Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Commentarii ad Homeri Odysseam i
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-thessalonicensis-pg-135-136" aria-label="More works by Eustathius Thessalonicensis PG 135"> —
⋯
More
Original / primary: Pg Scrape Grc
523.1.1
) Τὸ δὲ ἀμφιπεσοῦσα, καιριώτατα ἐῤῥέθη ἐπὶ νεκρῷ. τὸ γὰρ ἀμφιβαλεῖν, ἐπὶ ζῶσι λέγεται. (ῃερς. 525.) Τὸ δὲ ἀμύνων νηλεὲς ἦμαρ, ἐντελῶς νῦν ἔχει ῥηθὲν, ἀντὶ τοῦ ἀποσοβῶν τὴν κακὴν ἡμέραν. ὅτε μέντοι αὐτὸ κεῖται μόνον τὸ ἀμύνειν, ἐλλειπτικῶς ἔχει τότε καὶ κεῖται ἀντὶ τοῦ βοηθεῖν. (ῃερς. 526.) Περὶ δὲ τοῦ ἀσπαίρειν ὃ δηλοῖ τὸ σπᾶσθαι καὶ ὡς ἐξ αὐτοῦ καὶ τὸ σπαρίζειν γίνεται, ἐδηλώθη ἀλλαχοῦ. νῦν δὲ οὐ πάρεργον εἰπεῖν καὶ ὅτι καθὰ σπαίρω καὶ κατὰ πλεονασμὸν ἀσπαίρω, οὕτω καὶ στάχυς ἄσταχυς, καὶ σταφὶς ἀσταφὶς, καὶ σφόδλος ἀσφόδελος ὡς ἐν τοῖς ἑξῆς που ῥηθήσεται. ἐν μέντοι τῷ ἀμέργειν καὶ μέργειν, ἄδηλον εἴτε τὸ ἀμέργειν ἐκ τοῦ μέργειν κατὰ πλεονασμὸν, εἴτε καὶ ἀνάπαλιν ἐκεῖθεν τὸ μέργειν κατὰ ἀφαίρεσιν. ἐξ ὧν καὶ ἀμοιργοί φασι, πόλεως ὄλεθροι. οἱ δ' αὐτοὶ, καὶ μόργοι. οἱ ἀμέλγοντες δηλαδὴ τὸ κοινὸν, καὶ ἐκμυζῶντες οἱονεὶ τὰ ἀλλότρια. ἐν μέντοι τῷ, μαῦρον καὶ ἀμαυρὸν, φανερῶς τὸ μαῦρον ἀφαίρεσιν πέπονθεν ἐκ τοῦ ἀμαυρόν. (ῃερς. 527.) Τὸ δὲ χυμένη, ὑγρότητα ὅ ἐστι τρυφερότητα σώματος δηλοῖ. ἢ καὶ σπουδαῖον δρόμον κατὰ τὸ, ἱππόθεν ἐκχύμενοι. (ῃερς. 528.) Τὸ δὲ κόπτοντες, ἀντὶ τοῦ πλήττοντες. κατὰ τὸ, κόψε δὲ δειρήν. καὶ τίς ὁ κόπτων τὴν θύραν; τὸ μέντοι κατακόπτειν, ἐπὶ σφαγῆς, ὡς σὺν ἄλλοις καὶ ὁ κωμικὸς δηλοῖ ἐν τῷ κατεκόπησαν οὑτοιΐ. δῆλον δὲ ὅτι ἐν τῷ, οἱ δὲ, κόπτοντες, τοὺς πολεμίους δηλοῖ ἐλλειπτικῶς. οὐ γὰρ ἐξεφώνησέ που αὐτούς. Τοῦ δὲ δούρεσσι τὸ κοινὸν δούρασιν. ἐπεὶ καὶ ἡ πληθυντικὴ εὐθεῖα, δούρατα. καὶ ἡ γενικὴ, δοράτων. ἔσχε δὲ τροπὴν, ἵνα συνεξομοιωθῇ τῷ στομάτεσσι καὶ κτεάτεσσιν. (ῃερς. 529.) Εἴρερος δὲ κατὰ τοὺς παλαιοὺς, αἰχμαλωσία. δουλεία. παρὰ τὸ ἐρᾶν εἴρειν. οἱ γὰρ ἐν δουλείᾳ, καὶ τοῦ λέγειν στέρονται μὴ παῤῥησιαζόμενοι. Τὸ δὲ ἀνάγουσι, περιττὴν ἔχει τὴν πρόθεσιν. ὡς καὶ τὸ, τὸν δ' οὐκ εἰδότ' ὄλεθρον ἀνήγαγεν. (ῃερς. 532.) Ἰστέον δὲ ὅτι δεινῶς τῷ ποιητῇ πέπλασται τά τε κατὰ τὸν δούρειον ἵππον, καὶ ἀκολούθως ὁ τοῦ Ὀδυσσέως πολὺς κλαυθμὸς, ἵνα ἐρωτηθεὶς τί τὸ τοῦ κλαίειν οὕτως αἴτιον καὶ γνωσθεὶς πολυπραγμονηθῇ καὶ ἀναγκαίως ἐξείπῃ τὰ καθ' ἑαυτόν. καὶ οὕτω σχῇ παρείσδυσιν τὰ ἐφεξῆς ἱστορηθησόμενα. διὸ καὶ νῦν πλάττει ὁ ποιητὴς, ὡς τοὺς μὲν ἄλλους πάντας ἐλάνθανεν Ὀδυσσεὺς δάκρυα λείβων, Ἀλκίνοος δὲ μόνος ἐπιφρασάμενος καὶ νοήσας, ἤκουσε γὰρ αὐτοῦ καὶ βαρὺ στενάχοντος, τόν τε Δημόδοκον ἐπέχει τοῦ ᾄδειν, καὶ αὐτὸς μὲν λαλεῖ τὰ ἐφεξῆς ὀλίγα. μετ' αὐτὸν δὲ Ὀδυσσεὺς τὰ πάνυ πολλά. (ῃερς. 537.) Ὅτι κατάπαυσις ἀοιδῆς γλυκείας μὲν οὐ πᾶσι δὲ φίλης τὸ, ὁ δεῖνα ἤδη σχεθέτω φόρμιγγα λίγειαν, οὐ γάρ πως πάντεσσι χαριζόμενος τάδ' ἀείδει. (ῃερς. 542.) τοιοῦτον δέ τι καὶ τὸ, ἀλλ' ἄγ' ὁ μὲν σχεθέτω ἵν' ὁμῶς τερπώμεθα πάντες ξεινοδόκοι καὶ ξεῖνος, ἐπεὶ πολὺ κάλλιον οὕτως. Ἀλκίνοος δὲ ταῦτα λέγει ὅτε Ὀδυσσεὺς ἔκλαιεν. (ῃερς. 544.) εἶτα καὶ αἰτιολογῶν φησίν. εἵνεκα γὰρ ξείνοιο τάδ' αἰδοίοιο τέτυκται πομπὴ καὶ φίλα δῶρα τά οἱ δίδομεν φυσικῶς ῥηθέν. τὸ γὰρ διδόαμεν πλεονασμὸν ἔχει τοῦ ˉα. (ῃερς. 539.) Περὶ δέ τινος ἐπὶ δόρπια κλαίοντος ῥηθείη ἂν τὸ, ἐξ οὗ δορπέομέν τε καὶ ὤρορε θεῖος ἀοιδὸς, ἐκ τοῦ δ' οὔπω παύσατ' ὀϊζυροῖο γόοιο ὁ ξεῖνος. μάλα ποί μιν ἄχος (ῃερς.

Intertext edge

Open linked passage

Note