Commentarii ad Homeri Odysseam i
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-thessalonicensis-pg-135-136" aria-label="More works by Eustathius Thessalonicensis PG 135">
—
⋯
Original / primary: Pg Scrape Grc
500.1.1
) Ὅρα δὲ ὅτι τὲ κοσμεῖ παρίσοις τὸ διήγημα, τῷ, ἐπέλασεν, ἐξεσάωσεν. ἔτι δὲ τῷ, γυρῇσι πέτρῃσι μεγάλῃσι. καὶ ὅτι τὰς γυρὰς ταύτας, καὶ γυρέην πέτρην ἔφη ἑνικῶς. ὁμοίως τῷ, Μάλειαν καὶ Μαλείας. καὶ τῷ Κρήτη τις νῆσος ἐστί. καὶ Κρητάων γένος εὔχομαι εἶναι. καὶ ἑτέροις τοιούτοις. ἐν οἷς καὶ τὸ, ἂψ ἀπ' Ἀθηνάων. καὶ, Ἀθήνην εὐρυάγυιαν. δῆλον δὲ ὡς ἐκ τοῦ γυρῆ, παράγωγον ἡ γυραία. ὡς ἀρχὴ ἀρχαία. ἀνάγκη ἀναγκαία. σελήνη σεληναία. πέτραι δέ φασι περὶ Μύκονον εἰσὶν αἱ γυραί. Νῆσος δὲ κυκλὰς ἡ Μύκονος. εἰκὸς δὲ καὶ στρογγύλην εἶναι τὴν πέτραν καὶ οὕτω κεκλῆσθαι γυρήν. (ῃερς. 502.) Τὸ δὲ καὶ ἐχθόμενός περ Ἀθήνῃ, ἐμμαρτύρως ἔχει. οὔτε γὰρ Ἀθηνᾶ ἐάσει ἀπολωλέναι τὸν Ὀδυσσέα εἰ καὶ Ποσειδῶν αὐτῷ κεχόλωται, οὐδ' ἂν ὁ Ποσειδῶν ἀφῆκε κινδυνεῦσαι τὸν Λοκρὸν εἰ καὶ ὀργὴν εἶχεν αὐτῷ ἡ Ἀθηνᾶ. νῦν δὲ εἰπὼν, ἀέκητι θεῶν φυγεῖν, καὶ λυπήσας οὕτως ἐν τῷ κοινῷ καὶ τὸν περισωσάμενον Ποσειδῶνα, ἐξόλωλεν. (ῃερς. 501.) Ἔστι δὲ τὸ, ἐξεσάωσε θαλάσσης τὸν Λοκρὸν ὁ Ποσειδῶν, οὐδὲν ἄλλο ἢ ὅτι κύμασιν ἠρεμαίοις φερόμενος καὶ προσπελάσας ἐκεῖνος ταῖς πέτραις καὶ ἀναβὰς, περιεποιήθη. ἀπώλεια δὲ αὖθις αὑτοῦ ὑπὸ τοῦ Ποσειδῶνος, τὸ προσραγῆναι βαρὺ κῦμα τῇ πέτρᾳ καὶ θρύψαι τι μέρος αὐτῆς δυστυχῶς τῷ Αἴαντι. οὗ ἐμπεσόντος τῷ πόντῳ, συγκατέδυ καὶ ὁ Λοκρός. (ῃερς. 503.) Τὸ δὲ ἔκβαλε, πάνυ ἀστείως ἐῤῥέθη. οὐ γὰρ εἶπεν ἀλλ' ἐξέβαλεν ἔπος ὑπερφίαλον, ὅ ἔστιν ἐξέῤῥιψε. καὶ δοκεῖ ὅμοιον εἶναι τοῦτο πρὸς τὸ ἐκφεύγειν ἔπος ἕρκος ὀδόντων. Τὸ δὲ μέγ' ἀάσθη, σκληρὸν μὲν λόγῳ πεζῷ, χρηστὸν δὲ εἰς ποίησιν. διὸ καὶ δὶς ἐνταῦθα ἐῤῥέθη. δύναται δὲ καὶ ἄσθη δισυλλάβως εἶναι διὰ τὸ, ἆσέ με δαίμονος αἶσα. καὶ ἀάσθη τρισυλλάβως διὰ τὸ, ἄτη ἣ πάντας ἀᾶται. (ῃερς. 505.) Τὸ δὲ μεγάλα αὐδῆσαι τουτέστιν ὑπερηφανεύσασθαι, πεποίηκε μὲν τὴν παρὰ τοῖς ὕστερον μεγαλοῤῥημοσύνην. ταυτὸν δέ ἐστι τῷ, ὑπερφίαλον ἔπος ἐκβαλεῖν. πλὴν ὅσον, σφοδρὸν μὲν τὸ ὑπερφίαλον, λεῖον δὲ καὶ σεμνὸν τὸ μέγα. (ῃερς. 512.) Τὸ δὲ τρύφος, ἐπὶ ἄρτου μὲν λέγεται, δύναται δὲ καὶ ἐπὶ ἄλλων, ὡς δηλοῖ τὸ, τριχθὰ καὶ τετραχθὰ διατρυφὲν, ἔκπεσε χειρός. τὸ γὰρ διατρυφὲν, τρύφος ἂν εἴη. Ὅτι ἐκ παραλλήλου ταυτοδύναμοι καὶ ἐνταῦθα κεῖνται λέξεις τὸ ἐκφυγεῖν καὶ τὸ ὑπαλύξαι. φησὶ γάρ. σὸς δέ που ἔκφυγε κῆρας ἀδελφεὸς ἠδ' ὑπάλυξεν. (ῃερς. 513.) Ὅτι ἐπισυνείρων τῷ τοῦ Λοκροῦ διηγήματι τὸ κατὰ τὸν Ἀγαμέμνονα, φησὶν ὡς ἐν νηυσὶ μὲν, οὐδὲν ἔπαθε κακὸν, σάωσε δὲ πότνια Ἥρη. τουτέστιν ἀλληγορικῶς, ὁ ἀὴρ εὔκρατον πνέων. (ῃερς. 519 σθθ.) ἀλλ' ὅτε δὴ ἔμελλε Μαλειάων ὄρος αἰπὺ ἵξεσθαι, τότε δή μιν ἀναρπάξασα θύελλα, πόντον ἐπ' ἰχθυόεντα φέρεν βαρέα στενάχοντα, ἀγροῦ ἐπ' ἐσχατιήν. ὅθι δώματα ναῖε Θυέστης τοπρίν. τότε δὲ, Αἴγισθος. ἀλλ' ὅτε δὴ καὶ κεῖθεν ἐφαίνετο νόστος ἀπήμων, ἂψ δὲ θεοὶ οὖρον τρέψαν καὶ οἴκαδ' ἵκοντο. αὐτὸς μὲν, χαίρων ἐπεβήσετο πατρίδος αἴης. καὶ κύνει ἁπτόμενος ἣν πατρίδα. πολλά δ' ἀπ' αὐτοῦ δάκρυα θερμὰ χέοντο, ἐπεὶ ἀσπασίως ἴδε γαῖαν· οὗτοι δὲ οἱ τρεῖς στίχοι, ἐπὶ παντὸς ἁρμόττουσιν ὃς χρόνιος παλιννοστήσει ποθὲν μετὰ κινδύνους συχνούς. (ῃερς. 524.) Εἶτα διασαφῶν ὁ ποιητὴς καὶ ὅπως δολόμητις ἦν ὁ Αἴγιστος, ἱστορεῖ ὅτι τὸν βασιλέα ἀπὸ σκοπιῆς εἶδε σκοπὸς, ὃν καθεῖσεν Αἴγισθος δολόμητις ἄγων. ὑπὸ δ' ἔσχετο μισθὸν, χρυσοῦ δοιὰ τάλαντα. (ῃερς. 527.) φύλασσε δὲ εἰς ἐνιαυτὸν, μή ἑ λάθοι παριὼν, μνήσαιτο δὲ θούριδος ἀλκῆς. ἤγουν ἀντικατασταίη ἀνδρικῶς τῷ σὺν γυναιξὶ ποιουμένῳ κατὰ τὴν τραγῳδίαν τὰς μάχας, Αἰγίσθῳ. ἰδὼν δὲ τὸν βασιλέα ὡς ἐῤῥέθη ὁ σκοπὸς, ἔβη ἀγγελέων πρὸς δώματα ποιμένι λαῶν. αὐτίκα δ' Αἴγισθος δολίην ἐφράσατο τέχνην. κρινάμενος κατὰ δῆμον ἐείκοσι φῶτας ἀρίστους, εἶσε λόχον. ἑτέρωθι δ' ἀνώγει δαῖτα πένεσθαι. αὐτὰρ ὃ, βῆ καλέων Ἀγαμέμνονα ποιμένα λαῶν, ἵπποισι καὶ ὄχεσφιν. ἀεικέα μερμηρίζων. τόν δ' οὐκ εἰδότ' ὄλεθρον, ἀνήγαγε. καὶ κατέπεφνε δειπνίσσας, ὥς τίς τε κατέπεφνε βοῦν ἐπὶ φάτνῃ. (ῃερς. 536.) Εἶτα ἐμφαίνων ὡς εἴπερ ἐμνήσθη θούριδος ἀλκῆς ὁ βασιλεὺς οὐκ ἂν ἀπώλετο, ἐπάγει. οὐδέ τις Ἀτρείδεω ἑτάρων λίπετο οἵ οἱ ἕποντο, οὐδέ τις Αἰγίσθου, ἀλλ' ἔκταθεν ἐν μεγάροισιν. εἰ δὲ τοιοῦτοι καὶ μετὰ δόλον οἱ περὶ τὸν βασιλέα, τίνες ἂν ἐγένοντο εἰ καὶ προῄσθοντο; Καὶ ὅρα ὅτι σαφέστερον τῶν φθασάντων ἔφρασε διὰ τοῦ Πρωτέως, τὰ κατὰ τὸν Ἀγαμέμνονα ὁ ποιητής. ὁ μέντοι τοῖς ἑξῆς, ἄλλως τὴν τοιαύτην ἱστορίαν μεταχειρίσεται κατά τε οἴκτου πάθος καὶ ποικιλίαν οἷος αὐτὸς καὶ τὰ τοιαῦτα δεινὸς. (ῃερς. 515.) Ὅρα δὲ τὸ, ἀναρπάξασαθύελλα. ὅμοιόν τι ὂν τῷ, Ἅρπυιαι ἀνηρείψαντο. (ῃερς. 516.) Τὸ δὲ ἔφερεν ἐπὶ πόντον, νῦν μὲν, ἐπὶ θυέλλης εἶπε. πρὸ βραχέων δὲ, ἐπὶ Ποσειδῶνος, ἐν τῷ, τόν δ' ἐφόρει κατὰ πόντον. ταυτὸν γὰρ ἐν τούτοις τὸ φέρειν καὶ τὸ φορεῖν. (ῃερς. 517.) ὁ δὲ ῥηθεὶς ἀγρὸς, φασὶν οἱ παλαιοὶ ὅτι κατὰ τὸν ἱστορικὸν Ἄνδρωνα, ὑφίσταται περὶ Κύθηρα εἶναι, ὅπου φασὶν ἡ τοῦ Θυέστου οἴκησις. (ῃερς. 517.) Τὸ δὲ ἐφαίνετο νόστος ἀπήμων, ἑρμηνεύει ὁ ποιητὴς διὰ στίχου ἀκεραίου, τὸ μὲν νόστος, διὰ τοῦ καὶ οἴκαδ' ἵκοντο. (ῃερς. 5.) Τὸ δὲ ἀπήμων, διὰ τοῦ, ἂψ δὲ θεοὶ οὖρον τρέψαν ἢ στρέψαν, ἀντὶ τοῦ μετήλλαξαν ἀπὸ θυέλλης εἰς πνεῦμα εὐδιεινόν. ἄλλως γὰρ, ὁ τοῦ Ἀγαμέμνονος νόστος οὐκ ἦν ἀπήμων. (ῃερς. 521.) Τὸ δὲ πατρίδος αἴης διαλύσας ὁ ποιητὴς εὐθὺς ἰδίᾳ καὶ ἰδίᾳ εἰς ὀνόματα δύο, ἐπάγει. ἣν πατρίδα. (ῃερς. 522.) Καὶ ἀσπασίως ἴδε γαῖαν. Ἔνθα καὶ ὅρα ὅτι πατρίδα, τὴν χώραν ἔφη. τῆς γὰρ πατρίδος Μυκήνης πόλεως οὐκ ἔφθη ἐπιβῆναι ὁ βασιλεύς. διὸ καὶ ἐν τῷ νόστῳ λέγεται ἀπολέσθαι, ὡς μὴ τῆς κυρίως πατρίδος ἐπιβάς. Τὸ δὲ κύνει, ἀντὶ τοῦ ἐφίλει, ἢ προσεκύνει. κατὰ ἦθος ἀφελές. ὡς εἰ καί τις ἐξ ἀποδημίας ἐλθὼν, κυνεῖ τοὺς τεκόντας. δῆλον δὲ ὡς ἐκ τοῦ κύω τὸ φιλῶ οὗ χρῆσις
500.2.1
Ὁμήρῳ ἐν τοῖς μετὰ ταῦτα ὅθεν καὶ ὁ κύων, γίνεται τὸ κυνῶ. ἔστι δὲ σημειῶδες. δέον γὰρ ὂν βαρύνεσθαι κατὰ τὸ δύω δύνω, θύω θύνω τὰ βραχυπαράληκτα, τὸ δὲ περιεσπάσθη κατὰ τὸ ἵκω ἱκνῶ, οἴχω οἰχνῶ, τὰ μακροπαράληκτα. ἤδη δὲ, καὶ κατὰ τὸ κίω κινῶ. (ῃερς. 524.) Τὸ δὲ ἀπὸ σκοπιῆς εἶδε σκοπὸς, ἐτυμολογικῶς ἐῤῥέθη. πλεονάζει δὲ τὸ ˉι ἐν τῇ σκοπιᾷ, καθὰ καὶ ἐν τῇ ὁρμιᾷ καὶ ἀχυρμιᾷ. (ῃερς. 531.) Τὸ δὲ καθεῖσεν, ὡς ἐκ τροχαϊκοῦ ῥήματος προπερισπᾶται. ὡς γὰρ εὗδε καθεῦδεν, οὕτω τὸ καθεῖσεν ἐκ τοῦ εἷσεν. ὡς τὸ, εἷσε λόχον. αὐτὸ δὲ, ἐκ τοῦ ἕω τὸ κάθημαι. ὃ καιριώτατα σύγκειται τῷ λόχῳ, γινομένῳ ἐκ τοῦ λέγεσθαι ὃ δηλοῖ τὸ καθῆσθαι καὶ κεῖσθαι. διὸ καὶ ὁ λόχος, ἐνέδρα ἑρμηνεύεται διὰ τὴν τοῦ λόχου πρὸς τὰ τοιαῦτα συγγένειαν. (ῃερς. 525.) Τὸ δὲ Αἴγισθος ἄγων, ἀντὶ τοῦ, ὑπάγων καὶ ὑποκλίνων οἷς ἐκέλευε. καὶ ἔστιν ἑτεροῖον τοῦ, τὸν ἀοιδὸν ἄγων ἐς νῆσον ἐρήμην. ἐκεῖνος γὰρ, βιαίως ἄγεται. (ῃερς. 528.) Ὅρα δὲ καὶ ὅτι ποιμένα λαῶν ἐν τοῖς ῥηθεῖσιν, οὐ μόνον τὸν Ἀγαμέμνονα εἶπεν, ἀλλὰ καὶ τὸν Αἴγισθον. εὐφήμως τοῦτον οὕτω προσειπών. τὸν ἐπίῤῥητον, καὶ οὐ ποιμένα λαῶν. ἢ δὲ λύκον ἢ τύραννον. εἰ μὴ ἄρα φονεύσας τὸν Ἀγαμέμνονα, εἶτα ἐσχηματίζετο πρᾷος εἶναι. Εἰς δὲ τὴν δαῖτα ἣν ὁ Αἴγισθος πένεται ὅ ἐστιν ἐνεργεῖ ἐλλοχῶν τῷ Ἀγαμέμνονι, ἔστιν εἰπεῖν ὡς καὶ τοῦτο λεχθείη ἂν Ἀγαμεμνόνειος δαὶς ἢ τράπεζα παροιμιακῶς, ἐπὶ τῶν ἐπ' ὀλέθρῳ εὐωχουμένων, ἄλλον τρόπον τοῦτο ἤπερ ὁ Σοφοκλῆς ἱστορεῖ. ἐκεῖνος γὰρ, Ἀγαμεμνόνειον δαῖτα λέγει, τὴν κατ' ἔτος γινομένην ὅτε τὸν Ἀγαμέμνονα ἔῤῥιψαν οἱ ἀνελόντες αὐτόν. (ῃερς. 534.) Τὸ δὲ ἀνήγαγε, περισσὴν ἔχει τὴν πρόθεσιν. ἀρκεῖ γὰρ εἰπεῖν, εἰς ὄλεθρον ἤγαγε. τὸ δὲ εἰπεῖν ὡς ἐφ' ὑψηλόν τινα τόπον ἀναγαγὼν ἐφόνευσεν, ἀμάρτυρόν ἐστι. (ῃερς. 535.) Τὸ δὲ δειπνίσας, ἴσως γενικῶς ἐῤῥέθη ἀντὶ τοῦ, δαίσας. ὡς καὶ δειπνολόχη γυνὴ λέγεται, ἡ ἁπλῶς ἐνεδρεύουσα τοῖς βρώμασι. (ῃερς. 536.) Τὸ δὲ κατέπεφνεν ὡς βοῦν ἐπὶ φάτνῃ, οὐκ ἐπὶ σκώμματι ἀλλὰ πάνυ σεμνῶς ἐῤῥέθη. καὶ οὐκ ἦν σεμνοτέρᾳ χρήσασθαι παραβολῇ ἐπὶ βασιλέως οὕτως ἀνδρείου ἀναιρεθέντος ἐν τῷ δειπνεῖν. ὅτε μὲν οὖν ἐν Ἰλιάδι ἐξῆλθεν εἰς μάχην ἐμπρέπων τοῖς ἥρωσι, ταύρῳ αὐτὸν εἴκασεν ἀγέλης ἐξάρχοντι. νῦν δὲ, βοῒ αὐτὸν ὡμοίωσεν, ᾧ μὴ θαῤῥῶν τις συμμίξαι, δείπνῳ δολώσας ἐπικεκυφότα τῇ φάτνῃ ἀνέλη. (ῃερς. 536.) Τὸ δὲ οἵ οἱ ἕποντο, ἀσφαλῶς πρόσκειται. οὐ γὰρ πάντες ἔπεσον οἱ τῷ βασιλεῖ συμπλέοντες, ἀλλ' οἱ συνεφεπόμενοι αὐτῷ εἰς τὴν δαῖτα. ἀνδρείως μέντοι ἔπεσον ὅτι μάλιστα. ἄοπλοι γὰρ ὄντες ὡς εἰκὸς καὶ οὐδὲ νήφοντες, ὅμως συγκατέῤῥιψαν πάντας τοὺς τοῦ Αἰγίσθου ὑφ' ὧν ἔπιπτον. (ῃερς. 538.) Ὅτι πένθους παραστατικὸν τὸ, αὐτὰρ ἔμοιγε κατεκλάσθη φίλον ἦτορ. κλαῖον δὲ καθήμενος. οὐδέ νυ μοι κῆρ ἤθελ' ἔτι ζώειν καὶ ὁρᾶν φάος ἠελίοιο. αὐτὰρ ἐπεὶ κλαίων τε κυλινδόμενός τε κορέσθην, ἐγένετο τό δέ τι. (ῃερς. 543.) Παραμυθητικὸν δὲ τὸ, μηκέτι πολὺν χρόνον ἀσκελὲς οὕτω κλαῖε, ἐπεὶ οὐκ ἄνυσίν τινα δήομεν, ἀλλὰ τάχιστα πείρα ποιεῖν τάδε. (ῃερς. 545.) Καὶ ὅρα τὸ πείρα ἐνεργητικῶς λεχθὲν κοινότερον. Ἀττικὸς γὰρ ἀνὴρ, πειρῶ ἂν εἴπῃ. οὕτω κοινὸν καὶ τὸ πειρᾶν ἀντὶ τοῦ Ἀττικοῦ τοῦ πειρᾶσθαι. οἷον. πειρᾶν δ' ὥς κεν Τρῶες Ἀχαιοὺς βλάψειαν. ἄλλως μέντοι Ἀττικῶςεὕρηται πειρᾶν ἐνεργητικῶς, τὸ πειράζειν ἐρωτικῶς γυναῖκα, ὡς δηλοῖ καὶ ὁ κωμικὸς ἐν τῷ, πειρᾷ μὲν οὖν ἴσως σε καὶ τῶν τιτθίων ἐφάπτεται. (ῃερς. 538.) Ὅρα δὲ τὸ, κατεκλάσθη φίλον ἦτορ, μετενεχθὲν ἀπὸ ξύλου ἤ τινος τοιούτου ἃ κατακλώμενα στέρονται τοῦ ἀτενῶς ἔχειν. ὡς καὶ ἐνταῦθα ἡ τοῦ κλαίοντος ψυχὴ, οὐκ ἔχει σταθερῶς, ἀλλ' οἱονεὶ κατακλᾶται. ὃ δὴ καὶ ἐτυμολογίαν παραλαλεῖ τοῦ κλαίειν, ἐγγὺς αὐτίκα κειμένου. ἐκ τοῦ κλῶ γὰρ, τὸ κλαίω. κατὰ τὸ, ῥῶ ῥαίω ἀφ' οὗ ὁ ῥαιστήρ. (ῃερς. 543.) Τὸ δὲ ἀσκελὲς τί σημαίνει, ἐδηλώθη ἐν τῇ ˉα ῥαψῳδίᾳ. (ῃερς. 544.) Φιλικὸν δὲ τὸ δήομεν, ὡς κοινοποιουμένης τῆς συμφορᾶς. (ῃερς. 541.) Σημείωσαι δ' ἐν τούτοις ὅπως κλαίοντος καὶ κυλινδομένου τοῦ Μενελάου ἕως ἐκορέσθη, παρέμενεν ὁ Πρωτεὺς, καίτοι ἐνὸν ὂν ὑποχωρῆσαι. ποιεῖ δὲ τοῦτο, οἷα καθάπαξ φιλίαν θέμενος. καὶ ἀνθρωπίνως εἴξας φιλικῇ ἐπιθυμίᾳ καὶ δοὺς καιρὸν ἀποκλαῦσαι τὸν ἀδελφόν. οὕτω δὲ καὶ ἡ θυγάτηρ Εἰδοθέα θερμὴ τὰ εἰς φιλίαν. ἔφθη γὰρ καὶ αὐτὴ ὡς καὶ προεῤῥέθη, ἀναμένουσα τοὺς ἀμφὶ τὸν Μενέλαον ὅτε τὰ τῶν φωκῶν ἤνεγκε δέρματα. Οὐκ ἄδηλον δὲ ὅτι τὸ ἀσκελὲς ὥς περ καὶ τὸ σκέλος, ἐκ τοῦ σκέλλω γίνεται. ἀφ' οὗ τὸ σκελίζω παράγωγον. συγκοπὲν δὲ ἐκεῖνο, γίνεται σηλῶ ἐξ οὗ τὸ κατεσκληκέναι. τοῦ δὲ σκλῶ παράγωγον, σκλαίνω. ὅθεν παρὰ Ἀλκίφρονι τὸ, κατασκλῆναι κινδυνεύω λιμῷ. (ῃερς. 546.) Ὅτι πρὸς ἔνδειξιν τοῦ ἐγγὺς ἥκειν ἀληθείας τῆς ἐπὶ τῷ μέλλοντι οὐ μὴν εἰς αὐτὴν ἄντικρυς ἀλήθειαν ἀεὶ τοὺς μαντικοὺς, λέγει πρὸς τὸν Μενέλαον ὁ Ὁμηρικὸς Πρωτεὺς περὶ Αἰγίσθου τὸ, ἢ γάρ μιν ζωόν γε κιχήσεαι ἤ κεν Ὀρέστης κτεῖνεν ὑποφθάμενος. (ῃερς. 547.) Σὺ δέ κεν τάφου ἀντιβολήσαις. ἤγουν τύχοις τοῦ ἐπὶ τῷ νεκρῷ περιδείπνου ὡς καὶ προϊστόρηται. ἦν δὲ ἂν ἀκριβοῦς ἐπιστήμης, ἕν τι εἰπεῖν ὡρισμένως ἐκ τῶν δύο, καὶ μὴ ἀορίστως ἢ τόδε ἢ τόδε. αἴτιον δὲ τοῦ μαντικοῦ τούτου ἐνδοιασμοῦ, τὸ παραβραχὺ ζῶντα ἂν εὑρεθῆναι τὸν Αἴγισθον. (ῃερς. 548.) Ὅτι παραμυθίαν ἐπὶ λύπῃ φράζει τὸ, αὐτὰρ ἐμοὶ κραδίη καὶ θυμὸς, αὖτις ἐνὶ στήθεσσι καὶ ἀχνυμένῳ περ, ἰάνθη. Καὶ ὅρα ὡς νῦν μὲν, ἰαίνεται καρδία. ὅτε δὲ ἄλλως πάσχει, τότε τὸ καρδιώττειν ἐπ' αὐτῆς λέγεται. ὅπερ δηλοῖ κατὰ Αἴλιον Διονύσιον τὸ ναυτιᾶν καὶ ἀλγεῖν τὴν καρδίαν. (ῃερς. 551.) Ὅτι εἰ καὶ τὸ ἐξονομάζειν ἀδηλίαν ἔχει σημασίας, οὐ γὰρ ἐξανάγκης δηλοῖ τὸ ἐξ ὀνόματος καλεῖν ὡς καὶ τῷ Πορφυρίῳ δοκεῖ, ἀλλ' οὖν τὸ ὀνομάζειν, ἐνταῦθα φανερῶς τὸ ἐξ ὀνόματός τινα δηλοῦν σημαίνει. Μενελάου γοῦν εἰπόντος ὡς τούτους μὲν δὴ οἶδα, σὺ δὲ τρίτον ἄνδρ' ὀνόμαζε, ὅς τις ἔτι ζῇ ὡς προδεδήλωται, φησὶν ὁ ἐρωτηθεὶς Πρωτεύς. υἱὸς Λαέρτεω καὶ τὰ ἑξῆς. ὡς εἶναι ταυτὸν ἐνταῦθα τὸ ὀνομάζειν, τῷ ἀλλαχοῦ ὀνομαίνειν. οὕτω καὶ πρὸ τούτων ἐξονομακλήδην Ἑλένη ὠνόμαζεν, ἤγουν ἐξ ὀνόματος ἐκάλει τοὺς τῶν Ἀργείων ἀρίστους. Ὅρα δ' ἐν τούτοις, καὶ ὡς Νέστωρ μὲν, φθάσας ἀμφέβαλεν ἐνδοιαστικῶς. εἰπὼν, τίς δ' οἶδε καὶ τὰ ἑξῆς περὶ Ὀδυσσέως. ἐκ δὲ τοῦ Μηνελάου σαφέστερόν τι μανθάνει ὁ Τηλέμαχος. (ῃερς. 557.) Ἐνταῦθα δέ τινες, ἐκτοπισμὸν σημειοῦνται τῆς κατὰ τὴν Καλυψὼ νήσου. διότι γάρ φασι Μενέλαος ἀκούσας τοῦ Φαρίου Πρωτέως ἐπαγαγόντος ὅτι τὸν Ὀδυσσέα ἴδον ἐν νήσῳ θαλερὸν κατὰ δάκρυ χέοντα νύμφης ἐν μεγάροισι Καλυψοῦς, καὶ ὅτι αὐτὸν ἐκείνη ἀνάγκη ἴσχει ὅ δ' οὐ δύναται νοστῆσαι, οὐ γάρ οἱ πάρα νῆες ἐπήρετμοι καὶ ἑταῖροι καὶ τὰ ἑξῆς, οὐ μεθώδευσεν ἀναπληρῶσαι τῷ φιλουμένῳ τὸ λεῖπον, ἢ αὐτὸς πλεύσας ἢ πέμψας ναῦν περισωσομένην τὸν φίλον ὃν ἔφη ἐθέλειν μετοικίσειν ἐξ Ἰθάκης εἰς ἑαυτόν. ἢ, δῆλον ὅτι ἐκτετόπισται ἡ νῆσος. εἰ δὲ τὴν οὕτως ἔκτοπον νῆσον εἶδεν ὁ Πρωτεὺς δίχα νηὸς, οὐκ ἄνθρωπος ἄρα θνητός ἐστιν εἰπεῖν μυθικῶς. (ῃερς. 551.) Ἰστέον δὲ ὅτι μετὰ τὸ, σὺ δὲ τρίτον ἄνδρ' ὀνόμαζε καὶ τὸ, ὅς τις ἔτι ζωὸς κατερύκεται εὐρέϊ πόντῳ ὅπερ πρὸ ὀλίγων ὁ Πρωτεὺς ἔφη, ἐπάγει ὁ Μενέλαος, ἠὲ θανών. καὶ δοκεῖ ἐκ περισσοῦ εἰπεῖν τοῦτο ἀφελῶς, οἷα συγχεθεὶς ὑπὸ λύπης. ὁ γὰρ Πρωτεὺς, οὐκ εἶπεν οὕτως, ἀλλὰ μόνον ὅτι ζωὸς κατερύκεται. εἰ μή τι ἄρα τοῦτο ἔφη, πρὸς τὸ κατερύκεται εὐρέϊ πόντῳ. ὡς τοῦ κατερυκομένου ἐν θαλάσσῃ, μὴ ζῶντος ἀλλὰ θανόντος. καὶ εἰ τοῦτο ἀληθὲς, σημείωσαι ὡς ἡ ὁμωνυμία αἰτία τοῦ οὕτως εἰπεῖν. Πρωτεὺς μὲν γὰρ, ἐπὶ κωλύσεως ἁπλῶς ἔφη τὸ, κατερύκεται πόντῳ. ἴσως δὲ, καὶ διὰ τοῦ περιέχοντος πόντου, τὴν περιεχομένην νῆσον τῆς Καλυψοῦς ἐδήλωσε. Μενέλαος δὲ, ἁπλοϊκῶς ἐπὶ τοῦ ἐνειλῆφθαι θαλάσσῃ τὸν Ὀδυσσέα, ἐνόησε τὸ λεχθέν. Ἰστέον δὲ καὶ ὅτι τὸ, ἄνδρ' ὀνόμαζε ὃς ἔτι ζωός που κατερύκεται ἠὲ θανὼν, ἐθέλω δὲ καὶ ἀχνύμενός περ ἀκοῦσαι, οἰκεῖον ἐπὶ ἀνδρὸς λεχθῆναι δυσελπιστουμένου τοῖς ἑαυτοῦ εἰ ἐπανέλθῃ. (ῃερς. 559.) Ἐπήρετμοι δὲ, ἐν μὲν τῇ ˉβ ῥαψῳδίᾳ, ἑταῖροι ἐπ' αὐτοῖς ὄντες ὡς ἐῤῥέθη τοῖς ἐρετμοῖς. ἐνταῦθα δὲ, νῆες ἐπήρετμοι αἷς εἰσὶν ἐρετμοί. ἴσως δέ τις καὶ ἐνταῦθα τολμήσει ψυχρότερον συμβιβάσαι τὸ ἐπήρετμοι, πρὸς τὸ ἑταῖροι. συντάξας ἀναστρόφως ἐπήρετμοι καὶ ἑταῖροι. ὅ ἐστιν, καὶ ἑταῖροι ἐπήρετμοι. ὅμοιον τῷ, διοτρεφὲς ὦ Μενέλαε. καὶ τοῖς τοιούτοις. δῆλον δὲ ὅτι τοῦ ἐρέσσειν αἱ παραγωγαὶ, ποτὲ μὲν, φυλάττουσι τὴν τοῦ ῥήματος ἄρχουσαν, ὡς ἐν τῷ ἐρέτης καὶ ἐρετμός. ποτὲ δὲ, καὶ τὸ ἰῶτα προσλαμβάνουσιν, ὡς ἐν τῷ εἰρεσίᾳ. ἔστι δὲ ὅτε καὶ εἰς ˉη ἢ εἰς ˉο ἐκείνην μεταβάλλουσιν. εἰς ˉο μὲν, ἐν τῷ ἐεικόσορος καὶ τοῖς ὁμοίοις. εἰς ˉη δὲ, ἐν τῷ ὑπηρεσία. καὶ ἐπήρετμος. καὶ διήρης. καὶ τοῖς τοιούτοις. ἐν οἷς καὶ εὐῆρες κυρίως μὲν, πλοῖον καὶ ἐρετμός. τροπικῶς δὲ, καὶ τὸ ἁπλῶς εὐάγωγον. (ῃερς. 560.) Ὅτι φθάσας εἰπεῖν ὁ ποιητὴς θεοὶ πομπῆες, καὶ ἀλλαχοῦ τοῖός τοι ἐγὼ πομπὸς, ἐνταῦθα τὸ ῥῆμα τῶν τοιούτων ὀνομάτων λέγει ἐν τῷ, ἑταῖροι πέμποιεν ἐπ' εὐρέα νῶτα θαλάσσης. ἐκ δὲ τοῦ τοιούτου πέμπειν, καὶ πομπίλος ἰχθὺς, ὡς καὶ Ὀππιανὸς ἐτυμολογεῖ. (ῃερς. 561.) Ὅτι τὴν μὲν ἄνοδον Ἑλένης τῆς εἰς τὸν σεληναῖοντόπον, οἱ
500.3.1
Ὅμηρον ἐλήρησαν. αὐτὸς δὲ Ὅμηρος περὶ Μενελάου λέγει, ὡς ὁ Πρωτεὺς ἔφη αὐτῷ τοιαῦτα. σοί δ' οὐ θέσφατόν ἐστι διοτρεφὲς ὦ Μενέλαε Ἄργει ἐν ἱπποβότῳ θανεῖν. ἀλλά σ' ἐς Ἠλύσιον πεδίον καὶ πείρατα γαίης, ἀθάνατοι πέμπουσιν ὅθι ξανθὸς Ῥαδαμάνθυς. τῇ περ, ῥηΐστη βιοτὴ πέλει ἀνθρώποισιν. οὐ νιφετὸς, οὔτ' ἂρ χειμὼν πολλύς. ἀλλ' αἰεὶ Ζεφύροιο λιγὺ πνείοντας ἀήτας Ὠκεανὸς ἀνίησιν ἀναψύχειν ἀνθρώπους. (ῃερς. 569.) Καὶ ἡ αἰτία. μυθικὴ καὶ αὐτή. οὕνεκά φησιν ἔχεις Ἑλένην καὶ Διὸς γαμβρός ἐσσι. καὶ τοιοῦτος μὲν ὁ τοῦ μύθου λῆρος. σεμνύνων οὓς ἔδει καὶ ἐγκαλύπτεσθαι. (ῃερς. 563.) Ἡλύσιον δὲ πεδίον, περί που τὰ κατὰ δύσιν πέρατα τῆς γῆς. ὃ καὶ νῆσοι μακάρων παρὰ τοῖς ὕστερον λέγεται. νῆσοι μὲν, ὅτι περὶ τὴν ἔξω θάλασσαν εἰσίν. ὅ ἐστι, περὶ αὐτὸν τὸν Ὠκεανόν. μακάρων δὲ, διὰ τὸ τοῦ τόπου εὔδαιμον καὶ μακάριον. ὃ τοῖς πᾶσι τεθρύληται. φησὶ γοῦν καὶ ὁ γεωγράφος ὅτι τὰς τῶν μακάρων νήσους, ἴσμεν οὐ πολὺ ἄποθεν οὔσας τῶν ἄκρων τῆς Μαυρουσίας τῶν ἀντικειμένων Γαδείροις εὔπνους δέ φησιν ὁ τόπος καὶ εὐάερος διὰ τὸν Ζέφυρον. λέγει δὲ, καὶ τὸν Ὅμηρον ἐμφανίζειν τὴν εὐδαιμονίαν τῶν ἑσπερίων ἀνδρῶν, πεπυσμένον ὡς εἰκὸς τὸν περὶ τοὺς τοιούτους πλοῦν. ὅπου καὶ τὸ Ἠλύσιον πεδίον ποιεῖ. ὅπερ οὕτω καλεῖσθαι δοκεῖ, διὰ τὸ ἐν αὐτῷ τὰς ψυχὰς διάγειν κατὰ μῦθον, ἀλυούσας ὅ ἐστι χαιρούσας. ἢ λελυμένας σωμάτων. τινὲς δὲ, ἀπό τινος Ἠλυσίου εὐσεβεστάτου ἀνδρὸς, τοῦ, ἐν ἐλευθῆρι τόπῳ, κληθῆναι εἶπον πεδίον Ἠλύσιον. ἄλλοι δὲ, ἀπὸ ἀλύτως ἔχειν τοὺς ἐκεῖ. ὅ ἐστιν ἀφθάρτως. ἀθανάτως. Ἀπίων δὲ κατασκευάζει τὴν περὶ Κάνωβον καὶ Ζεφύριον πεδιάδα, οὕτω κληθῆναι παρὰ τὴν τοῦ Νείλου ἰλύν. ἣν πολλὴν καταφέρων ἐκεῖνος προσέχωσε τὴν κάτω χώραν κατὰ Ἡρόδοτον πᾶσαν, πάλαι ποτὲ πέλαγος οὖσαν. ὡς δῆλον φησὶν ἐκ τῶν ἐκεῖ εὑρισκομένων κογχυλίων καὶ λεπαδίων, ὡς καὶ περὶ Μέμφιν. καὶ σκοπητέον εἰ μὴ ὁ τοιοῦτος τοῦ Ἀπίωνος λόγος, διὰ τοῦ ˉι γράφει τὴν τοῦ Ἠλυσίου ἄρχουσαν, ὡς ἀπὸ τῆς ἰλύος. ὁ δ' αὐτὸς, λέγει καὶ ὅτι πείρατα γαίης ὁ ποιητὴς ἐνταῦθα φησὶν, οὐ τὰ πρὸς Ὠκεανὸν, ἀλλὰ τὰ ἐκεῖ πρὸς τῇ κατὰ Νεῖλον θαλάσσῃ. καθὰ καὶ Αἰσχύλος. εἰπών. ἔστι πόλις Κάνωβος ἐσχάτη χθονός. πᾶσα γὰρ ἀγχίαλος, ἐσχάτη χθονός. διὸ καὶ Μενελαΐτης νομὸς ἐκεῖ, ὡς τῆς τοιαύτης γῆς ὑπὸ Μενελάῳ ποτὲ γενομένης. Ἡρόδοτος δέ φησιν ὅτι οἱ περὶ Ὄασιν πόλιν Σάμιοι, ἀπέχουσιν ἑπτὰ ἡμερῶν ὁδὸν ἀπὸ Θηβῶν διὰ ψάμμου. ὀνομάζεται δέ φησιν ὁ χῶρος οὗτος κατὰ Ἑλλήνων γλῶσσαν, μακάρων νῆσοι. οὐκ ἄρα οὖν καινὸν εἰ Σάμιοι Κυδωνίαν τὴν ἐν Κρήτῃ ἔκτισαν, οἱ καὶ εἰς βαθὺ τῆς Λιβύης οἰκήσαντες. Ὅτι δὲ καὶ περὶ Θήβας τὰς ἑπταπύλους ἐφιλοτιμήσαντό τινες νήσους μακάρων εἰπεῖν διὰ τὸ κατὰ χώραν εὔδαιμον, οἱ τοῦ Λυκόφρονος δηλοῦσιν ὑπομνηματισταί. (ῃερς. 564.) Τὸ δὲ ξανθὸς Ῥαδάμανθυς, πρὸς ἡδονὴν Μενελάῳ πέφρασται. ξανθὸς γὰρ καὶ αὐτός. Περὶ δὲ Ῥαδαμάνθυος ὃς ἀδελφὸς ἦν Μίνωος, εἴρηται καὶ ἀλλαχοῦ. (ῃερς. 565.) Τὸ δὲ ῥηΐστη βιοτὴ, τὴν ἔμφρονα καὶ αὐτὸ ῥᾳστώνην ἐμφαίνει τῶν ἐν ταῖς μακάρων νήσοις. γίνεται δὲ ἀπὸ τοῦ ῥᾷον, οὐ μόνον τὸ ῥήϊον καὶ ῥηΐδιον καὶ τὸ ῥᾴδιον, ἀλλὰ καὶ τὸ ῥήϊστον ὑπερθετικῶς. ἐκ μέντοι τοῦ ῥᾴδιον ῥᾳδιουργὸς κατὰ Αἴλιον Διονύσιον, ὁ κακοῦργος. καὶ ῥᾳδιουργία φησὶν, ἡ περὶ πᾶν ὀλιγωρία καὶ θρασύτης. Ξενοφῶν δὲ, καὶ ἐπὶ εὐκολίας ἐχρήσατο τῇ λέξει. λέγεται δὲ καὶ ῥᾴων, ὁ ἐκ νόσου ὑγιής. καὶ ῥᾳΐζειν, τὸ ἀπὸ νόσου ἀνασφάλλειν. Τὸ δὲ ὅπου ῥηΐστη βιοτὴ καὶ οἱ ἐφεξῆς τρεῖς στίχοι, ἀγαθοῦ εἰσι τόπου ἐγκώμια. (ῃερς. 566.) Τὸ δὲ οὐ χειμὼν πολὺς, παρατετηρημένως ἔφη. πολὺς μὲν γὰρ χειμὼν οὐκ ἄν που ἴσως γένοιτο. οὐ μὴν οὐδὲ χειμὼν ἁπλῶς. οὐ γὰρ εἰκὸς ὑπεξαιρεθῆναι τὴν τοῦ χειμῶνος ὥραν, τοῦ ἐνιαυτοῦ. (ῃερς. 567.) Τὸ δὲΖεφύροιο ἀήτας, καθ' ὁμοιότητα εἴρηται τοῦ, Νότοιό τε δεινὰς ἀήτας καὶ τῶν ὁμοίων. ἀρσενικὸν μέντοι τὸ ἀήτας ἐνταῦθα. ὡς δηλοῖ τὸ, πνείοντας ἀήτας. τὸ δέ γε Νότοιό τε δεινὰς ἀήτας παρ' Ἡσιόδῳ, κατὰ θῆλυ γένος προῆκται Δωρικώτερον. Ἐν δὲ τῷ ἀναψύχειν, σημείωσαι ὅτι οὐ μόνον γόνιμον οἴεταί που τὸν Ζέφυρον ὁ ποιητὴς καὶ πολύκαρπον, εἰπὼν, Ζεφυρίη πνείουσα τὰ μὲν, φύει ἄλλα δὲ πέσσει, ἀλλὰ καὶ πρὸς ἐπίπνοιαν ζωτικὴν συντελεῖ. οὕτω δὲ καὶ Βοῤῥᾶς, ἐζώγρει που τὸν Ἕκτορα λειποθυμοῦντα, ἐπανάγων αὐτῷ τὴν ψυχήν. ὅπέρ ἐστιν, ἀναψύχων. ταυτὸν δέ πως εἰπεῖν, ψυχαγωγῶν. (ῃερς. 570.) Ὅτι κολυμβητοῦ τὸ, ὣς εἰπὼν ὑπὸ πόντον ἐδύσατο κυμαίνοντα. περὶ δὲ Πρωτέως ὁ λόγος οὗτος τῷ ποιητῇ. (ῃερς. 574.) Ὅτι δηλῶν ἑσπερινὸν ἔμβρωμα εἶναι τὸν δόρπον, φησί. δόρπον ὁπλισάμεθα, ἐπί τ' ἤλυθεν ἀμβροσίη νύξ. (ῃερς. 577.) Ὅτι καὶ ἐνταῦθα διασκευὴ πλόου σύντομος παρὰ Μενελάου ῥηθεῖσα, ἐν τῷ, νῆας μὲν πάμπρωτον ἐρύσαμεν εἰς ἅλα δῖαν. ἐν δ' ἱστοὺς τιθέμεθα καὶ ἱστία. (ῃερς. 580.) Καὶ ἑξῆς ἕως τοῦ, ἑξῆς δ' ἑζόμενοι πολιὴν ἅλα τύπτον ἐρετμοῖς. Καὶ ὅρα τὸ τύπτον οὐ μόνον ὅτι ἐπὶ ἀψύχου ἐλέχθη, ἀλλὰ καὶ ὅτι ἐκ πρώτου πληθυντικοῦ προσώπου τοῦ, ἱστοὺς τιθέμεθα, εἰς τρίτον μετεκλίθη. ὅτι μὴ δὲ ἦν, τὸν βασιλέα Μενέλαον κοινωνὸν γενέσθαι καὶ τοῦ κωπηλατεῖν. οὐ μόνη δὲ ἡ πλευστικὴ διασκευὴ ἐνταῦθα ἐστενοχώρηται, ἀλλὰ καὶ τὰ ἐφεξῆς. τὰ γὰρ ἀπὸ Αἰγύπτου ἕως καὶ τοῦ εἰς τὴν Σπάρτην κατάπλου, πέντε καὶ μόνοις στίχοις ἐμπεριείληπται. (ῃερς. 581.) Ὅτι Ἀττικὸν τὸ, εἰς Αἰγύπτοιο διϊπετέος ποταμοῖο στῆσα νέας. δηλοῖ γὰρ τὸ, εἰς τὸν τόπον τοῦ Αἰγύπτου, ὅς ἐστι Νεῖλος ὡς καὶ προεῤῥέθη. ὃν Ὅμηρος μὲν, οὕτω καλεῖ. Ἡσίοδος δὲ ὡς ἂν νεώτερος, Νεῖλον ἤδη καλούμενον οἶδεν αὐτόν. περὶ οὗ καὶ ἐν τοῖς τοῦ περιηγητοῦ χρήσιμά τινα γεγράπται. Ὅτι δὲ καὶ πλημύρει ἐξ ὄμβρων ὁ Νεῖλος πληρούμενος καὶ διατοῦτο διϊπετὴς καλεῖται, πρὸ ὀλίγων ἐδηλώθη καὶ αὐτό. Ὅτι θεραπείας θείας φράσις τὸ, αὐτὰρ ἐπεὶ κατέπαυσα θεοῦ χόλον αἰὲν ἐόντος. Εὐπλοίας δὲ τὸ, ταῦτα τελευτήσας νεόμην. ἔδωκε δέ μοι οὖρον θεὸς, ὅς με ὦκα φίλην ἐς πατρίδ' ἔπεμψε. Κεῖται δ' ἐν τούτοις καὶ ὁ τύμβος ἐπὶ κενηρίου. ἔνθα φησὶν ὁ Μενέλαος ὅτι χεῦ' Ἀγαμέμνονι τύμβον ἵν' ἄσβεστον κλέος εἴη. τουτέστι χυτὴν γῆν ἀνέστησα εἰς χῶμα πρὸς κλέος τῷ ἀδελφῷ. εἰ δέ τῳ δοκοίη κακόζηλον τὸ, ἄσβεστον κλέος, ὥσπερ καὶ τὸ, οὐδέ ποτ' ἔσβη οὖρος ἔδοξεν ἐν τοῖς πρὸ τούτων κακοζήλως λεχθῆναι, εἴποι ἄν τι καὶ εἰς τοῦτο ῥήτωρ ἀγαθὸς ἀνὴρ οἷον, ὅτι οὐ κατὰ τὴν νεκρικὴν ψυχρότητα, ἔσται καὶ τὸ ἐπὶ τῷ θανόντι βασιλεῖ κλέος, ἀλλ' αὐτὸ θερμὸν ἔσται, διὰ τὸ ἐνδιαθέτως γίνεσθαι. ἢ καὶ ὅτι τὸ οὐράνιον ἢ αἰθέριον κλέος, ἄσβεστον εἰκότως λέγοιτ' ἂν, διὰ τὸ τοῦ αἰθέρος ἔνθερμον. (ῃερς. 587.) Ὅτι Μενέλαος φιλοφρονούμενος τὸν Τηλέμαχον, φησίν. ἀλλ' ἄγε νῦν ἐπίμεινον ἐνὶ μεγάροισιν ἐμοῖσιν. ὄφρά κεν ἑνδεκάτη τε δυωδεκάτη τε γένηται. καὶ τότε σ' εὖ πέμψω, δώσω δέ τοι ἀγλαὰ δῶρα. τρεῖς ἵππους. καὶ δίφρον ἐΰξοον. αὐτὰρ ἔπειτα, δώσω καλὸν ἄλεισον. οὐχ' ὡς οἰνόφλυγι, ἄλλ' ἵνα σπένδῃσθα θεῷ ἐμέθεν μεμνημένος ἤματα πάντα. Καὶ ὅρα τὸ, ἐμοῦ μεμνημένος ἤματα πάντα, εἰς ἀγαθὸν δηλαδή. οὗ μάλιστα ἐφίενται οἱ ἀγαθοί. καὶ οὕτω μὲν ὁ Μενέλαος. ὅτι δὲ ὁ Τηλέμαχος ἀπαναίνεται τοὺς ἵππους καὶ διατί, μετ' ὀλίγα εἰρήσεται. Ξυνωρίδα δέ φασι καὶ παρῄορον ἕνα ὁ βασιλεὺς τῷ Τηλεμάχῳ ὑπισχνεῖται δοῦναι, τέθριππα γὰρ οὔπω ἦσαν. (ῃερς. 589.) Τὸ δὲ δώσω δῶρα, ἐτυμολογίας τρόπος ἐστίν. (ῃερς. 594.) Ὅτι ἔπαινος εἰς ἄνδρα σοφὸν ὁδοῦ κωλύοντά τινα σπεύδοντα, τὸ, μὴ δέ με πολὺν χρόνον ἐνθάδ' ἔρυκε. καὶ γάρ κ' εἰς ἐνιαυτὸν ἐγὼ παρὰ σοὶ ἀνεχοίμην ἥμενος. οὐδέ κε μ' οἴκου ἕλοι πόθος οὐδὲ τοκήων. αἰνῶς γὰρ μύθοισιν ἔπεσσί τε σοῖσιν ἀκούων τέρπομαι ἀλλ' ἤδη μοι ἀνιάζουσιν ἑταῖροι. (ῃερς. 599.) Σὺ δέ με χρόνον ἐνθάδ' ἐρύκεις, πολὺν δηλαδὴ, ὡς προσεχῶς ἔλεγεν. ὅτε μέντοι Ὀδυσσεὺς ἐν Ἰλιάδι ἔφη, μείνατ' ἐπὶ χρόνον, τὸν ὀλίγον παρεδήλου. (ῃερς. 595.) Σημείωσαι δὲ ὅτι ὁ εἰς ἐνιαυτὸν ἀνεχόμενος παρά τινι καθῆσθαι καὶ ἀκούειν ὧν λέγει, οὐ μακρὰν τοῦ τῶν Σειρήνων μέλους τὰ ἐκείνου τίθεται. Ὅρα δ' ἐνταῦθα καὶ ὅτι τὸ τῆς Ἑλένης φάρμακον τὸ λαθικηδὲς ὅπερ ἐκείνη τῷ συμποτικῷ κρατῆρι ἐνέβαλεν, ἔδρασέ τι γενναῖον. οὐ γὰρ μόνον ἐφημέριος ὁ Τηλέμαχος ἐθέλει ἀνέχεσθαι ἥμενος καὶ ἀκούων τοῦ Μενελάου καὶ μὴ ἔχων πόθον οἴκου ἢ τοκήων, ἀλλὰ καὶ εἰς ἐνιαυτὸν ὑπισχνεῖται τοιοῦτος εἶναι. (ῃερς. 597.) Ἐν δὲ τῷ, μύθοισιν ἔπεσσί τε, οὐ δοκεῖ διαφορά τις εἶναι. ὡς οὐδὲ πρὸ ὀλίγων ἐν τῷ, κέλομαι καὶ ἄνωγα. (ῃερς. 598.) Τὸ δὲ ἀνιάζειν ἐκ τοῦἀνιῶ καθ' ὁμοιότητα τοῦ ἀμφαγαπάζειν καὶ τῶν ὁμοίων. Ὅτι παρακλητικὸν εἰς μεγαλεῖον δώρου, τὸ δῶρον δ' ὅττι κέ μοι δοίης, κειμήλιον ἔστω, τοῦτ' ἔστιν ἀπόθετόν τι. λέγει δὲ τοῦτο Τηλέμαχος, παραιτούμενος τοὺς ἵππους. ὡς καὶ ὁ πατὴρ Ὀδυσσεὺς ἐν Ἰλιάδι παρῃτήσατο τοὺς ἐκ τῆς κατασκοπῆς φασιν ἵππους. οἳ οὐκ ἂν κειμηλιωθήσονται. φησὶ γάρ. ἵππους δ' εἰς Ἰθάκην οὐκ ἄξομαι, ἀλλὰ σοὶ αὐτῷ ἐνθάδε λείψω ἄγαλμα. εἶτα ῥητορικῶς ἐγκωμιάζων μὲν τὴν Λακωνικὴν, κατατρέχων δὲ φιλαλήθως τῆς πατρίδος καὶ οὕτω θεραπεύων τῇ συγκρίσει τὸν Λάκωνα βασιλέα χαίροντα οἷς ἐξαίρεται τὰ τῆς κατ' αὐτὸν γῆς, φησὶ. σὺ γὰρ πεδίοιο ἀνάσσεις εὐρέος, ᾧ ἐν μὲν λωτὸς πολὺς, ἐν δὲ κύπειρον, πυροί τε. ζειαί τε. ἠδ' εὐρυφυὲς κρῖ λευκόν. ἐν δ' Ἰθάκῃ, οὔτ' ἂρ δρόμοι εὐρέες οὔτε τι λειμών. αἰγίβοτος. καὶ μᾶλλον ἐπήρατος ἱπποβότοιο. οὐ γάρ τις νήσων ἱππήλατος οὐδ' εὐλείμων, αἵθ' ἁλὶ κεκλίαται. Ἰθάκη δέ τι καὶ περὶ πασέων. Καὶ σημείωσαι ὅτι τοῦτό ἐστιν οὗ ἕνεκεν ἡ Ἰθάκη λέγεται κραναή. (ῃερς. 608.) Ὅρα δ' ἐνταῦθα καὶ τὸ φιλάληθες τοῦ Ἰθακησίου ῥήτορος. οὐ μόνον γὰρ οὐκ ἐξῆρε τὴν Ἰθάκην, ἀλλὰ καὶ ὑπήγαγεν αὐτὴν ἐλαττώσας πρὸς τὰς ἄλλας νήσους. καὶ ὅμως, ἐπήρατον αὐτῷ τὴν αἰγίβοτον Ἰθάκην λέγει μᾶλλον τῆς ἱπποβότου, διότι κοινὸν πρὸς τὰς ἄλλας νήσους τὸ αὐτῆς δυσκλήρημα. δύναται δ' ἐνταῦθα τὸ ἱπποβότου καὶ οὐδετέρου γένους εἶναι. ἵνα λέγῃ ὅτι φίλη μοι Ἰθάκη, μᾶλλον τοῦ σοῦ ἱπποβότου Ἄργους. ἵνα ἐμφήνῃ, ὡς οὐδ' ἂν Ὀδυσσεὺς ὁ φιλόπατρις ἐπείσθη Μενελάῳ ἐκ τῆς Ἰθάκης αὐτὸν εἰς τοιοῦτον Ἄργος μετοικίζειν ἐθέλοντι. (ῃερς. 602.) Ὅρα δὲ καὶ ὅτι ἄγαλμα τοὺςἵππους ἔφη κατὰ τὴν πρὸ βραχέων ῥηθεῖσαν ἔννοιαν. (ῃερς. 603.) Τὸ δὲ, ἐν μὲν λωτὸς ἐν δὲ κύπειρον, σχῆμα Ὁμήρῳ σύνηθες. ὅμοιον τῷ, ἐν δ' ἵμερος ἐν δ' ὀαριστὺς καὶ τοῖς τοιούτοις. Λωτὸς δὲ, βοτάνη τις καὶ οὐχ' οἷος ὁ τοὺς λωτοφάγους παρονομάζων. καὶ κεῖται ἡ λέξις αὕτη καὶ ἐν Ἰλιάδι. δῆλον δ' ὡς ἱπποτροφοῦντος ἀνδρὸς εἴδησις τὸ, λωτὸν εἶναι τοῖς ἵπποις ἡδὺν καὶ κύπειρον καὶ πυροὺς περὶ ὧν ἐν τῇ Ἰλιάδι ἐῤῥέθη, καὶ ζειὰς τὰς πρὸ ὀλίγων ῥηθείσας, καὶ κρῖ λευκὸν περὶ οὗ καὶ αὐτοῦ ἡ Ἰλιὰς δηλοῖ. ὅπερ ἀποκοπὲν ἐκ τοῦ κρίμνον, ἄλλα τέ τινα παράγει, καὶ τὸν κρίβανον. ὅς ἐστι κριθῶν βαῦνος τουτέστι κάμινος κατὰ Αἴλιον Διονύσιον. ὃς καὶ κλίβανος λέγεται καθ' ὁμοιότητα τοῦ, κεφαλαργία κεφαλαλγία. ὡς δὲ βαῦνος καὶ ἡ ἑστία λέγεται ὅ ἐστι κάμινος ἀφ' ἧς ὡς ἀλλαχοῦ ἐφάνη, καὶ ὁ βάναυσος, ἡ Δωρικὴ ἐν Πελοποννήσῳ γλῶσσα μέχρι καὶ νῦν δηλοῖ. Εὐρυφυὲς δὲ λέγει τὸ κρῖ, παρατηρημένως. ὡς τοιοῦτον ὂν κατὰ τὴν ἔκφυσιν. (ῃερς. 605.) Τὸ δὲ δρόμοι εὐρέες, τὸ χρήσιμόν ἐστιν οὗ χάριν ἐμνήσθη ἀνωτέρω τοῦ εὐρέος πεδίου. Λειμὼν δὲ καὶ νῦν, τὸ κοινότερον λεγόμενον λιβάδιον. ὃ θρέψοι ἂν ἵππους καὶ ποιήσοι γῆν ἱππόβοτον. (ῃερς. 606.) Τὸ δὲ αἰγίβοτος, ἀσυνδέτως ἔφη. ὡς οἱονεὶ λέγων, ὅτι αἰγίβοτος γάρ ἐστιν. ἡ δὲ τοιαύτη, οὐκ ἔχει λειμῶνας. (ῃερς. 608.) Τὸ δὲ νήσων αἳ ἁλὶ κεκλίαται ἤτοι περιέχονται, ἢ πρὸς διαστολὴν εἴρηται χεῤῥονήσων ὧν καὶ ἡ Πελοπόννησος περὶ ἣν ἄρτι ἐστὶν ὁ Τηλέμαχος, αἳ δὴ χεῤῥόνησοι, καὶ ἕτεραί εἰσι τῶν ἀμφιάλων νήσων. ἢ ἅλα νοητέον, τὴν ἐγγὺς τῆς Ἰθάκης. ἵνα λέγῃ, ὡς οὐδεμία νῆσος ἱππήλατος ἐκ τῶν περὶ τὴν καθ' ἡμᾶς θάλασσαν. εἰ δὲ καὶ ὡς ἴδιον πάσης νήσου τοῦτο εἶπεν, οὐ δὲ τοῦτο καινόν. ἴσως δὲ καὶ πρὸς διαστολὴν τῶν μὴ θαλασσίων. πολλαχοῦ γὰρ εἰσὶ καὶ ποτάμιοι νῆσοι. (ῃερς. 609.) Ὅτι τοῦ Τηλεμάχου γοργῶς ἤδη καὶ ποικίλως καὶ ἀμφιδεξιῶς λαλήσαντος κατὰ λόγον γλυκύτητος, ὁ Μενέλαος τὸ ἀστεῖον τῆς ῥητορείας ἀποδεξάμενος, ἐμείδησέ τε ὡς εἰκὸς, καὶ χειρὶ καταρέξας, φησίν. αἵματος εἶς ἀγαθοῖο φίλον τέκος. οἷ' ἀγορεύεις. εἶτα καὶ ὑπισχνούμενος ἄλλα δῶρα δοῦναι, φησί. τοιγὰρ, ἐγώ τοι ταῦτα μεταστήσω. δύναμαι γάρ. ὡς τοῦ δυναμένου, ἐκείνου καὶ δωρουμένου. πένης γὰρ οὐκ ἂν εἴη μεγαλόδωρος. δώρων δ' ὅσσ' ἐν ἐμῷ φησὶν οἴκῳ κειμήλια κεῖται, δώσω ὃ κάλλιστον καὶ τιμιέστατόν ἐστι. δώσω τοι κρητῆρα τετυγμένον. ἀργύρεος δέ ἐστιν ἅπας, χρυσῷ δ' ἐπὶ χείλεα κεκράανται. ὃ καὶ ὁ τῆς Ἑλένης ὑπόκυκλος τάλαρος εἶχεν. ἔργον δ' Ἡφαίστοιο. πόρεν δέ ἑ, φαίδιμος ἥρως Σιδονίων βασιλεὺς ὅθ' ἑὸς δόμος ἀμφεκάλυψεν, ἤγουν περιέσχε καὶ ἐσκέπασέ με. ὃ ταυτόν ἐστι τῷ, ὅτε εἰς τὸν ἐκείνου δόμον εἰσῆλθον. Καὶ ὅρα ὡς πληροῖ ἐν τούτοις ὁ Μενέλαος τὴν αἴτησιν τοῦ Τηλεμάχου. εἰπόντος. δῶρον δὲ ὃ ἄν μοι δοίης, κειμήλιον ἔστω. (ῃερς. 610.) Τὸ δὲ κατέρεξε τί ποτε δηλοῖ. καὶ ὅτι τὸ, αἵματος ἀγαθοῦ, ἀντὶ τοῦ, σπέρματος κεῖται, ἡ Ἰλιὰς ἐδήλωσε. (ῃερς. 612.) Τὸ δὲ μεταστήσω, ἀντὶ τοῦ, μεταλλάξω. μετασταθμήσω. ἢ ἀνταλλάξω. ἀντιδώσω. ἐκ μεταφορᾶς τῶν διὰ σταθμοῦ ἀντικαταλλασσόντων. (ῃερς. 613.) Τὸ δὲ δῶρον δὲ ὅσα, δύναται διχῶς γράφεσθαι. ἢ γὰρ δώσω δῶρον, ἢ δώσω τῶν δώρων τὸ τιμιώτατον. (ῃερς.