Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Search
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Eustathius Thessalonicensis PG 135,136
Commentarii ad Homeri Odysseam i
i 500.2.1
Share
Study
Versions & appearance
Versions · Aa
Share
Study
Data
Pg Scrape Grc
500.2.1
Ὁμήρῳ ἐν τοῖς μετὰ ταῦτα ὅθεν καὶ ὁ κύων, γίνεται τὸ κυνῶ. ἔστι δὲ σημειῶδες. δέον γὰρ ὂν βαρύνεσθαι κατὰ τὸ δύω δύνω, θύω θύνω τὰ βραχυπαράληκτα, τὸ δὲ περιεσπάσθη κατὰ τὸ ἵκω ἱκνῶ, οἴχω οἰχνῶ, τὰ μακροπαράληκτα. ἤδη δὲ, καὶ κατὰ τὸ κίω κινῶ. (ῃερς. 524.) Τὸ δὲ ἀπὸ σκοπιῆς εἶδε σκοπὸς, ἐτυμολογικῶς ἐῤῥέθη. πλεονάζει δὲ τὸ ˉι ἐν τῇ σκοπιᾷ, καθὰ καὶ ἐν τῇ ὁρμιᾷ καὶ ἀχυρμιᾷ. (ῃερς. 531.) Τὸ δὲ καθεῖσεν, ὡς ἐκ τροχαϊκοῦ ῥήματος προπερισπᾶται. ὡς γὰρ εὗδε καθεῦδεν, οὕτω τὸ καθεῖσεν ἐκ τοῦ εἷσεν. ὡς τὸ, εἷσε λόχον. αὐτὸ δὲ, ἐκ τοῦ ἕω τὸ κάθημαι. ὃ καιριώτατα σύγκειται τῷ λόχῳ, γινομένῳ ἐκ τοῦ λέγεσθαι ὃ δηλοῖ τὸ καθῆσθαι καὶ κεῖσθαι. διὸ καὶ ὁ λόχος, ἐνέδρα ἑρμηνεύεται διὰ τὴν τοῦ λόχου πρὸς τὰ τοιαῦτα συγγένειαν. (ῃερς. 525.) Τὸ δὲ Αἴγισθος ἄγων, ἀντὶ τοῦ, ὑπάγων καὶ ὑποκλίνων οἷς ἐκέλευε. καὶ ἔστιν ἑτεροῖον τοῦ, τὸν ἀοιδὸν ἄγων ἐς νῆσον ἐρήμην. ἐκεῖνος γὰρ, βιαίως ἄγεται. (ῃερς. 528.) Ὅρα δὲ καὶ ὅτι ποιμένα λαῶν ἐν τοῖς ῥηθεῖσιν, οὐ μόνον τὸν Ἀγαμέμνονα εἶπεν, ἀλλὰ καὶ τὸν Αἴγισθον. εὐφήμως τοῦτον οὕτω προσειπών. τὸν ἐπίῤῥητον, καὶ οὐ ποιμένα λαῶν. ἢ δὲ λύκον ἢ τύραννον. εἰ μὴ ἄρα φονεύσας τὸν Ἀγαμέμνονα, εἶτα ἐσχηματίζετο πρᾷος εἶναι. Εἰς δὲ τὴν δαῖτα ἣν ὁ Αἴγισθος πένεται ὅ ἐστιν ἐνεργεῖ ἐλλοχῶν τῷ Ἀγαμέμνονι, ἔστιν εἰπεῖν ὡς καὶ τοῦτο λεχθείη ἂν Ἀγαμεμνόνειος δαὶς ἢ τράπεζα παροιμιακῶς, ἐπὶ τῶν ἐπ' ὀλέθρῳ εὐωχουμένων, ἄλλον τρόπον τοῦτο ἤπερ ὁ Σοφοκλῆς ἱστορεῖ. ἐκεῖνος γὰρ, Ἀγαμεμνόνειον δαῖτα λέγει, τὴν κατ' ἔτος γινομένην ὅτε τὸν Ἀγαμέμνονα ἔῤῥιψαν οἱ ἀνελόντες αὐτόν. (ῃερς. 534.) Τὸ δὲ ἀνήγαγε, περισσὴν ἔχει τὴν πρόθεσιν. ἀρκεῖ γὰρ εἰπεῖν, εἰς ὄλεθρον ἤγαγε. τὸ δὲ εἰπεῖν ὡς ἐφ' ὑψηλόν τινα τόπον ἀναγαγὼν ἐφόνευσεν, ἀμάρτυρόν ἐστι. (ῃερς. 535.) Τὸ δὲ δειπνίσας, ἴσως γενικῶς ἐῤῥέθη ἀντὶ τοῦ, δαίσας. ὡς καὶ δειπνολόχη γυνὴ λέγεται, ἡ ἁπλῶς ἐνεδρεύουσα τοῖς βρώμασι. (ῃερς. 536.) Τὸ δὲ κατέπεφνεν ὡς βοῦν ἐπὶ φάτνῃ, οὐκ ἐπὶ σκώμματι ἀλλὰ πάνυ σεμνῶς ἐῤῥέθη. καὶ οὐκ ἦν σεμνοτέρᾳ χρήσασθαι παραβολῇ ἐπὶ βασιλέως οὕτως ἀνδρείου ἀναιρεθέντος ἐν τῷ δειπνεῖν. ὅτε μὲν οὖν ἐν Ἰλιάδι ἐξῆλθεν εἰς μάχην ἐμπρέπων τοῖς ἥρωσι, ταύρῳ αὐτὸν εἴκασεν ἀγέλης ἐξάρχοντι. νῦν δὲ, βοῒ αὐτὸν ὡμοίωσεν, ᾧ μὴ θαῤῥῶν τις συμμίξαι, δείπνῳ δολώσας ἐπικεκυφότα τῇ φάτνῃ ἀνέλη. (ῃερς. 536.) Τὸ δὲ οἵ οἱ ἕποντο, ἀσφαλῶς πρόσκειται. οὐ γὰρ πάντες ἔπεσον οἱ τῷ βασιλεῖ συμπλέοντες, ἀλλ' οἱ συνεφεπόμενοι αὐτῷ εἰς τὴν δαῖτα. ἀνδρείως μέντοι ἔπεσον ὅτι μάλιστα. ἄοπλοι γὰρ ὄντες ὡς εἰκὸς καὶ οὐδὲ νήφοντες, ὅμως συγκατέῤῥιψαν πάντας τοὺς τοῦ Αἰγίσθου ὑφ' ὧν ἔπιπτον. (ῃερς. 538.) Ὅτι πένθους παραστατικὸν τὸ, αὐτὰρ ἔμοιγε κατεκλάσθη φίλον ἦτορ. κλαῖον δὲ καθήμενος. οὐδέ νυ μοι κῆρ ἤθελ' ἔτι ζώειν καὶ ὁρᾶν φάος ἠελίοιο. αὐτὰρ ἐπεὶ κλαίων τε κυλινδόμενός τε κορέσθην, ἐγένετο τό δέ τι. (ῃερς. 543.) Παραμυθητικὸν δὲ τὸ, μηκέτι πολὺν χρόνον ἀσκελὲς οὕτω κλαῖε, ἐπεὶ οὐκ ἄνυσίν τινα δήομεν, ἀλλὰ τάχιστα πείρα ποιεῖν τάδε. (ῃερς. 545.) Καὶ ὅρα τὸ πείρα ἐνεργητικῶς λεχθὲν κοινότερον. Ἀττικὸς γὰρ ἀνὴρ, πειρῶ ἂν εἴπῃ. οὕτω κοινὸν καὶ τὸ πειρᾶν ἀντὶ τοῦ Ἀττικοῦ τοῦ πειρᾶσθαι. οἷον. πειρᾶν δ' ὥς κεν Τρῶες Ἀχαιοὺς βλάψειαν. ἄλλως μέντοι Ἀττικῶςεὕρηται πειρᾶν ἐνεργητικῶς, τὸ πειράζειν ἐρωτικῶς γυναῖκα, ὡς δηλοῖ καὶ ὁ κωμικὸς ἐν τῷ, πειρᾷ μὲν οὖν ἴσως σε καὶ τῶν τιτθίων ἐφάπτεται. (ῃερς. 538.) Ὅρα δὲ τὸ, κατεκλάσθη φίλον ἦτορ, μετενεχθὲν ἀπὸ ξύλου ἤ τινος τοιούτου ἃ κατακλώμενα στέρονται τοῦ ἀτενῶς ἔχειν. ὡς καὶ ἐνταῦθα ἡ τοῦ κλαίοντος ψυχὴ, οὐκ ἔχει σταθερῶς, ἀλλ' οἱονεὶ κατακλᾶται. ὃ δὴ καὶ ἐτυμολογίαν παραλαλεῖ τοῦ κλαίειν, ἐγγὺς αὐτίκα κειμένου. ἐκ τοῦ κλῶ γὰρ, τὸ κλαίω. κατὰ τὸ, ῥῶ ῥαίω ἀφ' οὗ ὁ ῥαιστήρ. (ῃερς. 543.) Τὸ δὲ ἀσκελὲς τί σημαίνει, ἐδηλώθη ἐν τῇ ˉα ῥαψῳδίᾳ. (ῃερς. 544.) Φιλικὸν δὲ τὸ δήομεν, ὡς κοινοποιουμένης τῆς συμφορᾶς. (ῃερς. 541.) Σημείωσαι δ' ἐν τούτοις ὅπως κλαίοντος καὶ κυλινδομένου τοῦ Μενελάου ἕως ἐκορέσθη, παρέμενεν ὁ Πρωτεὺς, καίτοι ἐνὸν ὂν ὑποχωρῆσαι. ποιεῖ δὲ τοῦτο, οἷα καθάπαξ φιλίαν θέμενος. καὶ ἀνθρωπίνως εἴξας φιλικῇ ἐπιθυμίᾳ καὶ δοὺς καιρὸν ἀποκλαῦσαι τὸν ἀδελφόν. οὕτω δὲ καὶ ἡ θυγάτηρ Εἰδοθέα θερμὴ τὰ εἰς φιλίαν. ἔφθη γὰρ καὶ αὐτὴ ὡς καὶ προεῤῥέθη, ἀναμένουσα τοὺς ἀμφὶ τὸν Μενέλαον ὅτε τὰ τῶν φωκῶν ἤνεγκε δέρματα. Οὐκ ἄδηλον δὲ ὅτι τὸ ἀσκελὲς ὥς περ καὶ τὸ σκέλος, ἐκ τοῦ σκέλλω γίνεται. ἀφ' οὗ τὸ σκελίζω παράγωγον. συγκοπὲν δὲ ἐκεῖνο, γίνεται σηλῶ ἐξ οὗ τὸ κατεσκληκέναι. τοῦ δὲ σκλῶ παράγωγον, σκλαίνω. ὅθεν παρὰ Ἀλκίφρονι τὸ, κατασκλῆναι κινδυνεύω λιμῷ. (ῃερς. 546.) Ὅτι πρὸς ἔνδειξιν τοῦ ἐγγὺς ἥκειν ἀληθείας τῆς ἐπὶ τῷ μέλλοντι οὐ μὴν εἰς αὐτὴν ἄντικρυς ἀλήθειαν ἀεὶ τοὺς μαντικοὺς, λέγει πρὸς τὸν Μενέλαον ὁ Ὁμηρικὸς Πρωτεὺς περὶ Αἰγίσθου τὸ, ἢ γάρ μιν ζωόν γε κιχήσεαι ἤ κεν Ὀρέστης κτεῖνεν ὑποφθάμενος. (ῃερς. 547.) Σὺ δέ κεν τάφου ἀντιβολήσαις. ἤγουν τύχοις τοῦ ἐπὶ τῷ νεκρῷ περιδείπνου ὡς καὶ προϊστόρηται. ἦν δὲ ἂν ἀκριβοῦς ἐπιστήμης, ἕν τι εἰπεῖν ὡρισμένως ἐκ τῶν δύο, καὶ μὴ ἀορίστως ἢ τόδε ἢ τόδε. αἴτιον δὲ τοῦ μαντικοῦ τούτου ἐνδοιασμοῦ, τὸ παραβραχὺ ζῶντα ἂν εὑρεθῆναι τὸν Αἴγισθον. (ῃερς. 548.) Ὅτι παραμυθίαν ἐπὶ λύπῃ φράζει τὸ, αὐτὰρ ἐμοὶ κραδίη καὶ θυμὸς, αὖτις ἐνὶ στήθεσσι καὶ ἀχνυμένῳ περ, ἰάνθη. Καὶ ὅρα ὡς νῦν μὲν, ἰαίνεται καρδία. ὅτε δὲ ἄλλως πάσχει, τότε τὸ καρδιώττειν ἐπ' αὐτῆς λέγεται. ὅπερ δηλοῖ κατὰ Αἴλιον Διονύσιον τὸ ναυτιᾶν καὶ ἀλγεῖν τὴν καρδίαν. (ῃερς. 551.) Ὅτι εἰ καὶ τὸ ἐξονομάζειν ἀδηλίαν ἔχει σημασίας, οὐ γὰρ ἐξανάγκης δηλοῖ τὸ ἐξ ὀνόματος καλεῖν ὡς καὶ τῷ Πορφυρίῳ δοκεῖ, ἀλλ' οὖν τὸ ὀνομάζειν, ἐνταῦθα φανερῶς τὸ ἐξ ὀνόματός τινα δηλοῦν σημαίνει. Μενελάου γοῦν εἰπόντος ὡς τούτους μὲν δὴ οἶδα, σὺ δὲ τρίτον ἄνδρ' ὀνόμαζε, ὅς τις ἔτι ζῇ ὡς προδεδήλωται, φησὶν ὁ ἐρωτηθεὶς Πρωτεύς. υἱὸς Λαέρτεω καὶ τὰ ἑξῆς. ὡς εἶναι ταυτὸν ἐνταῦθα τὸ ὀνομάζειν, τῷ ἀλλαχοῦ ὀνομαίνειν. οὕτω καὶ πρὸ τούτων ἐξονομακλήδην Ἑλένη ὠνόμαζεν, ἤγουν ἐξ ὀνόματος ἐκάλει τοὺς τῶν Ἀργείων ἀρίστους. Ὅρα δ' ἐν τούτοις, καὶ ὡς Νέστωρ μὲν, φθάσας ἀμφέβαλεν ἐνδοιαστικῶς. εἰπὼν, τίς δ' οἶδε καὶ τὰ ἑξῆς περὶ Ὀδυσσέως. ἐκ δὲ τοῦ Μηνελάου σαφέστερόν τι μανθάνει ὁ Τηλέμαχος. (ῃερς. 557.) Ἐνταῦθα δέ τινες, ἐκτοπισμὸν σημειοῦνται τῆς κατὰ τὴν Καλυψὼ νήσου. διότι γάρ φασι Μενέλαος ἀκούσας τοῦ Φαρίου Πρωτέως ἐπαγαγόντος ὅτι τὸν Ὀδυσσέα ἴδον ἐν νήσῳ θαλερὸν κατὰ δάκρυ χέοντα νύμφης ἐν μεγάροισι Καλυψοῦς, καὶ ὅτι αὐτὸν ἐκείνη ἀνάγκη ἴσχει ὅ δ' οὐ δύναται νοστῆσαι, οὐ γάρ οἱ πάρα νῆες ἐπήρετμοι καὶ ἑταῖροι καὶ τὰ ἑξῆς, οὐ μεθώδευσεν ἀναπληρῶσαι τῷ φιλουμένῳ τὸ λεῖπον, ἢ αὐτὸς πλεύσας ἢ πέμψας ναῦν περισωσομένην τὸν φίλον ὃν ἔφη ἐθέλειν μετοικίσειν ἐξ Ἰθάκης εἰς ἑαυτόν. ἢ, δῆλον ὅτι ἐκτετόπισται ἡ νῆσος. εἰ δὲ τὴν οὕτως ἔκτοπον νῆσον εἶδεν ὁ Πρωτεὺς δίχα νηὸς, οὐκ ἄνθρωπος ἄρα θνητός ἐστιν εἰπεῖν μυθικῶς. (ῃερς. 551.) Ἰστέον δὲ ὅτι μετὰ τὸ, σὺ δὲ τρίτον ἄνδρ' ὀνόμαζε καὶ τὸ, ὅς τις ἔτι ζωὸς κατερύκεται εὐρέϊ πόντῳ ὅπερ πρὸ ὀλίγων ὁ Πρωτεὺς ἔφη, ἐπάγει ὁ Μενέλαος, ἠὲ θανών. καὶ δοκεῖ ἐκ περισσοῦ εἰπεῖν τοῦτο ἀφελῶς, οἷα συγχεθεὶς ὑπὸ λύπης. ὁ γὰρ Πρωτεὺς, οὐκ εἶπεν οὕτως, ἀλλὰ μόνον ὅτι ζωὸς κατερύκεται. εἰ μή τι ἄρα τοῦτο ἔφη, πρὸς τὸ κατερύκεται εὐρέϊ πόντῳ. ὡς τοῦ κατερυκομένου ἐν θαλάσσῃ, μὴ ζῶντος ἀλλὰ θανόντος. καὶ εἰ τοῦτο ἀληθὲς, σημείωσαι ὡς ἡ ὁμωνυμία αἰτία τοῦ οὕτως εἰπεῖν. Πρωτεὺς μὲν γὰρ, ἐπὶ κωλύσεως ἁπλῶς ἔφη τὸ, κατερύκεται πόντῳ. ἴσως δὲ, καὶ διὰ τοῦ περιέχοντος πόντου, τὴν περιεχομένην νῆσον τῆς Καλυψοῦς ἐδήλωσε. Μενέλαος δὲ, ἁπλοϊκῶς ἐπὶ τοῦ ἐνειλῆφθαι θαλάσσῃ τὸν Ὀδυσσέα, ἐνόησε τὸ λεχθέν. Ἰστέον δὲ καὶ ὅτι τὸ, ἄνδρ' ὀνόμαζε ὃς ἔτι ζωός που κατερύκεται ἠὲ θανὼν, ἐθέλω δὲ καὶ ἀχνύμενός περ ἀκοῦσαι, οἰκεῖον ἐπὶ ἀνδρὸς λεχθῆναι δυσελπιστουμένου τοῖς ἑαυτοῦ εἰ ἐπανέλθῃ. (ῃερς. 559.) Ἐπήρετμοι δὲ, ἐν μὲν τῇ ˉβ ῥαψῳδίᾳ, ἑταῖροι ἐπ' αὐτοῖς ὄντες ὡς ἐῤῥέθη τοῖς ἐρετμοῖς. ἐνταῦθα δὲ, νῆες ἐπήρετμοι αἷς εἰσὶν ἐρετμοί. ἴσως δέ τις καὶ ἐνταῦθα τολμήσει ψυχρότερον συμβιβάσαι τὸ ἐπήρετμοι, πρὸς τὸ ἑταῖροι. συντάξας ἀναστρόφως ἐπήρετμοι καὶ ἑταῖροι. ὅ ἐστιν, καὶ ἑταῖροι ἐπήρετμοι. ὅμοιον τῷ, διοτρεφὲς ὦ Μενέλαε. καὶ τοῖς τοιούτοις. δῆλον δὲ ὅτι τοῦ ἐρέσσειν αἱ παραγωγαὶ, ποτὲ μὲν, φυλάττουσι τὴν τοῦ ῥήματος ἄρχουσαν, ὡς ἐν τῷ ἐρέτης καὶ ἐρετμός. ποτὲ δὲ, καὶ τὸ ἰῶτα προσλαμβάνουσιν, ὡς ἐν τῷ εἰρεσίᾳ. ἔστι δὲ ὅτε καὶ εἰς ˉη ἢ εἰς ˉο ἐκείνην μεταβάλλουσιν. εἰς ˉο μὲν, ἐν τῷ ἐεικόσορος καὶ τοῖς ὁμοίοις. εἰς ˉη δὲ, ἐν τῷ ὑπηρεσία. καὶ ἐπήρετμος. καὶ διήρης. καὶ τοῖς τοιούτοις. ἐν οἷς καὶ εὐῆρες κυρίως μὲν, πλοῖον καὶ ἐρετμός. τροπικῶς δὲ, καὶ τὸ ἁπλῶς εὐάγωγον. (ῃερς. 560.) Ὅτι φθάσας εἰπεῖν ὁ ποιητὴς θεοὶ πομπῆες, καὶ ἀλλαχοῦ τοῖός τοι ἐγὼ πομπὸς, ἐνταῦθα τὸ ῥῆμα τῶν τοιούτων ὀνομάτων λέγει ἐν τῷ, ἑταῖροι πέμποιεν ἐπ' εὐρέα νῶτα θαλάσσης. ἐκ δὲ τοῦ τοιούτου πέμπειν, καὶ πομπίλος ἰχθὺς, ὡς καὶ Ὀππιανὸς ἐτυμολογεῖ. (ῃερς. 561.) Ὅτι τὴν μὲν ἄνοδον Ἑλένης τῆς εἰς τὸν σεληναῖοντόπον, οἱ

Intertext edge

Open linked passage

Note