Eustathius Thessalonicensis PG 135,136
Commentarii ad Homeri Odysseam i
i 5.2.1
Choose a text
More by Eustathius Thessalonicensis PG 135
—
Pg Scrape Grc
5.2.1
Ἀργείους. κατὰ δὲ φρόνιν ἤγαγε πολλήν. ἔνθ' ἄλλαι Τρωαὶ λίγ' ἐκώκυον. αὐτὰρ ἐμὸν κῆρ χαῖρ' ἐπεὶ ἤδη μοι κραδίη τέτραπτο νέεσθαι ἂψ οἶκον. ἄτην δὲ μετέστενον, ἣν Ἀφροδίτη ἔδωκεν ὅτε μ' ἤγαγε κεῖσε φίλης ἄπο πατρίδος αἴης. παῖδα τ' ἐμὴν νοσφισαμένη. θάλαμόν τε. πόσιν τε οὔ τευ δευόμενον, οὔ τε φρένας οὔτέ τι εἶδος. Καὶ ὅρα ὅτι τὲ εἰς ἔπαινον τοῦ ἀνδρὸς ὁ λόγος τῇ ἡρωΐδι κατέληξε. καὶ ὅπως ἐπὶ τῇ ἁρπαγῇ μεταμέλεται. ὁμολογοῦσα καὶ ὡς ἑκοντὶ ἀφήρπαστο εἴγε τέτραπτο αὐτῇ ἡ ψυχὴ παλιννοστῆσαι καὶ μετέστενε τὸν φαῦλον ἔρωτα. Ὅρα δὲ καὶ τὴν ἱστορίαν ταύτην ἣν οὐδεὶς ἀκριβέστερον τῆς Ἑλένης οἶδεν. ὡς μὴ μάτην αὐτὴν παραχθῆναι εἰς θέαν τοῖς ξένοις ὑπὸ τοῦ ποιητοῦ. (ῃερς. 244.) Τὸ δὲ αὐτόν μιν ὅτι ἀντὶ συνθέτου ἀντωνυμίας κεῖται δηλοῦν τὸ ἑαυτὸν, καὶ ἐν ἄλλοις ἐῤῥέθη. Πληγαὶ δὲ ἀεικέλιαι, δι' ὧν σῶμα αἰκίζεται. ὁποῖαί τινες καὶ αἱ ὕστερον τοῦ Σίνωνος. ὃς κατεμήνυσεν ὡς δῆθεν πρὸς καλοῦ ἐσόμενον τοῖς Τρωσὶ τὸν δούρειον ἵππον. ὡς δὲ καί τινες τῶν ὑστερογενῶν, ἐπ' ἀγαθῷ τῶν ὁμοφύλων ἑαυτοὺς ᾐκίσαντο κατὰ Ὀδυσσέα καὶ Σίνωνα, δηλοῖ καὶ ὁ Πέρσης Μεγάβυζος, κολοβώσας ἑαυτὸν καὶ ἄλλως αἰκίσας χάριν τοῦ δεσπότου βασιλέως. ἑτέρου δὲ βασιλέως Περσῶν θεράπων ὁ καλούμενος Φίλος ὡς ὁ δειπνοσοφιστὴς ἱστορεῖ, ἄλλον τρόπον οὕτως εἶχεν. ὃς τραπέζης μέν φησιν οὐκ ἐκοινώνει, χαμαὶ δὲ ὑποκαθήμενος, τὸ παραβληθὲν κυνιστὶ ἐσιτεῖτο. καὶ πολλάκις διὰ τὴν τυχοῦσαν αἰτίαν ἀποσπασθεὶς τοῦ χαμαιπετοῦς δείπνου, ῥᾴβδοις καὶ ἱμᾶσιν ἀστραγαλωτοῖς ἐμαστιγοῦτο. καὶ γενόμενος αἱμόφυρτος, πεσὼν εἰς ἔδαφος, προσεκύνει τὸν τιμωρησάμενον ὡς εὐεργέτην. καὶ τοιοῦτον μὲν καὶ τοῦτο. Τὸ δὲ δαμάσας καὶ ἀμφιβαλὼν καὶ ἐοικὼς, συχναὶ ἀσύνδετοι μετοχαὶ οὐκ ἀσυνήθεις τῷ ποιητῇ. (ῃερς. 245.) Τὰ δὲ σπεῖρα περὶ ὧν καὶ προεγράφη, πτωχικά εἰσιν ἀμφιβλήματα. ἤτοι ῥάκη. ὅθεν ὁ μὲν ψευδοδέκτης Ὀδυσσεὺς σπεῖρα κακὰ ἀμφιβέβληται. τὸν δὲ ἀληθῆ Ὀδυσσέα, ἀμφὶ εἵματα ἕσσεν ἡ Ἑλένη. ἐνταῦθα δὲ φασὶν οἱ παλαιοὶ καὶ ὅτι ὁ νῦν σπεῖρα κακὰ φορῶν καὶ ἀγνοούμενος τῇ Ἑλένῃ καὶ τοῖς ἄλλοις, πιθανῶς ἂν λάθοι καὶ τοὺς μνηστῆρας, τοιοῦτον ἔχων σχῆμα. ὁ δὲ καὶ πληγάς φασι καρτερήσας ὑπὲρ τῶν κοινῇ συμφερόντων, πῶς τῶν ἰδίων οὐ προστήσεται; καλῶς οὖν οἱ Λάκωνες ἐπαίδευον τοὺς νέους τὴν μαστίγωσιν, ἐθίζοντες καρτερεῖν τὰ δεινά. Τοῦ δὲ κατέδυ πόλιν, οὐκ ἔχει ὡς ἐν σχεδιασμῷ καιριωτέραν φράσιν ὁ ποιητής. διὸ εἰπὼν δυσμενέων κατέδυ πόλιν, μετ' ὀλίγα ἔφη, Τρώων κατέδυ πόλιν. Τὴν δὲ πολλαχοῦ εὐρυάγυιαν Τροῖαν, ἀλλαχοῦ εὐρεῖαν φησὶν ἐν ἁπλότητι. τὸ δὲ κατακρύπτων, πάνυ τὸ οἰκεῖον πρὸς κατέδυ πόλιν. ὁ γὰρ καταδὺς, κρύπτεται. (ῃερς. 247.) Δέκτην δὲ, Ἀρίσταρχος μὲν, τὸν ἐπαίτην λέγει, παρὰ τὸ δέχεσθαι. ὁ δὲ κυκλικός φασιν ἤγουν ὁ τῶν κυκλίων ποιητὴς ὀνοματικῶς ἀκούει τὴν λέξιν. Δέκτην τινὰ κατὰ κυριολεξίαν εἰπὼν παρ' οὗ τὸν Ὀδυσσέα λαβόντα τὰ ῥάκη, ἀμφιβαλέσθαι. πανδήμιον ἴσως τοῖς ἐν Τροίᾳ Ἕλλησιν ὄντα πτωχόν. ὁποῖος ἦν καὶ τοῖς Ἰθακησίοις ὁ Ἶρος. (ῃερς. 248.) Τὸ δὲ ὃς οὐδὲν τοῖος ἔην ἐπὶ νηυσὶν Ἀχαιῶν, διττὴν ἔχειἔννοιαν. ἢ γὰρ ὅτι τοιούτῳ Δέκτῃ Ὀδυσσεὺς εἰκάσθη οἷος Δέκτης δηλαδὴ οὐκ ἦν ἄλλος ἐν τοῖς ἐκεῖ κατ' οὐδέν. ἢ ὅτι Δέκτῃ ἑαυτὸν εἴκασεν Ὀδυσσεὺς ὁ κατὰ μηδὲν τοιοῦτος ἐν τῇ Τροίᾳ. ἀλλὰ δηλαδὴ εὐσχήμων καὶ λαμπροφόρος καὶ ὅλως εἰπεῖν, ἡρωϊκός. (ῃερς. 249.) Τὸ δὲ ἀβάκησαν, ἅπαξ μὲν καὶ αὐτὸ ἐῤῥέθη παρὰ τῷ ποιητῇ. ἔστι δὲ ἀβακεῖν, τὸ ἀγνοεῖν καὶ διατοῦτο μὴ ἔχειν τι βάζειν, ἀλλ' ἀπορεῖν ἐπὶ τῷ βλεπομένῳ. καὶ γίνεται καθ' ὁμοιότητα τοῦ ἀτακτεῖν ὡς οἱ ἐτυμολόγοι φασί. τὰ μέντοι ἐναντία τοῦ ἀβακεῖν, βάβαξ, ἤτοι λάλος. μαινόμενος ἄσωτος γάλλος, κατὰ τοὺς παλαιούς. οὗ χρῆσις καὶ παρὰ Λυκόφρονι. ὁ δ' αὐτὸς, καὶ βαβάκτης ἐκ τοῦ βάζειν. ὅθεν καὶ βάκχος φασὶν ὁ μανιώδης καὶ ἀκρατής. ὁ μέντοι ἄβαξ, ἀνάπαλιν ὡς ἐν ῥητορικῷ κεῖται λεξικῷ, τὸν ἄλαλον δηλοῖ καὶ ἀσύνετον καὶ ἄπειρον, παρὰ τὸ μὴ βάζειν. δῆλοι δέ φασι καὶ σανίδιον ὁ ἄβαξ, ὅθεν ἀβάκιον ἐφ' οὗ ψηφίζουσι. δῆλον δὲ ὅτι οὐκ ἂν χρῄζοι τῆς λέξεως τοῦ ἀβακεῖν, ὁ καταλογάδην γράφων. (ῃερς. 250.) Τὸ δὲ ἐγώ μιν οἴη ἀνέγνων, τὸ πρὸς μορφὰς περίεργον τῆς Ἑλένης δηλοῖ ὡς καὶ προδεδήλωται. καὶ κεῖται τὸ ἐγὼ κἀνταῦθα, πρὸς διαστολὴν, ὡς καὶ πρὸ ὀλίγων ἐν τῷ, οὐκ ἂν ἐγὼ μυθήσομαι. λέγει γὰρ ἡ Ἑλένη, ὡς ἐγὼ μόνη καὶ οὐδεὶς ἄλλος καί τοι τοιοῦτον σχηματισθέντα τὸν Ὀδυσσέα, ἐγνώρισα. πῶς δὲ οὐκἔμελλεν αὐτὸν ἐκεῖνον τὸν Ὀδυσσέα γνῶναι ὃν μυριάκις εἶδεν, ἡ τὸν Τηλέμαχον γνοῦσα ὃν εἶδεν οὐδέποτε; εἰς γὰρ πιθανότητα τοῦ παρόντος ἐπλάσατο ἐκεῖνο ὁ ποιητής. Καὶ ὅρα ὅτι πολὺ πιθανώτερος ὁ Ὁμηρικὸς οὗτος ὑπὸ μόνης Ἑλένης ἀναγνωρισμὸς, ἤπερ ὁ κατὰ Εὐριπίδην ἐν ᾧ καὶ τῇ Ἑκάβῃ κατεῖπεν ἡ Ἑλένη. (ῃερς. 251.) Τὸ δὲ εἰρώτων, διὰ διφθόγγου ἄρχεται ὡς ἀπὸ τοῦ εἰρωτῶ. οὗ ἡ χρῆσις ἐν τοῖς ἑξῆς. Κερδοσύνην δὲ, τὴν ἐπικερδῆ λέγει βουλήν. οἱ δὲ ὕστερον, καὶ τὴν δολιότητα, ὡς ἀπὸ τῆς κερδοῦς ἥ ἐστιν ἀλώπηξ. Τὸ δὲ λούειν, ὅρα κἀνταῦθα γυναικῶν ἴδιον. φησὶ γὰρ ἡ Ἑλένη ὡς ἐγὼ τὸν Ὀδυσσέα ἐλόευν. οὗ ἐνεστὼς τὸ λοέω. ἐξ οὗ τὸ λοετρόν. τούτων δὲ συναίρεσις, τὸ λούειν καὶ τὸ λουτρόν. Σκοπητέον δὲ εἴπερ ὁ ποιητὴς πολλαχοῦ ἐπιτηδεύεται ἱστορεῖν ὑπὸ γυναικῶν ἄνδρας λούεσθαι, ἵνα καὶ τὸ κατὰ τὴν Ἑλένην ἐνταῦθα λουτρὸν δόξῃ πιθανόν. λούει δέ φασιν Ἑλένη τὸν Ὀδυςσέα ἐπίτηδες, ἵνα τῇ γυμνώσει τῶν ῥακέων, ἀπελέγξῃ ἀρνούμενον. καὶ ἴσως μάλιστα ἐκ τῆς περὶ τὸν μηρὸν οὐλῆς, ἣν ἀπὸ πληγῆς εἶχεν ἀγρίου συὸς, εἰς λαμπρὸν παράσημον ὡς φανήσεται. ἄλλως γὰρ, ἦν καὶ ὑφ' ἑτέρων αὐτὸν γυναικῶν λουσθῆναι. (ῃερς. 254.) Τὸ δὲ ἀναφῆναι, δηλοῖ μὲν τὸ δεῖξαι τὸν ὡς ἐῤῥέθη κατακρυβέντα. γέγονε δὲ ἀρχὴ δικαστικῆς λέξεως παρ' Ἀττικοῖς, τοῦ φαίνειν ὡς ἐν κατηγορίᾳ. ὅθεν καὶ τὸ συκοφαντεῖν γίνεται. φαίνει γὰρ καὶ ὁ συκοφάντης τοὺς συκοκλέπτας, ὡς ἡ ἱστορία λέγει. Ἐν δὲ τῷ, μὴ πρὶν Ὀδυσσέα Τρωσὶν ἀναφῆναι πρὶν αὐτὸν ἐς νῆας ἱκέσθαι, εἴπερ μὴ δοκεῖ πιθανὸν ἢ εὐλόγιστον τὸ ἀναφῆναι ὅλως τὸν Ὀδυσσέα Τρωσὶν, ἐνθυμητέον τὴν δύναμιν τοῦ, μὴ πρὶν ποιῆσαι τό δέ τι πρὶν ἂν τόδε γένηται. ἥτις ἐν τῇ ˉα ῥαψῳδίᾳ τῆς Ἰλιάδος κεῖται. καὶ φανεῖται ἐκεῖθεν, ὡς οὐκ εἰκὸς τὴν Ἑλένην εἰπεῖν τοῖς Ἰλιεῦσι περὶ τοῦ Ὀδυσσέως οὐδὲ ὅτε εἰς νῆας καὶ κλισίαςἀφίκετο αὐτός. (ῃερς. 250.) Ἰστέον δὲ ὅτι ἐν μὲν τῷ, ἀνέγνων, οὐ περιττῶς ἀλλ' ἀναγκαίως κεῖται ἡ πρόθεσις ὡς καὶ ἐν τῷ ἀνανεῦσαι καὶ ἀναδικάσαι καὶ τοῖς ὁμοίοις, ἐν δὲ τῷ ἀναφῆναι παρέλκει ἡ πρόθεσις. (ῃερς. 256.) Ἐν δὲ τῷ, καὶ τότε δή μοι, περιττὸς κεῖται ὁ καˉι σύνδεσμος. Ἐν δὲ τῷ, πολλοὺς δὲ κτείνας, δοκεῖ παρ' Ἑλένης λαβεῖν τὸ ξίφος ὁ Ὀδυσσεὺς κατὰ τὸ σιωπώμενον. οὐ γὰρ δήπου αὐτὸς εἶχεν ὁ ἐπαίτης ὁ ῥακενδύτης. οὕτω καὶ πρὸ ὀλίγων δμωαὶ τοὺς ξένους ἔλουσαν, κελευσθεῖσαι ὑπὸ Μενελάου. εἰ καὶ Ὅμηρος ἐσίγησε τοῦτο διὰ τὸ μὴ ἀναγκαῖον τοῦ λόγου. (ῃερς. 258.) Τὸ δὲ κατὰ δὲ φρόνιν ἤγαγε πολλὴν, ἤγαγε πολλὴν, ἢ κατά τι ὑπερβατὸν νοητέον ἵνα λέγῃ ὅτι κατήγαγεν εἰς τοὺς Ἕλληνας φρόνιν ὅ ἐστι φρόνησιν πολλὴν συνετώτατος δόξας. ἢ καὶ ἄλλως, ἤγαγε καταφρόνησιν τῶν Τρώων πολλήν. τήν τε Ἑλένην ὡς εἰκὸς ἀναπείσας. καὶ τὸ τεῖχος ἀναμετρήσας. καὶ τὰ Τρωϊκὰ μαθὼν βουλεύματα. καὶ τὰς πύλας δὲ γνοὺς διὰ τὸν μηχανηθησόμενον δούρειον ἵππον, ὅσον εἶχον διάστημα. ἢ καὶ τὸ παλλάδιον ἁρπάσας περὶ οὗ καὶ ὁ Λυκόφρων ἱστορεῖ. ταῦτα γὰρ αἴτια φασὶ τοῦ καταδῦναι τὸν Ὀδυσσέα λάθρα εἰς Τροῖαν. αἰκισάμενον ἑαυτὸν ἵνα ὡς ἐχθραίνων τοῖς Ἀχαιοῖς καὶ τῷ βασιλεῖ, προσδεχθείη τοῖς πολεμίοις. συλλαλεῖ δὲ τῇ κατ' ἀμφιβολίαν δευτέρᾳ Ὁμηρικῇ ἐννοίᾳ καὶ ὁ τῶν Ὀδυσσειακῶν μεταβολεὺς Δημοσθένης. εἰπὼν ὅτι Ὀδυσσεὺς ὅσα ἐβουλήθη διαπραξάμενος καταφρονητικῶς πάνυ, οὕτως ἐπανῆλθεν εἰς τὸ στρατόπεδον τῶν Ἑλλήνων. οἱ μέντοι νεώτεροι, φρόνιν τὴν λείαν ἀπεδέξαντο. ἵνα καὶ ληϊσάμενός τι νοοῖτο ἐκ τῆς Τροίας ὁ Ὀδυσσεύς. Ἰστέον δὲ ὡς ἐκ τοῦ, κατήγαγε φρόνιν ὡς προσεχῶς ἐῤῥέθη, ἔλαβον ἀρχὴν οἱ μεθ' Ὅμηρον λέγειν, κατήγαγεν ὁ δεῖνα θρίαμβον. ἤγουν προῆλθε μετὰ θριάμβου. (ῃερς. 260.) Τὸ δὲ νέεσθαι ἂψ οἶκον, συντετηρημένως ἐγράφη πρὸς δήλωσιν τοῦ νοστῆσαι. ἄλλως γὰρ, νέεσθαι λέγεται ὡς καὶ πρὸ ὀλίγων ἐφάνη, τὸ ἁπλῶς πορεύεσθαι. (ῃερς. 261.) Τὸ δὲ μετέστενον. ὅμοιόν ἐστι τῷ μετανοεῖν. (ῃερς.
Variation units
Dual references show Vulgate ↔ LXX loci for each oracle block. Selected-witness order follows the left compare column (or primary version).