Commentarii ad Homeri Odysseam i
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-thessalonicensis-pg-135-136" aria-label="More works by Eustathius Thessalonicensis PG 135">
—
⋯
Original / primary: Pg Scrape Grc
511.1.1
) Εἶτα συμπληρῶν τὸ διήγημα, φησίν. ὣς ὁ μὲν, ἔνθ' ἀπόλωλεν ἐπεὶ πίεν ἁλμυρὸν ὕδωρ. τοῦτον δὲ τὸν στίχον φασὶν οἱ παλαιοὶ, ἐν οὐδεμιᾷ ἐκδόσει φέρεσθαι, διὰ τὸ λίαν εὐτελές. διὸ θαυμάζουσι πῶς ἔλαθεν Ἀρίσταρχον ὀβελίσαι αὐτόν. ἔχει δ' εὐτέλειαν ὁ στίχος οὐ διὰ τὴν φράσιν, ἀλλὰ διὰ τὸν νοῦν. μὴ χρῆναι γὰρ δοκεῖ ἀπαθῶς οὕτω τὸν Πρωτέα φράσαι καὶ οἷον ὡς ἐν ἀστεϊσμῷ. ἀστείως γὰρ πάντως καὶ οὐ κατά τι σπουδαῖον, ἐῤῥέθη ἔξω καιροῦ τὸ, ἐπεὶ πίεν ἁλμυρὸν ὕδωρ. ἁλμυρὸν δὲ, οὐ μόνον τὸ φύσει τοιοῦτον, ἀλλὰ καὶ τὸ πρὸς αὐτὸν τὸν πιόντα. οὗ ἀνάπαλιν οἱ Σικελοὶ ἀστεϊζόμενοι, γλυκεῖαν ἐν τοῖς ὕστερον τὴν παρ' αὐτοῖς εἶναι θάλασσαν ἔλεγον, χαίροντες τοῖς παρ' αὐτῆς ἐδέσμασιν. ὃ καὶ σημείωσαι εἰς τὸ Ἰάνειρα. ὅπερ ὄνομά ἐστι Νηρηΐδος ἐν Ἰλιάδι, ταυτοδύναμον τῷ Ἰάνασσα, ὡς ἀπὸ τοῦ ἰαίνω τὸ εὐφραίνω εἴτουν γλυκαίνω. δῆλον γοῦν ὅτι ᾧ λόγῳ γλυκεῖα θάλασσα Σικελικῶς φάναι, οὕτω καὶ ἰαίνουσα ἤγουν εὐφραντικὴ κατὰ τὰς εἰρημένας ποιητικὰς ὀνοματοθεσίας. ὅτι δὲ ἅλμη λαμβάνεταί ποτε καὶ ἐπὶ ἀγαθοῦ, δηλοῖ παροιμία εἰποῦσα τὸ, ἅλμη οὐκ ἔνεστιν αὐτῷ. ἤγουν ἀγλευκής ἐστι καὶ ἀηδής. ταυτόν δ' εἰπεῖν, οὐ νόστιμος. ἡ δὲ τοιαύτη ἅλμη, ἐκ τοῦ παρ' Ὁμήρῳ θείου ἁλὸς παρῆκται. ἀφ' οὗ καὶ ἁλίαρον παρὰ τοῖς παλαιοῖς, τὸ ἠρτυμένον ἅλα τι. οὗ ἡ σύνθεσις, κατὰ τὸ ἁλίμικτον καὶ ἁλίπαστον. παλαιὸς δέ τις ἁλμίων ἐπικαλούμενος, παρὰ τὴν πικρὰν ἅλμην οὕτως ἐσκώπτετο. καθότι καὶ χολὴ ὁ αὐτὸς ἐπεκαλεῖτο. τοιαύτης δὲ σύνθεσις ἅλμης, καὶ παρὰ Σωπάτρῳ ἐν τῷ, δηξίθυμος ἅλμη. ἔνθα τὸ δηξίθυμος, ταυτόν ἐστι τῷ δακέθυμος οἷον δακέθυμος ἄτη. τινὲς δὲ, καὶ τὸν ἐντοῖς ἑξῆς που ῥηθησόμενον ἄναλτον, ἐκ τοῦ ἁλὸς ὡς ἐκεῖ ῥηθήσεται, παρήγαγον. ὅτι δὲ παρὰ τὴν ἅλμην σύγκειται καὶ ὁ μυσάλμης καὶ τί ποτε αὐτὸς δηλοῖ, ῥηθήσεται ἐν τῷ, οὐδ' ἅλα δοίης. (ῃερς. 497.) Τὸ δὲ ἐν νόστῳ ἀπώλοντο, πρὸς διαστολὴν ἐῤῥέθη τῶν ἐν τῷ Τρωϊκῷ πολέμῳ. διὸ καὶ ἐπήγαγε. μάχῃ δὲ καὶ σὺ παρῆσθα. ὅπερ ἀνάμνησίς ἐστιν Ὁμηρική. ὡς οἷα λέγοντος τοῦ ποιητοῦ, ὅτι τῶν Τρωϊκῶν τὰ μὲν τῆς μάχης, φθάσας εἶπον ἤδη. τὰ δὲ μετὰ τὸν πόλεμον ἐν τῷ νόστῳ, οὐ δέον κρίνω πάντα εἰπεῖν. (ῃερς.