Commentarii ad Homeri Odysseam i
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-thessalonicensis-pg-135-136" aria-label="More works by Eustathius Thessalonicensis PG 135">
—
⋯
Original / primary: Pg Scrape Grc
499.1.1
) Παύσεωςδὲ καὶ ἀνέσεως ἔνδειξις τὸ, αὐτὰρ ἐπεὶ κλαίων τε κυλινδόμενός τε κορέσθην. (ῃερς. 501.) Ὅτι Ὀδυσσεὺς μὲν μαθὼν δεῖν αὐτὸν εἰς Ἅιδου πλεύσειν πυνθάνεται· ὦ Κίρκη, τίς γὰρ ταύτην ὁδὸν ἡγεμονεύσει; εἰς Ἄϊδος δ' οὔπω τις ἀφίκετο νηῒ μελαίνῃ. ἡ δὲ μή τί τοι φησὶν ἡγεμόνος γε ποθὴ μελέσθω, ἱστὸν δὲ στήσας ἀνά θ' ἱστία λευκὰ πετάσας (ῃερς. 507.) ἧσθαι, τουτέστι κάθησο. τὴν δὲ πνοιὴ Βορέαο φέρῃσιν, εἰς τοὺς περὶ τὸν Ἅιδην δηλαδὴ τόπους, εἰ καὶ μὴ ῥητῶς τοιοῦτον πρόσκειται. συνάγοιτο δ' ἂν ἐντεῦθεν σοφιστικῶς καὶ ἀστείως ναυτιλίας ψόγος. δεῖ γὰρ ἱστὸν στῆσαι καὶ ἀνέμοις ἑαυτόν τινα ἐπιτρέψαι, καὶ τοῦτό ἐστιν εἰς Ἅιδου στέλλεσθαι. (ῃερς. 501.) Τὸ δὲ ταύτην ὁδὸν, ἔλλειψιν ἔχει καὶ νῦν προθέσεως, ἵνα ᾖ, εἰς ταύτην ὁδὸν ἡγεμονεύσει. (ῃερς. 502.) Ἔχει δὲ καὶ τὸ, εἰς Ἄϊδος, ἔλλειψιν Ἀττικὴν τοῦ, δόμον ἢ τόπον ἢ τοιούτου τινὸς, ὥστε τρεῖς ἐλλείψεις τὸ ῥηθὲν ἴσχει χωρίον, ἤγουν τὰς δύο ταύτας, καὶ τὸ, πνοιὴ Βορέαο φέρῃσιν, εἰς Ἅιδην δηλαδή. Τὸ δὲ νηῒ μελαίνῃ, πρὸς ἀσφάλειαν κεῖται λόγου. εἰ γὰρ καί τινες εἰς Ἄϊδος ἀφίκοντο οἷον καὶ Ἡρακλῆς καὶ Θησεὺς καὶ Περίθους, ἀλλὰ νηῒ μελαίνῃ οὐδείς. ὁ γὰρ πορθμεὺς Χάρων καὶ τὸ κατ' αὐτὸν πλοιάριον μεθ' Ὅμηρον μεμύθευται. διὸ καὶ παρασημειοῦται τοῦτο ὁ ποιητὴς ὡς πάνυ τερατῶδες. Ἰστέον δὲ καὶ ὅτι Χάρων οὐ μόνον ὁ ῥηθεὶς δαιμονιώδης, ἀλλὰ καὶ λέοντος ἐπίθετον ἀπὸ τῆς κατ' αὐτόν φασι χαροπότητος. (ῃερς. 501.) Σημείωσαι δὲ ὅτι ἐν τῷ, ὦ Κίρκη, τίς γὰρ ταύτην ὁδὸν ἡγεμονεύσει, δοκεῖ πάντῃ καὶ ἐκ περισσοῦ κεῖσθαι ὁ αἰτιολογικὸς σύνδεσμος. θεραπευθείη δ' ἂν λόγῳ ἐλλείψεως, ἵνα λέγῃ ὅτι ὦ Κίρκη ἀδύνατα φής. τίς γὰρ εἰς Ἅιδου ἡγεμονεύσει; καὶ ἔχει πολὺ τὸ σεμνὸν ἡ τοιαύτη ἔλλειψις διὰ τὴν προσωπικὴν ποιότητα. (ῃερς. 508.) Ὅτι οὐχ' ἁπλῶς πρὸς δύσιν τὰ τοῦ ποιητικοῦ Ἅιδου, ἀλλ' ὑπερέκεινα τοῦ Ὠκεανοῦ. φησὶ γοῦν ἡ ποιητικὴ Κίρκῃ· ἀλλ' ὁπότ' ἂν δὴ νηῒ δι' Ὠκεανοῖο περήσῃς, ἔνθ' ἀκτή τε λάχεια καὶ ἄλσεα Περσεφονείης, μακραί τ' αἴγειροι καὶ ἰτέαι ὠλεσίκαρποι· νῆα μὲν αὐτοῦ κέλσαι ἐπ' Ὠκεανῷ βαθυδίνῃ. ἤγουν ἐπὶ τῷ ἐκεῖσε πέρατι τοῦ Ὠκεανοῦ, ὡς ἐκεῖ δῆθεν περατουμένου. αὐτὸς δ' εἰς Ἀΐδεω ἰέναι δόμον (ῃερς. 512.) εὐρώεντα, ἤγουν σκοτεινὸν ἢ καὶ πλατύν. Καὶ ὅρα τὸ εἰς Ἀΐδεω δόμον ἐντελῶς φρασθὲν καὶ οὐκ ἐλλιπῶς κατὰ τὸ, εἰς Ἄϊδος δ' οὔπω τις ἀφίκετο. ἡ δὲ τοπογραφία τῶν ἐκεῖθεν τοῦ Ὠκεανοῦ ἤγουν τοῦ κατὰ Περσεφόνην ἄλσους καὶ τῶν ἐφεξῆς, ἃ δὴ μετ' ὀλίγα εἰρήσεται, οὐκ ἂν εἶχον ἱστορικῶς ῥηθῆναι, εἰ μὴ Μοῦσα μυθικῶς ὑπέκειτο λέγουσα καὶ Κίρκη, δαιμόνια πρόσωπα. διὸ οἱ τοιαῦτα προτιθέμενοι λαλεῖν ποιηταὶ εἰκότως καὶ τοιούτοις προσώποις χρῶνται πρὸς ἀφήγησιν. Πιθανῶς δὲ πέπλασται τὰ κατὰ τὸ ῥηθὲν ἄλσος καὶ προσφυῶς τοῖς περὶ τὸν Ἅιδην. (ῃερς. 509.) ἀκτή τε γὰρ ὁ τόπος καὶ οὐ λιπαρὰ γῆ, καὶ ἄκαρπα τὰ ἐκεῖ δένδρα. τοιαῦτα γὰρ (ῃερς. 510.) αἴγειροι καὶ ἰτέαι, δένδρα προσήκοντα τόποις νεκρῶν. οἷς καὶ τρίχας ἔκειρον, τὰ ἐν ζῴοις ἄψυχα. καὶ ζωμάτων ἀπήρχοντο, καὶ ἀνθέων, καὶ ἀκροδρύων, καὶ τοιούτων τινῶν ἀψύχων. κἂν εἴ που ζῷόν τι ἔδει ἐπισφάξαι, στεῖραν βοῦν καὶ ἕτερα ζῷα ἔντομα, οὐ μὴν ἔνορχα καὶ γόνιμα, ἐκείνοις ἔθυον. ἀλλὰ τὰ, ὡς εἰπεῖν, ἐν ζῴοις ἄζωα διὰ τὸ ἄγονον. οὕτω δὲ καὶ οἱ ἐφεξῆς ῥηθησόμενοι ποταμοὶ προσφυῶς τοῖς ἐν Ἅιδου πλάττονται, ὁ Ἀχέρων καὶ οἱ λοιποί. (ῃερς. 508.) Ἰστέον δὲ ὅτι οἰκείως ἐντοῖς ἑξῆς καὶ ἀσφοδελὸς λειμὼν ἐν Ἅιδου πλάττεται διὰ τὸ τῶν ἀσφοδέλων ἄκαρπον ὡς κατὰ τόπον ῥηθήσεται. Ὅρα δὲ τὸ δι' Ὠκεανοῖο περήσῃς, οὐ γὰρ εἶπεν εἰς Ὠκεανὸν περάσεις, ἀλλὰ δι' Ὠκεανοῦ, ἵνδηλοῖ ὡς ἐκ τῆς ἑσπερίας θαλάσσης εἰς Ὠκεανὸν πλεύσας καὶ διὰ τοῦ τοιούτου Ὠκεανοῦ ἤγουν διὰ τῆς ἔξω θαλάσσης περάσας εἰς τὴν ἐκεῖθεν ἀκτὴν ὄψει τὰ κατὰ τὸν Ἅιδην. (ῃερς. 509.) Λάχεια δὲ, ἡ ἐλαχίστη κατὰ τοὺς παλαιούς. ὥστε γράφοιτ' ἂν τῷ λόγω τούτῳ καὶ ἡ ἐλάχεια. εἰ δὲ καὶ κύριόν ἐστι τοπικὸν ὄνομα κατὰ τὴν προῤῥηθεῖσαν νῆσον τὴν πρὸ τῶν Κυκλώπων, εἰδείη ἂν ἡ Ὁμηρικὴ Μοῦσα καὶ Κίρκη. Ἄλσεα δὲ καὶ νῦν χωρία φασὶν ἱερὰ σύνδενδρα. (ῃερς. 510.) Τὸ δὲ μακραὶ αἴγειροι ταυτὸν ὡς εἰ καὶ μακεδναὶ εἴποι. ἔφη γοῦν πρὸ τούτων φύλλα μακεδνῆς αἰγείρου. Ἰτέαι δὲ, κοινῶς μὲν δένδρα γνώριμα. ἦν δὲ καὶ ἀσπίδων ὄνομα αἱ ἰτέαι ὡς καὶ ἐν Ἰλιάδι ἐδηλώθη. Ὠλεσίκαρποι δὲ ἰτέαι ἢ ὅτι ἀποβάλλουσι φασὶ τὸ ἄνθος πρινὴ πεπανθῆναι ἢ διότι οἱ πιόντες τοῦ κατ' αὐτὰς ἄνθους ὄλλουσι τὸν καρπὸν ἤτοι ἄγονοι γίνονται, ὡς καὶ Θεόφραστος ἱστορεῖ. ἐκτείνει δὲ ἡ λέξις τὴν ἄρχουσαν ἀναγκαίως ὡς μέτρῳ χρήσιμον. ὁ γὰρ τρίβραχυς ποὺς ἀσυντελὴς τοῖς ἡρωΐζουσιν. οὕτω δὲ καὶ τὸ εὐρώεντα πρὸς εὐχρηστίαν μέτρου ἐκτείνει τὴν προπαραλήγουσαν ὁμοίως τῷ κητώεντα καὶ ὠτώεντα καὶ τοῖςτοιούτοις. (ῃερς. 511.) Περὶ δὲ τοῦ κέλσαι νῆα, προγέγραπται ἱκανῶς. ἔστι δὲ καὶ νῦν τὸ κέλσαι ἀπαρέμφατον ἀντὶ προστακτικοῦ, ὡς τὸ ἰέναι ἀντὶ τοῦ ἴθι καὶ ἄλλα ἐφεξῆς ὅμοια πολλά. (ῃερς. 513.) Ὅτι τοπογραφικῶς περιηγούμενος ὁ ποιητὴς ἐν ὀλιγίστῳ καθὰ καὶ ἐχρῆν ὥσπερ τὸ τῆς Περσεφόνης ἄλσος οὕτω καὶ τὰ ἐφεξῆς καὶ ἐνδοτέρω τοῦ Ἅιδου, φησὶν· ἔνθα μὲν, τουτέστιν ἐν Ἅιδου, εἰς Ἀχέροντα Πυριφλεγέθων τε ῥέουσι Κωκυτός τε, ὃς δὴ Στυγὸς ὕδατός ἐστιν ἀποῤῥώξ. πέτρη τε. (ῃερς. 515.) ξύνεσίς τε δύο ποταμῶν ἐριδούπων. Λέγει δὲ ξύνεσιν κατὰ τοὺς παλαιοὺς συνάφεσιν καὶ εἰς ταυτὸ συμβολὴν ποταμῶν τῶν ῥηθέντων δηλαδὴ, ὡς δῆθεν τοῦ Ἀχέροντος κοινουμένου τὸ αὐτῶν ῥεῦμα ξυνιόντων ἐκεῖ κατὰ σύῤῥοιαν. οἱ δέ γε μεθ' Ὅμηρον ἐπὶ φρονήσεως τιθέασι τὴν ξύνεσιν, παρὰ τὸ ξυνιέναι καὶ αὐτοὶ νοοῦντες τὴν λέξιν, ὡς πολλῶν συνιόντων εἰς βουλήν. κατὰ τὸ, πολλῶν ἀγρομένων, τῷ πείσεαι ὅς κεν ἀρίστην βουλὴν βουλεύει. διὸ καὶ ξυμβουλὴ τὸ τοιοῦτον ἔργον, ὡς ἄν τις εἴποι συμβολή. ὃ ταυτὸν ἦν τῷ ξύνεσις. ὁμοιοπαράγωγος δὲ τῇ ξυνέσει ταύτῃ καὶ ἡ παρὰ τῷ Ἡροδότῳ ἔξεσις, ὅπερ ἀπόπεμψιν δηλοῖ γυναικὸς ἤτοι διαζύγιον. ἐντεῦθεν δὲ καὶ ἐξεσία ἡ ἐπὶ πρεσβείαν ἔκπεμψις. (ῃερς. 513.) Ἰστέον δὲ ὅτι τὸ, εἰς Ἀχέροντα Πυριφλεγέθων τε ῥέουσι Κωκυτός τε, προδιεζευγμένον σχῆμα καλεῖται, ὅπερ ἐν ἄλλοις ἐῤῥέθη καὶ Ἀλκμανικὸν λέγεσθαι διὰ τὸ τὸν Ἀλκμᾶνα κατακόρως αὐτῷ χρᾶσθαι. οἷον· Κάστωρ ὠκέων πώλων ἐλατῆρε καὶ Πολυδεύκεις. γίνεται δὲ, ὅτ' ἂν τὸ μετὰ δύο λέξεις τεθησόμενον μεσολαβηθῇ μετὰ μίαν τεθέν. οἷον· ἐγὼ ἤλθομεν καὶ σύ, τὸ γὰρ ἤλθομεν μεσολαβεῖται δυσὶ λέξεσι ὧν ὕστερον τεθῆναι ὤφειλεν. ὡς καὶ ἐνταῦθα τὸ ῥέουσι μέσον κεῖται τοῦ Πυριφλεγέθων καὶ Κωκυτὸς, ὀφεῖλον κεῖσθαι μετ' αὐτούς. Πέπλασται δὲ ὡς καὶ τοῖς παλαιοῖς δοκεῖ ὁ Ἀχέρων παρὰ τὸ ἄχεα ῥέειν, ὡς καὶ ὁ Πυριφλεγέθων παρὰ τὸ πῦρ ᾧ οἱ θνήσκοντες ἐφλέγοντο, (ῃερς. 514.) καὶ ὁ Κωκυτὸς διὰ τὸν ἐπ' αὐτοῖς ἔνδακρυν θρῆνον. καὶ ἡ Στὺξ διὰ τὸ στυγητὰ εἶναι τὰ κάτω καὶ διὰ τὸ στυγνάζεσθαι δὲ τοὺς θνήσκοντας. ἡ μέντοι ἱστορία οἶδε ποταμὸν ἀληθῶς ὑπὲρ γῆς Ἀχέροντα καὶ Πυριφλεγέθοντα δὲ καὶ Κωκυτὸν, καὶ πηγήν τινα Στύγα, ἐξ ὧν τὰ ἐν Ἅιδου πλάττονται. οἱ γοῦν ἱστοροῦντες ἔθνος Εὐρωπαῖον τοὺς Κιμμερίους ἐπέκεινα Ἰταλίας οἰκοῦν ὑπὸ γῆν ὡς ἐν τοῖς ἑξῆς ῥηθήσεται φασὶ καὶ πηγὴν ἐν τοιούτοις τόποις Στύγα εἶναι νομιζομένην, καὶ Πυριφλεγέθοντα, καὶ Ἀχέροντα, ὡς καὶ αὐτίκα μετὰ βραχὺ εἰρήσεται. Λυκόφρων δὲ τὸν Πυριφλεγέθοντα ὥσπερ καὶ τὸν Κωκυτὸν Ἰταλικοὺς ἱστορεῖ ποταμοὺς, ἐκκύπτοντας τοῦ πολυδέγμονος, ὄρους τούτου ὑψηλοτάτου ἐν τοῖς ἐκεῖ. εἰ καὶ ὁ μῦθος παρεκνεύει μετοχετεύων εἰς τὸν Ἅιδην αὐτοὺς διὰ τὸ κατὰ τὰς κλήσεις οἰκεῖα δοκεῖν εἶναι τὰ τοιαῦτα τοῖς Ἅιδου τόποις. ἡ δὲ γεωγραφικὴ περὶ Στυγὸς καὶ Πυριφλεγέθοντος καὶ Ἀχέροντος ἱστορία τοιαύτη. πλησίον τῆς Σικελικῆς Κύμης Ἀχερουσία λίμνη, ἀνάχυσίς τις τεναγώδης θαλάσσης· περὶ δὲ τὸν ἐν Βαΐαις κόλπον κόλπος τις ἕτερος ποιῶν χερόννησον ἔχουσαν ἰσθμὸν ὀλιγοστάδιον, ὁ Ἄορνος, ἀγχιβαθής φησι καὶ ἀρτίστομος, περικυκλούμενος ὀφρύσιν ὀρθαῖς, συνηρεφὴς ἀγρίᾳ ὕλῃ μεγαλοδένδρῳ καὶ ἀβάτῳ. ἐν ᾧ μῦθος τοὺς ὄρνις ὑπερπετεῖς γενομένους καταπίπτειν εἰς τὸ ὕδωρ, φθειρομένους ὑπὸ τῶν ἀναφερομένων ἀέρων ὡς ἐν τοῖς Πλουτωνίοις. διὸ καὶ τοῦτο χωρίον Πλουτώνειόν τι ὑπελάμβανον, καὶ τοὺς Κιμμερίους ἐνταῦθα ἔλεγον. καὶ εἰσέπλεον τινὲς προθυσόμενοι καὶ ἱλασόμενοι τοὺς καταχθονίους, ἱερέων ὑφηγουμένων τὰ τοιάδε. καὶ ὕδατος δὲ αὐτόθι πηγὴ ποταμίου ἐπὶ τῇ θαλάσσῃ, οὗ ἀπείχοντο πάντες, τὸ τῆς Στυγὸς ὕδωρ αὐτὸ νομίσαντες. καὶ Πυριφλεγέθοντα δὲ ἐκ τῶν θερμῶν ὑδάτων ἐτεκμαίροντο τῶν πλησίον, ὥσπερ ἴσως καὶ ἐκ τῆς ῥηθείσης Ἀχερουσίας Ἀχέροντα. ἐν τούτῳ φησὶ τῷ Ἀόρνῳ κόλπῳ τὰ περὶ τὴν νεκύαν τὴν Ὁμηρικήν. καὶ νεκυομαντεῖον δὲ ἐνταῦθα ἱστοροῦσι γενέσθαι. καὶ Ὀδυσσέα εἰς τοῦτο ἀφικέσθαι. καὶ τοῦτο μὲν πλατύτερον. ἐκεῖνο δὲ συντομώτατον, ὡς ἐν Κύμῃ καὶ Δικαιαρχείᾳ Πυριφλεγέθων καὶ λίμνη Ἀχερουσία, καὶ νεκυομαντεῖον τὸ ἐν τῷ Ἀόρνῳ. ὁ δὲ ταῦτα γράψας γεωγράφος λέγει καὶ ὅτι ποταμὸς Ἀχέρων καὶ περὶ Θεσπρωτίαν ἐν τῇ χειμερίῳ ἄκρᾳ, ἐκβάλλων εἰς τὸν γλυκὺν λιμένα. ἔνθα δηλαδὴ ἡ χειμέριος ἄκρα κατὰ τὰ ἑῷα τῆς Κερκύρας, ῥέων ἐκ λίμνης Ἀχερουσίας, καὶ ὅτι ἐμβάλλει καὶ εἰς τὸν Ἀλφειὸν Ἀχέρων ποταμός. ἔνθα καὶ ὁ Ἅιδηἐκτετιμῆσθαι λέγεται ἱκανῶς, ὡς καὶ ἐν τοῖς τοῦ περιηγητοῦ γέγραπται. ὡς εἶναι καὶ ἐκεῖσε ποταμὸν τοιούτου Ἅιδου, τὸν αὐτόθι Ἀχέροντα. καὶ περὶ Φενεὸν δὲ τὸ τῆς Στυγὸς ὕδωρ ἱστορεῖ ὁ αὐτὸς, ἱερὸν νομιζόμενον. Ἡρόδοτος δὲ, περὶ Νώνακριν. ὃς καὶ αὐτὸς λέγει ὡς Ἀχέρων ποταμὸς ἐν Θεσπρωτίᾳ, ἔνθακαὶ νεκυομαντεῖον, ὡς εἶναι στοχάσασθαί τινα πιθανῶς ἐκ τῶν τοιούτων πλασθῆναι καὶ τὰ ἐν Ἅιδου τῷ ποιητῇ. γέγραπται δὲ περὶ Στυγὸς καὶ ἐν τοῖς εἰς τὴν Ἰλιάδα. Ἐν δὲ ῥητορικῷ λεξικῷ εὕρηται καὶ ταῦτα· Ἄορνος, λιμὴν περὶ Τυρσηνίαν. καὶ ἐν Κύμῃ δέ φησι τῇ Χαλκιδικῇ Ἄορνος λίμνη. περὶ ἣν πεφυκότων πολλῶν δένδρων μηδὲν τῶν ἀποπιπτόντων φύλλων ἐμπίπτειν εἰς αὐτήν. εἶναι δὲ καὶ νεκυομαντεῖον ἐκεῖ, ταυτὸν δὲ εἰπεῖν ψυχοπόμπιον, κατὰ τὸν γράψαντα ὅτι ἔστι καὶ ἐν Μολοττοῖς ψυχοπόμπιον. ὅθεν θεοὶ Μολοττικοὶ οἱ ἐν τούτῳ. (ῃερς. 515.) Τὸ δὲ ἀποῤῥὼξ, κεῖται καὶ πρὸ τούτων ἐν τοῖς τοῦ Κύκλωπος. Ἡ δὲ πέτρα πλάττεται πρὸς πιθανότητα τοῦ ἐκεῖθεν τὴν Στύγα κατείβεσθαι, ὡς τὸ, καὶ τὸ κατειβόμενον Στυγὸς ὕδωρ. ἴσως δὲ εἴη ἂν αὕτη ἡ ἐν τοῖς μετὰ ταῦτα λεχθησομένη Λευκὰς πέτρα. Ὅτι δὲ τὸ καθ' ἱστορίαν Στυγὸς ὕδωρ προσφυῶς παρελαλήθη ᾠκειῶσθαι τῷ Ἅιδῃ ὡς λιβάδιον ὀλεθρίου ὕδατος, ὁ γεωγράφος ἱστόρησε καὶ αὐτό. εἰσὶ δὲ, ὡς εἰκὸς, καὶ ἄλλα τοιαῦτα ὕδατα. ὁποῖον καὶ τὸ τῆς Τιλφώσσης κρήνης Βοιωτίας, ἧς πιὼν Τειρεσίας καὶ διὰ γῆρας οὐχ' ὑπομείνας τὴν ψυχρότητα τέθνηκεν, ὡς λέγεται ἱστορεῖν Ἀριστοφάνης. Πίνδαρος μέντοι μεμνημένος αὐτῆς καλλιλογεῖ τὰ κατ' αὐτὴν οὕτω. μελιγαθὲς ἀμβρόσιον ὕδωρ Τιλφώσσας ἀπὸ καλλικρήνου. μνηστέον δ' ἐνταῦθα καὶ Ὁμηρικοῦ ὕδατος τοῦ ἐν Ἰλιάδι ἐοικότος ἐν θέρους καιρῷ χιόνι ἢ χαλάζῃ ἢ ἐξ ὕδατος κρυστάλλῳ, καὶ οὐκ ἤδη οὐδ' αὐτοῦ προσήκοντος τοῖς ἐν Ἅιδου κατὰ τὴν ὀλοθρεύουσαν Στύγα τοὺς πίνοντας καὶ οὕτω προϊάπτουσαν αὐτοὺς Ἄϊδι, λοίσθιον ἐκεῖθεν σκύφον σπάσαντας. (ῃερς. 517.) Ὅτι περὶ τοὺς προσεχῶς ῥηθέντας τόπους ἡ Κίρκη κελεύει τῷ Ὀδυσσεῖ βόθρον ὀρύξαι ὅσον τε πυγούσιον ἔνθα καὶ ἔνθα, ἤγουν εἰς πλάτος καὶ εἰς μῆκος, ὡς γενέσθαι αὐτὸν ἢ τετράγωνον ἰσόπλευρον κατὰ τὰς ἔνθα καὶ ἔνθα παραλλήλους πλευρὰς, ἢ στρογγύλον κατὰ τὸ, ἔνθα καὶ ἔνθα, ἤτοι πάντοθεν καὶ κύκλῳ πυγούσιον. ἀμφ' αὐτῷ δὲ χοήν φησι πᾶσι νεκύεσσι, πρῶτα μελικρήτῳ, μετέπειτα δὲ ἡδέϊ οἴνῳ, (ῃερς. 5.) τὸ τρίτον αὖθ' ὕδατι ὡς εἶναι καὶ τοῦτο οἷον τριττύαν τινὰ ἢ τριττὺν, κατὰ τὴν τῶν θυομένων ζῴων. ἐπὶ (ῃερς. 517.) δ' ἄλφιτα λευκὰ παλύνειν, ὑποσχέσθαι τε τὰ ἐφεξῆς. Ἔστι δὲ πυγούσιος ὁ πηχυαῖος, μάλιστα δὲ κατὰ τοὺς παλαιοὺς, ὁ πυγονιαῖος. καὶ κεῖται ἡ λέξις αὕτη παρὰ τῷ δειπνοσοφιστῇ, ἔνθα λέγει ὅτι ὄλμος καὶ ποτήριον, κερατίου τρόπον εἰργασμένον, ὕψος ὡς πυγονιαῖον. Καὶ σημείωσαι ὅτι ὄλμος οὐ μόνον σκεύους εἶδος τὸ σύνηθες οὗ χρῆσις καὶ ἐν Ἰλιάδι, ἀλλὰ καί τι ποτήριον. ἔστι δὲ πυγὼν τὸ ἀπὸ ἀγκῶνος μέχρι δακτύλων κεκαμμένων ὅ ἐστι συνεπτυγμένων διάστημα, ὅθεν καὶ οἱ ἐν Ἰλιάδι Πυγμαῖοι. αἰνίττεται δέ φασι διὰ τούτου ὁ λόγος τὸ μὴ ἀνεῖσθαι τοὺς τετελευτηκότας μήδ' ἐπ' ἐξουσίας εἶναι, ἀλλὰ μεμετρῆσθαι κατὰ τὸν σύμμετρον βόθρον, καὶ ὥσπερ ἔχεσθαι καὶ ἐγκεκλεῖσθαι καθὰ καὶ οἱ δάκτυλοι. (ῃερς. 518.) Τὸ δὲ χοὴν χέεσθαι, τρόπος ἐστὶν ἐτυμολογίας. οἰκεῖον δὲ νεκροῖς ἡ χοὴ, οὐ μὴν ἡ σπονδὴ ἢ ἡ λοιβή. (ῃερς. 519.) Μελίκρατον δὲ οἱ παλαιοὶ μίγμα φασὶ μέλιτος καὶ γάλατος ἐνταῦθα. οἱ μέντοι μεθ' Ὅμηρον μέχρι καὶ ἐσάρτι κράμα μέλιτος καὶ ὕδατος τὸ μελίκρατον οἴδασι. Νηφάλιον δὲ πόμα καθὰ τὸ ἐξ ὕδατος, οὕτω καὶ τὸ ἐκ μέλιτος, ψυχαῖς πρέπον, καὶ ὅλως τοῖς ἐν Ἅιδου. διὸ καὶ ἄνω ἡλίῳ θύοντες Ἕλληνες κατὰ τὴν Φυλάρχου ἱστορίαν, ἣν παραδίδωσιν ὁ δειπνοσοφιστὴς, μέλιτος ἔσπενδον, οἶνον οὐ προσφέροντες τοῖς βωμοῖς, δεῖν λέγοντες τὸν πάντα περιπολοῦντα καὶ συνέχοντα ἀλλότριον εἶναι μέθης. οὕτω δήπουθεν πρέπειν καὶ τῷ κλυτοπόλῳ Ἀΐδῃ, οὗ δηλαδὴ κλυτὴ ἡ πανταχοῦ γῆς ἐπιπόλησις. (ῃερς. 5.) Τὸ δὲ τῶν ἀλφίτων πάσμα νῦν μὲν ἐξαργεῖ πάντοθεν. τοῖς δὲ παλαιοῖς πάνυ σύνηθες ἦν εἰς ῥόφημα. Ἐνταῦθα δὲ ἡ ῥηθεῖσα χοὴ νεκρικός τις ἂν ῥηθείη κυκεών. (ῃερς. 521.) Ὅτι τὸ, πολλὰ δὲ γουνοῦσθαι νεκύων ἀμενηνὰ κάρηνα, οἰκεῖον ῥηθῆναι ὅτε μεσίται τισὶν εἶεν χαῦνοι καὶ ἀνωφελεῖς. Ἀμενηνὰ δὲ τὰ τοιαῦτα, ἐπειδὴ καὶ αἱ σκιαὶ ἀΐσσειν οἱ τοιοῦτοι ἐῤῥέθησαν. προϊὼν δὲ αὐτὸς ὁ ποιητὴς ἑρμηνεύσει πῶς ἀμενηνοὶ οἱ νεκροὶ, ἐν οἷς ἐρεῖ ὡς οὐκέτι σάρκας τε καὶ ὀστέα ἶνες ἔχουσιν. (ῃερς. 522.) Ὅτι οὐ θεοὺς μόνους τὰ δῶρα πείθει κατὰ τὴν παροιμίαν, ἀλλ' ἤδη κατὰ τὴν ποίησιν καὶ νεκροὺς, εἴγε παραγγέλλεται πρὸς τῆς Κίρκης Ὀδυσσεὺς ἐλθὼν εἰς Ἰθάκην, στεῖραν βοῦν ἥτις ἀρίστη ῥέξειν ἐν μεγάροισι πυρήν τ' ἐμπλησέμεν ἐσθλῶν. Τειρεσίῃ δ' ἀπάνευθεν ὄϊν ἱερευσέμεν οἴῳ παμμέλανα, ὃς μήλοισι μεταπρέπει. (ῃερς. 524.) Ἔστι δὲ τὸ Τειρεσίῃ ἀπάνευθεν ὄϊν ἱερεῦσαι μόνῳ, οἰκεῖον ῥηθῆναι ὅτε τις κατ' ἐξαίρετον τῶν ἄλλων δωροδοκεῖ τινὰ οὐκ εὐόφθαλμον ἄνδρα ὁποῖός τις καὶ ὁ Τειρεσίας ἦν. Στεῖρα δὲ βοῦς θύεται τοῖς κάτωοἰκείως διὰ τὸ ἄγονον, ὡς καὶ προεῤῥέθη. (ῃερς. 525.) οὕτω δὲ καὶ ὄϊς οὐχ' ἁπλῶς μέλας ἀλλὰ καὶ πάνυ μέλας. διὰ τὸ σκοτεινὸν τῶν ἐν Ἅιδου. Τὸ δὲ ὃς μήλοισι μεταπρέπει, οὐ πόῤῥω ἐστὶ τοῦ, τέλειος, κατὰ τὸ, αἰγῶν τε τελείων. (ῃερς. 521.) Τὸ δὲ γουνοῦσθαι νεκύων ἀμενηνὰ κάρηνα, ὑποκαταβὰς οὕτω παραφράζει. αὐτὰρ ἐπῆν εὐχῇσι λίσση κλυτὰ ἔθνεα νεκρῶν. (ῃερς. 523.) Τὸ δὲ ῥέξειν, κυριολεκτεῖσθαι δοκεῖ καὶ ἐπὶ νεκρῶν, καθὰ καὶ τὸ χοὴν χέεσθαι. διὸ φησίν· ἔνθα ὄϊν ἀρνειὸν ῥέζειν, θῆλύν τε μέλαιναν. οὕτω δὲ καὶ τὸ ἱερεύειν. οἷον· ὄϊν ἱερευσέμεν παμμέλανα. Καὶ ὅρα ὡς ἄῤῥην μὲν παμμέλας ὄϊς τῷ Τειρεσίᾳ, θῆλυς δὲ μέλαινα τοῖς λοιποῖς ἱερεύσεται, στεῖρα ἴσως καὶ αὐτὴ κατὰ τὴν ἀνωτέρω ῥηθεῖσαν βοῦν. Ἐν δὲ τῷ, πυρὴν ἐμπλησέμεν ἐσθλῶν, ἐσθλὰ λέγειν δοκεῖ, μέλι, ἄνθη, χλαίνας, ὅπλα, καὶ τοιαῦτά τινα ἐνιέμενα κατ' ἔθος ταῖς νεκρικαῖς πυραῖς. (ῃερς. 527.) Ἐν δὲ τῷ ὄϊν ἀρνειὸν, γενικὸν μέντοι ὁ ὄϊς, εἰδικὸν δὲ ὁ ἀρνειός. ὁμοίως τῷ βοῦς ταῦρος, καὶ, σῦς κάπριος. (ῃερς. 528.) ὥσπερ δὲ ὑπὲρ γῆς ἀνερύονται μὲν ζῷα, ὅτε τοῖς ἄνω θύονται, κάτω δὲ κλίνονται τὴν κεφαλὴν ὅτε ῥέζονται τοῖς κάτω, οὕτω καὶ τὸν ῥηθέντα ἀρνειὸν ὄϊν καὶ τὴν μέλαιναν θῆλυν ῥέξει Ὀδυσσεὺς εἰς Ἔρεβος στρέψας διὰ τὸ ἐν δυσμαῖς Ἡλίου ταῦτα τελεῖσθαι. Σημείωσαι δ' ἐνταῦθα καὶὅτι τὸ, ἔνθα ῥέζειν εἰς Ἔρεβος στρέψας, αὐτὸς δ' ἀπὸ νόσφι τραπέσθαι, οἰκεῖον εἰπεῖν ὅτε ζημιωθείς τις πρός τινος εἶτα παραινεῖται μακρὰν γενέσθαι τοῦ ἀδικήσαντος, ἵνα μὴ κακῷ κακὸν προσλάβηται. (ῃερς. 527.) Τὸν δὲ ἀρνειὸν ὄϊν καὶ τὴν θήλην ὑποκαταβὰς μῆλα συνήθως ὀνομάζει. (ῃερς. 535.) Ὅτι ὁ παραθεὶς μὲν ἀγαθὰ εἰς ἀπόλαυσιν, κωλύων δὲ μετασχεῖν αὐτῶν πρός τινος ἑτέρου, ῥηθείη ἂν ἐοικέναι τῷ ποιητικῷ Ὀδυσσεῖ, ὃς ἐπεὶ ἔρεξε μῆλα καὶ πολλαὶ ψυχαὶ ἦλθον νεκύων εἶτα ξίφος ὀξὺ ἐρυσάμενος παρὰ μηροῦ ἐκάθητο μὴ ἐῶν αὐτὰς αἵματος ἐγγὺς ἐλθεῖν πρὸ τοῦ Τειρεσίου. Νεκυομαντικῆς δέ φασι γοητείας καὶ ταῦτα, δοκεῖ γὰρ τῆς τοιαύτης τερατείας ἡ ἐπαοιδὴ μόνη ἐλλείπειν παρὰ τῷ ποιητῇ, τὰ δὲ τῆς λοιπῆς τερθρείας ἐκτεθεῖσθαι ἀνελλιπῶς. (ῃερς. 542.) Ὅτι καὶ ἐνταῦθα ἐπὶ τῆς Κίρκης, καθὰ καὶ ἐν τῇ ˉε ῥαψῳδίᾳ ἐπὶ Καλυψοῦς, κόσμον φράζει γυναικὸς ἐν τῷ, ἀργύφεον φᾶρος μέγα ἕννυτο νύμφη, λεπτὸν καὶ χαρίεν καὶ ἑξῆς. διὰ τὸ λογῶν συνήθως κατὰ τὸ πάντῃ ἀπαράλλακτον. (ῃερς. 545.) δῆλον δὲ ὅτι τὸ χαρίεν οὐδέτερον παροξύνεται ἀναλόγως, καθὰ καὶ ἐν Ἰλιάδι δηλοῦται, καὶ ὅτι ἐκ τοῦ χάρις χάριτος οὐ μόνον χαρίεις καὶ χαρίεν, ἀλλὰ καὶ ὁ χαρίσιος. ὅθεν καὶ χαρίσιοι πλακοῦντες τινές. (ῃερς. 548.) Ὅτι διέγερσις ῥαθυμούντων τὸ, μηκέτι νῦν εὕδοντες ἀωτεῖτε γλυκὺν ὕπνον, ἀλλ' ἴομεν. (ῃερς.