Commentarii ad Homeri Odysseam i
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-thessalonicensis-pg-135-136" aria-label="More works by Eustathius Thessalonicensis PG 135">
—
⋯
Original / primary: Pg Scrape Grc
52.1.1
) Τὸ δὲ ὀχήσατο, ὡς ἐπὶ ὄχου ὅ ἐστιν ἅρματος, ἐῤῥέθη. ἐπὶ γὰρ τοιούτων κυριολεκτεῖται τὸ ὀχεῖσθαι. (ῃερς. 54.) Ὅτι ὥσπερ μέγα δῶμα ἐπὶ ἀνθρώπων, οὕτω μέγα σπέος λέγει τὸ τῆς Καλυψοῦς. ἣν πολλαχοῦ νύμφην συνήθως καλεῖ. ἐρεῖ δὲ μετ' ὀλίγα, καὶ εὐρὺ τὸ τοιοῦτον σπέος. εἶτα καὶ πληθυνεῖ αὐτὸ ἐν τῷ, ἐν σπέσι γλαφυροῖσιν. εἶτα διασκευάζων τὰ κατ' αὐτὴν ἤγουν τί εὗρεν αὐτὴν ποιοῦσαν ὁ Ἑρμῆς, καὶ οἷα τὰ τοῦ σπηλαίου πέριξ, οὐ γὰρ ἤρκει πρὸς σεμνότητα μόνον τὸ μέγα εἶναι αὐτὸ εἰ μὴ καὶ ἔκφρασις τῶν ἐκεῖ καλῶν ἐπακολουθήσει, ἃ δὴ τηλαυγὲς ὡς εἰπεῖν τὸ τοῦ σπηλαίου ἐτίθετο πρόσωπον, φησί. πῦρ μὲν ἐπ' ἐσχαρόφιν μέγα καίετο. τηλόθι δ' ὀδμὴ κέδρου τ' εὐκεάτοιο θύου τ' ἀνὰ νῆσον ὀδώδει δαιομένων. ἥδ' ἔνδοθεν ἀοιδιάουσα ὀπὶ καλῇ, ἱστὸν ἐποιχομένη, χρυσείῃ κερκίδ' ὕφαινεν. εἶτα ἐκφράζων, φησίν. ὕλη δὲ σπέος ἀμφιπεφύκει τηλεθόωσα. καὶ ἑρμηνεύων τίς ἡ ὕλη, ἐπάγει. κλήθρη τ' αἴγειρός τε καὶ εὐώδης κυπάρισσος. ἔνθα δέ τ' ὄρνιθες τανυσίπτεροι εὐνάζοντο. σκῶπες τ' ἴρηκές τε τανύγλωσσοί τε κορῶναι εἰνάλιαι. τῇσι τε θαλάσσια ἔργα μέμηλεν. ἥδ' αὐτοῦ τετάνυστο περὶ σπείους γλαφυροῖο, ἡμερὶς ἡβώωσα. τεθήλει δὲ σταφυλῇσι. κρῆναι δ' ἑξείης πίσυρες, ῥέον ὕδατι λευκῷ πλησίαι ἀλλήλων. τετραμμέναι ἄλλυδις ἄλλη. ἀμφὶ δὲ λειμῶνες μαλακοὶ ἴου ἠδὲ σελίνου, θήλεον. (ῃερς. 73.) Τούτοις δὲ ὁ ποιητὴς ἐπάγων ἐπιφωνηματικὴν αὔξησιν, φησίν. ἔνθα καὶ ἀθάνατός περ ἐπελθὼν θηήσαιτο ἰδὼν καὶ τελεφθείη φρεσίν. ὅπερ ἔπαθε καὶ ὁ Ἑρμῆς, οὐ μόνον θαυμάσας ἀλλὰ καὶ τερφθείς. ὃ δὴ οὐκ ἀεὶ συμβαίνει, ἔστι γὰρ θηήσασθαι, καὶ οὐ πρὸς τέρψιν ἀλλὰ πρὸς μόνον θάμβος. Καὶ ὅρα ἐνταῦθα ἐπιμονὴν ῥήματος διὰ τὸ καίριον. θηήσαιτο γὰρ εἰπὼν, ἐπιφέρει. ἔνθα στὰς, θηεῖτο. καὶ, πάντα θηήσατο θυμῷ. Ἰστέον δὲ ὅτι οὐχ' οἷον ἀληθῶς ἐστι τὸ τῆς Καλυψοῦς σπήλαιον, ἱστορεῖ ὁ ποιητής. ἀλλ' οἷον ἂν ὡς εἰκὸς εἴη τὸ καλῶς ἔχον εἰς ἐνδιαίτημα ἐνδόξου προσώπου. (ῃερς. 59.) Ἰστέον δὲ καὶ ὅτι παρὰ μὲν τῷ ποιητῇ, ἐσχάρα, τόπος ἐστὶν ἐφεστίου πυρὸς ὡς καὶ ἐν τοῖς ἑξῆς φαίνεται ὅπου Ὀδυσσεὺς ἕζεται ἐπ' ἐσχάρῃ ἐν κονίῃσι πὰρ πυρί. οἱ δὲ παλαιοὶ, φασὶ καὶ ἐσχάριον, θυμιατήριον κοῖλον. δῆλον δ' ὅτι ἐσχάραν καὶ τὸ γυναικεῖον ἐκάλουν μόριον. ὡς δὲ καὶ ἕλκους ἐσχάρα λέγεται, δῆλόν ἐστι. Τὸ δὲ πῦρ καίετο, τὴν πυρκαιὰν συντίθησιν. ἀρχαῖον δὲ ἡ τοῦ πυρὸς χρῆσις παρὰ τοῖς ἐνδόξοις. ἣν καὶ ὁ τῆς τραγῳδίας Φιλοκτήτης ἐπαινῶν, φησὶν ὅτι οἰκουμένη στέγη πυρὸς μέτα, πάντ' ἐκπορίζει αὐτῷ ἃ ἐκεῖνος νοεῖ. (ῃερς. 60.) Τὸ δὲ τὴν κέδρον καὶ τὸ θύον καὶ τὴν κυπάρισσον εὐώδη εἶναι, ἱστορία ἐστὶ περὶ φυτῶν. μάλιστα δὲ ἡ κυπάρισσος εὐώδης. δάφνης δὲ τοιαύτης καὶ αὐτῆς οὔσης, οὐκ ἠθέλησε μνησθῆναι. Ὀππιανὸς δέ που, εὐώδη καὶ αὐτὴν καλεῖ. πρὸς διαστολὴν δὲ τῶν προσεχῶν κλήθρου τε καὶ αἰγείρου, εὐώδη κυπάρισσον εἶπε. Τὸ δὲ εὐκέατον, ἐτυμολογία κέδρου. ὡς οὕτω λεγομένης, παρὰ τὸ κεάσαι ῥᾷον. ὅ ἐστι κλάσαι. σχίσαι. ὡς καὶ ἐν τοῖς ἑξῆς ῥηθήσεται. ἵνα πλεονάζῃ καὶ ἐπὶ τῆς κέδρου τὸ ˉδ. Ὅρα δὲ τὸ θύον, δένδρον ὂν ἐνταῦθα ἀναντιῤῥήτως. εἰ δὲ ὁ καρπὸς αὐτοῦ εὐώδης ἐστὶ κατὰ τὸ θύον ἢ θύος ὅθεν σύνθετον μὲν ὁ θυοσκόος, παράγωγον δὲ τὸ θυόεν νέφος, ζητητέον ἑτέρωθεν. Τοῦ δὲ ὀδώδει μέσου ὑπερσυντελίκου τὸ κανόνισμα, τοιοῦτον. ὀζῶ ὀζήσω παρὰ τῷ κωμικῷ ἐν Σφηξίν. οὗ καὶ ἄλλως, ὀζέσω χρῆσις κοινῆ πρὸς ὁμοιότητα τοῦ, αἰνῶ αἰνήσω καὶ αἰνέσω καὶ τῶν ὁμοίων. ὀζῶ οὖν ὀζήσω. ὁ παρακείμενος ὤζηκα, ἐνεργητικὸς καὶ μέσος, ὦζα δισυλλάβως. ἐν γὰρ τοῖς περισπωμένοις ῥήμασι, μιᾷ συλλαβῇ ἐνδεῖ τοῦ ἐνεργητικοῦ παρακειμένου ὁ μέσος, οἷον. ὀλῶ ὀλέσω ὤλεκα, ὦλα. ὅθεν Ἀττικὸν ὄλωλα. ὤζηκα τοίνυν, ὁ μέσος ὦζα. καὶ Ἀττικῶς, ὄζωζα. καὶ τροπῇ Δωρικῇ τῶν δύο ζῆτα εἰς δύο δέλτα ὡς καὶ ἑτέρωθι δηλοῦται, ὄδωδα. ὑπερσυντέλικος ὠζώζει καὶ ὠδώδει μετὰ δύο Ἀττικῶς αὐξήσεων. καὶ Ἰωνικῶς ὀδώδει συστολῇ τῆς ἀρχούσης. τοιοῦτον δὲ καὶ μετ' ὀλίγα, τὸ ὀρώρει. ὀρῶ γὰρ τὸ διεγείρω. μέλλων, ὀρήσω. ἐξ οὗ ὤρηκα. μέσος, ὦρα καὶ Ἀττικῶς ὄρωρα. ὃς ὑπερθέσει χρονικῇ, γίνεται ὤρορα, ὑπερσυντέλικος κοινὸς, ὠρώρειν. καὶ Ἰωνικῶς ὀρώρειν. οὗ τρίτον, ὀρώρει δ' οὐρανόθεν νύξ. δῆλον δ' ὅτι οὐ μόνον ταπεινοῦνται μυριαχοῦ χρονικαὶ αὐξήσεις Ἰωνικῶς, ἀλλὰ καὶ ἐκ βραχέων μηκύνονται Ἀττικῶς. ὡς ἐν τῷ, ἠβουλόμην. ἠδυνάμην. ἤμελλον. ἤδη δὲ καὶ ἐν τῷ διηκόνουν, εἰ καὶ ἄλλως αὐτὸ ἐκ τοῦ διαεκόνουν κεκράσθαι δοκεῖ. (ῃερς. 62.) Τὸ δὲ ἱστὸν ἐποίχεσθαι καὶ ᾄδειν, οὐκ ἀγεννὲς ἐνδόξοις γυναιξίν. ὡς καὶ ἡ Κίρκη δηλώσει ἐν τοῖς ἑξῆς. Ὅρα δὲ καὶ ἐνταῦθα τὸ, ἱστὸν ἐποίχεσθαι. σύνηθες ὂν οὕτω φράζειν τῷ ποιητῇ. καὶ ὅτι πολυτελὴς ἡ κερκὶς τῇ Καλυψοῖ. ἀπὸ χρυσοῦ γάρ. καὶ ὅτι οὐκ εὐτελὴς ὁ ἱστός. οὐ γὰρ ἂν ἐποιχομένη οὕτως ἐκέρκιζεν. ὠνοματοπεποίηται δὲ ἡ κερκὶς ὥσπερ καὶ τὸ κρέκειν. ἐξ οὗ καὶ αὐτὴ καὶ ὄρνεόν τι ἡ κρὲξ, παράγονται. (ῃερς. 64.) Ἡ δὲ κλήθρη, φυλάσσει μέχρι καὶ νῦν τοὔνομα, ὑποβαρβαριζομένη διὰ προσθήκης τοῦ ˉσ. Αἴγειρος δὲ, ταπολλὰ μὲν, ἐρημάζει. φυλάττουσα μέχρι καὶ νῦν πολλαχοῦ τὸ ὄνομα. ἡ δὲ ἱστορία, ἔχει καὶ ἐν Ἀθήναις αἴγειρον ἐπιμεληθεῖσαν. ὃ πάσχει παρὰ τοῖς φιλοκάλοις καὶ ἡ κυπάριττος. ἦν γοῦν φασιν αἴγειρος Ἀθήνῃσιν ἐπάνω τοῦ θεάτρου ἀφ' ἧς ἐθεώρουν οἱ μὴ ἔχοντες τόπον. ὅθεν καὶ ἡ ἀπ' αἰγείρου θέα ἐλέγετο. καὶ παρ' αἴγειρον θέα, ἡ ἀπὸ τῶν ἐσχάτων. καὶ ἦν φασιν εὐωνοτέρα ἡ παρ' αἴγειρον θέα. (ῃερς. 65.) Τὸ δὲ τανυσίπτεροι κοινὸν ἐπίθετον πτηνῶν ἃ 1. 0 πετόμενα, τανύουσι τὰ πτερά. (ῃερς. 66.) Σκῶπες δὲ, ἢ παρὰ τὸ σκαιὰν ὄπα ἔχειν, κακόφωνοι γάρ. ἢ παρὰ τὸ ἐν σκιᾷ ὅ ἐστι νυκτὶ, ἀφιέναι ὄπα. ἢ ἄλλως, παρὰ τὸ ἐν τοιαύτῃ σκιᾷ ὦπα ἔχειν ἐνεργὸν, νυκτὸς γὰρ μάλιστα βλέπουσι. καὶ δοκοῦσι σκῶπες εἶναι, ἃς κουκούβας οἱ Ῥωμαῖοι φασίν. ἕτεροι δὲ, παρὰ τὸ ἐοικέναι οἷον σκώπτουσι διὰ τὸ διάφορον τῶν σχηματισμῶν, οἷς τὸ ζῷον φυσικῶς διατίθεται. τινὲς δὲ κῶπας γράφουσι δίχα τοῦ σίγμα. ἐν δὲ τοῖς τοῦ Ἀθηναίου φέρεται, ὅτι καθὰ οἱ ὦτοι τὸ ὄρνεον ὧν μνεία καὶ ἐν τοῖς εἰς τὴν Ἰλιάδα κεῖται, οὕτω καὶ οἱ σκῶπες, ὀρχήσει ἁλίσκονται. καὶ ὅτι καὶ γένος ὀρχήσεως ἀπ' αὐτῶν καλεῖται σκώψ, λαβὼν τοὔνομα, ἐκ τῆς περὶ τὸ ζῷον ἐν τῇ κινήσει ποικιλίας. καὶ ὅτι χαίρουσιν οἱ σκῶπες καὶ ὁμοιότητι. καὶ ἀπ' αὐτῶν, σκώπτειν φαμὲν τὸ συνεικάζειν καὶ καταστοχάζεσθαι τῶν σκωπτομένων, διὰ τὸ τὴν ἐκείνων ἐπιτηδεύειν προαίρεσιν. ἴσως δὲ τούτων παρώνυμοι καὶ οἱ παρὰ τῷ Τίμωνι σκωπαῖοι, παρὰ Λάκωσιν ἐπιχωριάζοντες. ἀνθρωπάρια ἐκεῖνοι μικρά. καλούμενά φασι παρά τισι, στίλπωνες. οὓς οὐκ ἄν τις πάνυ ἀπεοικέναι εἴποι τοῦ Πινδαρικοῦ πίθωνος. ὃν καλὸν ἐκεῖνος ἐπονομάζει κατά τινα ὁμοιότητα στίλπωνος. ἐν δὲ τοῖς τοῦ Ἀθηναίου, φαίνεται καὶ ὅτι σκὼψ, ἴσως δὲ καὶ σκώπευμα, σχῆμα ἦν ὀρχήσεως ὡς καὶ ἐδηλώθη. σκὼψ γάρ φησι, σχῆμά τε τῶν ἀποσκοπούντων, ἄκραν τὴν χεῖρα ὑπὲρ τοῦ μετώπου κεκυρτωκότων. λέγεται δέ φησιν ὁ σκὼψ, μικρότερος εἶναι γλαυκὸς, καὶ ἐπὶ μολιβδοφανεῖ χρώματι, ἔχειν ὑπόλευκα στίγματα. δύο τὲ ἐκ τῶν ὀφρύων παρ' ἑκάτερον κρόταφον ἀναφέρειν πτερά. ἕτεροι δὲ, δύο φασὶ γένη σκωπῶν. καὶ οἱ μὲν, φθέγγονται οἱ δὲ οὔ. καὶ καλοῦνται οἱ μὲν, σκῶπες. οἱ δ' ἀείσκωπες. ἄλλοι δέ φησι τοὺς παρ' Ὁμήρῳ, κῶπας ὡς καὶ ἀνωτέρω κεῖται χωρὶς τοῦ σίγμα φασί. Τὸ δὲ σχῆμα τοῦ, σκῶπες ἴρηκές τε, σώφρων παρίσωσις, Ὁμήρῳ πρέπουσα. ὃς ἀεὶ μετρίως καὶ ἡρωϊκῶς καλλωπίζει, οὐ μὴ κατὰ τοὺς ὕστερον μὴ ζηλοῦντας αὐτόν. ὧν καὶ οἱ κωμικοί. πρὸς γέλωτα τὴν γραφὴν ὡραΐζοντες. ὁποῖος καὶ ὁ γράψας τὸ, πᾶς δὲ κατ' οἴκους, μάττει. πέττει. τίλλει. κόπτει. εὕει. χαίρει. παίζει. πηδᾷ. δειπνεῖ. πίνει. σκιρτᾷ. λορδοῖ. κεντεῖ. βινεῖ. οἷς ἐπάγει ἐκεῖνος καὶ τὸ, μολπά. κλαγγά. ὀσμὴ σεμνὴ μυκτῆρα δονεῖ, λιβάνου. σμύρνης. καλάμου. στύρακος. λίνδου. κίνδου. μίνθου. ἐν οἷς τὸ μὲν λορδοῦν, σχηματισμὸν δηλοῖ σώματος, οὐ σεμνόν. λίνδος δὲ, ἀνθηρόν τι εὐῶδες ὁμώνυμον Λίνδῳ τῇ Ῥοδίᾳ πόλει. μίνθος δὲ, οὐ πάντως κόπρος ἡ παρὰ τῇ κωμῳδίᾳ, παρ' ὑπόνοιαν. ἀλλ' ἡ λεγομένη διαλελυμένως μὲν, καλὰ μίνθη. συνθέτως δὲ καλαμίνθη. περὶ δὲ κίνδου, ζητητέον. ὁμοιοκαταληξία δὲ παιγνιώδης καὶ τὸ τυρὸς χλωρός. τυρὸς ξηρός. τυρὸς κοπτός. τυρὸς ξυστός. τυρὸς τμητός. Ἔτι δὲ καὶ τὸ, αἲξ οὐρανία, κριὸς τομίας. κάπρος ἐκτομίας. ὗς οὐ τομίας. καὶ οὕτω μὲν καὶ ταῦτα. Τὸ δὲ ἴρηκες, Ἰωνικῶς ψιλοῦται, ὡς καὶ ἡ Ἰλιὰς ἐδήλωσεν. οὐ μὲν οὕτω πνευματισθήσεται καὶ ὁ ἱέραξ. Κορῶναι δὲ εἰνάλιαι κατὰ τοὺς παλαιοὺς, αἱ αἴθυιαι. ἃς καὶ τανυγλώσσους λέγει, κατά τι ζωϊκὸν ἴδιον. Τοῦ δὲ εἰνάλιαι, περίφρασις τὸ, αἷς θαλάσσια ἔργα μέμηλεν. οὐ πρὸς σαφήνειαν ῥηθὲν τοῦ εἰνάλιαι, ἀλλὰ πρὸς ἔνδειξιν πλείω τοῦ, κορώνας τὰς αἰθυίας εἰπεῖν. Ἡμερὶς δὲ κατὰ μὲν πολλοὺς, ἡ ἥμερος ἄμπελος πρὸς διαστολὴν τῆς ἀγριάδος. ἣν καὶ τεθηλέναι φησὶ σταφυλαῖς, ὡς οἷα τοῦ καιροῦ ἐκείνου μετοπωρινοῦ ὄντος. διὸ καὶ Νότος ἐτηρήθη τῷ Ὀδυσσεῖ τηνικαῦτα ὡς φιλοσόφῳ πολυήμερος καθὰ ἐν τοῖς ἑξῆς δηλωθήσεται. ὃς δὴ Νότος, πολὺς τηνικάδε πνέει καιροῦ ὡς καὶ Ἡσιόδῳ δοκεῖ. (ῃερς. 68.) Τετάνυστο δὲ ἡ τοιαύτη ἡμερὶς, διὰ τὸ μὴ δὲ κλαδᾶσθαι ὡς εἰκός. διὸ καὶ σπαργῶσα ἦν καὶ διατοῦτο πλατυνομένη. ὅθεν καὶ Ἀνάχαρσις ἐν Σκύθαις τὰ ἑλλαδικὰ διηγούμενος, φησὶ φυτὸν καθ' Ἑλλάδα εἶναι, ὃ παραταθῆναι ἂν, ἕως καὶ εἰς Σκύθας εἰ μὴ κατ' ἔτος ἐτέμνετο. τὴν ἄμπελον ἐκεῖνος αἰνιττόμενος οὕτω. καὶ ὧδε μὲν περὶ τῆς ἡμερίδος οἱ πλείους. ἐν δὲ ὑπομνήμασι παλαιοῖς τοῖς εἰς τὸ ˉξ τῆς Ἰλιάδος, εἶδος λεπτοφλοίου δρυὸς ἡ ἡμερὶς λέγεται. καὶ ὁ καρπὸς αὐτῆς, σταφυλή. φασὶ γὰρ ὡς αἱ μὲν ἄκαρποι καὶ πλαττύφυλλοι δρύες, ἐρίφλοιοι καλοῦνται παρὰ Περγαμηνοῖς. αἱ δὲ λεπτόφυλλοι καὶ καρποφόροι, ἡμερίδες. καὶ τοὺς ἐπ' αὐτῶν εὐθηνοῦντας βότρυς, σταφυλὰς καλοῦσιν. ἐξ ὧν καὶ ὁ ἰξὸς γίνεται. ἡ γὰρ ἄκαρπος, κηκιδοφόρος ἐστὶ διὸ καὶ τὸ, δρυσὶν ὑψικόμοισιν ἐν τῇ Ἰλιάδι, ἰξοφόροις γράφει Ἀγαθοκλῆς. καὶ ταῦτα μὲν οἱ παλαιοί. λέγονται δὲ μέχρι καὶ εἰς ἡμᾶς ὡς καὶ ἀλλαχοῦ ἐδηλώθη, δρύες τινές, ἡμερίδες περί που τὴν Θρᾴκην. Ἰστέον δὲ καὶ ὅτι καθ' ὁμοιότητα τῆς κατὰ τὴν ἄμπελον σταφυλῆς, σταφυλὴ λέγεται καὶ ὁ ἐν τῷ στόματι κίων. ὅτι δὲ τὸ βαρύτονον ἡ σταφύλη τεκτονικὸν ἐργαλεῖον ἐστὶν, ἡ Ἰλιὰς δηλοῖ. Ἰστέον δὲ καὶ 1. 1 ὅτι εἴπερ ἄμπελός ἐστιν ἡ ῥηθεῖσα ἡμερὶς, εἰκὸς αὐτὴν καὶ αὐτόματον εἶναι κατὰ τὰ ἐν τῇ γῇ τῶν Κυκλώπων. ἔτι δὲ καὶ ἀναδενδράδα. οὐ γὰρ χαμαὶ εἷρπε ταῖς ὄσχαις ὅ ἐστι τοῖς βοτρυηφόροις κλήμασιν, ἀλλὰ τετάνυστο περὶ σπείους. καὶ εἴη ἂν καὶ αὐτὴ, ἁμάμαξυς. κατὰ τὸν εἰπόντα, ἁμάμαξυς, σταφυλῆς γένος. οἱ δὲ, ἀναδενδράδα φασίν. ὅτι δὲ καὶ διάφορα εἴδη ἀμπέλων, οἱ παλαιοὶ δηλοῦσιν. ἐν αἷς καὶ ἡ ξυστὰς, εἰκῇ φασι πεφυτευμένη ἄμπελος. καὶ ἡ σταχὰς, ἡ κατὰ στοίχους δηλαδή. (ῃερς. 69.) Τὸ δὲ ἡβώωσα, μετήνεκται ὅθεν καὶ τὸ, ἡβηδὸν ἀνελεῖν, ἀντὶ τοῦ κατὰ ἥβην ὅ ἐστι πάντας τοὺς ἡβῶντας. (ῃερς. 70.) Αἱ δὲ κρῆναι προϋπόκεινται, ἵνα πιθανεύσηται τοὺς λειμῶνας ὁ ποιητής. οἷς χρεία ὕδατος τοιούτου. Λευκὸν δὲ ὕδωρ τὸ κρηναῖον τοῦτο, διὰ τὸ ἀβαθές. τὸ γὰρ βαθὺ μέλαν φαίνεται. ὡς δὲ τοῦ λευκοῖ παράγωγον τὸ λευκαίνειν, αὐτοῦ δὲ ἡ λεκάνη, ἐς τοσοῦτον εἰρήσθω. (ῃερς. 71.) Τὸ δὲ πλησίαι, ὡς ἀπὸ ἀρσενικοῦ εἴρηται, ὁ πλησίος. ὃ καὶ ἀλλαχοῦ φαίνεται. οὗ ἡ αἰτιατικὴ παρήγαγε τὸ πλησίον ἐπίῤῥημα. (ῃερς. 72.) Λειμῶνες δὲ μαλακοὶ, ἐν οἷς ἐστι μαλακῶς ἐνεύδειν. ἀφ' ἧς ἐννοίας καὶ λεχεποίης που λέγεται ποταμός. ἅμα δὲ καὶ πρὸς διαστολὴν τῆς κραναῆς γῆς. ἐκείνη γὰρ οὐ μαλακή. Τὸ δὲ ἴου, σίου τινὲς γράφουσιν, ὃ καὶ κρεῖττον. ὡς καὶ πολλοῖς ἀρέσκει τῶν παλαιῶν. ἴα γὰρ ἐν λειμῶσιν οὐκ εἰσὶν, ἀλλὰ σία, ὡς μέχρι νῦν φαίνεται. οἷς καθὰ καὶ τοῖς σελίνοις, χρεία δαψιλοῦς ὕδατος. θάλλουσι γὰρ πλέον ἐν αὐτῷ. διὸ καὶ πηγὰς προανέῤῥηξεν ὑδάτων ὡς ἐῤῥέθη ὧν χωρὶς οὐκ ἔστι θάλλειν αὐτά. εἰ δ' ἔστιν ἐνταῦθα ἴου μνεία, ἰστέον ὅτι τὲ εἰ καὶ μὴ ἐν μέσοις ὕδασιν, ἀλλ' οὖν, ἔνθεν που καὶ ἐκεῖθεν εἰκὸς ἦν παραπεφυκέναι ἴα. ὧν χροὰ, οὐ μόνον πορφυρέα καὶ κιῤῥὰ, ἀλλὰ καὶ λευκὴ δι' ἣν λευκόϊα τὰ τοιαῦτα καλοῦνται. καὶ ὅτι τὸ ἴον, ἔκ τινων Ἰάδων νυμφῶν ἔσχε τὴν κλῆσιν, χαρισαμένων αὐτὸ Ἴωνι πρώτῳ, καὶ ἐκλήθη ἐντεῦθεν ἴον, παρωνύμως ταῖς τε Ἰάσι καὶ τῷ λαβόντι τὴν χάριν Ἴωνι. καὶ ὅτι καὶ τὸ κρίνον τὸ καὶ λείριον κατά τινας ἴον ὑπ' ἐνίων ἐκαλεῖτο, καὶ ταῦτα μὲν, περὶ ἴου. Περὶ δὲ σελίνου, ἐῤῥέθη μὲν καὶ ἐν τοῖς εἰς τὴν Ἰλιάδα. ἐν τοῖς προκειμένοις δὲ, εἰπεῖν ἀρκέσει ὅτι τὸ μὴ βραχὺ ἀλλ' εὐγενὲς ἢ καὶ εὐμέγεθες ἢ παχὺ σέλινον, ἱπποσέλινον ἐλέγετο. οἷα τοῦ ἵππου πρὸς ἔνδειξιν μεγέθους κειμένου καθὰ καὶ ἐν τῷ ἱππομανὴς Αἴας ἤγουν ὁ πάνυ μανιώδης. τοῦτο δὲ, πρὸς ὁμοιότητα τοῦ βοῦς ἐπενοήθη, ἐπὶ καὶ ὁ βοῦς ἐπιτείνει ἐν τῷ βοˉυ ἐπιτατικῷ μορίῳ. εἴρηται γὰρ καὶ ἐν τοῖς κατὰ τὴν Ἰλιάδα, ἐκ βοὸς εἰλῆφθαι τὸ τοιοῦτον ἐπίῤῥημα, διὰ τὸ τοῦ ζῴου μέγεθος. οὗ περ ἅπτεται καὶ ὁ εἰπὼν τὸ, μέγας δὲ πλευρὰ βοῦς. ὅτι δὲ Πτολεμαῖος Αἰγύπτου βασιλεὺς ὁ εὐεργέτης, ἠξίωσε γραφῆναι παρ' Ὁμήρῳ τὸ, λειμῶνες μαλακοὶ σίου ἠδὲ σελίνου, οὐ μὴν ἴου, ἴα γὰρ μετὰ σελίνων μὴ φύεσθαι ἀλλὰ σία, ὁ Ἀθήναιος ἱστορεῖ. λέγων καὶ ὅτι τὰ σία, φυτὸν σελίνῳ ἑλείῳ τὸ φύλλον ἐοικός. Τοῦ δὲ θήλεον, μέλλων θηλήσω, ἀπὸ περισπωμένου γὰρ κέκλιται ῥήματος, καὶ οὐκ ἀπ' αὐτοῦ δὴ τοῦ θάλλειν βαρυτόνου. Ἐν δὲ τῷ, καὶ ἀθάνατος ἰδὼν θηήσαιτο καὶ ἑξῆς, περιαυτολογεῖ ὁ ποιητὴς ἀποδεξάμενος ἑαυτὸν τῆς ἐκφράσεως. καὶ ἐκφράσει μὲν ἐν τοῖς ἑξῆς Ὅμηρος, καὶ τὰ τοῦ Ἀλκινόου σεμνὰ ἔνθα στὰς ὁ Ὀδυσσεὺς πάντα θηεῖται. οὐ μὴν ἐρεῖ καὶ θεοῖς εἶναι θηητὰ ἐκεῖνα. (ῃερς. 77.) Ὅτι πιθανὸς ὅτι μάλιστα ὢν ἐν τοῖς πλάσμασιν ὁ ποιητὴς, ἐν μὲν θνητοῖς προσώποις παρ' οἷς καὶ ἄγνοια, οἶδεν ἐρωτᾶν τίς πόθεν εἶς ἀνδρῶν. καὶ πορίζεσθαι οὕτω λόγων λαβάς. παρὰ δὲ ἀθανάτοις, οὐκ ἔχει οὕτω ποιεῖν. διὸ φησὶν ἐνταῦθα ὡς ἡ Καλυψὼ οὐκ ἠγνοίησεν ἰδοῦσα τὸν Ἑρμῆν. οὐ γάρ τ' ἀγνῶτες θεοὶ ἀλλήλοισι πέλονται ἀθάνατοι. οὐδ' εἴ τις ἀπόπροθι δώματα ναίει. τοῦτο δὲ δύναται παρῳδηθῆναι καὶ εἰς ἄνδρας ἐνδόξους οἳ τῇ φήμῃ γνωρίζονται καὶ εἰ μακράν που οἰκοῦντες τυγχάνουσιν. (ῃερς. 81.) Ὅτι δεινῶς μεθοδεύει ὁ ποιητὴς, μὴ εἶναι τὸν Ὀδυσσέα ἔνδον παρὰ τῇ Καλυψοῖ ὅτε εἰς αὐτὴν ἦλθεν Ἑρμῆς. ποιεῖ δὲ τοῦτο, ἵνα πρόφρασσα κατὰ τὸν ποιητὴν δόξῃ χαρίσασθαι αὐτῷ ἡ Καλυψὼ τὸν πλοῦν ἀφ' ἑαυτῆς, καὶ ὀφλήσῃ ἐκεῖνος χάριν αὐτῇ. φησὶ γοῦν ὅτι ἐπ' ἀκτῆς κλαῖε καθήμενος ἔνθα πάρος γε. δάκρυσι καὶ στοναχῇσι καὶ ἄλγεσι θυμὸν ἐρέχθων. ὅ ἐστι διατέμνων. διασχίζων. ἐξ οὗ καὶ τὸ ἐρείκειν. καὶ φυτὸν ἐρείκη. καὶ ὄσπρια ἐρεικτά. ἢ, ἐρέθων, ἀντὶ τοῦ ἐρεθίζων. πλεονασμῷ τοῦ ˉχ. προϊὼν δὲ, περὶ Ὀδυσσέως ἐρεῖ καὶ ὡς οὐδέ ποτ' ὄσσε δακρυόφιν τέρσοντο. κατείβετο δὲ γλυκὺς αἰὼν, νόστον ὀδυρομένῳ ἐπεὶ οὐκέτι αὐτῷ ἥνδανε νύμφη. καὶ ὅτι νύκτας μὲν, ἴαυε καὶ ἀνάγκῃ ἐν σπέσι γλαφυροῖς παρ' οὐκ ἐθέλων ἐθελούσῃ τῇ Καλυψοῖ. ἤματα δ' ἐν πέτραις καθίζων ἐπ' ἀκτῇ, δάκρυα ἔλειβε πόντον ἐπ' ἀτρύγετον δερκόμενος. εἰ γὰρ καὶ αἰψηρὸς ὁ τοῦ γόου κόρος, ἀλλὰ 1. 2 τῷ Ὀδυσσεῖ οὐδέποτε ὄσσε δακρυόφιν τέρσοντο διὰ τὸν τῆς πατρίδος πόθον. Βλέπει δὲ ἐπὶ πόντον Ὀδυσσεὺς καθὰ καὶ Ἀχιλλεὺς ἐν Ἰλιάδι, ὡς δι' αὐτοῦ τε καταπλεύσας, καὶ δι' αὐτοῦ ἐθέλων ἀναχθήσεσθαι. καὶ φιλῶν μὲν αὐτὸν, μισῶν δὲ τὴν ἐφ' ἧς διάγει. (ῃερς. 83.) Τὸ δὲ δάκρυσι καὶ στοναχῇσι καὶ ἄλγεσι, κάλλος μὲν ἔχει διὰ τὰ πάρισα. ἐντελῶς δὲ φράζει λύπην μεγάλην. ἐν ᾗ καὶ δακρύει τις καὶ στενάζει καὶ ἀλγεῖ παθαινόμενος τὴν ψυχήν. (ῃερς. 84.) Ἰστέον δὲ ὅτι κοινοῦ μὲν ὄντος τοῦ λείβειν Ἰωνικοῦ δὲ τοῦ εἴβειν περιαιρέσει τῆς ἀρχῆς ὃ δὴ θεωρεῖται καὶ ἐν τῷ, σῦς καὶ ὗς καθ' Ἡρῳδιανόν, ἀμφοῖν κεῖται χρῆσις ἐν τοῖς εἰρημένοις, τὸ μὲν γὰρ δάκρυα λείβων, κοινόν ἐστιν. Ἰωνικὸν δὲ, τὸ, κατείβετο αἰών. Περὶ δὲ τοῦ ἁνδάνειν, εἴρηται μὲν καὶ ἐν τοῖς εἰς τὴν Ἰλιάδα. ῥητέον δὲ καὶ ἐνταῦθα τὰ τοῦ Ἡρακλείδου. ᾧ δοκεῖ, ἀπὸ τοῦ ἅδω γενέσθαι αὐτὸ καθ' ὁμοιότητα τοῦ λάβω λαμβάνω καὶ τῶν ὁμοίων. οὗ δὴ ἅδω, χρῆσις καὶ παρ' Ὁμήρῳ ἐν τῷ, ἅδε δ' Ἕκτορι μῦθος ἀπήμων, ἤγουν ἤρεσκεν. εἰπὼν γὰρ ὅτι τὸ δάκνω συγκοπήν τινές φασιν εἶναι τοῦ δαγκάνω, ἐπάγει ὡς τὸ, δάκω μάθω λάχω ἅδω φύγω καὶ ὅσα τοιαῦτα ὑποτακτικὰ, τρισὶ γράμμασιν ὑστερεῖ καὶ μιᾷ συλλαβῇ, τῶν ἐξ αὐτῶν ὁριστικῶν ὧν τὸ ἄλφα παρατέλευτον. τοιοῦτον γὰρ τὸ φύγω ὑποτακτικὸν πρὸς τὸ φυγγάνω. καὶ ἐρύγω πρὸς τὸ ἐρυγγάνω. καὶ τὸ δάκω μάθω λάχω ἅδω, πρὸς τὸ δαγκάνω μανθάνω λαγχάνω ἁνδάνω. ταύτῃ τοι καὶ τοῦ ἁμαρτάνω, ὑποτακτικόν φησιν εἶναι φαμὲν, ἁμάτω δίχα τοῦ ˉρ, ὅπως καὶ αὐτὸ τρισὶ γράμμασιν ἐκείνου λείπηται. διὸ ἀναλογώτερον, τὸ κιγχάνω καὶ ἱγκάνω, τοῦ κιχάνω καὶ ἱκάνω. ἵνα καὶ αὐτὰ λείπωνται τρισὶ γράμμασι, τοῦ κίχω καὶ ἵκω. (ῃερς. 87.) Ὅτι χρυσόῤῥαπιν ὅ ἐστι χρυσεόῤῥαβδον Ὁμήρου ὡς καὶ προεῤῥέθη πλασαμένου τὸν Ἑρμῆν, ἐντεῦθεν οἱ ὕστερον ὁρμηθέντες, κηρύκειον αὐτῷ διδόασιν, ὁποίῳ καὶ τὸ θεῖον γένος οἱ ἐξ Ἑρμοῦ κήρυκες ἐχρῶντο εἰς παράσημον. Ὅτι ἔνθα μὲν ἡνία λέγει καὶ εἵματα σιγαλόεντα, ἔστιν ἐκεῖ νοῆσαι τοιαῦτα, καὶ τὰ εὐαφῆ καὶ ἁπαλά. νῦν δὲ ἐν τῷ, ἐν θρόνῳ ἱδρύσασα φαεινῷ σιγαλόεντι, οὔκουν τοιοῦτος ὁ σιγαλόεις θρόνος, ἀλλ' ἢ ὁ ποικίλος διὰ τὸ κατεστιγμένος εἶναι. ἢ ὁ σιγὴν ἐμποιῶν διὰ τὸ ἀξιοθέατον. Ὅτι φιλοξένου καὶ φιλόφρονος ἐρωτήσεως τε καὶ ὑποσχέσεως τὸ, τίπτε μοι εἰλήλουθας αἰδοῖός τε φίλος τε; αὔδα ὅ, τι φρονέεις. τελέσαι δέ με θυμὸς ἄνωγεν. εἰ δύναμαι τελέσαι γε καὶ εἰ τελεσμένον ἐστί. περὶ οὗ ὅτι πρωθύστερόν ἐστι, καὶ ἐν τοῖς εἰς τὴν Ἰλιάδα δεδήλωται. πρῶτον γὰρ ἐξεταστέον εἰ τετελεσμένα ζητούμεθα, εἶτα καὶ εἰ τελέσαι δυνάμεθα. οἰκεῖον δὲ ἐν ὑπερθέσει τοιαύτῃ, ἐπαγαγεῖν καὶ τὸ, ἀλλ' ἕπεο προτέρω, ἤτοι πρὸ καὶ ἐπὶ τὰ ἔμπροσθεν ἢ καὶ προσωτέρω, ἵνα τοι πὰρ ξείνια θείω. (ῃερς. 90.) Ὅρα δὲ ὅτι τετελεσμένον, οὐ τὸ ἤδη τελεσθὲν φησὶν, ἀλλὰ τὸ τελεσθῆναι πεφυκὸς καὶ δυνάμενον. (ῃερς. 93.) Ὅτι παρέθηκε τράπεζαν ἡ Καλυψὼ τῷ μυθικῷ Ἑρμῇ, ἀμβροσίης πλήσασα. κέρασε δὲ νέκταρ ἐρυθρόν. αὐτὰρ ὃ πῖνε καὶ ἦσθεν. αὐτὰρ ἐπεὶ δείπνησε καὶ ἤραρε θυμὸν ἐδωδῇ, καὶ τότε δὴ προσεῖπε τὴν Καλυψὼ ἀφελῶς οὕτως. (ῃερς. 97.) ἐρωτᾷς μ' ἐλθόντα θεὰ θεὸν; αὐτὰρ ἐγώ τοι νημερτέως τὸν μῦθον ἐνισπήσω. κέλεαι γάρ. εἴπομεν δὲ ἀφελῶς, ἀκολούθως τοῖς παλαιοῖς. οἵ φασιν ὅτι εὐτελεῖς οἱ δύο στίχοι οὗτοι καὶ κατὰ συνθήκην καὶ κατὰ διάνοιαν. (ῃερς. 93.) Σημείωσαι δὲ ὅτι τὸ ἐπιτραπέζιον τοῦτο νέκταρ καὶ ἡ ἀμβροσία, τὴν φιλοτήσιον αἰνίττεσθαι δύνανται ὁμιλίαν τὴν συμποτικήν. ἣ ἀμβροσίας ἂν εἴη καὶ νέκταρος ἀποῤῥώξ. Τὸ δὲ κέρασε νέκταρ, οὐ δηλοῖ κράμά τι, ἀλλ' ἀντὶ τοῦ ἐνέχεε κεῖται ὡς ἀπὸ παλαιᾶς χρήσεως. καθ' ἣν ὡς καὶ ἀλλαχοῦ σαφῶς ἐδηλώθη, κέρασι ζῴων ἐγχέοντες ἔπινον. Ἐρυθρὸν δὲ νέκταρ καθ' ὁμοιότητα τοῦ, οἶνος ἐρυθρός. ἴσως δὲ σκεύασμά τι καὶ τὸ νέκταρ ἦν καθὰ καὶ ἡ ἀμβροσία. καὶ γὰρ οὐδ' αὐτὴ κατὰ μόνην ἀλληγορίαν ὑφίσταται, ἀλλὰ καὶ ἄνθος τι ἀμβροσία ἐλέγετο κατὰ Παυσανίαν. ὃς λέγει καὶ ὅτι ἀμβροσία, γένος τι συνθέσεως ἐξ ὕδατος ἀκραιφνοῦς καὶ μέλιτος καὶ ἐλαίου παγκαρπίας. (ῃερς. 95.) Τὸ δὲ ἤραρε θυμὸν ὡς καὶ ἐν ἄλλοις ἐδηλώθη, τὸ θυμῆρες ἐμφαίνει. καὶ ἄλλως δὲ κατὰ τὸ, ἄγγεσιν ἄρσεν ἅπαντα, λέγεται καὶ τὸ, ἤραρε θυμὸν ἐδωδῇ. ἵνα καὶ αὐτὴν ἄρσῃ ὁ ἐσθίων ὥσπερ ἄγγει τινὶ, τῷ σώματι. (ῃερς. 97.) Τὸ δὲ θεὰ θεὸν, ἐντρεπτικῶς εἰρῆσθαι δοκεῖ. εἴγε θεὰ θεῷ λαλοῦσα προσποιεῖται ἀγνοεῖν. Τὸ δὲ ἐνισπήσω, καινότερον ἐκ τοῦ ἐνισπῶ. τὸ μέντοι κοινότερον, ἐνίπτω ἐνίψω. πλὴν, τοῦτο μὲν ἔχει τι καὶ σφοδρότητος. τὸ δὲ ἐνισπήσω, ἀντὶ τοῦ, ἁπλῶς εἴπω. (ῃερς. 92.) Ἰστέον δὲ ὅτι ἀκολούθως Ὁμήρῳ εἰπόντι τὸ, παρέθηκε τράπεζαν, ἔλεγον καὶ οἱ μετ' αὐτὸν, παραθέσθαι τραπέζας ἐν καταρχῇ δαιτός. τὸ μέντοι 1. 3 αἴρειν αὐτὰς, βαστάζεσθαι ἔφασκον. ἐβαστάζοντο δέ φασι τράπεζαι, δοθείσης κράσεως ἀγαθοῦ δαίμονος. ἤγουν μετὰ τὸ δοθῆναι κράμα τὸ οὕτω καλούμενον ἀγαθοῦ δαίμονος, ἤτοι ἀγαθῆς τύχης. πρὸς ὃ παίξας Διονύσιος ὁ Σικελιώτης ἀσεβῶς καθὰ ὁ δειπνοσοφιστὴς ἱστορεῖ, ἀνακειμένης Ἀσκληπιῷ χρυσῆς τραπέζης ἐν Συρακούσαις, προπιὼν αὐτῷ ἄκρατον ἀγαθοῦ δαίμονος, ἐκέλευσε βασταχθῆναι τὴν τράπεζαν. (ῃερς. 100.) Ὅτι χρήσιμον εἰς πλοῦν μακρὸν ῥηθῆναι τὸ, τίς ἂν ἑκὼν τοσόνδε διαδράμοι ἁλμυρὸν ὕδωρ ἄσπετον; οὐδέ τις ἄγχι βροτῶν πόλις. λέγει δὲ ταῦτα ὁ Ὁμηρικὸς Ἑρμῆς ἐκτετοπίσθαι δηλῶν τὴν νῆσον τῆς Καλυψοῦς. Ἁλμυρὸν δὲ ὕδωρ ἄσπετον, τὴν θάλασσαν λέγει περιφράσας. ἄλλως γὰρ, οὐκ ἂν οὔτε τὸ ἁπλῶς ὕδωρ εἴη ἂν θάλασσα, οὔτε τὸ ἁλμυρὸν ὕδωρ. εἰ γὰρ καὶ ὁ Λοκρὸς Αἴας ὕδωρ ἁλμυρὸν πιὼν ἀπόλωλεν, ἀλλ' οὐ θάλασσαν ἐξέπιε, βραχὺ δέ τι αὐτῆς. ὁμοῦ τοίνυν τὸ, ἄσπετον ἁλμυρὸν ὕδωρ, εἴη ἂν θάλασσα. Τὸ δὲ βροτῶν πόλις, ἢ παρέλκον ἔχει τὸ βροτῶν, ἢ τὴν κατοικουμένην δηλοῖ καὶ μὴ ἁπλῶς οὕτω καὶ ὁμωνύμως πόλιν. (ῃερς. 104.) Ὅτι τὸ περὶ Διὸς ἐνταῦθα ῥηθὲν ὑπὸ τοῦ Ἑρμοῦ, ἔστι παρῳδηθὲν οὕτως ὀρθῶς ῥηθῆναι. ἀλλὰ μάλ' οὔπως ἐστὶ θεοῦ νόον οὔτε παρὲξ ἐλθεῖν τινα, οὔθ' ἁλιῶσαι. ἔστι δὲ παρὲξ ἐλθεῖν μὲν, τὸ μερικῶς παραβῆναι. καὶ Ὁμηρικώτερον εἰπεῖν, παρὲκ Διὸς νόον ἐλθεῖν, ἁλιῶσαι δὲ, τὸ παντελῶς ματαιῶσαι καὶ ἀφεῖναι διεκπεσεῖν ἄπρακτον. (ῃερς. 105.) Ὅτι τὸ μὲν ὀϊζυρὸς ἐκτείνει κοινῶς τὸ παραλῆγον δίχρονον, οἷον, ἐπεί μιν ὀϊζυρὸν τέκε μήτηρ. ἐνταῦθα δὲ τὸ ὀϊζυρότατος, δοκεῖ μὴ ἐκτείνειν τὴν ζˉυ συλλαβήν. ὡς δηλοῖ τὸ ἄνδρα παρεῖναι ὀϊζυρώτατον ἄλλων. ὅπερ ἐκτείνει τὴν ἀπὸ τέλους τρίτην συλλαβὴν κατὰ τὸ ὀχυρώτατος. εἰ δὲ καὶ νῦν ἐκτείνεται τὸ ˉυ συνήθως ὥσπερ δὴ καὶ ἐκτέταται, καὶ δι' αὐτὸ συστέλλεται ἡ προπαραλήγουσα τοῦ ὀϊζυρότατος ὡς ἰσχυρότατος, ζήτει πάθος ὅμοιον καὶ ἐν τῷ λαρώτατος, καὶ ἐν τῷ κακοξεινώτερος. περὶ ὧν ἐν τῇ ˉβ ῥαψῳδίᾳ προδεδήλωται. (ῃερς. 106.) Ὅτι πάνυ γοργῶς ὁ ποιητὴς συντεμὼν τὰ τοῦ Τρωϊκοῦ πολέμου ἕως τῶν κατὰ τὸν Ὀδυσσέα καὶ τὴν Καλυψὼ, φησίν. ἀνδρῶν, οἳ ἄστυ περὶ Πριάμοιο μάχοντο εἰνάετες. δεκάτῳ δὲ, πόλιν πέρσαντες, ἔβησαν οἴκαδε. ἀτὰρ ἐν νόστῳ Ἀθηναίην ἀλίτοντο. ἥ σφιν ἐπῶρσ' ἄνεμόν τε κακὸν, καὶ κύματα μακρά. ὅτε οἱ μὲν ἑταῖροι τοῦ Ὀδυσσέως, ἀπέφθιθον. τὸν δὲ, ἄνεμός τε φέρων καὶ κῦμα, ἐπέλασεν ἐκεῖ. (ῃερς. 108.) Ὅρα δὲ ὡς καὶ νῦν σεμνῶς ἐῤῥέθη τὸ, Ἀθηναίην ἀλίτοντο. σεσίγηται γὰρ ἡ τοῦ Λοκροῦ ἀσέλγεια καθὰ καὶ ἐχρῆν. Τοῦ δὲ ἔφθιθον πρωτότυπον ἐν χρήσεσι κείμενον, τὸ φθίω. ἐξ οὗ κατὰ πλεονασμὸν, οὐ μόνον τὸ φθίθω, ἀλλὰ καὶ τὸ φθίνω. οὗ περ αὖθις, τὸ φθινύθω παράγωγον. (ῃερς. 113.) Ὅτι ἐλπίδος ἀγαθῆς ἐπὶ ἀποδήμῳ τὸ, οὐ γάρ οἱ αἶσα φίλων ἀπὸ νόσφιν ὀλέσθαι. ἀλλ' ἔτι οἱ μοῖρ' ἐστὶ φίλους τ' ἰδέειν καὶ ἱκέσθαι οἶκον ἐς ὑψόροφον καὶ ἑὴν ἐς πατρίδα γαῖαν. πρωθύστερον δὲ καὶ τοῦτο. πρῶτον γάρ τις εἰς πατρίδα εἶτα καὶ εἰς οἶκον ἱκνεῖται. Ὅρα δὲ ὅτι Ὁμήρου ταυτὰ ἔχοντος τὴν αἶσαν καὶ τὴν μοῖραν ἐπὶ τοῦ πεπρωμένου, ἐκεῖθεν δὲ τὰς αὐτὰς λέξεις τιθεμένου καὶ ἐπὶ καθήκοντος, ὡς δηλοῖ τὸ αἴσιον καὶ τὸ κατὰ μοῖραν, μεταλαβόντες οἱ ὕστερον, καὶ ἐπί τινος τάξεως αὐτὰ τιθέασι. λέγοντες ἐν μοίρᾳ ἢ αἴσῃ τοιᾷδε, τετάχθαί τινας. (ῃερς. 116.) Ὅτι ἀκούσασα Καλυψὼ ἃ εἶπεν Ἑρμῆς, ἐῤῥίγησε μή ποτέ φασι κληθεὶς ἀνὴρ αὐτῆς ἀναιρεθείη πρὸς Διὸς καὶ θάνατον τοῦ γάμου ἀλλάξηται ὡς καὶ ἄλλοι ἔπαθον οὓς καὶ ἀπαριθμήσεται. λέγει δὲ ἡ αὐτὴ πρὸς τὸν Ἑρμῆν, καὶ ὡς εὐεργέτησε περισωσαμένη τὸν Ὀδυσσέα, οὐκ ὀνειδίζουσα ἐφ' οἷς εὖ πεποίηκε. χρὴ γὰρ ὡς τὰ πολλὰ τὸν μὲν εὐεργετοῦντα ἐπιλελῆσθαι. τὸν δὲ ὠφεληθέντα, μεμνῆσθαι. καὶ μὴ ἀποῤῥεῖν αὐτοῦ τὴν μνήμην τοῦ εὖ παθεῖν, ἀλλ' ἀποδεικνῦσα δίκαιον εἶναι, τὸν εὖ παθόντα συνεῖναι αὐτῇ. καὶ συνάγουσα ὡς ὁ ἀποσπῶν αὐτῆς τὸν εὖ πάσχοντα, οὐ κήδεται αὐτοῦ. Ὀδυσσεὺς δέ γε ἐν τοῖς ἑξῆς μαθὼν τὰ ἐκ τῆς Καλυψοῦς ἐῤῥίγησε, διά τε τὸ δύσελπι τῆς πορείας, καὶ διὰ τὸ τῆς ὥρας κατάστημα ὡς ἢ χειμέριον ἢ οὐ μακρὰν χειμῶνος ὄν. παρά τε γὰρ τῇ Καλυψοῖ πῦρ ἐπὶ τῆς ἐσχάρας καίεται, καὶ παρὰ τοῖς Φαίαξι δὲ καὶ τῷ δούλῳ Εὐμαίῳ. καὶ παρὰ τῇ Πηνελόπῃ δὲ πυρὸς ὁ Ὀδυσσεὺς δέεται διὰ τὸ ἐν τῷ περιέχοντι ψύχος. οὗ δηλωτικὰ ἐν τοῖς ἑξῆς, καὶ ἡ ἑώα στίβη. καὶ αἱ ἀθέσφατοι νύκτες. εἰ δὲ ἀπείθανον, ἄμπελον ἡμερίδα τηνικαῦτα τεθηλέναι σταφυλαῖς, ἀλλ' ἐγράφη ἑτέρα ἔννοια, ἡ περὶ τῆς ἰξοφόρου ἡμερίδος. ὅτι δὲ Καλυψὼ διὰ τὸ περὶ τῷ Ὀδυσσεῖ δέος ἐῤῥίγησε θάνατον αὐτοῦ πρὸς Διὸς ὑποπτεύουσα, δηλώσει μετ' ὀλίγα εἰποῦσα καὶ αὐτὴ ὡς ἐπεὶ οὐκ ἔστι τὸν τοῦ Διὸς νοῦν παρὲξ ἐλθεῖν οὔθ' ἁλιῶσαι, ἐῤῥέτω εἴ μιν κεῖνος ἐποτρύνει καὶ ἀνώγει. 1. 4 τουτέστιν, ὀλλύσθω. φθειρέσθω κατὰ τὸ βούλημα τοῦ Διός. Ὅτι δὲ τὸ ἔῤῥειν ἐκ τῆς ˉεν προθέσεως γίνεται καὶ τοῦ ῥεῖν διὸ καὶ ἐν δυσὶ ῥῶ γράφεται τραπέντος τοῦ ˉν εἰς ˉρ, δῆλόν ἐστι. καὶ ὅτι τὴν Καλυψὼ καθὰ καὶ τὴν Ἰὼ, Καλυψοῦν καὶ Ἰοῦν οἱ πλείονες Ἴωνες γράφουσι. τὴν Καλυψὼ δὲ εἰπεῖν, καὶτὴν Ἰὼ Ἀττικόν ἐστιν. ἐν δὲ τοῖς ἑξῆς που ἑτεροία σκευωρία δηλωθήσεται τῆς τοῦ ἔῤῥειν παραγωγῆς. (ῃερς. 118. σθθ.) Ὅτι δεινῶς πιθανολογῶν ὁ ποιητὴς τὸ κατὰ τὴν Καλυψὼ καὶ τὸν Ὀδυσσέα μυθικὸν πλάσμα ὡς δηλαδὴ οὐκ αὐτὸς μόνος τοιοῦτον ἐπλάσατο, παράγει ὁμοίως ἔρωτας τὸν τῆς Ἠοῦς καὶ τοῦ Ὠρίωνος καὶ τὸν τοῦ Ἰασίωνος καὶ τῆς Δήμητρος. οὕτω καὶ ἐν Ἰλιάδι τὸν περὶ Ἀφροδίτης καὶ Ἄρεος μυθον ὅτε ἐτρώθησαν, παραμυθεῖται ὁμοιότητι μύθων πεπλασμένων πρὸ τῆς Ὁμηρικῆς ποιήσεως. ἔτι δὲ καὶ ἄλλως τὸ τῆς Καλυψοῦς δέος ὡς εὔλογον συνιστῶν, δηλοῖ ἐν τούτοις καὶ ὅτι οὐκ ἂν ἔξω λόγου πτοοῖτο, εὖ εἰδεῖα ὡς Ὠρίων μὲν διὰ τὴν Ἠῶ ἀνήρηται, Ἰασίων δὲ διὰ τὴν Δήμητραν. ὡς μηδὲνλοιπὸν ἀπεικὸς εἶναι, καὶ τὸν Ὀδυσσέα οὕτω παθεῖν ὑπὸ Διὸς διὰ τὴν Καλυψώ. ἐπεὶ καὶ τὸν Ἰασίωνα, Ζεὺς ἐκεραύνωσεν. ἔχει δὲ ἡ Ὁμηρικὴ ἐν τούτοις φράσις, οὕτω. σχέτλιοί ἐστε θεοὶ ζηλήμονες ἔξοχον ἄλλων οἵτε θεαῖς ἀγάασθε παρ' ἀνδράσιν εὐνάζεσθαι ἀμφαδίην. ἥτις τε φίλον ποιήσετ' ἀκοίτην. ὡς μὲν ὅτ' Ὠρίων' ἕλετο ῥοδοδάκτυλος Ἠὼς, τόφρά οἱ ἠγάασθε ἕως μιν ἐν Ὀρτυγίῃ χρυσόθρονος Ἄρτμις ἁγνὴ, οἷς ἀγανοῖς βελέεσσιν ἐποιχομένη κατέπεφνεν. ὡς δ' ὁπότ' Ἰασίωνι ἐϋπλόκαμος Δημήτηρ ᾧ θυμῷ εἴξασα μίγη φιλότητι καὶ εὐνῇ νειῷ ἐνὶ τριπόλῳ, οὐδὲ δὴν ἦεν ἄπυστος Ζεύς. ὅς μιν κατέπεφνε βαλὼν ἀργῆτι κεραυνῷ. τουτέστι ταχυτάτῳ ἢ φαιδρῷ. ὡς δ' αὖ νῦν μοι ἄγασθε θεοὶ, βροτὸν ἄνδρα παρεῖναι. εἶτα καὶ ὡς εὖ πεποίηκε τὸν Ὀδυσσέα καθὰ καὶ πρὸ βραχέων ἐῤῥέθη ἐκτιθεμένη, φησί. τὸν μὲν ἐγὼν ἐσάωσα περὶ τρόπιος βεβαῶτα οἶον. ἐπεί οἱ νῆα θοὴν ἀργῆτι κεραυνῷ Ζεὺς ἔλσας, ἐκέασσε μέσω ἐνὶ οἴνοπι πόντῳ. καὶ τὰ ἑξῆς. ἐν οἷς ἡ Καλυψὼ παραλαλεῖ, ὡς οὐκ ἂν ὁ Ζεὺς ἐπ' εὐνοίᾳ τὸν Ὀδυσσέα τῆς Καλυψοῦς ἀπάγοι τῆς οὕτω περιποιησαμένης. καὶ μὴ τοῦτο μόνον, ἀλλὰ καὶ μελετώσης ἀπαθανατίσαι αὐτόν. φησὶ γάρ. τὸν μὲν ἐγὼ φίλεόν τε καὶ ἔτρεφον, ἠδὲ ἔφασκον θήσειν ἀθάνατον καὶ ἀγήραον ἤματα πάντα. ὅπερ δύναται παρῳδηθῆναι περί τινος ὅτε λίαν πάνυ φιλεῖται πρός τινος. καὶ μάλιστα εἰ καὶ λογίως ἀνατρέφοιτό τις. ἡ δὲ ἀλληγορία, καὶ τὸν τοιοῦτον λόγον τῆς Καλυψοῦς εὖ συμβιβάζουσα πρὸς ἀκολουθίαν τῶν ἐν τῇ πρώτῃ ῥαψῳδία ἀλληγορημένων, ὑπονοεῖ ἐν τούτοις τὴν κατὰ σῶμα κολακείαν. ὑφ' ἧς δελεαζόμενος ὁ φιλοσοφῶν πείθεται προστετηκέναι τοῖς σωματικοῖς. ὑφορώμενος μὲν τὸ καματηρὸν καὶ ἐπίμοχθον διὰ τὸ φιλοσώματον, τρεφόμενος δὲ περιεργότερον ἐπὶ πραγματείᾳ ὑγείας, ὡς μὴ ἐξὸν συνεστάναι ἄλλως καὶ φιλοσοφεῖν. καὶ τοιοῦτον μὲν καὶ τοῦτο. (ῃερς. 118.) Τὸ δὲ ζηλήμονες, γράφεται μὲν καὶ δηλήμονες ὅ ἐστι βλαπτικοὶ γίνεται δὲ ἀπὸ τοῦ ζηλῶ ζηλήσω, ὅπέρ ἐστιν εἶδος οὐκ ἐλλόγου θυμοῦ. τὸ δέ γε ζηλώσειν, οὐκ οἶδεν ὁ ποιητής. ὡς δὲ καὶ ἄλλα εἰσὶ ῥήματα πρὸς διαφόρους σημασίας ὑπαγόμενα διαφόροις συζυγίαις, ἱκανῶς ἐν τῇ Ἰλιάδι δεδήλωται ὧν ἐστι καὶ τὸ κηλῶ κηλώσω. ἐξ οὗ καὶ τὰ παρὰ Λυκόφρονι κηλωστά. καὶ τὸ κηλῶ κηλήσω. ἀφ' οὗ ὁ ἐν τοῖς ἑξῆς κηληθμός. (ῃερς. 119.) Σημείωσαι δὲ ὅτι ἑρμηνεύων ὁ ποιητὴς τὸ ζηλῆσαι, ἐπήγαγε δὶς τὸ ἀγάασθε. τουτέστι, φθονεῖτε. μέμφεσθε. ὥστε καὶ ζηλήμονες, οἱ φθονεροί. καὶ ὡς μὲν ὁ χυδαῖος φησὶν ἄνθρωπος, οἱ ζηλευταί. ὡς δὲ ὁ λόγιος, οἱ ζηλότυποι. λέξις αὕτη, οὐκ ἐπαινετή. ὡς δηλοῖ καὶ ὁ παραδοὺς διαφορὰν ζήλου καὶ ζηλοτυπίας. ὃς λέγει ὅτι ζηλοτυπία μὲν, ἐπὶ μίσους. ζηλοτυπεῖ γοῦν Ἥρα κατὰ Σεμέλης. ζῆλος δὲ, μίμησις καλοῦ. οἷον. ζηλοῖ δέ τε γείτονα γείτων. (ῃερς. 119.) Τὸ δὲ ἀγάασθαι, φασὶν οἱ παλαιοὶ τρία σημαίνειν. τὸ θαυμάζειν. τὸ φθονεῖν. τὸ μισεῖν. Ὅμηρος δὲ τὸ ἄγασθε, καὶ ἀγάασθε εἶπεν, ὡς ταυτὰ ὄντα. ἔστι δὲ τὸ ἀγάω πρωτότυπον τοῦ ἀγαίω, ὅπερ ἀλλαχοῦ κεῖται. (ῃερς. 1.) Τὸ δὲ ἀμφαδίην, ἢ ἐπίῤῥημά ἐστιν ὀνοματικὸν, ἢ ἄντικρυς ὄνομα ἐλλειπτικὸν, λείπει γὰρ τὸ εὐνὴν, ληφθὲν κατὰ κοινοῦ ἐκ τοῦ εὐνάζεσθαι. φησὶ γάρ. εὐνάζεσθαι ἀμφαδίην. ἤγουν εὐνὴν φανεράν. Τὸ δὲ ἥτις ποιήσεται ἀκοίτην, πρὸς ἀκρίβειαν ἐῤῥέθη. οὐ γὰρ πᾶσαι ζηλοῦνται, ἀλλ' ἡ ποιησαμένη ἀκοίτην θνητόν τινα. τοῦτο δὲ καὶ ἀπορίαν λύει. τί γὰρ δή ποτε οὐ πάντας ὁ μῦθος τιμωρεῖ ὅσοι θνητοὶ θεαῖς εὐνήθησαν; ἢ πάντως, ὅτι οὐκ ἔσχον αὐταὶ ἀκοίτας ἐκείνους. Ὅρα δὲ τὸ, ποιήσεται ἀκοίτην. δοθεὶς μὲν γὰρ θνητὸς θεᾷ εἰς ἄνδρα ὡς Πηλεὺς Θέτιδι, οὐ πείσεται κακὸν, ζηλωθείς. ποιηθεὶς δὲ εἰς ἄνδρα, τιμωρηθήσεται. καὶ ἔστιν ὁ ποιητὸς οὗτος ἀκοίτης, θετός. καθ' 1. 5 ὁμοιότητα τοῦ, εἰσποίητος παῖς. (ῃερς. 121.) Τὸ δὲ ὡς μὲν, καὶ ὡς δὲ, καὶ ὡς δ' αὖ, ταυτόν ἐστι τῷ ὡσαύτως. Περὶ δὲ Ὠρίωνος ὅτι τε κυνηγέτης ἄριστος ἦν, καὶ ὡς οὐκ ἐκ τοῦ ὡραῖος εἶναι ἀλλ' ἐξ οὔρου ἢ ὤρας ἤτοι φροντίδος παρῆκται διὸ καὶ ψιλοῦται ὡς δηλοῖ καὶ τὸ, ὅτ' Ὀρίωνα, καὶ ὡς ὑπὸ σκορπίου πληγεὶς τέθνηκεν, ἄλλοι τε δηλοῦσι, καὶ οἱ τοῦ Ἀράτου ὑπομνηματισταί. Ὅμηρος δὲ, θάνατον αἰφνίδιον αὐτοῦ ἱστορεῖ. τοιοῦτον γάρ τοι δηλοῖ τὰ τῆς Ἀρτέμιδος ἀγανὰ βέλη οἷς αὐτὸν κατέπεφνεν ὡς πλημελοῦντά τι φασὶν εἰς αὐτήν. ἄλλως γὰρ οὐκ ἀναιρεῖ Ἄρτεμις ἄῤῥενας ὡς καὶ προσεσημείωται. διὸ καὶ ἠθέτησάν τινες τὸν Ὁμηρικὸν τοῦτον τόπον διὰ τὸ τῆς πράξεως ἄηθες. ἦν δὲ κάλλιστος ἀνδρῶν κατὰ τὴν ἱστορίαν ὁ Ὠρίων καθὰ καὶ ὁ Τιθωνός. δοκεῖ δὲ καὶ πρὸ ὥρας ἁρπαγῆναι τοῦ βίου κατ' ἐκεῖνον. διὸ καὶ ἐπ' αὐτῷ ἐφημίσθη ὃ καὶ ἐπὶ τοῖς ἄλλοις τοῖς κατ' αὐτόν. φασὶ γὰρ ὅτι τοὺς τοιούτους νέους ἅμα ἡμέρᾳ ἐξωσίουν ταφῇ οἱ προσήκοντες ὡς μὴ ἀνεκτὸν ὂν, ἡλίῳ θεαθῆναι τοιοῦτον κακόν. διὸ καὶ ἐλέγετο ἁρπάζειν αὐτοὺς ἡ ἡμέρα. ἣν ῥοδοδάκτυλον λέγει, σωματικώτερον, εἰ μὴ ἄρα κἀνταῦθα Ἠὼς ἡ πρωΐα νοηθῇ κατὰ τὴν ῥηθεῖσαν ἱστορίαν. τότε γὰρ οὐ πρὸς σῶμα ἀλλὰ πρὸς ἀλληγορίαν προσαρμόσει αὐτῇ τὸ ῥοδοδάκτυλον ὡς καὶ προδεδήλωται. εἰ γὰρ καὶ ἡ ἀλληγορία εἰς ταυτὸν ἄγει τὴν ἡμέραν καὶ τὴν ἠῶ, ἀλλ' ἡ ποίησις, διαφόρους αὐτὰς λαλεῖ. Ἡσίοδος γοῦν τὴν μὲν ἡμέραν, νυκτὸς μητρὸς γενεαλογεῖ ἐν τῷ, νυκτός δ' αὖτ' αἰθήρ τε καὶ ἡμέρη. τὴν δὲ Ἠῶ, Θείας ὑποτίθεται θυγατέρα. εἰπὼν. Θεία δ' Ἠέλιόν τε μέγαν λαμπράν τε Σελήνην Ἠῶ θ' ἣ πάντεσσιν ἐπιχθονίοισιν φαείνει, γείνατο. περὶ δὲ Ἠοῦς ὡς σωματοειδοῦς, λαλεῖ καὶ τὸ, ἀλλ' ἤτοι Κλεῖτον χρυσόθρονος ἥρπασεν Ἠὼς. Ἰστέον δὲ ὡς οὐ μόνον τὸ ἄνθος τὸ ῥόδον ᾠκείωται τῷ Ἡλίῳ οὗ ἔργον ἡ ῥοδοδάκτυλος Ἠὼς, ἀλλὰ καὶ ἡ Ῥόδος ἡ νῆσος, διὰ τὴν πρὸς τὸ ἄνθος ὁμωνυμίαν. Ἡλίου γὰρ ἱερὰν τὴν Ῥόδοἄλλοι τέ φασι καὶ ὁ Πίνδαρος. εἰ δὲ ἐκ τοῦ ῥόδου καὶ ἡ ῥοδάνη γίνεται, οὐκ ἔστιν εἰπεῖν σταθερῶς. ἧς ἡ χρῆσις ἐν λέξεσιν εὕρηται ῥητορικαῖς, οὕτω, κρόκην λεκτέον οὐχὶ ῥοδάνην. ἐξ οὗ καὶ τὸ ῥοδανίζειν κοινότερον. δοκεῖ δέ τι συμβάλλεσθαι εἰς τὸ γνῶναι τὴν τοιαύτην λέξιν τὸ, ῥοδανονδονακῆα, ὅπερ ἐν τῇ Ἰλιάδι κεῖται. περὶ δὲ Ὠρίωνος, καὶ ἐν τοῖς κατὰ τὴν νεκυίαν δηλωθήσεται ὡς ἐγχωρεῖ. Τιθωνοῦ δὲ εἰ καὶ μὴ ἐμνήσθη ὁ ποιητὴς ἐνταῦθα, ὅμως ἱστόρησεν ἐν τῇ Ἰλιάδι ἐπιτροχάδην αὐτὸν καθὰ. καὶ ἔδει περὶ οὗ ἰστέον, ὅτι ἐξ αὐτοῦ ὡς ὑπεργηράσαντος, οἱ λίαν πρεσβύται, Τιθωνοὶ ἐσκώπτοντο. ὡς καὶ ἀπὸ τοῦ Ἰαπετοῦ καὶ Κρόνου, οἱ αὐτοὶ, Κρόνοι τε καὶ Ἰαπετοί. ληροῖ δὲ ὁ μῦθος περὶ Τιθωνοῦ, καὶ ὅτι διὰ γῆρας, ἐν ταλάρῳ ἢ καρτάλῳ τῷ δηλουμένῳ ἐν τοῖς τοῦ κωμικοῦ, ἐκρεμάσθη. ὡς ἂν δηλαδὴ μὴ φαίνοιτο τοῖς πολλοῖς. ἢ εἰς τέττιγα μετεβλήθη. (ῃερς. 123.) Τὸ δὲ ἕλετο, ταυτὸν τῷ, ἐξείλετο, προέκρινεν. Ὀρτυγία δὲ κατὰ τοὺς πλείονας, ἡ Δῆλος, μία τῶν Κυκλάδων περὶ ἧς φασὶ καὶ οἱ τοῦ Λυκόφρονος σχολιασταὶ ὡς παρωνυμουμένης ὄρτυγι δαιμονίᾳ τινί. ἢ καὶ παρὰ τοὺς ἐκ πελάγους εἰς τὴν Δῆλον καταίροντας ὄρτυγας ὡς ἐν τοῖς ἑξῆς που φανεῖται. Ἁγνὴν δὲ τὴν Ἄρτεμιν ὡς παρθένον καλεῖ. ὅπερ ἡ Ἀφροδίτη οὐκ ἂν ἔχοι. (ῃερς. 125. σθθ.) Τὸν δὲ Ἰασίωνα, γεωργὸν ἡ κατὰ τὸν Ἑλλάνικον ἱστορία ἔχει Κρῆτα τὸ γένος. Διὸς υἱὸν καὶ Ἡμέρας, παρ' ᾧ μετὰ κατακλυσμὸν εὑρέθη φασὶ σπέρματα. ὅθεν καὶ ἡ Δημήτηρ κατὰ τὸν μῦθον ἐφίλει αὐτὸν ὡς καὶ Ἡσιόδῳ δοκεῖ. καὶ μίγνυται, οὐκ ἐν θαλάμῳ ἀλλ' ἐν νειῷ τριπόλῳ. ἣν ὁ αὐτὸς Ἡσίοδος ἐξαίρει ἀλεξιάρην καλέσας καὶ παίδων εὐκηλήτειραν, καὶ ἐκ τῆς τοιαύτης μίξεως ὁ πλοῦτος γεννᾶται. ὁ ὡραῖος δηλαδή. ὃν γαῖα φέρει Δημήτερος ἀκτήν. ὁ δὲ τῷ Ἰασίωνι τούτῳ ἐνσκήψας κεραυνὸς, εἰς πολὺν αὐχμὸν νοεῖται, ὃς οἷα ὀλέθριος ἀπεναντίας ἥκει τοῖς γεωργοῖς ὅτε γένηται. (ῃερς. 125.) Τὸ δὲ ὅλον εἰπεῖν, ἐπεὶ γεωργικώτατος ὁ Ἰασίων, δόξαν ἔσχε, Δήμητρι συνῳκηκέναι καὶ τὸν πλοῦτον τεκεῖν καθ' Ἡσίοδον. δοκεῖ δὲ καὶ προσφυῶς κληθῆναι Ἰασίων, ὡς παρὰ τὸ ἵημι διὰ τὴν τῶν σπορίμων ἕσιν ὅ ἐστι πέμψιν κατὰ τῆς γῆς. ὁ δὲ Ἀῤῥιανὸς ἱστορεῖ καὶ ὅτι Ἰασίων, ἀδελφὸς Ἀετίωνος καὶ Δαρδάνου πρόγονος Πριάμου, ἐκ Δήμητρος καὶ Κόρης κάτοχος γενόμενος, εἴς τε Σικελίαν ἦλθε, καὶ ἐπὶ πολλὴν ἄλλην γῆν ἐπλανήθη τὰ ἐκείνης ὄργια δεικνύων. διὸ λόγον ἔσχεν, ὡς Δημήτηρ αὐτῷ μίσγεται. τούτου φησὶν υἱὸς, Πάριος. ᾧ ἐπώνυμον, τὸ ἐν Ἑλλησπόντῳ Πάριον ὡς οἰκιστῇ. ὅτι δὲ ἡ Δημήτηρ εἰς γῆν ἀλληγορεῖται ὡς οἵα τις γῆ μήτηρ, τεθρύληται. εἴη δὲ ἂν ἡ τοιαύτη εὐπλόκαμος, διὰ τοὺς ἐξ ἀνθέων στεφάνους οἷς κόμη καλλύνεται. Σημείωσαι δὲ ὅτι εἰ καὶ ταυτόν ποτε πλόκαμος καὶ πλοκαμὶς, ἀλλ' οἱ παλαιοὶ, καὶ κόσμον 1. 6 γυναικεῖον τὴν πλοκαμῖδα εἶναι δηλοῦσιν. ἣν καὶ κορυφαίαν φασὶν, ἤγουν κορυφήν. τὴν δ' αὐτὴν, καὶ σκόλλυν καὶ κρέκαν μετὰ τοῦ ˉν ἢ καὶ χωρὶς τοῦ ˉν. κεῖται γοῦν ἐν ῥητορικῷ λεξικῷ, ταῦτα. κρέκαν καὶ κορυφαίαν, τὸ αὐτό. καὶ σκόλλυν. μάλιστα δὲ Ἀττικοὶ πλοκαμῖδα. καὶ ἴσως ἐντεῦθεν καὶ εὐπλοκαμῖδες Ἀχαιαὶ, ὡς εὐκόσμητοι. Ἰστέον δὲ καὶ ὡς ἐκ τοῦ πλέκω μὲν, αἱ εἰρημέναι λέξεις παρήχθησαν. ἐκ δὲ τοῦ πέπλεχα, οὐ μόνον οἱ ἐν τῇ Ἰλιάδι πλοχμοὶ, ἀλλὰ καὶ τὸ πλόχανον. ἔστι δὲ αὐτὸ, πλέγμα τι κατὰ τοὺς παλαιοὺς, ᾧ καθαίρεται σῖτος. καὶ δοκεῖ κοσκινοειδές τι ἐκεῖνο εἶναι. οὗ ἀναλογία κατὰ τὸ, ὄχανον. κόπανον. ξόανον. ἕδρανον. ἤρανον. ἐξ οὗ πληθυντικὸν κατὰ συγκοπὴν, ἦρα καὶ ἐπίηρα. Πλοχμῷ δὲ ἀνάλογον, ὀχμός. οὗ ὄνομα παράγωγον ἀνάττικον μὲν τὸ νεοχμός. Ἀττικὸν δὲ, ὁ συνεοχμὸς οὗ καὶ παρ' Ὁμήρῳ χρῆσις. ὧν θέμα, τὸ ἔχω. ἀφ' οὗ λόγῳ μὲν παρακειμένου ἐνεργητικοῦ ἀῤῥήτου τὸ, πέτρης ἔχμα, Ὁμηρικῶς. ἤγουν κράτημα. συνοχή. μέσου δὲ παρακειμένου τολμήσαντος οὐδ' αὐτοῦ ἐκφωνηθῆναι, τὸ πρόεγμα διὰ τοῦ γάμμα στοιχείου, καθ' ὁμοιότητά τινα τοῦ, βρεχμὸς καὶ βρέγμα. ἔστι δὲ πρόεγμα ὡς δηλοῖ ὁ Σουΐδας, στήριγμα. ὥστε εἶναι ἀπὸ τοῦ ἔχω, τὸ ἔχμα τὸ πρόεγμα. τὸν ὀχμόν. οὗ ῥῆμα ὀχμάζειν παρ' Εὐριπίδῃ. καὶ τὸν συνεοχμόν. καὶ τὸν νεοχμόν. τοῦ ἔχειν δὲ πάντως ἐξέχονται, καὶ ἡ ἐν ἄλλοις ῥηθεῖσα ὄχη τὸ ὄρος. καὶ τὸ ὄχα καὶ ἔξοχα. καὶ τὸ ὀχεῖν καὶ ὀχεύειν. καὶ τὸ ὀχεῖον. καὶ ἄλλα. καὶ ταῦτα μὲν οὕτω λελέχθω καὶ ἐς τοσοῦτον. (ῃερς. 127.) Τὸ δὲ ᾧ θυμῷ εἴξασα τουτέστι τῇ οἰκείᾳ ἐπιθυμίᾳ, παντελῶς ἑτεροῖόν ἐστι τοῦ, ᾧ θυμῷ μεγαλήτορι εἴξας. ἐκεῖνο γὰρ ἐπὶ θυμοῦ ἐν Ἰλιάδι κεῖται. Τὸ δὲ μίγη φιλότητι, πρὸς διαστολὴν ἑτέρων φησὶ μίξεων. μίγνυνται γὰρ καὶ ὑγρὰ πρὸς ἄλληλα. καὶ στρατεύματα δὲ ἐν μάχῃ. Τὸ δὲ καὶ εὐνῇ, ἐφερμηνευτικόν ἐστι τῆς ἐνταῦθα φιλότητος. ἵνα μὴ ἡ ἁπλῶς φιλία νοηθείη. Τρίπολος δὲ νειὸς, ἡ τρίτον ἐστραμμένη. πωλεῖν γάρ φασι τὸ ἀναστρέφειν. Καὶ ὅρα ὅτι τὸ μὲν πωλεῖν, διὰ τοῦ ˉω μεγάλου παρὰ τῷ ποιητῇ ὥσπερ καὶ τὸ πωλέσκω, καὶ ἡ εὔπωλος γῇ. ἡ δὲ τρίπολος, διὰ τοῦ ˉο μικροῦ. (ῃερς. 130.) Τὸ δὲ περιτρόπιος βεβαῶτα, ἀντὶ τοῦ περιβάδην ἐποχούμενον τῇ τρόπει δίκην κέλητος. ὡς ἐν ἄλλοις ἐρεῖ ὁ ποιητής. (ῃερς. 128.) Ἀργὴς δὲ κεραυνὸς ὀξυτόνως πρὸς διαστολὴν βαρυτόνου κυρίου μυθικοῦ, τοῦ Ἄργης. ᾧπερ ἀδελφὸς ἦν, Βρόντης καθ' Ἡσίοδον. ἐσκεύαζον δέ φασι αὐτοὶ τῷ Διῒ ὁ μὲν κεραυνοὺς ὁ δὲ βροντάς. βέλη ταῦτα δίϊα. οἷς ὁ βλαβεὶς, διόβλητος ἦν. εἰκὸς δὲ μηχανικοὺς ἀνθρώπους αὐτοὺς εἶναι. τεχνωμένους ὁμοίως Ἀρχιμήδει, τὰς δι' ἐνόπτρων ὡς οἷον ἀστραπαίας καύσεις οὗ μιμητὴς καὶ Ἀνθέμιος ὁ παρὰ τῷ Ἀγαθίᾳ. Ἔτι δέ, τεχνικῶς κτυποῦντας βροντῶδες. ὁποῖος ὑπονοεῖται καὶ ὁ Σαλμωνεύς. Κεραυνὸς δὲ γίνεται, παρὰ τὸ κείρειν καὶ αὔειν. ὁ φθείρων δηλαδὴ ἐν τῷ καίειν. Τὸ δὲ νῆα ἔλσας, ἀντὶ τοῦ ἐλάσας. κρούσας. πλήξας. (ῃερς. 132.) Τὸ δὲ ἐκέασεν, ἀντὶ τοῦ διέσχισεν ὡς καὶ πρὸ ὀλίγων ἐγράφη. ἴσως δὲ καὶ τὸ ἐκέδασεν ἐκ τούτου γίνεται πλεονασμῷ τοῦ ˉδ. ἵνα πως εἴη ταυτὸν τὸ ἐκέασε καὶ τὸ ἐκέδασεν, ἤδη δὲ καὶ τὸ ἐξετίναξε. διὸ ἐν τοῖς ἑξῆς, τὴν αὐτὴν σχεδίαν τὸ κῦμα διατινάξει. οὐ μὴν δὲ, ἀλλὰ καὶ δούρατα μακρὰ διασκεδάσει. Ἰστέον δὲ καὶ ὅτι ἐκ τοῦ κεάσαι, εὕρηνται καὶ ἀκέανοι, σπορίμου εἶδος. περὶ οὗ φησὶν Αἴλιος Διονύσιος, ὅτι ἀκέανοι, τὰ ἐν φακοῖς στρογγύλα καὶ δυσκάτακτα ὄσπρια. φέρων καὶ χρῆσιν Φερεκράτους, ταύτην. κυάμους. φακῆν. ζείας. αἴρας. ἀκεάνους. (ῃερς. 137.) Ὅτι ὁ διὰ φόβον μεγάλου προσώπου καταφρονῶν τοῦ σῶσαί τινα, εἴποι ἂν ὣς ἐπεὶ οὔπως ἐστὶ τὸν τοῦ δεῖνος νόον οὔτε παρὲξ ἐλθεῖν οὔθ' ἁλιῶσαι. ἐῤῥέτω, εἴ μιν κεῖνος ἐποτρύνει καὶ ἀνώγει. τί δὲ τὸ παρὲξ ἐλθεῖν καὶ τὸ ἁλιῶσαι, πρὸ ὀλίγων εἴρηται. (ῃερς. 142.) Συμβούλου δὲ ἀγαθοῦ τὸ, αὐτάρ οἱ πρόφρων ὑποθήσομαι οὐδ' ἐπικεύσω, ὥς κε μάλ' ἀσκηθὴς ἣν πατρίδα γαῖαν ἵκηται. (ῃερς. 146.) Προθυμοποιὸν δὲ εἰς τοιαύτην βουλὴν τὸ, οὕτω νῦν ἀπόπεμπε. θεοῦ δ' ἐποπίζεο μῆνιν μήπως τοι μετόπισθε κοτεσσάμενος χαλεπῄνῃ. ἐν τούτοις δὲ καὶ τὴν ὄπιν ἐτυμολογεῖ, ἥτις ἐστὶ τῶν μετόπισθεν ἤτοι τῶν μελλόντων θεία ἐπιστροφή. (ῃερς. 160.) Τὸ δὲ, κάμμορε μή μοι ἔτ' ἐνθάδε ὀδύρεο μὴ δέ τοι αἰὼν φθινέτω, παραμυθητικοῦ λόγου ἐστίν. αἰῶνα δὲ λέγει, τὴν ζωήν. ἣ φθίνει τοῖς μακροῖς θρήνοις. οὕτω καὶ ἀνωτέρω τούτων τὸ, κατείβετο γλυκὺς αἰὼν. ὅ ἐστιν ἐν δάκρυσι λειβόμενος κατετήκετο. (ῃερς. 141.) Ἐν τούτοις δὲ καθὰ καὶ ἀλλαχοῦ, καὶ ἐρημία δηλοῦται τῆς κατὰ τὴν Καλυψὼ νήσου ἐν τῷ, μήτε νῆας παρεῖναι μήτε τοὺς τὸν Ὀδυσσέα πέμψοντας ἑταίρους. ἐν οἷς πιθανολογεῖται τὸ τὸν Ὀδυσσέα μονήρη πλεῦσαι. (ῃερς. 162.) Ὅτι λέξις ναυπηγικὴ, τὸ ἁρμόζεσθαι. φησὶ γοῦν ἡ Καλυψὼ πρὸς Ὀδυσσέα. 1. 7 ἀλλ' ἄγε δούρατα μακρὰ ταμὼν, ἁρμόζεο χαλκῷ εὐρείην σχεδίην. ἐκ τοιαύτης δὲ ἐννοίας, καὶ Ἁρμονίδης Φερέκλου πατὴρ τοῦ τὰς ἀρχεκάκους νηῖας τῷ Πάριδι τεκτήναντος. (ῃερς. 163.) Ὅρα δὲ τὸ, εὐρείην σχεδίην. δι' οὗ δηλοῦται, ὡς οὐ κυρίως αὕτη σχεδία εἴπερ εὐρεῖα. οὐ γὰρ αἱ κυρίως σχεδίαι τοιαῦταί εἰσιν. ὅτι μὴ δὲ πολύδεσμοι ἐκεῖναι. ἐπιφέρει δὲ ἡ Καλυψὼ καὶ τὸ, αὐτὰρ ἴκρια πῆξαι ἐπ' αὐτῆς ὑψοῦ, ὥς σε φέρῃσιν ἐπ' ἠεροειδέα πόντον. λέγει δὲ ἴκρια νῦν, ὀρθὰ ξύλα τὰ καὶ ἐγκοίλια. ὧν ἄνω, τὰ καταστρώματα τῆς νηός. Τὸ δὲ πῆξαι ἐπ' αὐτῆς ὃ ἐστὶν ἐπὶ τῆς σχεδίας νηός, οὐ παραλόγως ἂν ῥηθείη ἀγαγεῖν εἰς νοῦν ὕστερον τὸ καθ' ἱστορίαν τῆς ναυπάκτου ὄνομα. (ῃερς. 602.) Τὸ δὲ ὑψοῦ, ἢ τοῖς ὄπισθε συντακτέον ἵνα ᾖ πῆξαι ἐπ' αὐτῆς ἴκρια ὑψοῦ. ἢ τοῖς μετ' αὐτό. ἵνα λέγῃ, ὥς σε φέρῃσιν ὑψοῦ. τουτέστιν, ἐπ' ἠεροειδέα πόντον. πρὸς ὁμοιότητα τοῦ, ὑψοῦ ἐν νοτίῳ. (ῃερς. 165.) Ὅτι φιλοξένου ἀνδρὸς λόγος τὸ, αὐτὰρ ἐγὼ σῖτόν τε καὶ οἶνον ἐρυθρὸν ἐνθήσω μενοεικέα, ἃ κέν τοι λιμὸν ἐρύκοι, εἵματά τ' ἀμφιέσω, καὶ τὰ ἑξῆς δὲ, χρησιμεύσει ἐὰν παρῳδηθῇ, οἷον. ὡς ἂν ἀσκηθὴς οἴκαδε ἵκοιο αἴκε θεὸς ἐθέλῃ ὃς οὐρανὸν εὐρὺν ἔχει. ὅς μευ φέρτερός ἐστι νοῆσαί τε. ἤγουν κρᾶναι καὶ τελειῶσαι τὸ νοηθέν. ὃ πλείονός ἐστι δυνάμεως. πολλοὶ γὰρ, νοοῦσι μὲν οὐ κραίνουσι δὲ, ὡς μὴ ἰσχύοντες. δῆλον δὲ ὅτι καὶ πᾶς ὁ καὶ εἰπεῖν καὶ πρᾶξαι δεινὸς, φέρτερος ἂν λεχθείη νοῆσαί τε κρῆναί τε. Ἐν τούτοις δὲ, ἡ μυθικὴ Καλυψὼ, κρείττους ἑαυτῆς εἶναι ὁμολογεῖ τοὺς οὐρανίωνας. (ῃερς. 166.) Τὸ δὲ ἃ λιμὸν ἐρύκοι, ἐφερμηνευτικόν ἐστι τοῦ μενοεικέα. ἐπεὶ, καὶ ταυτόν ἐστι βρῶμα τὸ ἐπαρκοῦν μένει καὶ τὸ ἐρύκον λιμόν. (ῃερς. 173.) Ὅτι ὁ μὴ πιστεύων ὑπισχνουμένῳ τινὶ, ἐρεῖ ἄν. ἄλλό τι δὴ σὺ τόδε μήδεαι. καὶ εἴτι δὲ ἄλλο χρήσιμον τῶν ἐφεξῆς. (ῃερς. 174.) Ὅτι τὸ, κέλεαι σχεδίῃ περάαν μέγα λαῖτμα θαλάσσης, εἴ ποι ἄν τις παροιμιακῶς, ὅτε μικρῷ λόγῳ, μεγάλα τινὰ διελθεῖν βούλεται. (ῃερς. 175.) Ὅτι τὸ κατὰ τὴν νῆσον τῆς Καλυψοῦς πέλαγος, ὁ Ὀδυσσεὺς δεινόν τ' ἀργαλέον τε λέγει. τὸ δ' οὐδ' ἐπὶ νῆες ἐΐσαι ὠκύποροι περόωσιν ἀγαλλόμεναι Διὸς οὔρῳ. Καὶ ὅρα τὸ ἀγαλλόμεναι ὡς ἐπὶ ἐμψύχων τῶν νηῶν λεχθέν. ἵνα καὶ αὐταῖς ἄγαλμα εἴη ὁ τοῦ ἀέρος οὖρος. (ῃερς. 176.) Τὸ δὲ ὠκύποροι περόωσι, κατὰ τρόπον ἐτυμολογίας πέφρασται. Τὸ δὲ οὐδὲ νῆες, διαστέλλει τῶν νηῶν τὰς σχεδίας. νῆες μὲν γὰρ, ἁπλῶς καὶ ἀσυνθέτως. σχεδίαι δὲ, νῆες σχέδιοι. καὶ ναῦς μὲν, οὐκ ἂν λεχθείη σχεδία. τῇ σχεδίᾳ δὲ, προσυπακούεται καὶ ἡ ναῦς. (ῃερς. 178.) Ὅτι Ὀδυσσεὺς μὲν οὐκ ἔχων πιστεῦσαι εἴπερ ἀληθὴς ἡ τῆς Καλυψοῦς πομπὴ, ἐθέλει τλῆναι αὐτὴν μέγαν ὅρκον ὀμόσσαι, μήτι αὐτῷ πῆμα κακὸν βουλευσέμεν ἄλλο, οἷα ὀδυρομένῳ καὶ ἀπαναινομένῳ αὐτήν. ἡ δὲ, μείδησέ τε χειρί τέ μιν κατέρεξε. ταῦτα δὴ τὰ πολλαχοῦ ῥηθέντα. (ῃερς. 182.) Καὶ εἰποῦσα. ἦ δὴ ἀλιτρός ἐσσι καὶ οὐκ ἀποφώλια εἰδώς, καὶ, οἷον δὴ τόνδε μῦθον ἐπεφράσθης ἀγορεῦσαι, ὄμνυσι γῆν καὶ οὐρανὸν καὶ τὸ τῇ, στυγὸς ὕδωρ, μηδέν τι πῆμα κακὸν βουλευσέμεν ἄλλο καὶ τὰ ἑξῆς. (ῃερς. 179.) Καὶ ὅρα τὸ ἄλλο, δηλοῦν τὴν ἑτερότητα τοῦ κακοῦ πρὸς τὸ ἀγαθόν. (ῃερς. 184.) Ὁ δὲ ὅρκος τῇ Καλυψοῖ ὡς καὶ ἀλλαχοῦ, τοιοῦτος. ἴστω νῦν τόδε γαῖα καὶ οὐρανὸς εὐρὺς ὕπερθε. καὶ τὸ κατειβόμενον στυγὸς ὕδωρ, ὅστε μέγιστος ὅρκος δεινότατός τε πέλει θεοῖς. Ὅτι δὲ τοιοῦτος ὁ τῆς στυγὸς ὅρκος, καὶ ὡς ἐκ πέτρας ἐν ᾄδου κατείβεται, καὶ ὡς καθ' ἱστορίαν, πηγή ἐστιν ἡ Στὺξ ἐν τῇ Ἀρκαδικῇ φενεῷ, καὶ ὡς ἐξ αὐτῆς τὸ στυγεῖν καὶ τὸ στυγητὸν καὶ τὸ στυγνὸν, ἀλλαχοῦ δηλοῦται ἱκανῶς. ῥηθήσεται δέ τι καὶ ἐν τοῖς ἑξῆς περὶ αὐτῆς. (ῃερς. 182.) Τοῦ δὲ ἀλιτρὸς, προϋπόκειται ἐνεστὼς ἀλείτω τῇ ˉεˉι διφθόγγῳ παραληγόμενος. οὗ δεύτερος ἀόριστος, ἤλιτον. ὅθεν ἀλιτηρός. ἴσως δὲ, καὶ ἀλιτήριος. καὶ συγκοπῇ, ἀλιτρός. ἐκεῖθεν δὲ καὶ ὁ Ὁμηρικὸς ἠλιτόμηνος, ὁ παρ' ἑτέροις διὰ τοῦ κατ' ἀρχὴν ἄλφα, ἀλιτόμηνος. καὶ ἀλιταίνω τὸ ἁμαρτάνω. καὶ ἀλιτεύω δέ φασιν ὁμοίως. καὶ ἀλίτρια ἡ ἁμαρτία. καὶ ἀλιτήμων ὁ ἐφάμαρτος. καὶ ἀλίτημα, ἁμάρτημα. καὶ ἀλιτήμωρος ὁ παράφρων. καὶ ταῦτα μὲν ἐκ τοῦ ἤλιτον καὶ ἀλιτῶ. ἤγουν ἐκ τοῦ δευτέρου ἀορίστου καὶ τοῦ δευτέρου μέλλοντος. ἐκ δὲ τοῦ ἀλείτω ἐνεστῶτος, ἀλείτης ὁ ἁμαρτωλός. οὗ ἀναλογώτερον παρὰ Λυκόφρονι, ὁ ἀλοιτός. Τὸ δὲ ἀλιτρός ἐσσι καὶ οὐκ ἀποφώλια εἰδὼς, ἀντὶ τοῦ ἤλιτες καὶ οὐκ εἶπας τὸ ἀληθὲς καὶ ταῦτα μὴ ἀπαίδευτος ὤν. ἀποφώλιος γὰρ, ὁ ἀπαίδευτος καὶ ἀδίδακτος ἐπειδὴ φωλεοὶ παρὰ τοῖς ἀρχαίοις ἐλέγοντο τὰ παιδευτήρια. ἢ καὶ ἄλλως, ὁ ἀπεῤῥιμμένος καὶ μὴ ἄξιος λόγου, ὡς ἀπὸ τῶν ὀρνέων ἃ τῶν φωλεῶν ἀποβάλλεται. (ῃερς. 184.) Τὸ δὲ ἴστω, καινότερον κατὰ τριῶν ὀνομάτων κεῖται, τοῦ γαῖα, τοῦ οὐρανὸς, καὶ τοῦ στύξ. (ῃερς. 185.) Τὸ δὲ ὅς τε 1. 8 μέγιστος ὅρκος, Ἀττικῶς ἐῤῥέθη. τὸ γὰρ κοινὸν, ὃ μέγιστος ὅρκος πέλει. (ῃερς.