ὡς ἕτοιμος ὢν συμμίξαι αὐτοῖς. διὸ ἑρμηνεύων ἐπάγει· (ῃερς. 531.) κακὰ δὲ Τρώεσσι μενοίνα, ἤγουν προεθυμεῖτο. ἀλλ' ὅτε δή φησι Πριάμοιο πόλιν διεπέρσαμεν αἰπὴν, μοῖραν καὶ γέρας ἐσθλὸν ἔχων ἐπὶ νηὸς ἔβαινεν, (ῃερς. 534.) ἀσκηθὴς, ὅ ἐστιν ἀβλαβὴς ὡς πολλαχοῦ δηλοῦται. ὃ καὶ ἑρμηνεύων ἐπάγει· οὔτ' ἂρ βεβλημένος ὀξέϊ χαλκῷ οὔτ' αὐτοσχεδίην οὐτασμένος, οἷά τε πολλὰ γίνεται ἐν πολέμῳ. ἐπιμὶξ δὲ μαίνεται Ἄρης. (ῃερς. 538.) ταῦτα δὲ τοῦ Ὀδυσσέως εἰπόντος γηθόσυνος ἐπὶ τοῖς τοῦ παιδὸς ἀγαθοῖς ὁ καλὸς Ἀχιλλεὺς γενόμενος ᾤχετο. φησὶ γάρ· ὣς ἐφάμην. ἡ δὲ τοῦ Ἀχιλλέως ψυχὴ φοίτα μακρὰ βιβῶσα κατ' ἀσφοδελὸν λειμῶνα, γηθοσύνη, ὅ οἱ υἱὸν ἔφην ἀριδείκετον εἶναι. τοιοῦτον οἱ ἀγαθοὶ πατέρες ἐπὶ ἀξιεπαίνοις παισί. Καὶ ὅρα ὅπως δεξιῶς ὁ ποιητὴς κἀνταῦθα ἱστορίας παρενέθετο πολλάς τε καὶ εὐχρήστους μετὰ γοργότητος, ἵνα μὴ τῷ μονοειδεῖ τῶν φθασάντων ὑπτιάζῃ ἀποκναιόμενος ὁ ἀκροατὴς, μάλιστα δὲ τὸ καινὸν ἡ φράσις ἔχῃ ἐν τῷ καὶ ἀνηκούστους ἱστορίας ἐνταῦθα τεθῆναι, αἷς οὐχ' εὕρηται ἐνδιατρίψας ὁ ποιητὴς ἀλλαχοῦ. Ἰστέον δὲ ὅτι Ὁμήρου καὶ τῶν πλειόνων ἕνα παῖδα λεγόντων Δηϊδαμείας καὶ Ἀχιλλέως τὸν Νεοπτόλεμον, Δημήτριος ὁ Ἰλιεὺς δύο ἱστορεῖ, Ὄνειρόν τε καὶ Νεοπτόλεμον. ὃν ἀνελών φησιν ἐν Φωκίδι Ὀρέστης ἀγνοίᾳ, ὕστερον δὲ γνοὺς, τάφον αὐτῷ ἐποίησε περὶ Δαυλίδα, καὶ ἀναθεὶς τὸ ξίφος ᾧ ἀνεῖλεν αὐτὸν ἀπῆλθεν εἰς τὴν λευκὴν νῆσον ἣν ὁ Λυκόφρων φαληριῶσαν σπῖλον καλεῖ καὶ τὸν Ἀχιλλέα ἐξιλεώσατο. Ἀχιλλέα δὲ ὅτι Πάρις ἀνεῖλε τοξεύσας καθωμίληται. Σώστρατος δὲ ἱστορεῖ Ἀλέξανδρον Ἀπόλλωνος ἐρώμενον καὶ μαθητὴν τοξείας, ὑφ' οὗ τόξον ἐλεφάντινον σχόντα τοξεῦσαι Ἀχιλλέα κατὰ γαστρός. Τέλλης δὲ ἱστορεῖ Πενθεσίλειαν ἀνελεῖν τὸν Ἀχιλλέα, αἰτησαμένης δὲ Θέτιδος τὸν Δία, ἀναστῆναι αὐτὸν καὶ ἀντανελεῖν ἐκείνην. Ἄρεα δὲ πατέρα Πενθεσιλείας δίκην λαχεῖν Θέτιδι. κριτὴν δὲ γενόμενον Ποσειδῶνα κατακρῖναι Ἄρην. καὶ τοιάδε μὲν ταῦτα. (ῃερς. 505.) Ἐν δὲ τοῖς προσεχῶς ὑπὸ τοῦ ποιητοῦ ῥηθεῖσιν ἔστιν ἰδεῖν ὡς πολὺ τὸ τοῦ Νεοπτολέμου ἔν τε τοῖς πρὸτῆς πολιορκίας καὶ τοῖς ἐν αὐτῇ καὶ μετ' αὐτὴν ἐγκώμιον, οὗ τὸ κεφάλαιον τὸ καὶ λόγοις αὐτὸν ἐμπρέπειν καὶ ἔργοις ἐνευδοκιμεῖν. καὶ ὀξύτητα δὲ νοὸς αὐτῷ ἐπιμαρτύρεται τὸ ἀεὶ πρῶτον βάζειν, εὐμάθειαν δὲ καὶ ἀγχίνοιαν τὸ μὴ ἁμαρτάνειν μύθων. ἄλλως γὰρ πολλοὶ πρῶτοι μὲν βάζουσι προπετεῖς ὄντες, ἁμαρτάνουσι δὲ μύθων, πιστούμενοι μὴ ἀσφαλεῖς εἶναι τοὺς φρονεῖν ταχεῖς κατὰ τὸν τραγικόν. εἰ δὲ τοῦ ἀντιθέου Νέστορος καὶ τοῦ πολυμηχάνου Ὀδυσσέως δεύτερος ἐξέπιπτεν ἐν βουλαῖς ὁ Νεοπτόλεμος, οὐκ ἂν εἴη μεμπτέος, εἴγε ἡ ἐμπειρία ἔχει τι λέγειν τῶν νέων σοφώτερον. Ἔστι δ' εἰπεῖν ἐνταῦθα καὶ ὅτι πάνυ φιλαχιλλεὺς ὢν ὁ ποιητὴς, ὡς ἡ Ἰλιὰς ἔδειξε, καὶ τὸ τῆς ἱστορίας βαθὺ φρέαρ τῆς ἐπ' ἐκείνῳ ἐξηντληκὼς ἐκεῖ ἐνταῦθα βραχὺ μέν τι ἐλάλησεν ἐπὶ τῷ πατρί. φιλοτιμεῖται δὲ σεμνύναι τὸν υἱὸν, ὡς ἐγχωρεῖ, οἷα πατρῴζοντα, μεθοδεύσας δεξιῶς καὶ τῷ μεγάλῳ Αἴαντι τοῦτον παραβαλεῖν, εἴγε ὥσπερ ἐκεῖνος παραδέδοται μὴ παθεῖν πληγὴν ἓν ὅλῳ τῷ Ἰλιακῷ πολέμῳ οὕτως ἐξέβη καὶ ὁ Νεοπτόλεμος εἴτουν Πύῤῥος, ὃν φάμενοί τινες πρῶτον τοῦ δουρείου ἵππου ἐκπηδῆσαι αὐτῷ παρονομασθῆναι τὸν δίβραχυν πυῤῥίχιον ᾠήθησαν. παρ' οἷς καὶ ὕμνος αὐτῷ ἐτίθη μέτρῳ πυῤῥιχιακῷ χρησίμῳ καὶ εἰς πυῤῥίχην ὄρχησιν, περὶ ἧς ἐν τοῖς εἰς τὴν Ἰλιάδα δεδήλωται. (ῃερς. 510.) Τὸ δὲ οὐχ' ἡμάρτανε μύθων οὐκ ἀφαμαρτοεπῆ τὸν Νεοπτόλεμον εἶναι δηλοῖ, ὅπερ ἐν Ἰλιάδι τῷ Μενελάῳ ἐπεμαρτυρήθη. (ῃερς. 513.) Τὸ δὲ οὐκ ἐν πληθύϊ οὐδ' ἐν ὁμίλῳ, ἀντὶ τοῦ οὔτε ἐν τῷ κοινῷ τῶν Ἀχαιῶν ὄχλῳ, οὔτε ἐν τοῖς κατὰ ἴλας μαχομένοις. ἴσως δὲ καὶ ταυτὸν ἐκ παραλλήλου τὸ ἐν πληθύϊ καὶ τὸ ἐν ὁμίλῳ. (ῃερς. 514.) Τὸ δὲ ἑὸν μένος, ἢ τοῖς ὄπισθεν συντακτέον, ἵνα λέγῃ ὅτι πολὺ προθέεσκε κατὰ τὸ ἑὸν μένος, ἢ τοῖς ἐφεξῆς ἵνα ᾖ, οὐδενὶ εἴκων τὸ ἑαυτοῦ μένος. δῆλον δὲ ὅτι ὁ πολὺ προθέων τῶν ἄλλων οὔτε ἐν πληθύϊ μένει οὔτε ἐν ὁμίλῳ. (ῃερς. 515.) Τὸ δὲ πολλοὺς ἔπεφνεν ἀναγκαίως ἐπῆκται. πολλοὶ γὰρ προθέουσι μὲν, πέφνουσι δὲ οὐδένα. εἰ δὲ καὶ ἀλογίστως προθέουσιν, οἱ τοιοῦτοι ὡς ταπολλὰ καὶ προπίπτουσι. Τὸ δὲ πολλοὺς ἔπεφνεν ἐφερμηνεύων ἔφη τὸ, πάντας οὐκ ἂν ἐγὼ μυθήσομαι ὅσσον λαὸν ἔπεφνεν. (ῃερς. 518.) Ὅτι δὲ περιώνυμος ἐν ταῖς ἱστορίαις ὁ Τήλεφος, ὃς καὶ παροιμίαν παρήγαγε τὴν, ὁ τρώσας ἰάσεται, καὶ ὅτι ἀνδρεῖος καὶ ὁ Τηλεφίδης Εὐρύπυλος, πολλαχοῦ δηλοῦται. ὁ δὲ γεωγράφος ἱστορεῖ καὶ ὡς ἐν τοῖς περὶ Κάϊκον τόποις φαίνεται βασιλεύειν καθ' Ὅμηρον ὁ Εὐρύπυλος. ὃς δὴ Κάϊκος διέχει φασὶν Ἐλαίας Αἰολικῆς πόλεως σταδίους δώδεκα. ἡ δὲ Ἐλαία διέχουσα τοῦ Περγάμου σταδίους ἑκατὸν εἴκοσιν ἐπίνειον εἶναι λέγεται Περγαμηνῶν. (ῃερς. 519.) Ἐν δὲ τῷ, ἥρω Εὐρύπυλον, οἱ μὲν ἥρωα νοοῦσι κατ' ἔκθλιψιν, οἱ δὲ ἥρω φασὶ δισυλλάβως ἢ κατὰ κλίσιν ἰσοσύλλαβον, ἢ μᾶλλον κατὰ ἀποκοπὴν, ὁμοίως τῷ γέλω ἔκθανον. Ὅρα δὲ καὶ ὅτι Εὐρύπυλος μὲν τὸ κύριον, τὸ δὲ ἐπιθετικὸν εὐρυπυλὲς, ὡς δηλοῖ τὸ, εὐρυπυλὲς Ἄϊδος δῶ. ἔχει δέ τινα ὁμοίαν διφόρησιν καταλήξεως καὶ τὸ ἄτερπος καὶ ἀτερπὴς, ὧν τοῦ μὲν χρῆσις ἐν τῷ, ἀτέρπου ὀϊζύος, τοῦ δὲ ἐν τῷ, ἀτερπέα δ' αὖλιν ἔκυρσαν. (ῃερς. 5.) Κήτειοι δὲ κατὰ μὲν Ἀρίσταρχον οἱ μεγάλοι παρὰ τὸ κῆτος, κατὰ ἀναλογίαν τοῦ, κῆδος κήδειος καὶ τῶν ὁμοίων. ἐν οἷς καὶ ἀπὸ τοῦ γῆρος ἀκάνθης ἐξάνθημα παρὰ τῷ Ἀράτῳ τὸ γήρειον, ὡς ἐν τοῖς εἰς τὴν Ἰλιάδα διεσαφήθη. ἐν δὲ τοῖς τοιούτοις εἰ ζητεῖται διὰ τί τὸ σκότιος, οἷον, σκότιον δὲ ἐγείνατο μήτηρ, ἔτι δὲ καὶ τὸ, σκοτίους ἀπιόντας διὰ τῆς πολεμίας, οὐκ ἐγράφησαν διὰ τῆς εˉι διφθόγγου ὡς ἀπὸ τοῦ σκότος, ὁμοίως τῷ, κῆτος κήτειος καὶ τοῖς κατ' αὐτὸ, ῥητέον ὅτι γίνεται μὲν σκότιος ἐκ τοῦ σκότος, πλὴν οὐκ ἐκ τοῦ οὐδετέρου ἀλλὰ τοῦ Ἀττικωτέρου ἀρσενικοῦ, κατὰ τὸ, δόλος δόλιος, νόμος νόμιος. Ἔτι ἰστέον καὶ ὅτι κητείους τοὺς μισθωτοὺς εἶπον διὰ τὸ ἀκόρεστον ἐκ μεταφορᾶς κήτους. ἕτεροι δὲ ἔθνος Μυσίας φασὶ τοὺς ὕστερον Ἐλεάτας ἀπὸ Κητείου ποταμοῦ χειμαῤῥώδους ἐν τῇ Ἐλεάτιδι, ὃν καὶ κητώεντα φασίν. ἄλλοι δὲ κητείους τοὺς Περγαμηνοὺς ἐνόησαν. ἔνιοι δὲ γράφουσι κήδειοι, τουτέστι κηδεσταὶ, συγγενεῖς, ἢ καὶ ἄλλως εἰπεῖν, κήδιστοι. εἰσὶ δὲ οἳ γράφουσι καὶ χήτειοι γυναίων εἵνεκα δώρων, τουτέστιν ἐστερημένοι γυναικῶν ἕνεκα δώρων ἤγουν μισθοῦ. ἐπεὶ δώροις ὁ Ἕκτωρ καὶ ἐδωδῇ κατέτρυχε τοὺς λαοὺς, διὰ τοὺς συμμάχους, ὧν εἷς καὶ ὁ Εὐρύπυλος. τινὲς δὲ τὸ γυναίων καὶ τὸ δώρων ὁμοῦ ἀναγινώσκουσι, νοοῦντες κτητικῶς γύναια δῶρα, τουτέστι γυναικεῖα, ἢ τὸν Ἑρμιόνης γάμον, ὃν ἐν Τροίᾳ τῷ Νεοπτολέμῳ ὑπέσχετο καὶ κατένευσεν ὁ Μενέλαος, ἢ χρυσῆν τινά φασιν ἄμπελον, ἣν Ζεὺς μὲν ἐχαρίσατο ἀντὶ Γανυμήδους τῷ πατρὶ Τρωΐ, Πρίαμος δὲ ἐκ διαδοχῆς ἐλθοῦσαν εἰς αὐτὸν ὑπέσχετο Ἀστυόχῃ τῇ ἑαυτοῦ μὲνἀδελφῇ, Εὐρυπύλου δὲ μητρὶ, εἰ πέμψει ἐπὶ συμμαχίᾳ τὸν υἱὸν, φάμενον ἐπὶ τῇ μητρὶ κεῖσθαι τὴν εἰς πόλεμον ἐξέλευσιν αὐτοῦ, ἵνα δηλοῖ ὁ λόγος, ὡς διὰ γυναικὸς δωροδοκίαν Εὐρύπυλος συνεμάχησε. ἄλλοι δέ φασι τῇ Εὐρυπύλου γυναικὶ ὑποσχῆσθαι δῶρα πρὸς Πριάμου, εἰ ἀναπείσει τὸν ἄνδρα συμμαχῆσαι Τρωσίν. ἔδοξε δέ τισι κρεῖσσον ἀποδοῦναι, ὡς ὑπόσχεσιν ἔθετο Πρίαμος Εὐρυπύλῳ, καθὰ καὶ πρὸ αὐτοῦ τῷ Ὀδρυονεῖ, μίαν τῶν θυγατέρων δώσειν ἐπικουρήσαντι. καὶ τοῦτο εἶναι φασὶ τὰ γυναικεῖα δῶρα. ὁ δὲ γεωγράφος εἰς ταῦτα γράφει τοὺς παρ' Ὁμήρῳ κητείους μὴ εἰδέναι οὓς δεῖ δέξασθαι ἤτοι νοῆσαι, οὐδὲ τὸ γυναίων εἵνεκα δώρων, τοὺς δὲ γραμματικοὺς μυθάρια παραβάλλοντας εὐρεσιλογεῖν μᾶλλον ἢ λύειν τὸ ζητούμενον. λέγει δὲ καὶ τὸν Κήτειον ποταμὸν ῥέειν εἰς τὸν Κάικον, οὗ περὶ τὴν Ἴδην αἱ πηγαί. Ἰστέον δὲ ὅτι οὐ μόνον ἐπὶ τῇ δεδηλωμένῃ Ἀστυόχῃ δῶρον ἴσχυσε κατὰ φίλου παιδὸς, ἀλλὰ καὶ ἐπὶ Ἐριφύλῃ κατὰ ἀνδρὸς τοῦ καλοῦ Ἀμφιάρεω. ἦν δὲ τὸ ἐπὶ ταύτῃ δῶρον ὅρμος χρυσοῦς ὃς ὕστερον περιῆλθε τῷ Φοίβῳ ἐξ αἰτίας τοιαύτης. Ἀλκμαίων ὁ ἐξ Ἀμφιάρεω καὶ Ἐριφύλης, τὴνμητέρα κτανὼν χόλῳ τῷ ὑπὲρ τοῦ πατρὸς ὁμοίως Ὀρέστῃ καὶ διατοῦτο μανίᾳ περιπεσὼν, καθὰ καὶ ἐκεῖνος, εἶτα τοῦ μεμηνέναι ἀπαλλαγεὶς καὶ εὐχόμενος μηκέτι ταυτὸ παθεῖν, καὶ ἀκούσας ἐξ Ἀπόλλωνος τὸ, τιμῆέν μ' αἰτεῖς δῶρον μανίης ἀποπαῦσαι καὶ σὺ φέρειν τιμῆεν ἐμοὶ γέρας ᾧ ποτε μήτηρ Ἀμφιάραον ἔκρυψ' ὑπὸ γαῖαν αὐτοῖσι σὺν ἵπποις, ἔδωκε τὸν ζητηθέντα χρύσεον ὅρμον τῆς Ἐριφύλης καὶ ἀπηλλάγη. ἔοικε δὲ χαίρειν τὸ ῥηθὲν δαιμόνιον ἄλλοις τε ἀναθήμασιν, ὡς πολλαχοῦ δηλοῦται, καὶ κόσμοις δὲ γυναικῶν. Μενελάῳ γοῦν ἐρομένῳ τὸν Πύθιον πῶς ἂν Ἀλέξανδρον τίσαιτο, ἔφη ἐκεῖνος οὕτω· πάγχρυσον φέρε κόσμον ἑλὼν ἀπὸ σοῦ ἀλόχοιο δειρῆς, ὅν ποτε Κύπρις ἔδωχ' Ἑλένῃ μέγα χάρμα. ὥς σοι Ἀλέξανδρος τίσιν ἐχθίστην ἀποδώσει. καὶ ἀνέθηκεν ἐκεῖνος τὸν ζητηθέντα ὅρμον καὶ ἀπηλλάγη τέλεον. (ῃερς. 521.) κάλλιστον δὲ ὁ ποιητὴς τὸν Εὐρύπυλον ἱστορεῖ μετά γε τὸν Αἰθίοπα Μέμνονα περὶ Τρωϊκῶν ἐπικούρων λαλῶν. ἦν δὲ πάντως τοιοῦτος καὶ ὁ Νεοπτόλεμος, οὗ χρόα κάλλιμον φησί. Περιᾴδεται δὲ ὁ Μέμνων, καὶ δοκεῖ διὰ τὸ κάλλος ἡμέρας υἱὸς εἶναι, ὡς καὶ ἐν ἄλλοις ἐῤῥέθη. ὡς δὲ καὶ Τιθωνοῦ ἦν υἱὸς, καὶ ὡς ἐξ Αἰθιόπων ἐπικουρήσων ἦλθεν εἰς Τροίαν, καὶ ὡς Ἀχιλλεὺς αὐτὸν κατέῤῥιψε κρατερῶς ἀνθιστάμενον τοῖς Ἀχαιοῖς, τοῖς ἱστοροῦσι τεθρύληται. ὅτι δὲ ὁ τοιοῦτος Μέμνων καὶ τὸν καλὸν ἀνεῖλε Νεστορίδην Ἀντίλοχον, ἡ ἱστορία δηλοῖ. περὶ οὗ ἱστορεῖ Ἀσκληπιάδης ὁ Μυρλεανὸς, ὡς χρησμοῦ δοθέντος Νέστορι, φυλάττεσθαι ἐπὶ τῷ υἱῷ Ἀντιλόχῳ τὸν Αἰθίοπα, ἔδοτο αὐτῷ μνήμονα ὁ πατὴρ καὶ ὑπασπιστὴν Χάλκωνα Κυπαρισσέα, ὃς ἐργασθεὶς Πενθεσιλείας καὶ βοηθῶν αὐτῇ ἀνῃρέθη ὑπ' Ἀχιλλέως, καὶ τὸ σῶμα ὑπ' Ἑλλήνων ἀνεσκολοπίσθη. ἐδόθησαν δὲ καὶ ἄλλοις τῶν ἡρώων μνήμονες, οἷον τῷ Ἀχιλλεῖ πρὸς τῆς μητρὸς, ὡς ἱστορεῖ καὶ Λυκόφρων. καὶ τῷ Πατρόκλῳ δὲ ὑπ' Ἀχιλλέως Εὔδωρος μετὰ τὴν μῆνιν ἐν τῇ ναυμαχίᾳ, ὥστε μὴ πρόσω χωρεῖν. ἀναιρεθῆναι δ' αὐτὸν εὐθὺς ἐν τῇ συμβολῇ ὑπὸ Πυραίχμου, διὸ καὶ αὐτὸν πρῶτον ἀναιρεθῆναι ὑπὸ Πατρόκλου ἱστορεῖ Τιμόλαος ὁ Μακεδών. Ἀντίπατρος δὲ ὁ Ἀκάνθιος φησὶ καὶ τῷ Ἕκτορι Δάρητα Φρύγα δοθῆναι μνήμονα, μὴ ἀνελεῖν φίλον τοῦ Ἀχιλλέος, Ἀπόλλωνος τοῦ Θυμβραίου τοῦτο χρήσαντος, τὸν δὲ αὐτομολήσαντα ὑπὸ Ὀδυσσέως ἀναιρεθῆναι. Ἐρέσιος δὲ ἱστορεῖ καὶ Πρωτεσιλάῳ δοθῆναι μνήμονα Δάρδανον Θετταλὸν, δοθέντος χρησμοῦ Φυλάκῳ τῷ πατρὶ, ἀναιρεθῆναι εἰ προπηδήσει, ὃ καὶ γέγονε. μή ποτε οὖν φασὶ παρ' Ὁμήρῳ οὕτω λύεται τὸ, τὸν δ' ἔκτανε Δάρδανος ἀνὴρ, ὡς τοῦ Δαρδάνου μὴ ἐνθυμήσαντος αὐτὸν τὴν ἀπόβασιν. καὶ μὴν Φιλόστρατος ὑπὸ Ἀχάτου φίλου Αἰνείου τὸν Πρωτεσίλαον ἀναιρεῖ. καὶ οὗτός ἐστι κατ' αὐτὸν ὁ παρ' Ὁμήρῳ Δάρδανος ἀνὴρ, εἰς δὲ τοῦτο πλείω ἐν τῇ Ἰλιάδι γέγραπται. καὶ οὕτω μὲν καὶ ταῦτα. (ῃερς. 522.) Τὸ δὲ εἰς ἵππον κατεβαίνομεν, τὸν δούρειον δηλαδὴ, σχήματι ἐμφάσεως ἤτοι συλλογισμοῦ, ὧν ἴδιον δι' ὑπονοίας αὔξειν τὸ δηλούμενον, βάθος δηλοῖ καὶ εὐρυχωρίαν τῆς ἐκείνου γαστρός. φασὶ δὲ τοὺς εἰς αὐτὸν καταβάντας τινὲς μὲν, ὧν καὶ Στησίχορος, ἑκατὸν εἶναι, ἕτεροι δὲ δώδεκα, Μενέλαον, Διομήδην, Φιλοκτήτην, Μηριόνην, Νεοπτόλεμον, Εὐρύπυλον, Εὐρυδάμαντα, Φείδιππον, Λεοντέα, Μέγητα, Ὀδυσσέα, καὶ Εὔμηλον. εἰ δὲ τοῦθ' οὕτως ἔχει, ποῦ ἔστιν Ἄντικλος οὗ φθάσας ἐμνημόνευσεν ὁ ποιητής; Τὸ δὲ ὃν κάμ' Ἐπειὸς, ἀντὶ τοῦ, περὶ ὃν ἔκαμεν, ἢ καὶ ἄλλως ἀντὶ τοῦ, ὃν καμὼν ἐποίησε, κατὰ τὸ, ὃν Ἐπειὸς ποίησε σὺν Ἀθήνῃ. (ῃερς. 524.) Τὸ δὲ ἠμὲν ἀνακλῖναι πυκινὸν λόχον ἠδ' ἀναθεῖναι παρῴδηται ἀπὸ τῆς Ἰλιάδος ἐκ τοῦ, ἠμὲν ἀνακλῖναιπυκινὸν νέφος ἠδ' ἐπιθεῖναι. (ῃερς. 523.) οὕτω γὰρ καὶ ἐν τῷ ἵππῳ ἐπετέταλτο τῷ Ὀδυσσεῖ πάντα, ἤγουν καὶ κλεῖσαι καὶ αὖθις ἀνοῖξαι τοῖς ἀριστεῦσιν ὅτε καιρός. διὸ καὶ ὁ Νεοπτόλεμος αὐτὸν μάλα ἱκέτευεν ἐξελθεῖν, φρονίμῳ δὲ πάντως ἀνδρὶ, ὁποῖος καὶ Ὀδυσσεὺς, τὸ τοιοῦτον ἔργον ἔπρεπεν, ἤγουν τὸ ὡσανεὶ πυλωρεῖν ἐν τῷ δουρείῳ ἵππῳ. (ῃερς. 525.) Τὸ δὲ ἡγήτορες καὶ μέδοντες τῆς αὐτῆς κἀνταῦθα ἐννοίας εἰσίν. ἔστι δὲ καὶ ἄλλως νοῆσαι ἡγήτορας μὲν τοὺς κατ' ἀνδρίαν καὶ ῥωμαλεότητα ἡγουμένους, μέδοντας δὲ τοὺς κατὰ τὸ μήδεσθαι ἤγουν βουλεύεσθαι. (ῃερς. 526.) Τὸ δὲ δακρύειν καὶ τρέμειν οὐ παντελῶς τῶν ἀνδρείων ἀποφάσκεται, ἀλλ' ἔστιν αὐτοῖς ἐν καιρῷ καὶ τοιαῦτα πάσχειν κατὰ τοὺς τῆς ἀρετῆς κανόνας, ὡς καὶ ὁ ποιητὴς ἐνταῦθα ὑποδηλοῖ. (ῃερς. 528.) περὶ δὲ τοῦ ὀμόργνυσθαι προγέγραπται. ἐκ δὲ τοῦ ὠχρῆσαι τὸ ὠχριάσαι γίνεται καθ' ὁμοιότητα τοῦ μειδῆσαι καὶ μειδιάσαι, καὶ τοῦ κατηφεῖν καὶ κατηφιᾶν. (ῃερς. 5.) Τὸ δὲ ἱππόθεν ἐξίμεναι γράφεται καὶ ἐξέμεναι ἀντὶ τοῦ ἐκπέμψαι. ὅτε μέντοι ἐξῆλθον τοῦ δουρείου ἵππου οἱ ἐντὸς, ἱππόθεν ἐκχύμενοι ἔφη ὁ ποιητὴς, καὶ κεῖται ἡ τοιαύτη λέξις πολλαχοῦ ἐπὶ συντόνου κινήσεως στρατιωτικῆς. Τὸ δὲ κώπη ξίφους εἰκασμὸν ἐμποιεῖ τοῖς πολλοῖς τῆς σπάθης πρός γε τὴν θαλασσίαν πλάτην ἐν ἀστειότητι, ὡς εἰρῆσθαι κώπην ξίφους πρὸς διαστολὴν τοιαύτης κώπης εἴτουν πλάτης. δῆλον δὲ ὅτι καὶ κωπῆεν ξίφος ἐκ ταύτης λέγεται. (ῃερς. 534.) Ἐν δὲ τῷ, οὔτε βεβλημένος οὔτε αὐτοσχεδίην οὐτασμένος, διαφορὰ ὡς καὶ ἐν ἄλλοις φαίνεται τοῦ τε πόῤῥωθεν βάλλεσθαι καὶ τοῦ ἐγγύθεν οὐτάζεσθαι. (ῃερς. 536.) Τὸ δὲ ἐπιμὶξ μαίνεται Ἄρης τὸ τοῦ Ἄρεος δηλοῖ ἀλλοπρόσαλλον καὶ ὅπως κοινὸς ὁ ἐνυάλιος. Τὸ δὲ μαίνεται ἀντὶ τοῦ κινεῖται. τοῦτο δὲ οὐχ' ἁπλῶς, ἀλλ' ὡς τῆς κατὰ μάχην κινήσεως μανίᾳ ἐοικυίας διὰ τὸ ἐνθουσιᾶν. (ῃερς. 538.) Τὸ δὲ ἐφοίτα μακρὰ βιβῶσα γηθοσύνη χαρᾶς παραστατικόν. Τὸ δὲ κατ' ἀσφοδελὸν λειμῶνα οἱ μὲν συναλείφουσι καὶ φασὶ τετρασυλλάβως ἀσφοδελὸν, εἰσὶ δὲ οἳ καὶ χωρὶς τοῦ ˉα γράφουσι σφοδελὸν, καὶ φέρεται ἀμφοτέρως, ὡς καὶ ἀσταφὶς καὶ σταφὶς, καὶ ἄσταχυς καὶ στάχυς, ἄλλοι δὲ σποδελὸν διὰ τὴν σποδὸν τῶν καιομένων νεκρῶν. διὸ καὶ ὁ ἀσφοδελὸς ἢ σφοδελὸς ᾠκείωται νεκροῖς διὰ τὸ πρὸς τὴν σποδὸν ὁμοιόφωνον καὶ ἐφυτεύετο ἐν τοῖς τάφοις τὸ τοιοῦτον φυτὸν, ὡς δηλοῖ καί τι τῶν παρὰ τῷ Πορφυρίῳ ἐπιγραμμάτων, λέγον, ὡς ἀπό τινος τάφου, ὅτι νώτῳ μὲν μαλάχην καὶ ἀσφόδελον πολύριζον, κόλπῳ δὲ τὸν δεῖνα ἔχω. ὅτι δὲ καὶ πολύριζον ὁ ἀσφόδελος, ἡ πεῖρα δηλοῖ. γνώριμος δέ ἐστι καὶ ἐξ ὀνόματος εἰ καὶ βαρβαρίζεται παρά τισιν. ὀξύνεται δὲ ὁ Ὁμηρικὸς οὗτος ἀσφοδελὸς πρὸς διαστολὴν, ὡς περιεκτικὸς ὢν ἀσφοδέλων. ἀσφόδελος μὲν γὰρ προπαροξυτόνως τὸ φυτὸν κατὰ Ἐρέννιον Φίλωνα, ἀσφοδελὸς δὲ ὀξυτόνως, ὁ αὐτοῦ τόπος. Τρύφων δέ φασι προκρίνει ὁμοτονεῖν ἄμφω, ἐπεὶ πολλάκις ὁμότονα τοῖς περιέχουσι τὰ περιεχόμενα. σκόροδον γοῦν καὶ ὁ τόπος ἐν ᾧ τὸ φυτὸν πωλεῖται καὶ αὐτὸ τὸ φυτόν. ὁμοίως καὶ κρόκος ὁ τόπος τε καὶ τὸ ἐν αὐτῷ πεφυκός. Ἀττικοὶ δὲ οὕτω ποιοῦσιν ἐπὶ πολλῶν. Σημείωσαι δὲ καὶ ὅτι ὥσπερ ἀσφοδελὸς ὀξυτόνως κατά τινας περιεκτικῶς ἐῤῥέθη, οὕτω καὶ ἀχυρὸς κατὰ Αἴλιον Διονύσιον ὁ ἀχυροβολών. ἕτερος δέ τις καὶ χρῆσιν εἰς τοῦτο φησίν· Ἑκάβην ὀτοτύζουσαν καὶ καιόμενον τὸν ἀχυρόν. οὕτω δὲ καὶ ὁ ἐν Ἰλιάδι Τρωϊκὸς ἐρινεὸς περιεκτικοῦ τύπου ἐστί. τόπον γὰρ δηλοῖ περιέχοντα ἐρινεούς. ὅμοιον δέ πως καὶ τὸ ἄστρον κατά γε τὸ περιεκτικὸν εἶναι ἀστέρων, εἰ καὶ μὴ ἐσχημάτισται μήδ' αὐτὸ κατὰ τὰ περιεκτικὰ ὧν εἰς ˉων ὀξύτονος ἡ κατάληξις. ἐν οἷς καθ' Ἡρῳδιανὸν καὶ ὁ πλαταμὼν, ἔτι δὲ πρὸς ἄλλοις καὶ ὁ ἑορτὼν, μὴν Ἀττικός. δῆλον δὲ ὅτι καὶ ἡ πτερὺξ κατὰ τὴν Ἀριστάρχειον ἔκδοσιν περιεκτικῆς ἐννοίας ἐστὶν, ὡς καὶ ἐν τοῖς εἰς τὴν Ἰλιάδα δεδήλωται. κοινοῦ δὲ πάντως τύπου περιεκτικοῦ καὶ τὸ ᾠδεῖον σχολεῖον μουσεῖον βαλανεῖον κουρεῖον χαμαιτυπεῖον καὶ ὅσα τοιαῦτα. καὶ ὁ νομὸς δὲ περιεκτικόν τι ἐστί. τόπον γὰρ δηλοῖ ἐν ᾧ ἡ νομή. καὶ ἡ ἀχυρμιὰ δὲ καὶ ἡ μυρμηκιὰ, μιᾶς λέξεως προφορᾷ, τόπον τε δηλοῦσι καὶ τὸ ἐν αὐτῷ περιεχόμενον. (ῃερς. 543.) Ὅτι ἐπὶ ἐχθρῷ νικηθέντι καὶ διὰ μῖσος ἀφεστηκότι ἔστιν εἰπεῖν τὸ, νόσφιν ἀφεστήκει κεχολωμένος εἵνεκα νίκης ἥν μιν ἐγὼ νίκησα. Ὀδυσσεὺς δὲ τοῦτο φησὶ περὶ Αἴαντος ὃν ἐνίκησε δικαζόμενος παρὰ νηυσὶ τεύχεσιν ἀμφ' Ἀχιλῆος. (ῃερς.