Commentarii ad Homeri Odysseam i
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-thessalonicensis-pg-135-136" aria-label="More works by Eustathius Thessalonicensis PG 135">
—
⋯
Original / primary: Pg Scrape Grc
51.1.1
) Ὅτι τὴν Καλυψὼ εἰ μὲν βασίλισσα ἦν καὶ νήσου ἐκράτει ἣν καὶ οἱ γεωγραφοῦντες παραδιδόασι, μικρὰ περιεργάζονται οἱ παλαιοί. μεταπλάττουσι δὲ αὐτὴν τῇ ἀλληγορίᾳ εἰς τὸ καθ' ἡμᾶς σῶμα, ὡς συγκαλύπτουσαν ἐντὸς δίκην ἐλύτρου τὸν ψυχικὸν μάργαρον. ἥτις καὶ αὐτὴ κατεῖχε τὸν φιλόσοφον Ὀδυσσέα ὡς ἄνθρωπον ἐνδεδεμένον σαρκί. καὶ μυθικῶς εἰπεῖν, ἐν ἀμφιρύτῃ νήσῳ ὄντα δενδρηέσσῃ ἥτις ὀμφαλός ἐστι θαλάσσης. τουτέστιν ἐν ὑγρῷ σώματι ὄντα καὶ ὡς ἂν ὁ Πλάτων εἴπῃ, ἐπιῤῥύτῳ καὶ ἀποῤῥύτῳ. ἔτι δὲ, ὑλαίῳ καὶ ἀμφιλαφεῖ τοῖς πάθεσι. τοῖς τε ἄλλοις, καὶ τοῖς περὶ γαστέρα καὶ ὀμφαλόν. καὶ οὕτω μὲν Ὀδυσσεὺς δυσαπαλλάκτως εἶχε τῆς εἰρημένης Καλυψοῦς οἵα ὡς εἰκὸς φιλόζωος. Ἑρμοῦ μέντοι ὡς ἐν τοῖς μετὰ ταῦτα αἰνίξεται ὁ ποιητὴς μεσιτεύοντος ὅ ἐστι λόγου, γέγονε τῆς κατὰ τὴν φιλοσοφίαν ποθουμένης πατρίδος, ἤγουν τοῦ νοητοῦ κόσμου. ὅς ἐστι κατὰ τοὺς Πλατωνικοὺς, ψυχῶν πατρὶς ἀληθής. ὁμοίως, γέγονε καὶ τῆς Πηνελόπης φιλοσοφίας, λυθεὶς καὶ ἀπαλλαγεὶς τῆς τοιαύτης Καλυψοῦς. λέλυται γὰρ τρόπον τινὰ τοῦ σώματος ὁ φιλόσοφος, καὶ ἀσχέτως τούτῳ συνέχεται. καὶ ἔστιν οἰκεῖον εἰπεῖν τὴν τοιαύτην Καλυψὼ πρὸς τὸν ἀπόδημον αὐτῆς τῇ διανοίᾳ φιλόσοφον, ὅτι ὁ νοῦς σου παρὼν, ἀποδημεῖ. Ἰστέον μέντοι ὅτι καθ' ἱστορίαν ἦν τις νῆσος Καλυψοῦς. περὶ ἧς ὁ γεωγράφος φησὶν, ὅτι Σόλων ἱστόρησε περὶ τῆς Ἀτλαντίδος νήσου παρὰ τῶν Αἰγυπτίων ἱερέων, φοιτήσας ἐκεῖ. καὶ ἔμαθεν ὅτι ποτὲ οὖσα ἡ νῆσος οὐκ ἐλάττων ἠπείρου τὸ μέγεθος, ὕστερον ἠφανίσθη. καὶ οὐ πλάττει αὐτὴν ὁ ποιητής. (ῃερς. 52.) Τὸν δὲ Ἄτλαντα ὃς πατὴρ εἶναι λέγεται τῆς σωματικῆς Καλυψοῦς καὶ θαλάσσης πάσης βένθεα οἶδε, καὶ κίονας ἔχει αἳ γῆν τε ἐπὶ μέσου συνέχουσιν καὶ οὐρανὸν ἀνέχουσιν, οἱ μὲν, ἀλληγοροῦσι εἰς τὴν ἀκάματον καὶ ἀκοπίατον πρόνοιαν τὴν πάντων αἰτίαν. καὶ ὀλοόφρονα τὸν τοιοῦτον Ἄτλαντα νοοῦσιν, ὡς τὰ ὑπὲρ ὅλων φρονοῦντα ἤγουν τῶν ὅλων φροντιστικόν. διὸ καὶ ὁ Κλεάνθης ὥς φασιν, ἐδάσυνε τὸ ˉο τῆς ἀρχούσης. καὶ οὐδὲ ἡμεῖς καινοπραγοῦμεν, ψιλοῦντες αὐτό. οἵγε καὶ τὸ Ὄλυμπος λέγοντες γίνεσθαι παρὰ τὸ ὁλολαμπὴς, ὅμως ψιλοῦμεν Αἰολικῶς αὐτὸ καὶ οὐ δασύνομεν. καὶ οὕτω μέν τινες. Ἄλλοι δὲ Ἄτλαντα, τὸν νοητὸν ἄξονα νοοῦσι τὸν διὰ μέσης τῆς γῆς ἐληλαμένον. καὶ ἀπὸ τοῦ βορείου εἰς τὸν νότιον πόλον καθήκοντα. περὶ ὃν ὡς καὶ τῷ Ἀράτῳ δοκεῖ, οὐρανὸς εἰλεῖται. εὐθεῖαν ἀσώματόν τινα ὄντα καὶ ἀόρατον, συνεκτικὴν τοῦ παντός. ὣς συνεχὴς μέν ἐστι κατὰ τὴν ὁλότητα καὶ εἷς. διὸ καὶ Αἰσχύλος ἐν Προμηθεῖ, κίονα εἶπεν ἑνικῶς καὶ οὐ κίονας. ἄλλως δὲ, εἰς δύο διαιρούμενος κατά τε τὸ ὑπόγαιον αὐτοῦ καὶ τὸ ὑπέργειον, κιόνων πέμπει τινὰ ταύτην φαντασίαν. ἐφ' αἷς κίοσιν ἡ γῆ τε οἷον βέβηκε, καὶ οὐρανὸς ὑπανέχεται. τοῦ τοιούτου δὲ Ἄτλαντος θυγάτηρ καθ' ἕτερον τρόπον ὑψηλότερον, ἡ Καλυψώ. τουτέστι τῆς τοῦ ἄξονος ταύτης ἐννοίας καὶ περὶ αὐτοῦ θεωρίας τὲ καὶ μαθήσεως, τέλος καὶ ἀποτέλεσμα καὶ οἷον εἰπεῖν γέννημα, τὸ τὸν οὐρανὸν τὸν τὴν γῆν τε ἄνωθεν καλύπτοντα ἤτοι σκέποντα καὶ περιέχοντα πάντα ἔσω καὶ σφίγγοντα, τηρεῖν διὰ τῆς τοιούτου ἄξονος μονιμότητος ἐν ταυτότητι κυκλοφορικῆς κινήσεως καὶ κατακαλύψεως καὶ περιοχῆς τοῦ παντός. ταύτῃ δὲ τῇ Καλυψοῖ σύνεστι μὲν ὁ ἀποτελεσματικὸς φιλόσοφος Ὀδυσσεύς. ὁ καὶ Πλειάδας τε Ὑάδας τε θεωρῶν καὶ σθένος Ὠρίωνος κατὰ τὸν ποιητὴν καὶ τὰ ἑξῆς. ποθεῖ δὲ ὅμως μάλιστα καὶ τὴν μεθοδικὴν καὶ κανονικὴν φιλοσοφίαν. ἀφ' ἧς ὡς οἷά τινος πατρίδος ὁρμώμενος, εἰς ταῦτα ἦλθε καὶ εἰς ἐκείνην ἐπανακάμπτειν γλίχεται ἧς χωρὶς οὐκ ἔστι φιλοσοφεῖν. ὅτι δὲ τοιαύτη τις ἡ Πηνελόπη, δῆλον ἔσται ὅτε τὸν ἱστὸν θεωρήσομεν τὸν ὑπ' αὐτῆς ὑφαινόμενόν τε καὶ αὖθις ἀναλυόμενον. καὶ ταῦτα μὲν τοιαῦτα. ἐπεὶ δὲ ὁ τοιοῦτος ἄξων τὸ τοῦ παντὸς μέσον τέμνει, διατοῦτο καὶ τὴν τῆς Καλυψοῦς οἴκησιν ὁ μῦθος ἐν ὀμφαλῷ θαλάσσης ἱδρύει, ἀντὶ τοῦ μέσου τοῦ παντὸς ἤτοι τοῦ κοσμικοῦ λαβὼν τὸν τῆς θαλάσσης ὀμφαλὸν, ἐπειδὴ καὶ ὁ ὀμφαλὸς μεσάζει τὰ ζῳᾶ. διότι δὲ τὸν Ἄτλαντα ἐκεῖ που περὶ τὸν ὁμώνυμον 1. 18 Λιβυκὸν τόπον ἤγουν κατὰ τὸ ὄρος τὸν Ἄτλαντα ὁ μῦθος κιονοφοροῦντα ποιεῖ, διατοῦτο καὶ τὴν τῆς Καλυψοῦς νῆσον περὶ τὸ Ἀτλαντικὸν ὁ αὐτὸς ἐκτοπίζει πέλαγος, συμμετακινῶν πιθανῶς τὴν θυγατέρα Καλυψὼ, τῷ γεννησαμένῳ Ἄτλαντι. καὶ οὕτω μὲν τὸν Ἄτλαντα καὶ τοὺς ἀχθοφορουμένους ὑπ' αὐτοῦκίονας εἰς τὸν κοσμικὸν ἔστι μεταλαμβάνειν ἄξονα. ὃν κίονα καὶ ὁ Πλάτων καλεῖ, τὸ ὄνομα παρ' Ὁμήρου λαβών. ἡ δέ γε ἱστορία, Λίβυν ἄνδρα σοφὸν τὰ ἀποτελεσματικὰ τὸν Ἄτλαντα παραδίδωσι, πολλὰ τῶν μελλόντων ἐκ τῆς τῶν οὐρανίων κινήσεως προσημειούμενον καὶ προλέγοντα. ὅθεν καὶ ἀνέχειν τὸν οὐρανὸν ἐμυθεύθη. ὡς οἷα μέχρι καὶ εἰς αὐτὸν οὐρανὸν ἀνήκων τῇ πολυδυνάμῳ σοφίᾳ. ὁ μέντοι περιηγητὴς Διονύσιος ἄλλως ἐμφαίνεται θεραπεύων τὸν μῦθον. λέγων περὶ τὸ Λιβυκὸν ὄρος τὸν Ἄτλαντα, κίονα χάλκεον ἀνέχειν εἰς οὐρανὸν ἀνατρέχοντα, πάνυ πολὺν τὸ ὕψος. διὸ καὶ δοκεῖν ἄχρις οὐρανοῦ ἥκειν. Ἔστι δὲ καὶ ἄλλως, εἰς τὸ ἁπλῶς πολὺ τοῦ κατὰ τὸ Ἀτλαντικὸν ὄρος ὕψους, τὴν κιονικὴν φαντασίαν συμβιβάσασθαι. οὕτω καὶ Πίνδαρος οὐρανίαν κίονα λέγει τὴν Αἴτνην, καὶ ὁ ποιητὴς δὲ ἐν τοῖς ἑξῆς, τὸν τῆς Σκύλλης σκόπελον, οὐρανὸν εὑρανὸν εὐρὺν ἱκάνειν φησί. καὶ Αἰσχύλος δὲ, ἀστρογείτονας τὰς τοῦ Καυκάσου λέγει κορυφάς. καὶ Διόδωρος, ἄκραν τινὰ τῶν Ἄλπεων κορυφὴν τοῦ σύμπαντος ὄρους δοκοῦσαν, οὐρανοῦ ῥάχιν ἱστορεῖ παρὰ τῶν ἐγχωρίων καλεῖσθαι. καὶ τοιαῦτα μὲν καὶ τὰ τῆς ἱστορίας. Ὁ δὲ μῦθος, ἕνα τῶν Τιτάνων εἶναι τὸν Ἄτλαντα βούλεται. ὃς ἐπ' ὀλέθρῳ ἑαυτοῦ ἐπαναστὰς τῷ Διΐ, διὸ καὶ ὀλοόφρων λέγεται, τιμωρίαν κατεκρίθη τὸ τῶν κιόνων ἄχθος. Φασὶ δὲ τὸν Ἡρακλῆ διὰ τὰ χρυσᾶ μῆλα εἰς Λιβύην ἐλθόντα, ὑπελθεῖν τὸν φόρτον διὰ φιλίαν, καὶ διαδέξασθαι τὸν Ἄτλαντα πρὸς βραχύ. εἶτ' αὖθις ἐκείνῳ ἐπιτρέψαι τὰ συνήθη πάσχειν. τὸ δ' ἔστιν, ὅτι τῷ σοφῷ Ἄτλαντι μαθητεύσας ὁ Ἡρακλῆς, προέλεγέ τινα καὶ αὐτὸς τῶν μελλόντων. κἀντεῦθεν ἡ τοῦ ἄχθους ἐμυθεύθη διαδοχή. φησὶ γοῦν Αἰλιανὸς αὐταῖς λέξεσιν οὕτω. λόγος ἔχει, Ἄτλαντι φοιτήσαντα τὸν Ἡρακλέα, σπουδάσαι τὰ οὐρανία. ταῦτά τοι, καὶ συγγεγράφθαι διαδέξασθαι τὸν οὐρανὸν ἐν μέρει. αἰνιξαμένων τῶν συγγραφέων τὴν παράδοσιν τῆς σοφίας τοῦτον τὸν τρόπον. Ὅτι δὲ τὸ ὄρος ὁ Ἄτλας, καὶ πληθυντικῶς προφέρεται Ἄτλαντες ᾧ λόγῳ καὶ ἡ Μάλεια τὸ ὄρος καὶ νῆσος ἡ Κρήτη Μάλειαι καὶ Κρῆται λέγονται. καὶ ὅτι καὶ ὄνομα ἔθνους τῷ τοιούτῳ παροικοῦντος ὄρει οἱ Ἄτλαντες, πολλαχοῦ διαφαίνεται. καὶ ἴσως τοιαύτης ἐννοίας παρὰ τῷ δειπνοσοφιστῇ οἱ Ἄτλαντες ἐν τῷ, περιέτρεχον τὴν ναῦν Ἄτλαντες ἐντὸς, ἑξαπήχεις. εἰ μὴ ἄρα ζώδια εἴτουν ἀνδριάντες ἦσαν αὐτοὶ ἐστηλωμένοι πρὸς μίμησιν Ἄτλαντος. οὗ τῆς κλίσεως ὁ κανὼν, τοιοῦτος καθ' Ἡρῳδιανόν. τὰ παρὰ μετοχὴν εἰς ˉαˉς δισύλλαβα, διὰ τοῦ ˉν ˉτ κλίνεται. οἷον. τλὰς, Ἄτλας Ἄτλαντος. φὰς, Περίφας Περίφαντος. τοιαύτῃ δὲ κλίσει ἐκεῖνος ὑπάγει, καὶ ὅσα δὶς τὸ αὐτὸ σύμφωνον ἔχει. Γίγας Γίγαντος. Μίμας Μίμαντος ὄρος. οὗ μνήσεται Ὅμηρος ἐν τοῖς ἑξῆς. Ἔτι ἰστέον καὶ ὅτι ὁ περὶ Καλυψοῦς καὶ Ἄτλαντος ἐνταῦθα μῦθος, οὐ μόνονἐγείρει τὸ ἀφηγηματικὸν ὕπτιον ὡς τερατώδης, ἀλλὰ καὶ ἄλλον τρόπον ἀφελῶς ἔχει διὰ τὴν Ἀθηνᾶν οὕτως εἰκῇ ἀφηγουμένην τῷ εὖ εἰδότι πατρὶ τὰ κατὰ τὸν Ἄτλαντα. Δῆλον δὲ καὶ ὡς Ἄτλας λέγεται, ἢ πρὸς στέρησιν τοῦ μὴ τάλας εἶναι, ἢ ἐπιτατικῶς ὡς πολύτλας. εἰ δὲ καὶ ἀνεγραμμάτισται ἀπὸ τοῦ τάλας ὁ Ἄτλας, περίεργον μὲν εἰπεῖν οὐ πάντῃ δὲ ὑπόκενον. δῆλον δὲ ὁμοίως καὶ ὅτι τὸ, ὃς θαλάσσης πάσης βένθεα οἶδε καὶ ἑξῆς ἕως τοῦ, ἀμφὶς ἔχουσιν, οὐ μακρὰν θείας ἐννοίας ἐστίν. ὡς δὲ θάλασσα, οὐ μόνον στοιχειακὸν ὄνομα ἦν ἀλλὰ καὶ ἱματίῳ προσυφαίνετο, δῆλον ἐκ τοῦ εἰπόντος. πορφυρᾶς περιβολὰς καὶ ἰοβαφεῖς καὶ ὑακινθίνας καὶ φλογίνας καὶ θαλασσοειδεῖς. ἴσως δὲ καὶ ἀπὸ ἀκτῆς θαλασσίας παρώνυμον ἦν τι φόρημα, ὡς δηλοῖ ὁ γράψας τὸ, φοροῦντες δὲ καὶ ἀκταίας. ἔστι δέ φασι τοῦτο, σπαθητὸν ἰσχύος καὶ κουφότητος χάριν. εἰ μή που ἐκ τοῦ ἄγω τὸ κλῶ ἡ εἰρημένη ἀκταία γίνεται, κατακλῶνται γὰρ τὰ σπαθώμενα. (ῃερς. 50.) Ὅτι δὲ Ὅμηρος ὀμφαλὸν θαλάσσης νοεῖ τὸ μέσον ἀκολούθως τοῖς τολμήσασι γῆς ὀμφαλὸν εἰπεῖν τὸ καὶ μεσόμφαλον γῆς παρὰ Σοφοκλεῖ, δηλοῖ καὶ ὁ μεταβολεὺς Δημοσθένης. εἰπὼν ὡς ἐν νήσῳ ποι ὑπὸ μέσης τῆς θαλάσσης καὶ Ὀδυσσεὺς ἀπειλημένος ἦν ὑπὸ Καλυψοῦς τῆς Ἄτλαντος. ὃν σύ φησιν ὦ Ζεῦ, τήν τε θαλάσσης γνῶσιν ἐξεπίστασθαι, καὶ τὴν οὐρανοῦ καὶ γῆς ἕδραν συνέχειν ἔταξας. (ῃερς. 51.) Ὅτι τὸ, θεά δ' ἐν δώματα ναίει, καινότερον συντέτακται. εἴτε γὰρ εἴποι τις ἐνναίει τὰ δώματα, οὐ πάνυ συνήθης ἡ σύνταξις. εἴτε εἴποι ἐν τὰ δώματα ναίει, Δωρικῶς συντέτακται, ὡς ἔστιν ἐκ τοῦ Πινδάρου μαθεῖν. (ῃερς. 53.) Ὅτι θηλυκῶς λέγει τὰς κίονας κατὰ διάλεκτον 1. 19 Ἰωνικήν. ἔστι δὲ τοῦτο καὶ τῶν Ἀττικῶν. μυρία δὲ τοιαῦτά ἐστι παρὰ τοῖς ποιηταῖς. οἳ τὰς βοῦς λέγουσι. καὶ τὰς ἵππους καὶ τὰς ἡμιόνους. καὶ τὰς ἑλλούς. καὶ τὰς κύνας. καὶ τὰς ὄϊς. καὶ ἕτερα. Αἴλιος δὲ Διονύσιος παρασημειούμενός τινα ὅπως κατὰ γένη προφέρονται, φησὶν οὕτω. κακκάβη θηλυκῶς ὁ κάκκαβος. ὃ καὶ παρὰ τῷ Ἀθηναίῳ κεῖται ἐν τῷ, κακκάβα ζέουσα. οὕτω καὶ ἡ ἁρπάγη δι' ἧς ἐκ φρεάτων κάδδους ἀνάγουσιν. ἔτι καὶ ἡ βῶλος. καὶ ἡ ὕαλος. καὶ ἡ φάρυγξ, καὶ ἡ στρύχνος. καὶ ἡ χάραξ τὸ τῆς ἀμπέλου ὑπόστημα. ὁ μέντοι χάραξ ἀρσενικῶς, τὸ χαράκωμα τοῦ στρατοπέδου. ἔτι θηλυκῶς, καὶ ἡ τύλη τὸ φύμα τὸ ἐπὶ τοῦ αὐχένος. καὶ ἡ ὄμφαξ. καὶ ἡ ἄσβολος. καὶ ἡ ψύλλα. καὶ ἡ μείραξ. καὶ ἡ θόλος. καὶ ἡ μήκων. Θουκυδίδης οὖν μήκωνα μεμελιτωμένην φησί. ταῦτα κατὰ γένος θηλυκόν. ἀρσενικῶς δὲ, ὁ χοῦς. ὁ ὄροφος. ὁ θίς. ὁ λιμός. ὁ σκότος. ὁ τάρας. ὁ ἀκράγας. οὐδέτερα δὲ, τὸ νῶτον. τὸ ζυγόν. τὰ ἐπίδεσμα. τὸ στρωματόδεσμον. τὸ θύμον. τὸ σίαλον. τὸ κέδρον. τὰ θεμέλια. τὸ τέμαχος. ἀρσενικὰ δὲ καὶ οὐδέτερα. ὁ τάριχος καὶ τὸ τάριχον. τὰ στάδια καὶ οἱ στάδιοι. δῆλον δὲ ὅτι Ἀττικῶς ταῦτα πάντα. ἐπεὶ καὶ Ἀττικαῖς λέξεσιν ὁ ῥηθεὶς Διονύσιος ἐπεξέρχεται. ἄλλως γὰρ καὶ ἡ θὶς λέγεται. ὅτι καὶ ἡ λιμός. καὶ τὸ σκότος. καὶ ἡ τάρας. καὶ ἡ ἀκράγας καὶ ἕτερα τῶν τοῦ Διονυσίου, ἑτέρως. ὁ χοῦς μέντοι τὸ μέτρον, ἀεὶ ἀρσενικῶς. ὁ δέ γε τῆς γῆς, καὶ θηλυκῶς εὕρηται παρὰ τῷ γεωγράφῳ. (ῃερς. 54.) Ὅτι ἐν τῷ γαῖαν καὶ οὐρανὸν ἔχουσιν, ἐλλέλειπται ἡ ἀνˉα πρόθεσις. ἔστι γὰρ ἀντὶ τοῦ, ἀνέχουσι καὶ ἀναβαστάζουσι. πολλαχοῦ δὲ τοιαῦτα ποιεῖ Ὅμηρος, ὡς καὶ ἐν Ἰλιάδι φαίνεται. Μαλακοῖς καὶ αἱμυλίοις λόγοις ἡ Καλυψὼ τὸν Ὀδυσσέα ἔθελγεν ὅπως Ἰθάκης ἐπιλήσεται. εἶεν δ' ἂν τῆς μὲν ἱστορουμένης Καλυψοῦς αἱμύλιοι λόγοι, οἱ κατὰ ἔρωτα κολακεύοντες. καὶ οὓς ἂν εἴπῃ γυνὴ ἐρῶσα. καὶ διατοῦτο κατὰ τὸν Ἡσίοδον αἱμύλα κωτίλλουσα. τῆς δὲ ἀναγομένης εἰς φιλοζωΐαν σωματικὴν Καλυψοῦς αἱμύλα ῥήματα νοοῖντο ἄν, τὸ ἑαυτοῦ τινα κήδεσθαι. τὸ μὴ τὸν θυμὸν ἔδειν μερίμναις. τὸ τὴν φύσιν, τοῦ ἡδέος μᾶλλον στοχάζεσθαι ἤπερ τοῦ λυπηροῦ. τὸ τὴν ἡδονὴν ἀοχλησίαν εἶναι σαρκός. τὸ μὴ πονεῖν ἄγαν ὡς ἂν εἴη μακρόβιος καὶ μικροῦ καὶ ἀθάνατος. καὶ ὅσα τοιαῦτα. ἄλλως δὲ, μαλακοὶ καὶ αἱμύλιοι λόγοι, οἱ κολακευτικοὶ καὶ προσηνεῖς. μαλακοὶ μὲν, πρὸς διαστολὴν τῶν ἀπειλητικῶν, σκληροὶ γὰρ ἐκεῖνοι. αἱμύλιοι δὲ κατὰ τοὺς παλαιοὺς, δόλιοι, πιθανοί. πλάνοι. ποικίλοι. καὶ ἄλλως δὲ αἱμύλιοι, οἱ ὡς εἰπεῖν γνήσιοι. καὶ οἵους ἂν εἴποι τις τῶν πρὸς αἵματος. ἢ καὶ ἄλλως αἱμύλιοι, οἱ μὴ ψοφήσαντες εἰκῇ περὶ τὰ τῆς ἀκοῆς πρόθυρα, ἀλλ' ἔσω παρεισδύντες καὶ οἷον ἁψάμενοι αἵματος. ἢ θερμοὶ καὶ ἐνεργοὶ, οὐ μὴν ψυχροὶ καὶ ἄπρακτοι. ὡς ἐκ μεταφορᾶς τῶν ἐναίμων ζῴων ἃ θερμότερα τῶν ἀναίμων εἰσί. παράγωγον δὲ τοῦ αἱμύλος, ὁ αἱμύλιος ὡς δηλοῖ τὸ, αἱμύλα κωτίλλουσα. Τὸ δὲ θέλγειν περὶ οὗ ἀκριβῶς ἐν τοῖς εἰς τὴν Ἰλιάδα ἐῤῥέθη, οὐδ' ἐνταῦθα ἡδονὴν ἁπλῶς δηλοῖ, ἀλλὰ τὴν οὐκ ἐπ' ἀγαθῷ καὶ ἀπατηλήν. ὡς δηλοῖ τὸ, ἵνα Ἰθάκης ἐπιλήσεται. οὐ γὰρ ἔθελγε τὸν Ὀδυσσέα ἡ Καλυψὼ ἡδέως, ἀλλὰ παρῆγεν οὗ ἐκεῖνος ἐπεθύμει, τοῦ τὴν πατρίδα ἰδεῖν, εἰ καὶ μὴ ἔπειθεν. ὅτι δὲ ἐκ τοῦ τοιούτου θέλγειν οἱ Τελχῖνες, δηλοῦσιν οἱ παλαιοί. παρ' οἷς καὶ θελγῖνες οἱ αὐτοὶ λέγονται. ἐν γοῦν ῥητορικῷ λεξικῷ κατὰ στοιχεῖον προϊόντι, γράφεται. Θελγῖνες, γόητες. φαρμακοί. ἐπίῤῥητον ἄρα τὸ θέλγειν ἐξ οὗ περ οὗτοι παράγονται. (ῃερς. 58.) Ὅτι Ὀδυσσεὺς οὕτω φιλόπατρις ἦν, ὡς καὶ καπνὸν μόνον ἐφίεσθαι ἀποθρώσκοντα νοῆσαι ἧς γαίης, ἤγουν τῆς ἑαυτοῦ γῆς. τουτέστιν εἰ μὴ αὐτῆς Ἰθάκης ἐπιβῆναι μέλλοι, κἂν γοῦν πόῤῥωθέν ποθεν αὐτὴν τεκμήρασθαι οἷς τὰ τοιαῦτα τεκμαίρονται ἄνθρωποι. τεκμαίρονται δὲ ὡς τὰ πολλὰ μακρόθεν, πυρὶ εἴτε καὶ τῷ τοῦ πυρὸς σημείῳ, καπνῷ. ὧν ὁ μὲν καπνὸς, ἐν ἡμέρᾳ μάλιστα χρήσιμος. ὁ δὲ πυρσὸς, τῇ νυκτί. τείχεσι μέν τοι καὶ οἰκημάτων ἐπάρσει, οὐκ ἔστιν ἕκαθεν ἀλλ' ἐκ τῶν ἐγγυτέρω τεκμαίρεσθαι. ὄρους δὲ ὕψος, οὐκ αὐτὴν τὴν πατρίδα πόλιν σημειοῖ μὴ ἄνω αὐτοῦ πεπολισμένην, ἀλλά τινα τῶν πέριξ. Καπνοῦ δὲ παράγωγον τὸ καταπνίζειν ὅ ἐστι θύειν ὡς ἐκ παρακολουθήματος, Ὅμηρος δηλοῖ ἐν τῷ, κάπνισάν τε κατὰ κλισίας. ἐκ τοῦ καπνίζειν δὲ, καπνιστὰ κρέα παρὰ τῷ δειπνοσοφιστῇ. Ὅρα δὲ οἷος τὰ ἐς δυστυχίαν Ὀδυσσεὺς ὁ πηνίκα ἐκ τῆς Αἰόλου νήσου ἐπανιὼν καὶ ἐγγίσας τῇ πατρίδι καὶ ἤδη πῦρ ἀνακαιόμενον βλέπων, ἐπλάγχθη ὀπίσω. Ἰστέον δὲ ὅτι σχῆμα ἔστιν ἐνταῦθα, δηλοῦν ἐκ μέρους τὸ πᾶν. τῷ γὰρ ἡμερινῷ σημείῳ τῷ καπνῷ, δεῖ συνεπινοεῖν καὶ τὸ ἐκ τοῦ πυρὸς νύκτερον σύμβολον. τί γὰρ διαφέρει εἴτε καπνὸν ὁ Ὀδυσσεὺς ἴδοι τὸν ἐν ἡμέρᾳ τὴν Ἰθάκην σημαίνοντα, εἴτε πυρσὸν τὸν ἐν νυκτί; εἰ μὴ ἄρα τοῦ κρείττονος μέμνηται. κάλλιον γὰρ ἐνταῦθα ὁ